De differentiis pulsuum

Galen

Galen, De differentiis pulsuum

Ὅ γε μὴν Ἐρυθραῖος Ἡρακλείδης, ἐνδοξότατος τῶν μαθητῶν αὐτοῦ γενόμενος, οὐ πάνυ φαίνεται προσιέμενος τοῦ διδασκάλου τὸν ὅρον. συστολὴν γὰρ ἔφη καὶ διαστολὴν ἀρτηριῶν καὶ καρδίας εἶναι τὸν σφυγμὸν ὑπὸ ζωτικῆς καὶ ψυχικῆς δυνάμεως πλειστοδυναμούσης ἀποτελούμενον. τὸ μὲν οὖν διαστολὴν ἀντὶ διαστάσεως εἰπεῖν ἐν φωνῇ μόνον, οὐκ ἐν πράγματι διαφωνοῦντός ἐστι, τὸ δ’ ἀφελεῖν ἐξ αὐτοῦ τὸ παρεπομένην διαπαντὸς ἐν τῷ ὑγιαίνειν καὶ νοσεῖν ἐν πράγματι. παραλείπει γὰρ ὡς περιττὸν τοῦτο, καθάπερ γε καὶ τὸ πρὸς αἴσθησιν ληπτὴν εἶναι τὴν εἰρημένην κίνησιν τῶν ἀρτηριῶν καὶ τῆς καρδίας, καίτοι τὸ

744
μὲν διαπαντὸς ἐν τῷ ὑγιαίνειν φαίνεσθαι τὸν σφυγμὸν κατὰ τὴν ἔννοιάν ἐστιν αὐτοῦ μάλιστα, καὶ μέντοι καὶ κατὰ τὰς πλείστας τῶν νόσων, οὐ γὰρ δὴ πάσας γε. τὸ δὲ πρὸς αἴσθησιν ληπτὴν εἶναι τὴν κίνησιν αὐτῶν εἴρηταί μοι πρόσθεν, ὁποίου χρῄζει διορισμοῦ κατὰ τὸν λόγον ἐκεῖνον, ἐν ᾧ περὶ τῶν ὑπ’ Ἀλεξάνδρου τε καὶ Δημοσθένους εἰρημένων ὅρων ἐσκοπούμην. ἀφεῖλε δὲ καὶ τὸ πάντοθεν τοῦ χιτῶνος ἐπανισταμένου καὶ πάλιν εἰς ἑαυτὸν συντρέχοντος, ὡς ἐν τῷ διαστέλλεσθαί τε καὶ συστέλλεσθαι δεδηλωμένων αὐτῷ. τῷ δ’ ὑπὸ ζωτικῆς καὶ ψυχικῆς δυνάμεως γίνεσθαι τὸν σφυγμὸν ὑπὸ Χρυσέρμου λελεγμένῳ προσέθηκεν ὁ Ἡρακλείδης τὸ πλειστοδυναμούσης, ἐπειδὴ καὶ ἄλλα τινα συντελεῖν εἰς τὴν τῶν σφυγμῶν γένεσιν ὁ Ἡρόφιλος αὐτός φησι καὶ πάντες οἱ ἀπ’ αὐτοῦ κληθέντες Ἡροφίλειοι. μέμφεταί γε μὴν ὁ Ἀριστόξενος καὶ τούτῳ καὶ Ἀπολλωνίῳ τῷ Μυῒ, προσθέντι καὶ αὐτῷ τὸ πλειστοδυναμούσης. οὐ γὰρ ἐχρῆν, φησὶ, τὸ κοινὸν ἁπάσης ἐνεργείας φυσικῆς ὡς ἴδιον τῶν σφυγμῶν λέγεσθαι. μέμφεται δὲ καὶ τῷ πάντῃ τὸν χιτῶνα τῆς ἀρτηρίας κυκλοτερῶς 
