De differentiis pulsuum

Galen

Galen, De differentiis pulsuum

Ἐπὶ δὲ τὸν ὑπὸ τοῦ Ζήνωνος εἰρημένον ὅρον ἔλθωμεν, ἀνδρὸς οὐδενὸς δευτέρου τῶν Ἡροφιλείων. οὗτος δὴ τὸν σφυγμόν φησιν εἶναι τῶν ἀρτηριωδῶν μερῶν μικτὴν ἐνέργειαν ἐκ συστολῆς καὶ διαστάσεως, καθ’ ἣν ἐν ἅπασι τοῖς μέρεσι τὴν αὐτὴν ὑπάρχειν τάξιν ἠκολούθησεν, ἐάν τε ἐν τοῖς ἴσοις ἐάν τε ἐν τοῖς ἀνίσοις ἐκείνη συντελῆται χρόνοις. καὶ οὕτως οὖν ἐνέργειαν μὲν εἰπὼν εἶναι μικτὴν, οὐ μόνον τὸ γένος ἀπεφήνατο τῶν σφυγμῶν, ἀλλὰ καὶ τὴν, ὡς οἴεται, προσεχῆ διαφορὰν, ὑπερβὰς μὲν, ὅτι κατὰ κίνησιν ἡ ἐνέργεια γίγνοιτο, καὶ τῆς κινήσεως κατὰ φορὰν, τῶν δὲ τῆς φορᾶς εἰδῶν ἢ διαφορῶν μνημονεύσας, συστολῆς τε καὶ διαστολῆς. εὔδηλον γὰρ ὅτι τὴν διάστασιν ἀντὶ τῆς διαστολῆς εἴρηκεν. οὐ κακῶς δ’ εἶπε μικτὴν εἶναι τὴν κίνησιν, οὐχ ἁπλῆν,

