De causis pulsuum

Galen

Galen, De causis pulsuum

Τῶν τοὺς σφυγμοὺς τρεπόντων αἰτίων τὰ μὲν τῆς γενέσεως αὐτῶν ἐστιν αἴτια, τὰ δὲ τῆς ἀλλοιώσεως μόνον· τῆς γενέσεως μὲν ἥ τε χρεία δι’ ἣν γίνονται καὶ ἡ δύναμις ὑφ’ ἧς καὶ τὰ ὄργανα δι’ ὧν διατείνονται, τῆς δ’ ἀλλοιώσεως τὰ λοιπὰ πάντα τά τε προηγούμενα καλούμενα καὶ τὰ τούτων ἔτι προκατάρχοντα. τριττὸν γὰρ δὴ τὸ γένος τῶν αἰτίων οὐκ ἐν σφυγμοῖς μόνον, ἀλλὰ κᾀν τοῖς ἄλλοις ἅπασιν, ἓν μὲν τὸ πρῶτόν τε καὶ κυριώτατον, ὃ δὴ καὶ

2
συνεκτικὸν καλοῦσιν, ἀπὸ τοῦ συνέχειν αὐτῶν τὴν οὐσίαν ὠνομασμένον, ὅπερ, ὡς ἔμπροσθεν ἐῤῥέθη, γενέσεως αἴτιον. τὰ δ’ ἄλλα δύο γένη τοῦ μὲν γίνεσθαι τοὺς σφυγμοὺς ἀναίτια, τοῦ δὲ γεγενημένους τρέπειν αἴτια. πάχος γοῦν χυμῶν, ἢ πλῆθος, ᾒ γλισχρότης, ἢ δριμύτης ποιεῖν μὲν οὐ δύνανται σφυγμοὺς, ἀλλοιοῦν δὲ δύνανται. οὕτω δὲ καὶ ψυχρὸν λουτρὸν, ἢ θερμὸν, καὶ χειμὼν καὶ θέρος καὶ ὅλως κρύος καὶ θάλπος, ἀλλοιώσεως μὲν σφυγμῶν αἴτια, γεννήσεως δ’ οὐκ ἔστι. ταυτὶ μὲν οὖν τὰ νῦν εἰρημένα προκαταρκτικὰ λέγεται, τὰ δ’ ἔτι τούτων ἔμπροσθεν τὰ κατὰ τοὺς χυμοὺς προηγούμενα. καθόλου γὰρ εἰπεῖν ὅσα μὲν ἔξωθεν ὄντα τοῦ σώματος ἀλλοιοῖ τι τῶν κατ’ αὐτὸ προκαταρκτικὰ λέγεται, προκατάρχοντά γε δὴ τῶν ἐν τῷ σώματι διαθέσεων. αὗται δὲ αἱ διαθέσεις ὅταν τὰ συνεκτικὰ τρέπωσι, προηγούμεναι γίνονται αὐτῶν αἰτίαι. φέρε γὰρ ὑπὸ προσπεσόντος ἔξωθεν ψυχροῦ πυκνωθῆναι μὲν τὸ δέρμα, διὰ δὲ τὴν τούτου πύκνωσιν ἐπισχεθῆναι τὴν κατὰ φύσιν διαπνοὴν, ἐπισχεθεῖσαν δ’ ἀθροισθῆναι, κᾄπειθ’ οὕτως ἐξάψαι πυρετὸν, ἐφ’ ᾧ τὴν χρείαν
3
τῶν σφυγμῶν ἀλλοιωθῆναι, καὶ διὰ τοῦτο καὶ τοὺς σφυγμοὺς, ἐνταῦθα προκαταρκτικὸν μὲν αἴτιον τὸ προσπεσὸν ἔξωθεν ψυχρὸν, τὰ δ’ ἄλλα πάντα τὰ μέχρι τῆς χρείας τῶν σφυγμῶν προηγούμενα. διὰ μέσων οὖν τῶν προηγουμένων τὸ προκαταρκτικὸν αἴτιον, ἀλλοιῶσαν τὴν χρείαν τῶν σφυγμῶν ἓν οὖσαν τῶν συνεκτικῶν αἰτίων, ἔτρεψεν οὕτω καὶ αὐτοὺς τοὺς σφυγμούς. οὐ γὰρ ἐνδέχεται τραπῆναι μέν τινα συνεκτικὴν αἰτίαν, ἄτρεπτον δὲ μεῖναι τὸ πρὸς αὐτῆς ἀποτελούμενον. πρὶν δ’ ἐπί τι τῶν συνεκτικῶν διαδοθῆναι τὴν ἀλλοίωσιν, ἀδύνατον τραπῆναι τοὺς σφυγμούς. διὸ καὶ κυριώτατα καὶ μάλιστα καὶ πρῶτα ταῦτ’ αἴτια τῶν σφυγμῶν, τὰ δ’ ἄλλα πάντα διὰ ταῦτα. τῷ γὰρ τὴν ἔξωθεν γεγενημένην ἀλλοίωσιν εἰς τὰ συνεκτικὰ διαδίδοσθαι σφυγμῶν αἴτια λέγεται, κατά γε τὴν ἰδίαν τε οὐσίαν καὶ φύσιν οὐδαμῶς τρέπειν αὐτοὺς δυνάμενα. χρὴ τοίνυν ὅστις βούλεται τὴν περὶ τοὺς σφυγμοὺς τέχνην ἱκανὸς γενέσθαι γυμνάσασθαι πολυειδῶς ἐν ἅπασι τοῖς γένεσι τῶν αἰτίων, ὥσθ’ ἑνὸς οὑτινοσοῦν αὐτῷ προτεθέντος ἔχειν εἰπεῖν τὴν γενομένην ἐν τοῖς σφυγμοῖς ἀλλοίωσιν. ἀρχὴ δὲ τῆς γυμνασίας ἀρίστη τὰς συνεκτικὰς αἰτίας ἐπισκέπτεσθαι, καθότι γεννᾷν
4
ἑκάστη πέφυκε σφυγμόν. ᾧ γὰρ λόγῳ τῆς γενέσεως αὐτῶν ἐξηγοῦνται, τούτῳ καὶ τῆς ἀλλοιώσεως. αἱ γὰρ κατὰ τὸ ποσὸν καὶ ποιὸν ἐν ταῖς αἰτίαις διαφοραὶ τὰς κατὰ τὸ ποσόν τε καὶ ποιὸν ἐν τοῖς σφυγμοῖς ἐργάζονται διαφοράς.