745
διΐστασθαι λελέχθαι κατὰ τὸν ὅρον, οὐ μόνον, ὥσπερ ὁ Ἡρακλείδης, ὡς περιττῷ, ἀλλ’ ὅτι καὶ τῶν παρὰ φύσιν σφυγμῶν ἔνιοι τὴν διαστολὴν τῆς ἀρτηρίας οὐχ ὁμαλὴν ποιοῦνται, καθάπερ ἑαυτῶν μέρος. ἐπηρεάζει δὲ τῷδε προδήλως· εἰ γὰρ αὐτὸς ὁ Χρύσερμος ἐνεγεγράφει τῷ ὅρῳ τὸ ὁμαλῶς, εἰκότως ἂν ἤλεγχεν αὐτὸν ἀναμιμνήσκων τῶν ἀνώμαλον ἐχόντων τὴν κίνησιν σφυγμῶν, ἐπεὶ δ’ ἁπλῶς ἔφη, πάντοθεν τοῦ χιτῶνος ἐπανισταμένου καὶ πάλιν εἰς ἑαυτὸν συντρέχοντος, οὐκέτ’ εὐλόγως ἐγκαλεῖ. βέλτιον δ’ ἦν, εἴπερ ὅλως ἐφιλοτιμεῖτο διελέγχειν τὸν Χρύσερμον, ἐπὶ τοὺς τοιούτους τῷ λόγῳ ἀφικέσθαι σφυγμοὺς, ἐν οἷς ὁ χιτὼν τῆς ἀρτηρίας ὥσπερ χορδὴ φαίνεται τεταμένος, ἄνω μὲν καὶ κάτω τῆς ἀρτηρίας ὅλης φερομένης, οὐ μὴν διαστελλομένης γε. τοῦτο γὰρ εἴρηταί τισιν εἰς μὲν ἐξήγησιν τοῦ τοιούτου σφυγμοῦ χρησίμως, οὐ μὴν εἰς ἀκριβῆ γε ἐπιστήμην. ἀδύνατον γοῦν ἐστι μηδ’ ὅλως διαστέλλεσθαί τε καὶ συστέλλεσθαι τὰς ἀρτηρίας ἔτι ζῶντος τοῦ ζώου. δυνατὸν δὲ μὴ φαίνεσθαι τοῦτο πασχούσας ἐναργῶς διά τε τὴν βραχύτητα τῆς διαστολῆς
746
καὶ τὸν ἐζευγμένον κλόνον ταῖς τοιαύταις ἀρτηρίαις. ἐλέγομεν γοῦν τηνικαῦτα ταῖς τεταμέναις χορδαῖς ὁμοίως φαίνεσθαι τὰς ἀρτηρίας ἀνιούσας τε καὶ κατιούσας, οὐ μὴν διαστελλομένας τε καὶ συστελλομένας σαφῶς. ὥστε οὐδὲ κατὰ τοῦτον τὸν λόγον εἰκότως ἄν τις ἐγκαλέσειεν ὡς ψευσαμένῳ τῷ Χρυσέρμῳ περὶ τῆς κατὰ κύκλον διαστολῆς τε καὶ συστολῆς τῶν ἀρτηριῶν, οὐ περὶ τῆς αἰσθητῆς κινήσεως αὐτῶν ποιησαμένῳ τὸν ὅρον, ἀλλὰ περὶ τῆς οὐσιώδους ὑπάρξεως τοῦ σφυγμοῦ. ἀλλὰ γὰρ εἴ τις βούλοιτο καὶ περὶ τούτων ἢ αὐτὸς γνῶναι τὰ λελεγμένα τοῖς ἀνδράσιν, ἢ μεταστρέφειν