737
οὐδὲ μονοειδῆ, σύνθετος γάρ ἐστιν ἐξ ἐναντίων μορίων, ὡσαύτως τῇ κατὰ τὴν ἀναπνοήν. εὔδηλον δὲ καὶ ὅτι τὸ ἕτερον μέρος μόνον τῆς συνθέτου ταύτης κινήσεως οὐ βούλεται σφυγμὸν ὀνομάζειν, ἀλλὰ μέρος σφυγμοῦ. τὸ γὰρ οἴεσθαι διὰ τοῦτο καὶ τὴν διαστολὴν ὅλην ὀνομάζεσθαι σφυγμὸν, ὅτι μέγας σφυγμὸς λέγεται κατ’ αὐτὴν, οὐκ ἐννενοηκότων ἐστὶν, ὡς ἀπὸ τῶν ἐν τοῖς μέρεσι συμβεβηκότων ἐνίοτε τὴν ἐπωνυμίαν ἴσχει τὸ σύμπαν. ἐν γοῦν τῷ σιμὸς ἄνθρωπος καὶ γρυπὸς καὶ γλαυκὸς καὶ χαροπὸς καὶ φαλακρὸς ἑτέροις τε παμπόλλοις ἀπὸ τῆς κατὰ τὰ μόρια διαθέσεως ἐπωνυμία τῷ ὅλῳ γίγνεται. τῶν δ’ ἄλλων σχεδὸν ἁπάντων Ἡροφιλείων ἢ ἀρτηριῶν, ἢ καρδίας, ἢ ἀμφοτέρων τούτων τὴν διαστολὴν καὶ συστολὴν σφυγμὸν ὀνομαζόντων, οὗτος οὐ καρδίας καὶ ἀρτηριῶν, ἀλλὰ τῶν ἀρτηριωδῶν μερῶν ἔφη, διὰ τὴν περὶ τῆς καρδίας ζήτησιν, ἣν ἔμπροσθεν εἶπον. ἐκπέφυκε γὰρ ἡ μεγίστη τῶν κατὰ τὸ ζῶον ἀρτηριῶν ἐκ τῆς ἀριστερᾶς κοιλίας αὐτῆς. αὐτὸ δὲ τὸ σῶμα τῆς κοιλίας ταύτης ὅτι μὴ ταὐτόν ἐστι τῷ τῶν ἀρτηριῶν, ὁμολογεῖται καὶ αὐτοῖς τοῖς ἀρτηριώδη καλοῦσιν αὐτήν.
738
ὡς γὰρ νευρῶδές τι σῶμα λέγομεν ἕτερον ὂν νεύρου, οὕτω καὶ ἀρτηριώδη τὴν κοιλίαν ταύτην ἐκάλεσαν ἑτέραν προφανῶς ἔχουσαν οὐσίαν τῶν ἀρτηριῶν. οὐ συγχωρεῖται δ’ αὐτοῖς ὑπὸ τῶν ἀντιλεγόντων οὐδ’ ἀρτηριώδης ὀρθῶς ὀνομάζεσθαι. τὴν αὐτὴν γὰρ ἔχει φύσιν τῇ δεξιᾷ, σαρκοειδεῖ τὴν οὐσίαν οὔσῃ. διὸ κᾀν τοῖς μυσὶν ἔνιοι τὴν καρδίαν ἐνηρίθμησαν. ἀλλ’ οὗτοι μὲν ὅπως σφάλλονται, δι’ ἑτέρων δέδεικται· λέγειν δ’ οὕτως ἐτόλμησαν διὰ τὴν ὁμοιότητα τῆς σωματικῆς οὐσίας αὐτῶν. ὁμοιότατον γάρ ἐστι τὸ τῆς καρδίας σῶμα τῷ τῶν σκληρῶν μυῶν. καὶ μέντοι καὶ φαίνεται σαφῶς ἀμφοτέραις ταῖς κοιλίαις σφύζουσα, καὶ καθ’ ὃν ἔγκειται καιρὸν ἔτι τῷ ζώῳ καὶ μετὰ τὴν ἐξαίρεσιν ἄχρι χρόνου τινός. ἀλλὰ καὶ ὅτι τὸν κατὰ φύσιν μόνον ὥρισται σφυγμὸν ὁ Ζήνων, καὶ κατὰ τοῦτο εἰκότως ἐγκέκληται· τὸ γὰρ ἐν ἅπασι τοῖς μέρεσι τὴν αὐτὴν ὑπάρχειν τάξιν τῆς κινήσεως τῶν ἀρτηριῶν, ἐπὶ μὲν τῶν κατὰ φύσιν ἐχόντων ἀληθὲς, ἐπὶ δὲ τῶν παρὰ φύσιν ἐνίοτε ψεῦδος. ἐγκαλεῖ δ’ Ἀριστόξενος εἰκότως τῷ Ζήνωνι, καθάπερ καὶ ἄλλοις πολλοῖς, τῆς περιττῆς προσθήκης ἐν τῷ φάναι, ἐάν τε ἐν τοῖς ἴσοις ἐάν τε ἐν τοῖς
739
ἀνίσοις ἐκείνη συντελῆται χρόνοις. κατὰ γὰρ τὴν κοινὴν καὶ γενικὴν ἔννοιαν τῶν σφυγμῶν μὴ περιέχεσθαι μήτε τοῦτο μήθ’ ὅλως ἄλλο τι τῶν κατὰ τὴν διαίρεσιν τοῦ προκειμένου πράγματος εἰς τὸν ὁρισμόν. ὁ γοῦν εἰπὼν τὸν ἄνθρωπον εἶναι ζῶον, εἶτα προσθεὶς αὐτῷ διαφορὰν τὸ πεζὸν, εἶθ’ ἑξῆς τὸ δίπουν, οὐκέτι δεῖται τὰς ἐν αὐτοῖς τοῖς ἀνθρώποις προσθεῖναι διαφορὰς, ὡς γενέσθαι τὸν ὅρον τοιοῦτον· ἄνθρωπός ἐστι ζῶον πεζὸν δίπουν, καθ’ ὃ τεχνῖται καὶ ἄτεχνοι καὶ σοφοὶ καὶ ἀμαθεῖς γίνονται. μόνων μὲν γὰρ ἀνθρώπων ὄντως εἰσὶν αἱ τοιαῦται διαφοραὶ, περιτταὶ δὲ ὡς πρὸς τὸν οἰκεῖον ὁρισμόν. ἀρκεῖ γὰρ ἤτοι ζῶον πεζὸν δίπουν εἰπεῖν, ἢ ζῶον λογικὸν θνητόν. οὐ γὰρ τὸ προκείμενον εἰς τὸν ὁρισμὸν πρᾶγμα τέμνεσθαι χρὴ, καθάπερ ἔφην, ἀλλὰ τὸ γένος αὐτοῦ, καὶ μέχρι τοσούτου τέμνεσθαι, μέχρις ἂν ἐπὶ τὸ προκείμενον ἀφικώμεθα πρᾶγμα. συμπληρωθείσης δ’ ἀκριβῶς αὐτοῦ τῆς ἐννοίας καὶ τοῦ λόγου τὴν οὐσίαν αὐτάρκως δηλοῦντος, ἄχρηστος ἡ μετὰ ταῦτα προσθήκη πᾶσα, καὶ μάλισθ’ ἡ κατὰ τὴν διαίρεσιν αὐτοῦ τοῦ μέλλοντος ὁρίζεσθαι πράγματος 
740
γιγνομένη. τὸ γὰρ κοινὸν ἁπάντων σφυγμῶν προσήκει δηλοῦσθαι κατὰ τὸν ὅρον, ὅπερ ἐστὶ καθ’ ὃ σφυγμοὶ νοοῦνταί τε καὶ λέγονται, οὐ καθ’ ὃ τοιοίδε τινὲς σφυγμοί. ὡς ἐάν γέ τινος ἐφάψηται διαφορᾶς ὁ κατὰ τὸν ὅρον λόγος, ὑποκάτω τοῦ προκειμένου πράγματος οὔσης, ἀφορμὴν παρέξει τοῖς ἐγκαλεῖν βουλομένοις ὡς κακῶς τῶν ἄλλων παραλελειμμένων. ὡς γὰρ ὁ Ζήνων προσέθηκεν, ἐάν τε ἐν τοῖς ἴσοις ἐάν τ’ ἐν τοῖς ἀνίσοις χρόνοις συντελῆται, τὴν κατὰ χρόνον ἔν γε τοῖς σφυγμοῖς διαφορὰν ἐνδεικνύμενος, οὕτως ἄλλος προσθήσει τὴν κατὰ μέγεθος, εἶτ’ ἄλλος τὴν κατὰ σφοδρότητα, καὶ ἄλλος μέν γε τὴν κατὰ πυκνότητα, τὴν κατ’ ἀριθμὸν δ’ ἄλλος, ἁπάσας δὲ τὰς ὑπολοίπους διαφορὰς ἄλλος τις καὶ ἄλλος. ταῦτα μὲν οὖν εἰκότως ἐμέμψαντο τῷ τοῦ Ζήνωνος ὅρῳ, πλεονασθέντι περιττῶς. εἶχον δ’ ἐγκαλεῖν, εἴπερ ἐβούλοντο, καὶ τὰ παρὰ τοῖς διαλεκτικοῖς εἰρημένα περὶ τῶν πλεοναζόντων ὅρων κατὰ τὴν λέξιν. ἐπιδεικνύουσι γὰρ οἱ ἄνδρες ἐκεῖνοι τὴν τῆς λέξεως αὔξησιν, μείωσιν ἐργαζομένην τοῦ κατὰ τὸν ὁρισμὸν πράγματος, καθάπερ εἰ καὶ τὸν ἄνθρωπόν τις εἴποι πεζὸν δίπουν ζῶον γεωμετροῦν. οἱ γὰρ μὴ γεωμετροῦντες οὐκ ἔσονται
741
ἄνθρωποι. προδήλου γεγονυίας ἤδη καὶ τῆς κατὰ τοῦτον τὸν ὅρον ἀντιλογίας αὐτῶν, εἰς ὅσον ἐκτείνεσθαι δύναται, μεταβῶμεν ἀπὸ τοῦ Ζήνωνος ἐπὶ τὸν Χρύσερμον, ὁριζόμενον οὑτωσὶ τὸν σφυγμόν·