εἰς ὑπομνήματα, τοῦ μὲν Ἐρυθραίου τὸ ἕβδομον ἀναγνώτω περὶ τῆς Ἡροφίλου αἱρέσεως, τοῦ Ἀπολλωνίου δὲ τὸ εἰκοστὸν ἔννατον, Ἀριστοξένου δὲ τὸ τρισκαιδέκατον. ἐμοὶ δ’ ἀρκεῖ καθ’ ἑκάστην ἀντιλογίαν ἐνδεικνυμένῳ τὰ κεφάλαια τῶν λόγων ἐφ’ ἕτερόν τι μετέρχεσθαι· καὶ γὰρ καὶ οὕτω πράττοντι τὸ βιβλίον ὅλον ὑποπληρώσεται. κάλλιον δὲ ἴσως μηδὲ τοῦτο παραλιπεῖν, ὡς αὐτὸς ὁ Ἀριστόξενος, Ἀλεξάνδρου τοῦ Φιλαλήθους γεγονὼς μαθητὴς, ἐλέγξας τε τοὺς τῶν πρεσβυτέρων ἑαυτοῦ πάντας ὅρους, ὡς οἴεται, κάλλιστα δ’
747
ἔχειν εἰπὼν τόνδε· σφυγμός ἐστι καρδίας καὶ ἀρτηριῶν ἐνέργεια ἴδιος, ὅμως αὐτὸς ἐφεξῆς, οὐδὲν κωλύει, φησὶ, καὶ τοιοῦτον ὅρον ποιήσασθαι· σφυγμός ἐστι καρδίας καὶ ἀρτηριῶν ἐνέργεια ἴδιος, μικτὴ, ἀπροαίρετος. ἐπαινεῖ δὲ τοῦτον τὸν ὅρον ὡς σαφέστερον τοῦ πρόσθεν, ἐκείνῳ μαρτυρῶν τὸ σύντομόν τε καὶ τεχνικόν. οἴεται γὰρ ἀπροαιρέτους κινήσεις πολλάκις ὅμως ἔχειν τι καὶ προαιρετικόν· ὅπερ εὔδηλόν ἐστιν ὁπόσας ἀντιλογίας ἔχει καὶ ζητήσεις. ἀλλὰ τὰ μὲν τοιαῦτα πρὸς τοὺς ἀφ’ ἑτέρων αἱρέσεων ἀμφισβητεῖται καὶ τούτῳ καὶ τοῖς ἄλλοις Ἡροφιλείοις, αὐτῷ δὲ τῷ Ἡροφίλῳ φαίνοιτ’ ἂν διαφερόμενος ἐν τῷ τὸν σφυγμὸν ἐνέργειαν μὲν εἶναι νομίζειν ἀρτηριῶν καὶ καρδίας, μέρη δ’ αὐτῷ τίθεσθαι τὴν διαστολήν τε καὶ συστολὴν καί ποτε καὶ τὰς ἠρεμίας. ἐὰν γὰρ ἀκριβῶς ἕπηται τοῖς Ἡροφίλου δόγμασιν, ἡ συστολὴ μὲν ἐνέργεια τῶν ἀρτηριῶν ἐστιν, ἡ διαστολὴ δὲ εἰς τὴν οἰκείαν τε καὶ φυσικὴν κατάστασιν τοῦ σώματος αὐτῶν ἐπάνοδος. βούλεται γὰρ, ὥσπερ ἐπὶ τῶν τεθνεώτων ὁρᾶται διεστὼς ὁ χιτὼν τῆς ἀρτηρίας, οὕτω κᾀπὶ τῶν ζώντων
748