Σφυγμός ἐστι διάστασις καὶ συστολὴ ἀρτηριῶν, πάντοθεν τοῦ χιτῶνος ἐπανισταμένου καὶ πάλιν εἰς ἑαυτὸν συντρέχοντος ὑπὸ ψυχικῆς καὶ ζωτικῆς δυνάμεως, παρεπομένη διαπαντὸς ἐν τῷ ὑγιαίνειν καὶ νοσεῖν, πρὸς αἴσθησιν ληπτή. φαίνεται δὲ καὶ οὗτος ὁ ἀνὴρ παραλελοιπὼς μὲν τὴν καρδίαν, τὴν δὲ τοῦ χιτῶνος τῶν ἀρτηριῶν κατὰ κύκλον ἐπανάστασίν τε καὶ συνίζησιν ὀνομάζων σφυγμὸν, ἅσπερ οἱ πλεῖστοι συστολήν τε καὶ διαστολὴν ἐκάλεσαν. ὃ δ’ ἄλλοι τινὲς ἐκ τῶν Ἡροφιλείων παρέλιπον, αὐτὸς προσέθηκεν· ὑπὸ γὰρ ψυχικῆς καὶ ζωτικῆς δυνάμεως ἔφη γίνεσθαι τὴν εἰρημένην τῶν ἀρτηριῶν κίνησιν, ἐκ περιττοῦ μὲν προστιθέμενον, εἰ τὸν ἐννοηματικὸν ὀνομαζόμενον ὅρον ἀποδιδοίη τις, οὐκ ἐκ περιττοῦ δὲ τοῖς ἀξιοῦσι τοὺς ὅρους οὐσιώδεις λέγεσθαι. τῶν γὰρ ἐν γενέσει πραγμάτων ὁ περιέχων τὸ ποιοῦν

742
αἴτιον ὅρος ἄριστος εἶναι δοκεῖ. τῶν τοιούτων δ’ ἐστὶ καὶ ὁ σφυγμὸς, ἐν τῷ γίνεσθαι τὴν ὕπαρξιν ἔχων, ὥσπερ καὶ πᾶσα κίνησις. εἰ δ’ ἀληθῶς, ἢ οὐκ ἀληθῶς ὑπὸ ψυχικῆς καὶ ζωτικῆς δυνάμεως ἔφη γίνεσθαι τὸν σφυγμὸν, οὐ μικρὰ ζήτησις ἐκδέχεται τὸν λόγον, ἣν ὁ πάντ’ ἐν πᾶσι λέγειν βουλόμενος ἐπεισάξει τῇ προκειμένῃ σκέψει, καίτοι γ’ οὐκ οὔσης ἀνάγκης· οἱ γὰρ τὴν οὐσίαν τοῦ πράγματος ἑρμηνεύοντες ὅροι κατὰ τὰ δόγματα τῶν ὁριζομένων γίγνονται, πρὸς ἃ τὴν μὲν ἀντιλογίαν ἰδίᾳ χρὴ ποιεῖσθαι, δι’ αὐτὰ δὲ τὸν ὅρον, ὡς οὐ νομίμως γεγονότα μὴ συκοφαντεῖν. ἐν δὲ τῇ περὶ τῆς ἀληθείας σκέψει τῶν εἰρημένων, ἐν αὐτῇ περιέχεται καὶ ἡ τοιαύτη πᾶσα μακρολογία εἰ δ’ ἐγκαλεῖν τις ἐθέλοι διότι συνέχεεν εἰς ἔνα λόγον ἀμφοτέρους τοὺς ὅρους, τόν τε ἐννοηματικὸν ὀνομαζόμενον, ὃς κατὰ τὴν κοινὴν ἔννοιαν προέρχεται, καὶ τὸν οὐσιώδη καλούμενον, ὃς τὴν οὐσίαν ἑρμηνεύει τοῦ πράγματος, ὀρθῶς τ’ ἐγκαλέσει καὶ πολλοὺς τῶν εἰρημένων ὅρων ὑπευθύνους ἀποδείξει τῇ τοιαύτῃ κατηγορίᾳ. τὴν ἀρχὴν μὲν γὰρ ἁπάσης τῆς διδασκαλίας ἀπό τινος κατὰ τὴν ἔννοιαν ὁρισμῶν γίγνεσθαι προσῆκεν, ἀπ’ ἐκείνης δ’ ἤτοι
743
κατὰ βραχὺ μεταβαίνειν ἐπὶ τοὺς οὐσιώδεις, ἢ ἀθρόως ἐπὶ τὸν ἀκριβῶς ἑρμηνεύοντα τὴν οὐσίαν τοῦ προκειμένου πράγματος. εἴρηται δέ μοι κατὰ τὴν ἀρχὴν εὐθέως τοῦδε τοῦ πράγματος, ὁποῖον μέν τινα τὸν ἀκριβῶς τὸν ἐννοηματικὸν ὅρον προσῆκεν εἶναι, ὁποίους δὲ τοὺς ἀποχωροῦντας αὐτοῦ κατὰ βραχύ. διόπερ οὐδὲ χρονίζειν ἔτι κατὰ τὸν λόγον ἀναγκαῖον. ὥσπερ γὰρ τοῦτο λέλεκται πρόσθεν, οὕτω καὶ περὶ τῶν ἄλλων ὅλων, ὅσα κατὰ τὸν ὅρον ὁ Χρύσερμος εἶπεν.

Ὅ γε μὴν Ἐρυθραῖος Ἡρακλείδης, ἐνδοξότατος τῶν μαθητῶν αὐτοῦ γενόμενος, οὐ πάνυ φαίνεται προσιέμενος τοῦ διδασκάλου τὸν ὅρον. συστολὴν γὰρ ἔφη καὶ διαστολὴν ἀρτηριῶν καὶ καρδίας εἶναι τὸν σφυγμὸν ὑπὸ ζωτικῆς καὶ ψυχικῆς δυνάμεως πλειστοδυναμούσης ἀποτελούμενον. τὸ μὲν οὖν διαστολὴν ἀντὶ διαστάσεως εἰπεῖν ἐν φωνῇ μόνον, οὐκ ἐν πράγματι διαφωνοῦντός ἐστι, τὸ δ’ ἀφελεῖν ἐξ αὐτοῦ τὸ παρεπομένην διαπαντὸς ἐν τῷ ὑγιαίνειν καὶ νοσεῖν ἐν πράγματι. παραλείπει γὰρ ὡς περιττὸν τοῦτο, καθάπερ γε καὶ τὸ πρὸς αἴσθησιν ληπτὴν εἶναι τὴν εἰρημένην κίνησιν τῶν ἀρτηριῶν καὶ τῆς καρδίας, καίτοι τὸ