ὅσον ἐφ’ ἑαυτῷ διεστάναι, τοὐναντίον Ἀσκληπιάδου δοξάζοντος· οἴεται γὰρ ὁ ἀνὴρ οὗτος καὶ τὴν καρδίαν καὶ τὰς ἀρτηρίας διαστέλλεσθαι πληρουμένας πνεύματος, εἰσρέοντος αὐταῖς διὰ λεπτομέρειαν, ἣν ἐντὸς ἑαυτῶν ἔχουσιν, ὅταν δὲ πληρωθεισῶν εἰς τὸ ἔμπροσθεν οὐκέτι ῥέῃ, καταπίπτειν αὖθις εἰς τὴν ἔμπροσθεν ὑπάρχουσαν ἑαυταῖς κατάστασιν φύσει τὸν χιτῶνα. καὶ τοῦτο ἐν παρέργῳ τὸ ζήτημα παρεισέρχεσθαι δύναται τοῖς ἀπέραντα μακρολογεῖν ἐθέλουσι σοφισταῖς. ὥσπερ δ’ ἐνταῦθα πολλῶν λόγων ὑπόθεσιν ἑαυτῷ τις πορίσασθαι δύναται, κατὰ τὸν αὐτὸν τρόπον, ἐὰν τὰ γεγραμμένα Φιλωνίδῃ τῷ Σικελῷ κατὰ τὸ περὶ τῆς ἰατρικῆς ὀκτωκαιδέκατον προχειρίζηταί τις, ὧν ἐπὶ βραχὺ καὶ Ἀγαθῖνος ἐμνημόνευσε μεμφόμενος αὐτῷ πρῶτον μὲν ὡς μοχθηρῶς ἀποφηναμένῳ τὸν σφυγμὸν ἐν ἀρτηρίαις μόναις γίγνεσθαι, δεύτερον δὲ ὡς καὶ τὸν Βακχεῖον οὐκ ὀρθῶς ἑαυτῷ συνεπισπωμένῳ, τὴν πολυλογίαν αὐξήσεις δηλονότι κᾀκ τοῦ τοιούτου τρόπου τῷ λόγῳ. πρῶτον μὲν γὰρ δεήσει τὰ ἐπιχειρήματα λέγειν οἷς πεισθεὶς ὁ Φιλωνίδης ἀρτηριῶν μόνων τὸν σφυγμὸν οἴεται εἶναι, δεύτερον δ’ ἐξελέγχειν αὐτὰ, καὶ τρίτον ἐπιδεικνύναι
749
τὸν Βακχεῖον ἐν μὲν ταῖς ἀκροάσεσιν οὕτως εἰρηκέναι τὸν σφυγμὸν εἶναι συστολὴν καὶ διαστολὴν ἐν ἁπάσαις ταῖς ἀρτηρίαις γινομένην. ἐν δὲ τῇ τῶν σφυγμῶν ἐπιτομῇ κατὰ λέξιν οὕτως γράφει· σφυγμὸς δὲ καὶ πᾶν πάθος σφυγμοῦ μόνον ἐν ἀρτηρίαις καὶ καρδίᾳ συμβαίνει. καὶ μετ’ ὀλίγα πάλιν· ὁ μὲν γὰρ σφυγμὸς, καθάπερ ἐῤῥέθη, διάστασίς τέ ἐστι τῆς ἀρτηρίας, ἢ τοῦ ἀρτηριώδους μέρους τῆς καρδίας. καὶ πρὸ πάντων ἐκείνου μέμνησο τοῦ μέχρι δεῦρο μόνων σχεδὸν τῶν Ἡροφιλείων ἡμᾶς τοὺς ὅρους προκεχειρίσθαι, πολλῶν καὶ τοῖς Ἐρασιστρατείοις καὶ τοῖς Ἀσκληπιαδείοις γεγονότων· ὥσπερ γε καὶ τοῖς ἀπ’ Ἀθηναίου τοῦ Ἀτταλέως, οὓς πνευματικοὺς ὀνομάζουσιν, εἰ καὶ μὴ τοσούτων ὅρων, ὅμως γοῦν οὐ τοσούτων εἰρημένων. ὁ γοῦν Ἀγαθῖνος, οὗ σμικρὸν ἔμπροσθεν ἐμνημόνευσα, καίτοι τοῖς δι’ ὅρων ἐπιχειροῦσιν ἅπαντα διδάσκειν ἐπιτιμῶν, ὅμως καὶ αὐτὸς ἓν ἔγραψεν ὅλον βιβλίον τὸ πρῶτον περὶ σφυγμῶν, ἐξηγούμενος ἕκαστον τῶν ἐν τοῖς σφυγμοῖς ὀνομάτων ἅμα τοῖς οἰκείοις ὅροις τῶν πραγμάτων. ἀλλὰ περὶ μὲν τῶν ἄλλων σιωπῶ. πρόκειται γὰρ ἐν τῷδε τῷ γράμματι τοῦ κατὰ τὸν σφυγμὸν 
750
ὅρου μόνου μνημονεύειν, ἐπιδεδειχότος μου πολλάκις, οὐδὲν ἧττον τοῦδε καθ’ ἑκάστην διαφορὰν σφυγμῶν ὁμοίως δύνασθαι πληρωθῆναι βιβλίον, ἐάν τέ τις ὁρίζηται τὸν μέγαν σφυγμὸν, ἅμα τοῖς παρακειμένοις αὐτῷ, κατὰ τὸ πηλίκον τῆς διαστολῆς, ἐάν τε τὸν μικρὸν, ἅμα τοῖς κατὰ τοῦτο παρακειμένοις. οὕτω δὲ καὶ τοὺς ἄλλους ἅπαντας· καὶ νῦν, ὡς ἔφην, ὑπὲρ αὐτοῦ μόνου τοῦ σφυγμοῦ πρόκειται διελθεῖν ἐπὶ κεφαλαίων.

Ὁ τοίνυν Ἀγαθῖνος ἐπιτιμῶν τοῖς πάντως ὁρίζεσθαι τὸν σφυγμὸν βουλομένοις, ὅμως καὶ αὐτὸς εἰς μακρολογίαν οὐκ ἀναγκαίαν ἐνέπεσε μετὰ τοῦ καὶ σφάλλεσθαι φανερῶς, οἰόμενος ὁμωνύμως λέγεσθαι τὸν σφυγμόν. ἄλλως μὲν γὰρ, φησὶ, τὴν τῆς καρδίας καὶ τῶν ἀρτηριῶν κίνησιν λέγομεν σφυγμὸν, ἄλλως δὲ τὴν ἐν ταῖς φλεγμοναῖς γινομένην αὐτῷ τῷ κάμνοντι συναίσθησιν. καὶ γὰρ καὶ ταύτην ὁμωνύμως φησὶ καλεῖσθαι σφυγμόν· ἀλλὰ καὶ τὴν διαστολὴν τῆς ἀρτηρίας μόνην, καὶ ταύτην ὀνομάζεσθαι σφυγμὸν, ἐπειδὰν ἤτοι μέγαν, ἢ σφοδρὸν εἶναι λέγωμεν αὐτὸν, οὐ γινομένων τούτων ἐν τῇ συστολῇ. καὶ μέντοι καὶ τὸν Ἀθήναιόν

751