744
μὲν διαπαντὸς ἐν τῷ ὑγιαίνειν φαίνεσθαι τὸν σφυγμὸν κατὰ τὴν ἔννοιάν ἐστιν αὐτοῦ μάλιστα, καὶ μέντοι καὶ κατὰ τὰς πλείστας τῶν νόσων, οὐ γὰρ δὴ πάσας γε. τὸ δὲ πρὸς αἴσθησιν ληπτὴν εἶναι τὴν κίνησιν αὐτῶν εἴρηταί μοι πρόσθεν, ὁποίου χρῄζει διορισμοῦ κατὰ τὸν λόγον ἐκεῖνον, ἐν ᾧ περὶ τῶν ὑπ’ Ἀλεξάνδρου τε καὶ Δημοσθένους εἰρημένων ὅρων ἐσκοπούμην. ἀφεῖλε δὲ καὶ τὸ πάντοθεν τοῦ χιτῶνος ἐπανισταμένου καὶ πάλιν εἰς ἑαυτὸν συντρέχοντος, ὡς ἐν τῷ διαστέλλεσθαί τε καὶ συστέλλεσθαι δεδηλωμένων αὐτῷ. τῷ δ’ ὑπὸ ζωτικῆς καὶ ψυχικῆς δυνάμεως γίνεσθαι τὸν σφυγμὸν ὑπὸ Χρυσέρμου λελεγμένῳ προσέθηκεν ὁ Ἡρακλείδης τὸ πλειστοδυναμούσης, ἐπειδὴ καὶ ἄλλα τινα συντελεῖν εἰς τὴν τῶν σφυγμῶν γένεσιν ὁ Ἡρόφιλος αὐτός φησι καὶ πάντες οἱ ἀπ’ αὐτοῦ κληθέντες Ἡροφίλειοι. μέμφεταί γε μὴν ὁ Ἀριστόξενος καὶ τούτῳ καὶ Ἀπολλωνίῳ τῷ Μυῒ, προσθέντι καὶ αὐτῷ τὸ πλειστοδυναμούσης. οὐ γὰρ ἐχρῆν, φησὶ, τὸ κοινὸν ἁπάσης ἐνεργείας φυσικῆς ὡς ἴδιον τῶν σφυγμῶν λέγεσθαι. μέμφεται δὲ καὶ τῷ πάντῃ τὸν χιτῶνα τῆς ἀρτηρίας κυκλοτερῶς 
745
διΐστασθαι λελέχθαι κατὰ τὸν ὅρον, οὐ μόνον, ὥσπερ ὁ Ἡρακλείδης, ὡς περιττῷ, ἀλλ’ ὅτι καὶ τῶν παρὰ φύσιν σφυγμῶν ἔνιοι τὴν διαστολὴν τῆς ἀρτηρίας οὐχ ὁμαλὴν ποιοῦνται, καθάπερ ἑαυτῶν μέρος. ἐπηρεάζει δὲ τῷδε προδήλως· εἰ γὰρ αὐτὸς ὁ Χρύσερμος ἐνεγεγράφει τῷ ὅρῳ τὸ ὁμαλῶς, εἰκότως ἂν ἤλεγχεν αὐτὸν ἀναμιμνήσκων τῶν ἀνώμαλον ἐχόντων τὴν κίνησιν σφυγμῶν, ἐπεὶ δ’ ἁπλῶς ἔφη, πάντοθεν τοῦ χιτῶνος ἐπανισταμένου καὶ πάλιν εἰς ἑαυτὸν συντρέχοντος, οὐκέτ’ εὐλόγως ἐγκαλεῖ. βέλτιον δ’ ἦν, εἴπερ ὅλως ἐφιλοτιμεῖτο διελέγχειν τὸν Χρύσερμον, ἐπὶ τοὺς τοιούτους τῷ λόγῳ ἀφικέσθαι σφυγμοὺς, ἐν οἷς ὁ χιτὼν τῆς ἀρτηρίας ὥσπερ χορδὴ φαίνεται τεταμένος, ἄνω μὲν καὶ κάτω τῆς ἀρτηρίας ὅλης φερομένης, οὐ μὴν διαστελλομένης γε. τοῦτο γὰρ εἴρηταί τισιν εἰς μὲν ἐξήγησιν τοῦ τοιούτου σφυγμοῦ χρησίμως, οὐ μὴν εἰς ἀκριβῆ γε ἐπιστήμην. ἀδύνατον γοῦν ἐστι μηδ’ ὅλως διαστέλλεσθαί τε καὶ συστέλλεσθαι τὰς ἀρτηρίας ἔτι ζῶντος τοῦ ζώου. δυνατὸν δὲ μὴ φαίνεσθαι τοῦτο πασχούσας ἐναργῶς διά τε τὴν βραχύτητα τῆς διαστολῆς
746
καὶ τὸν ἐζευγμένον κλόνον ταῖς τοιαύταις ἀρτηρίαις. ἐλέγομεν γοῦν τηνικαῦτα ταῖς τεταμέναις χορδαῖς ὁμοίως φαίνεσθαι τὰς ἀρτηρίας ἀνιούσας τε καὶ κατιούσας, οὐ μὴν διαστελλομένας τε καὶ συστελλομένας σαφῶς. ὥστε οὐδὲ κατὰ τοῦτον τὸν λόγον εἰκότως ἄν τις ἐγκαλέσειεν ὡς ψευσαμένῳ τῷ Χρυσέρμῳ περὶ τῆς κατὰ κύκλον διαστολῆς τε καὶ συστολῆς τῶν ἀρτηριῶν, οὐ περὶ τῆς αἰσθητῆς κινήσεως αὐτῶν ποιησαμένῳ τὸν ὅρον, ἀλλὰ περὶ τῆς οὐσιώδους ὑπάρξεως τοῦ σφυγμοῦ. ἀλλὰ γὰρ εἴ τις βούλοιτο καὶ περὶ τούτων ἢ αὐτὸς γνῶναι τὰ λελεγμένα τοῖς ἀνδράσιν, ἢ μεταστρέφειν εἰς ὑπομνήματα, τοῦ μὲν Ἐρυθραίου τὸ ἕβδομον ἀναγνώτω περὶ τῆς Ἡροφίλου αἱρέσεως, τοῦ Ἀπολλωνίου δὲ τὸ εἰκοστὸν ἔννατον, Ἀριστοξένου δὲ τὸ τρισκαιδέκατον. ἐμοὶ δ’ ἀρκεῖ καθ’ ἑκάστην ἀντιλογίαν ἐνδεικνυμένῳ τὰ κεφάλαια τῶν λόγων ἐφ’ ἕτερόν τι μετέρχεσθαι· καὶ γὰρ καὶ οὕτω πράττοντι τὸ βιβλίον ὅλον ὑποπληρώσεται. κάλλιον δὲ ἴσως μηδὲ τοῦτο παραλιπεῖν, ὡς αὐτὸς ὁ Ἀριστόξενος, Ἀλεξάνδρου τοῦ Φιλαλήθους γεγονὼς μαθητὴς, ἐλέγξας τε τοὺς τῶν πρεσβυτέρων ἑαυτοῦ πάντας ὅρους, ὡς οἴεται, κάλλιστα δ’
747
ἔχειν εἰπὼν τόνδε· σφυγμός ἐστι καρδίας καὶ ἀρτηριῶν ἐνέργεια ἴδιος, ὅμως αὐτὸς ἐφεξῆς, οὐδὲν κωλύει, φησὶ, καὶ τοιοῦτον ὅρον ποιήσασθαι· σφυγμός ἐστι καρδίας καὶ ἀρτηριῶν ἐνέργεια ἴδιος, μικτὴ, ἀπροαίρετος. ἐπαινεῖ δὲ τοῦτον τὸν ὅρον ὡς σαφέστερον τοῦ πρόσθεν, ἐκείνῳ μαρτυρῶν τὸ σύντομόν τε καὶ τεχνικόν. οἴεται γὰρ ἀπροαιρέτους κινήσεις πολλάκις ὅμως ἔχειν τι καὶ προαιρετικόν· ὅπερ εὔδηλόν ἐστιν ὁπόσας ἀντιλογίας ἔχει καὶ ζητήσεις. ἀλλὰ τὰ μὲν τοιαῦτα πρὸς τοὺς ἀφ’ ἑτέρων αἱρέσεων ἀμφισβητεῖται καὶ τούτῳ καὶ τοῖς ἄλλοις Ἡροφιλείοις, αὐτῷ δὲ τῷ Ἡροφίλῳ φαίνοιτ’ ἂν διαφερόμενος ἐν τῷ τὸν σφυγμὸν ἐνέργειαν μὲν εἶναι νομίζειν ἀρτηριῶν καὶ καρδίας, μέρη δ’ αὐτῷ τίθεσθαι τὴν διαστολήν τε καὶ συστολὴν καί ποτε καὶ τὰς ἠρεμίας. ἐὰν γὰρ ἀκριβῶς ἕπηται τοῖς Ἡροφίλου δόγμασιν, ἡ συστολὴ μὲν ἐνέργεια τῶν ἀρτηριῶν ἐστιν, ἡ διαστολὴ δὲ εἰς τὴν οἰκείαν τε καὶ φυσικὴν κατάστασιν τοῦ σώματος αὐτῶν ἐπάνοδος. βούλεται γὰρ, ὥσπερ ἐπὶ τῶν τεθνεώτων ὁρᾶται διεστὼς ὁ χιτὼν τῆς ἀρτηρίας, οὕτω κᾀπὶ τῶν ζώντων
748
ὅσον ἐφ’ ἑαυτῷ διεστάναι, τοὐναντίον Ἀσκληπιάδου δοξάζοντος· οἴεται γὰρ ὁ ἀνὴρ οὗτος καὶ τὴν καρδίαν καὶ τὰς ἀρτηρίας διαστέλλεσθαι πληρουμένας πνεύματος, εἰσρέοντος αὐταῖς διὰ λεπτομέρειαν, ἣν ἐντὸς ἑαυτῶν ἔχουσιν, ὅταν δὲ πληρωθεισῶν εἰς τὸ ἔμπροσθεν οὐκέτι ῥέῃ, καταπίπτειν αὖθις εἰς τὴν ἔμπροσθεν ὑπάρχουσαν ἑαυταῖς κατάστασιν φύσει τὸν χιτῶνα. καὶ τοῦτο ἐν παρέργῳ τὸ ζήτημα παρεισέρχεσθαι δύναται τοῖς ἀπέραντα μακρολογεῖν ἐθέλουσι σοφισταῖς. ὥσπερ δ’ ἐνταῦθα πολλῶν λόγων ὑπόθεσιν ἑαυτῷ τις πορίσασθαι δύναται, κατὰ τὸν αὐτὸν τρόπον, ἐὰν τὰ γεγραμμένα Φιλωνίδῃ τῷ Σικελῷ κατὰ τὸ περὶ τῆς ἰατρικῆς ὀκτωκαιδέκατον προχειρίζηταί τις, ὧν ἐπὶ βραχὺ καὶ Ἀγαθῖνος ἐμνημόνευσε μεμφόμενος αὐτῷ πρῶτον μὲν ὡς μοχθηρῶς ἀποφηναμένῳ τὸν σφυγμὸν ἐν ἀρτηρίαις μόναις γίγνεσθαι, δεύτερον δὲ ὡς καὶ τὸν Βακχεῖον οὐκ ὀρθῶς ἑαυτῷ συνεπισπωμένῳ, τὴν πολυλογίαν αὐξήσεις δηλονότι κᾀκ τοῦ τοιούτου τρόπου τῷ λόγῳ. πρῶτον μὲν γὰρ δεήσει τὰ ἐπιχειρήματα λέγειν οἷς πεισθεὶς ὁ Φιλωνίδης ἀρτηριῶν μόνων τὸν σφυγμὸν οἴεται εἶναι, δεύτερον δ’ ἐξελέγχειν αὐτὰ, καὶ τρίτον ἐπιδεικνύναι
749
τὸν Βακχεῖον ἐν μὲν ταῖς ἀκροάσεσιν οὕτως εἰρηκέναι τὸν σφυγμὸν εἶναι συστολὴν καὶ διαστολὴν ἐν ἁπάσαις ταῖς ἀρτηρίαις γινομένην. ἐν δὲ τῇ τῶν σφυγμῶν ἐπιτομῇ κατὰ λέξιν οὕτως γράφει· σφυγμὸς δὲ καὶ πᾶν πάθος σφυγμοῦ μόνον ἐν ἀρτηρίαις καὶ καρδίᾳ συμβαίνει. καὶ μετ’ ὀλίγα πάλιν· ὁ μὲν γὰρ σφυγμὸς, καθάπερ ἐῤῥέθη, διάστασίς τέ ἐστι τῆς ἀρτηρίας, ἢ τοῦ ἀρτηριώδους μέρους τῆς καρδίας. καὶ πρὸ πάντων ἐκείνου μέμνησο τοῦ μέχρι δεῦρο μόνων σχεδὸν τῶν Ἡροφιλείων ἡμᾶς τοὺς ὅρους προκεχειρίσθαι, πολλῶν καὶ τοῖς Ἐρασιστρατείοις καὶ τοῖς Ἀσκληπιαδείοις γεγονότων· ὥσπερ γε καὶ τοῖς ἀπ’ Ἀθηναίου τοῦ Ἀτταλέως, οὓς πνευματικοὺς ὀνομάζουσιν, εἰ καὶ μὴ τοσούτων ὅρων, ὅμως γοῦν οὐ τοσούτων εἰρημένων. ὁ γοῦν Ἀγαθῖνος, οὗ σμικρὸν ἔμπροσθεν ἐμνημόνευσα, καίτοι τοῖς δι’ ὅρων ἐπιχειροῦσιν ἅπαντα διδάσκειν ἐπιτιμῶν, ὅμως καὶ αὐτὸς ἓν ἔγραψεν ὅλον βιβλίον τὸ πρῶτον περὶ σφυγμῶν, ἐξηγούμενος ἕκαστον τῶν ἐν τοῖς σφυγμοῖς ὀνομάτων ἅμα τοῖς οἰκείοις ὅροις τῶν πραγμάτων. ἀλλὰ περὶ μὲν τῶν ἄλλων σιωπῶ. πρόκειται γὰρ ἐν τῷδε τῷ γράμματι τοῦ κατὰ τὸν σφυγμὸν 
750
ὅρου μόνου μνημονεύειν, ἐπιδεδειχότος μου πολλάκις, οὐδὲν ἧττον τοῦδε καθ’ ἑκάστην διαφορὰν σφυγμῶν ὁμοίως δύνασθαι πληρωθῆναι βιβλίον, ἐάν τέ τις ὁρίζηται τὸν μέγαν σφυγμὸν, ἅμα τοῖς παρακειμένοις αὐτῷ, κατὰ τὸ πηλίκον τῆς διαστολῆς, ἐάν τε τὸν μικρὸν, ἅμα τοῖς κατὰ τοῦτο παρακειμένοις. οὕτω δὲ καὶ τοὺς ἄλλους ἅπαντας· καὶ νῦν, ὡς ἔφην, ὑπὲρ αὐτοῦ μόνου τοῦ σφυγμοῦ πρόκειται διελθεῖν ἐπὶ κεφαλαίων.

Ὁ τοίνυν Ἀγαθῖνος ἐπιτιμῶν τοῖς πάντως ὁρίζεσθαι τὸν σφυγμὸν βουλομένοις, ὅμως καὶ αὐτὸς εἰς μακρολογίαν οὐκ ἀναγκαίαν ἐνέπεσε μετὰ τοῦ καὶ σφάλλεσθαι φανερῶς, οἰόμενος ὁμωνύμως λέγεσθαι τὸν σφυγμόν. ἄλλως μὲν γὰρ, φησὶ, τὴν τῆς καρδίας καὶ τῶν ἀρτηριῶν κίνησιν λέγομεν σφυγμὸν, ἄλλως δὲ τὴν ἐν ταῖς φλεγμοναῖς γινομένην αὐτῷ τῷ κάμνοντι συναίσθησιν. καὶ γὰρ καὶ ταύτην ὁμωνύμως φησὶ καλεῖσθαι σφυγμόν· ἀλλὰ καὶ τὴν διαστολὴν τῆς ἀρτηρίας μόνην, καὶ ταύτην ὀνομάζεσθαι σφυγμὸν, ἐπειδὰν ἤτοι μέγαν, ἢ σφοδρὸν εἶναι λέγωμεν αὐτὸν, οὐ γινομένων τούτων ἐν τῇ συστολῇ. καὶ μέντοι καὶ τὸν Ἀθήναιόν

751
φησιν οἴεσθαι καὶ τὴν συστολὴν ὀνομάζεσθαι σφυγμὸν, ᾧ σημαινομένῳ κελεύει τὸν Ἡρόδοτον ἐπιστῆναι. τούτῳ γὰρ ἀνδρὶ προσεφώνησε τὸ βιβλίον, ἑαυτοῦ μὲν ὄντι μαθητῇ, πάνυ δ’ ἐπιφανῶς ἰατρεύσαντι κατὰ τὴν τῶν Ῥωμαίων πόλιν. ἀλλὰ τὸν σύνθετον ἐκ πλειόνων διαστολῶν ὀνομάζεσθαί φησι σφυγμὸν, ἔτι τε πρὸς τούτοις οὐ μόνον τὸν ἐκ τῶν διαστολῶν, ἀλλὰ καὶ τῶν συστολῶν. ὅρα δὲ, φησὶ, μή τις καὶ ὁ κατὰ τὸν καρπὸν ἴδιος ὀνομάζεται σφυγμός. δοκεῖ δέ μοι, φησὶ, σφυγμὸς λέγεσθαι καὶ ἡ τῶν ἐν προχείρῳ τεταμένων ἀρτηριῶν κίνησις. ἐπὶ τούτοις ἅπασι καὶ τοῦ κατὰ τὰ ὑποχόνδρια γινομένου παλμοῦ μνημονεύει ζητῶν, εἰ καὶ τοῦτον ἄμεινόν ἐστιν ὀνομάζειν σφυγμόν. γίνεσθαι μὲν γὰρ αὐτὸν ἐνίοις τῶν παρακοπτικῶν, εἶναι δὲ τῆς κατὰ τὴν ῥάχιν ἀρτηρίας τῆς παχείας. καὶ εἴπερ καὶ ταύτην, φησὶ, τὴν κίνησιν ὀνομάζομεν οὐ σφυγμὸν, ἀλλὰ παλμὸν, ἔσται τις ἀρτηριῶν κίνησις, οὐ σφυγμὸς, ἀλλὰ παλμὸς ὀνομαζομένη. καθ’ ὃ σημαινόμενον καὶ ὁ Ἡλεῖος Αἰγίμιος ἐπέγραψε τὸ περὶ παλμῶν βιβλίον, ἐν ᾧ περὶ τῶν σφυγμῶν διαλέγεται. παρεισέρχεται δὲ κᾀνταῦθα πάλιν λόγος ἕτερος τοῖς μακρολογεῖν
752
ἐθέλουσι, σκοπουμένοις εἰ γνήσιον ὄντως ἐστὶν Αἰγιμίου τὸ βιβλίον, ἢ εἰ πρῶτος Αἰγίμιος ἁπάντων ἔγραψε περὶ σφυγμῶν βιβλίον, ἢ καὶ τις ἄλλος πρὸ αὐτοῦ. τοῦτο μὲν ὄντως περιττὸν, οὐ περιττὸν δ’ ἴσως δόξει εἶναι, καίτοι περιττὸν ὂν, ἐπισκέψασθαι πότερον ἕν τι σημαίνεται πρὸς τοῦ σφυγμοῦ ὀνόματος, ἢ πολλά. φαίνεται γὰρ καὶ ὁ Ἀρχιγένης ἠκολουθηκέναι κατὰ τοῦτο τῷ διδασκάλῳ, πολλαχῶς οἰόμενος λέγεσθαι τὸν σφυγμόν. ἵνα δέ τις ἐπικρίνῃ τοὺς τοιούτους λόγους, ἀναγκαῖόν ἐστιν αὐτὸν ἐν τῇ τῶν γενῶν εἰς εἴδη τε καὶ διαφορὰς τομῇ γεγυμνάσθαι. μόνως γὰρ οὕτως τὰ κοινὰ σημαινόμενα τῶν ὀνομάτων ἑκάστου δυνατὸν εὑρίσκειν ἐστί. πολλαχόθι γ’ οὖν μοι δοκοῦσι καὶ οἱ δόξαν ἐπὶ διαλεκτικῇ μεγάλην ἔχοντες ἡμαρτηκέναι, τοσαῦτα σημαινόμενα τῶν γενικῶν προσηγοριῶν οἰηθέντες ὑπάρχειν, ὅσαι πέρ εἰσιν αἱ ἑκάστην αὐτῶν οἰκεῖαι διαφοραί. λέγω δὲ, εἴ τις οἰηθείη τὴν, ζῶον, φωνὴν, οὐχ ἕν τι σημαίνειν· ἄλλως μὲν γὰρ λέγεσθαι ζῶον ἀθάνατον, ἄλλως δὲ θνητὸν, καὶ λογικὸν μὲν ἄλλως, ἄλογον δὲ ἄλλως, καὶ δὴ καὶ ἄγριόν τε καὶ
753
ἥμερον, ἀγελαῖόν τε καὶ μονότροπον, ὅσα τ’ ἄλλα τοιαῦτα, ὥστε ἐάν τις ἐπέξεισι τῷ λόγῳ τῷδε καὶ γυμνάζῃ τὸν μαθητὴν ἐπὶ παραδειγμάτων πλειόνων ἑτοίμως ὁρᾷν τό τε κοινὸν ἐν πολλοῖς καὶ τὸ καθ’ ἕκαστον ἴδιον, οὐκ ὀλίγον τριβήσεσθαι χρόνον. καὶ μὴν οὐχ οἷόν τε χωρὶς τοιαύτης διδασκαλίας ἐπιδεῖξαι τὴν τοῦ σφυγμοῦ προσηγορίαν ἕν τι σημαίνειν, ὥσπερ τὴν τοῦ ζώου, κᾂν ὅτι μάλιστα κατὰ τὴν ἑκατέρου τομὴν εὑρίσκωνται διαφοραὶ πολλαί. πρόδηλον οὖν ἤδη κᾀνταῦθα τὸ μῆκος τῶν λόγων καί τινος ἑνὸς ὅλου καὶ αὐτὸ δεόμενον βιβλίου τῷ βουλομένῳ διελθεῖν, ἀφ’ ὧν ὁρμηθέντες οἱ ἄνδρες οἵδε νομίζουσι πολλαχῶς λέγεσθαι τὸν σφυγμὸν, ὅ τι τε τὸ παρακρουσάμενον αὐτούς ἐστιν. εἴρηται μὲν οὖν μοι περὶ τούτων ἐπ’ ὀλίγον κᾀν τῷ πρώτῳ τῶν ἐξηγητικῶν ὧν εἰς τὸ περὶ σφυγμῶν Ἀρχιγένους πεποίημαι, τὸν ἀριθμὸν ὄντων ὀκτώ. καὶ νῦν δὲ ἀρκέσει, καθάπερ ἐπὶ τῶν ἔμπροσθεν, ἓν δεδεῖχθαι τὸ μῆκος τῶν ἐσομένων λόγων, ἐὰν ἅπαντά τις ἐπεξέρχηται τὰ τοιαῦτα. φαίνεται δ’ οὖν καὶ ὁ Ἀγαθῖνος, εἰ καὶ ὅτι μάλιστα τοῖς ἐπιχειροῦσιν ὁρίζεσθαι τὸν σφυγμὸν ἐπιτιμᾷ, δι’ αὐτῶν τῶν λεγομένων ὑπ’ αὐτοῦ
754
ποτὲ μὲν ἐνέργειαν ἀρτηριῶν τε καὶ καρδίας αὐτὸν εἶναι νομίζων, ποτε δὲ κίνησιν ἀρτηριῶν τε καὶ καρδίας, ἔστι δ’ ὅτε καὶ διαστολὴν καὶ συστολὴν ἀρτηριῶν καὶ καρδίας, οὐ μαχομένων ἀλλήλοις τῶν εἰρημένων λόγων, ἀλλὰ τοῦ μὲν, ὡς ἂν εἴποι τις, ὄντος γενικωτέρου, τῶν δ’ εἰδικωτέρων.