φησιν οἴεσθαι καὶ τὴν συστολὴν ὀνομάζεσθαι σφυγμὸν, ᾧ σημαινομένῳ κελεύει τὸν Ἡρόδοτον ἐπιστῆναι. τούτῳ γὰρ ἀνδρὶ προσεφώνησε τὸ βιβλίον, ἑαυτοῦ μὲν ὄντι μαθητῇ, πάνυ δ’ ἐπιφανῶς ἰατρεύσαντι κατὰ τὴν τῶν Ῥωμαίων πόλιν. ἀλλὰ τὸν σύνθετον ἐκ πλειόνων διαστολῶν ὀνομάζεσθαί φησι σφυγμὸν, ἔτι τε πρὸς τούτοις οὐ μόνον τὸν ἐκ τῶν διαστολῶν, ἀλλὰ καὶ τῶν συστολῶν. ὅρα δὲ, φησὶ, μή τις καὶ ὁ κατὰ τὸν καρπὸν ἴδιος ὀνομάζεται σφυγμός. δοκεῖ δέ μοι, φησὶ, σφυγμὸς λέγεσθαι καὶ ἡ τῶν ἐν προχείρῳ τεταμένων ἀρτηριῶν κίνησις. ἐπὶ τούτοις ἅπασι καὶ τοῦ κατὰ τὰ ὑποχόνδρια γινομένου παλμοῦ μνημονεύει ζητῶν, εἰ καὶ τοῦτον ἄμεινόν ἐστιν ὀνομάζειν σφυγμόν. γίνεσθαι μὲν γὰρ αὐτὸν ἐνίοις τῶν παρακοπτικῶν, εἶναι δὲ τῆς κατὰ τὴν ῥάχιν ἀρτηρίας τῆς παχείας. καὶ εἴπερ καὶ ταύτην, φησὶ, τὴν κίνησιν ὀνομάζομεν οὐ σφυγμὸν, ἀλλὰ παλμὸν, ἔσται τις ἀρτηριῶν κίνησις, οὐ σφυγμὸς, ἀλλὰ παλμὸς ὀνομαζομένη. καθ’ ὃ σημαινόμενον καὶ ὁ Ἡλεῖος Αἰγίμιος ἐπέγραψε τὸ περὶ παλμῶν βιβλίον, ἐν ᾧ περὶ τῶν σφυγμῶν διαλέγεται. παρεισέρχεται δὲ κᾀνταῦθα πάλιν λόγος ἕτερος τοῖς μακρολογεῖν
752
ἐθέλουσι, σκοπουμένοις εἰ γνήσιον ὄντως ἐστὶν Αἰγιμίου τὸ βιβλίον, ἢ εἰ πρῶτος Αἰγίμιος ἁπάντων ἔγραψε περὶ σφυγμῶν βιβλίον, ἢ καὶ τις ἄλλος πρὸ αὐτοῦ. τοῦτο μὲν ὄντως περιττὸν, οὐ περιττὸν δ’ ἴσως δόξει εἶναι, καίτοι περιττὸν ὂν, ἐπισκέψασθαι πότερον ἕν τι σημαίνεται πρὸς τοῦ σφυγμοῦ ὀνόματος, ἢ πολλά. φαίνεται γὰρ καὶ ὁ Ἀρχιγένης ἠκολουθηκέναι κατὰ τοῦτο τῷ διδασκάλῳ, πολλαχῶς οἰόμενος λέγεσθαι τὸν σφυγμόν. ἵνα δέ τις ἐπικρίνῃ τοὺς τοιούτους λόγους, ἀναγκαῖόν ἐστιν αὐτὸν ἐν τῇ τῶν γενῶν εἰς εἴδη τε καὶ διαφορὰς τομῇ γεγυμνάσθαι. μόνως γὰρ οὕτως τὰ κοινὰ σημαινόμενα τῶν ὀνομάτων ἑκάστου δυνατὸν εὑρίσκειν ἐστί. πολλαχόθι γ’ οὖν μοι δοκοῦσι καὶ οἱ δόξαν ἐπὶ διαλεκτικῇ μεγάλην ἔχοντες ἡμαρτηκέναι, τοσαῦτα σημαινόμενα τῶν γενικῶν προσηγοριῶν οἰηθέντες ὑπάρχειν, ὅσαι πέρ εἰσιν αἱ ἑκάστην αὐτῶν οἰκεῖαι διαφοραί. λέγω δὲ, εἴ τις οἰηθείη τὴν, ζῶον, φωνὴν, οὐχ ἕν τι σημαίνειν· ἄλλως μὲν γὰρ λέγεσθαι ζῶον ἀθάνατον, ἄλλως δὲ θνητὸν, καὶ λογικὸν μὲν ἄλλως, ἄλογον δὲ ἄλλως, καὶ δὴ καὶ ἄγριόν τε καὶ
753
ἥμερον, ἀγελαῖόν τε καὶ μονότροπον, ὅσα τ’ ἄλλα τοιαῦτα, ὥστε ἐάν τις ἐπέξεισι τῷ λόγῳ τῷδε καὶ γυμνάζῃ τὸν μαθητὴν ἐπὶ παραδειγμάτων πλειόνων ἑτοίμως ὁρᾷν τό τε κοινὸν ἐν πολλοῖς καὶ τὸ καθ’ ἕκαστον ἴδιον, οὐκ ὀλίγον τριβήσεσθαι χρόνον. καὶ μὴν οὐχ οἷόν τε χωρὶς τοιαύτης διδασκαλίας ἐπιδεῖξαι τὴν τοῦ σφυγμοῦ προσηγορίαν ἕν τι σημαίνειν, ὥσπερ τὴν τοῦ ζώου, κᾂν ὅτι μάλιστα κατὰ τὴν ἑκατέρου τομὴν εὑρίσκωνται διαφοραὶ πολλαί. πρόδηλον οὖν ἤδη κᾀνταῦθα τὸ μῆκος τῶν λόγων καί τινος ἑνὸς ὅλου καὶ αὐτὸ δεόμενον βιβλίου τῷ βουλομένῳ διελθεῖν, ἀφ’ ὧν ὁρμηθέντες οἱ ἄνδρες οἵδε νομίζουσι πολλαχῶς λέγεσθαι τὸν σφυγμὸν, ὅ τι τε τὸ παρακρουσάμενον αὐτούς ἐστιν. εἴρηται μὲν οὖν μοι περὶ τούτων ἐπ’ ὀλίγον κᾀν τῷ πρώτῳ τῶν ἐξηγητικῶν ὧν εἰς τὸ περὶ σφυγμῶν Ἀρχιγένους πεποίημαι, τὸν ἀριθμὸν ὄντων ὀκτώ. καὶ νῦν δὲ ἀρκέσει, καθάπερ ἐπὶ τῶν ἔμπροσθεν, ἓν δεδεῖχθαι τὸ μῆκος τῶν ἐσομένων λόγων, ἐὰν ἅπαντά τις ἐπεξέρχηται τὰ τοιαῦτα. φαίνεται δ’ οὖν καὶ ὁ Ἀγαθῖνος, εἰ καὶ ὅτι μάλιστα τοῖς ἐπιχειροῦσιν ὁρίζεσθαι τὸν σφυγμὸν ἐπιτιμᾷ, δι’ αὐτῶν τῶν λεγομένων ὑπ’ αὐτοῦ
754
ποτὲ μὲν ἐνέργειαν ἀρτηριῶν τε καὶ καρδίας αὐτὸν εἶναι νομίζων, ποτε δὲ κίνησιν ἀρτηριῶν τε καὶ καρδίας, ἔστι δ’ ὅτε καὶ διαστολὴν καὶ συστολὴν ἀρτηριῶν καὶ καρδίας, οὐ μαχομένων ἀλλήλοις τῶν εἰρημένων λόγων, ἀλλὰ τοῦ μὲν, ὡς ἂν εἴποι τις, ὄντος γενικωτέρου, τῶν δ’ εἰδικωτέρων.