Ὁ γοῦν Ἀρχιγένης ἐξειργάσθαι δοκῶν τὸν περὶ τῶν σφυγμῶν λόγον ἐν ἑνὶ μεγάλῳ βιβλίῳ κατὰ τὴν ἀρχὴν αὐτοῦ τόνδε τὸν ὅρον ἔγραψε· σφυγμός ἐστι καρδίας καὶ ἀρτηριῶν διαστολὴ φυσική τε καὶ συστολὴ φυσικὴ, προσθεὶς δηλονότι τὸ φυσικὴ τῷ τοῦ Ἀγαθίνου λόγῳ δι’ ἣν ἔμπροσθεν αἰτίαν εἶπον. ἐκ διαστολῆς τε καὶ συστολῆς ὡς μερῶν συγκεῖσθαι νομίζουσι τὸν σφυγμὸν οἱ πνευματικοὶ πάντες, ἐνεργείας ἡγούμενοι τὰς κινήσεις ἀμφοτέρας εἶναι, τῶν περὶ τὸν Ἡρόφιλόν τε καὶ Ἀσκληπιάδην οὐχ ὁμοίως δοκούντων φέρεσθαι. τὸν μὲν οὖν Ἡρόφιλον περὶ διαστολῆς τε καὶ συστολῆς ἀρτηριῶν ζήτησιν ἰδίαν ἔχειν μακροτέραν· ἐνίοτε μὲν γάρ σοι δόξει καὶ τὴν διαστολὴν καὶ τὴν συστολὴν ἐνέργειαν νομίζειν, ὡς τὸ πολὺ δὲ μόνην τὴν συστολήν· 