Ὁ γοῦν Ἀρχιγένης ἐξειργάσθαι δοκῶν τὸν περὶ τῶν σφυγμῶν λόγον ἐν ἑνὶ μεγάλῳ βιβλίῳ κατὰ τὴν ἀρχὴν αὐτοῦ τόνδε τὸν ὅρον ἔγραψε· σφυγμός ἐστι καρδίας καὶ ἀρτηριῶν διαστολὴ φυσική τε καὶ συστολὴ φυσικὴ, προσθεὶς δηλονότι τὸ φυσικὴ τῷ τοῦ Ἀγαθίνου λόγῳ δι’ ἣν ἔμπροσθεν αἰτίαν εἶπον. ἐκ διαστολῆς τε καὶ συστολῆς ὡς μερῶν συγκεῖσθαι νομίζουσι τὸν σφυγμὸν οἱ πνευματικοὶ πάντες, ἐνεργείας ἡγούμενοι τὰς κινήσεις ἀμφοτέρας εἶναι, τῶν περὶ τὸν Ἡρόφιλόν τε καὶ Ἀσκληπιάδην οὐχ ὁμοίως δοκούντων φέρεσθαι. τὸν μὲν οὖν Ἡρόφιλον περὶ διαστολῆς τε καὶ συστολῆς ἀρτηριῶν ζήτησιν ἰδίαν ἔχειν μακροτέραν· ἐνίοτε μὲν γάρ σοι δόξει καὶ τὴν διαστολὴν καὶ τὴν συστολὴν ἐνέργειαν νομίζειν, ὡς τὸ πολὺ δὲ μόνην τὴν συστολήν· 

755
ὁ δὲ Ἀσκληπιάδης, οὐδεμίαν ὑπολαμβάνων δύναμιν ὑφ’ ἧς ἥ τε καρδία καὶ αἱ ἀρτηρίαι κινοῦνται, ποικίλος ἐστὶ κατὰ τὴν λέξιν ὥσπερ ἐν ταῖς ἄλλαις ἁπάσαις ἐνεργείαις φυσικαῖς τε καὶ ψυχικαῖς, οὕτω κᾀν τῇδε. ποτὲ μὲν γάρ σοι δόξει μὴ ἐνεργείας αὐτὰς τίθεσθαι, καίτοι γε ἀκόλουθον αὐτοῦ ταῖς ὑποθέσεσι τοῦτ’ ἔστι, ἐνίοτε δὲ ἐνεργείας αὐτὰς τίθεσθαι, ὡς καταχρώμενος, ἢ τῷ ἔθει συγχωρῶν. οἱ δ’ ἀπ’ Ἀθηναίου πάντες, ὡς εἴρηται, τὰς κινήσεις ἀμφοτέρας ἐνεργείας ἡγοῦνται, τήν τε ἐν τῷ διαστέλλεσθαι γιγνομένην καὶ τὴν ἐν τῷ συστέλλεσθαι, οὕτω τε καὶ ἡμεῖς ὑπολαμβάνομεν, οὐκ ἐπὶ μόνων τῶν ἀρτηριῶν τε καὶ τῆς καρδίας, ἀλλὰ καὶ τοῦ θώρακος. καὶ γὰρ καὶ τοῦτον ἐνεργεῖν ἐδείξαμεν ἔν τε τῷ διαστέλλεσθαι καὶ συστέλλεσθαι. διορίζομαι δὲ ὡς ἐπὶ τοῦ θώρακος, οὕτω κᾀπὶ τῶν ἀρτηριῶν τὰς ἐπὶ τὴν μέσην κατάστασιν ἀπὸ τῶν ἄκρων φορὰς, ἐνίοτε μὲν ἐνεργείας χωρὶς, ἐνίοτε δὲ σὺν ταύτῃ γινομένας. ἐὰν οὖν καὶ τὰς περὶ τούτων ἀποδείξεις ἐπεισάγῃ τις τῷ λόγῳ, καὶ κατὰ τοῦτ’ αὐτὸν εἰς μῆκος προάξει μακρότερον. ἐὰν δὲ καὶ τῆς τῶν ὀνομάτων ὑπαλλαγῆς,
756
ἣν ἐποιήσατο κατὰ τοὺς ὅρους, ἃς αὖθις προσέθεσαν αἰτίας εὐλόγους διέρχηταί τις, εἶθ’ ἑξῆς ὅπως ἐμέμψαντό τινες αὐτὰς, εἶθ’ ὅπως ἀπελογήσαντο περὶ τῶν εἰπόντων, ἕτερον μῆκος ἔτι κᾀκ τοῦδε περιττὸν τῷ λόγῳ προστεθήσεται.

Μάγνος οὖν οὐ διαστολὴν καὶ συστολὴν, ἀλλὰ καὶ διόγκωσιν καὶ συνίζησιν αἰσθητὴν καρδίας καὶ τῶν ὁμοιοπαθούντων αὐτῇ τὸν σφυγμὸν εἶναί φησιν.