755
ὁ δὲ Ἀσκληπιάδης, οὐδεμίαν ὑπολαμβάνων δύναμιν ὑφ’ ἧς ἥ τε καρδία καὶ αἱ ἀρτηρίαι κινοῦνται, ποικίλος ἐστὶ κατὰ τὴν λέξιν ὥσπερ ἐν ταῖς ἄλλαις ἁπάσαις ἐνεργείαις φυσικαῖς τε καὶ ψυχικαῖς, οὕτω κᾀν τῇδε. ποτὲ μὲν γάρ σοι δόξει μὴ ἐνεργείας αὐτὰς τίθεσθαι, καίτοι γε ἀκόλουθον αὐτοῦ ταῖς ὑποθέσεσι τοῦτ’ ἔστι, ἐνίοτε δὲ ἐνεργείας αὐτὰς τίθεσθαι, ὡς καταχρώμενος, ἢ τῷ ἔθει συγχωρῶν. οἱ δ’ ἀπ’ Ἀθηναίου πάντες, ὡς εἴρηται, τὰς κινήσεις ἀμφοτέρας ἐνεργείας ἡγοῦνται, τήν τε ἐν τῷ διαστέλλεσθαι γιγνομένην καὶ τὴν ἐν τῷ συστέλλεσθαι, οὕτω τε καὶ ἡμεῖς ὑπολαμβάνομεν, οὐκ ἐπὶ μόνων τῶν ἀρτηριῶν τε καὶ τῆς καρδίας, ἀλλὰ καὶ τοῦ θώρακος. καὶ γὰρ καὶ τοῦτον ἐνεργεῖν ἐδείξαμεν ἔν τε τῷ διαστέλλεσθαι καὶ συστέλλεσθαι. διορίζομαι δὲ ὡς ἐπὶ τοῦ θώρακος, οὕτω κᾀπὶ τῶν ἀρτηριῶν τὰς ἐπὶ τὴν μέσην κατάστασιν ἀπὸ τῶν ἄκρων φορὰς, ἐνίοτε μὲν ἐνεργείας χωρὶς, ἐνίοτε δὲ σὺν ταύτῃ γινομένας. ἐὰν οὖν καὶ τὰς περὶ τούτων ἀποδείξεις ἐπεισάγῃ τις τῷ λόγῳ, καὶ κατὰ τοῦτ’ αὐτὸν εἰς μῆκος προάξει μακρότερον. ἐὰν δὲ καὶ τῆς τῶν ὀνομάτων ὑπαλλαγῆς,
756
ἣν ἐποιήσατο κατὰ τοὺς ὅρους, ἃς αὖθις προσέθεσαν αἰτίας εὐλόγους διέρχηταί τις, εἶθ’ ἑξῆς ὅπως ἐμέμψαντό τινες αὐτὰς, εἶθ’ ὅπως ἀπελογήσαντο περὶ τῶν εἰπόντων, ἕτερον μῆκος ἔτι κᾀκ τοῦδε περιττὸν τῷ λόγῳ προστεθήσεται.

Μάγνος οὖν οὐ διαστολὴν καὶ συστολὴν, ἀλλὰ καὶ διόγκωσιν καὶ συνίζησιν αἰσθητὴν καρδίας καὶ τῶν ὁμοιοπαθούντων αὐτῇ τὸν σφυγμὸν εἶναί φησιν.

Αὐτὸς δὲ ὁ τῆς αἱρέσεως αὐτῶν ἡγεμὼν Ἀθήναιος τὸν σφυγμὸν ὁρίζεται κίνησιν κατὰ διαστολὴν φυσικὴν καὶ ἀπροαίρετον τοῦ ἐν ἀρτηρίαις καὶ καρδίᾳ θερμοῦ, ἐξ ἑαυτοῦ τε καὶ εἰς ἑαυτὸ κινουμένου, καὶ συγκινοῦντος καρδίαν καὶ ἀρτηρίας, οὐ μόνον οὐσιώδη τὸν ὁρισμὸν ποιησάμενος, ἀλλὰ καὶ μετὰ τοῦ τῆς αἰτίας λογισμοῦ, καθ’ ὃν τρόπον ὁρίζεσθαι κελεύουσιν οἱ διαλεκτικοὶ τὰ ἐν τῷ γίγνεσθαι τὸ εἶναι κτώμενα. καὶ συντομώτερον δὲ τὸν σφυγμὸν εἶναί φησι διαπνοὴν φανερὰν πρὸς αἴσθησιν ληπτὴν ὅσον ἐφ’ ἑαυτῇ καρδίας καὶ ἀρτηριῶν. ἔστι δὲ καὶ ὅδε ὁ ὅρος Ἀθηναίου·

757
σφυγμός ἐστι διαστολὴ καὶ συστολὴ κατὰ διάπνοιαν καρδίας καὶ ἀρτηριῶν. ἔξεστι δὲ τῷ βουλομένῳ καὶ τὸν περὶ τούτων τῶν ὅρων λόγον ἐκτείνειν ἐπὶ πλεῖστον ἀνασκευάζοντί τε καὶ κατασκευάζοντι. καὶ ἄλλοι δέ τινες τῶν ἀπὸ τῆς πνευματικῆς αἱρέσεως ὅρους ἐποιήσαντο τοῦ σφυγμοῦ βραχὺ τῶν προειρημένων παραλλάττοντας, ὡς εἶπον, ὥστ’ οὐ χρὴ μνημονεύειν αὐτῶν ἐπειγομένους καθ’ ὅσον οἷόν τε διαδραμεῖν τὸν λόγον.