De difficultate respirationis

Galen

Galen, De difficultate respirationis

Τὸν περὶ τῆς δυσπνοίας λόγον εἰς δύο διδασκαλίας τεμόντες, ἐν μὲν τῷ πρώτῳ τῶν ὑπομνημάτων, ὅσα χρὴ γινώσκειν ὑπὲρ αὐτοῦ τὸν ἰατρὸν, ἅμα ταῖς οἰκείαις ἀποδείξεσιν ἐδηλώσαμεν· ἐν δὲ τῷ πρὸ τούτου δευτέρῳ καὶ αὐτῷ δὲ τούτῳ τῷ τρίτῳ τῶν Ἱπποκράτει περὶ δυσπνοίας εἰρημένων ἐν ἅπασι τοῖς συγγράμμασιν ἐξήγησιν ποιούμεθα· ὥστε τοὺς μὲν αὐτῶν τῶν ἔργων τῆς τέχνης μόνων ἐφιεμένους, μηδὲν δ’, ὡς αὐτοί φασιν, πολυπραγμονεῖν ἀξιοῦντας ὑπὲρ τῶν τοῖς παλαιοῖς εἰρημένων, ἔχειν ἅπαν ἱκανῶς, ὃ σπουδάζουσιν, ἐκ τοῦ πρώτου λόγου· τοὺς δὲ καὶ τὴν Ἱπποκράτους γνώμην ἐπιμαθεῖν ὀρεγομένους τε ἅμα καὶ δυναμένους, ἐκ τῶνδε τῶν

889
γραμμάτων ἀναλέγεσθαι. τὸ μὲν οὖν ὀρέγεσθαι γνῶναι τὰ τοῖς ἀρίστοις εἰρημένα, κοινὸν ἁπάντων ἐστὶ τῶν φύσει φιλοκάλων· τὸ δὲ καὶ δυνηθῆναι μαθεῖν αὐτὰ, μακροτέρου χρόνου δεόμενον, οὐκέθ’ ὁμοίως πᾶσιν ὑπάρχει· πολλοὶ γὰρ ὑπὸ πολλῆς περιστάσεως πραγμάτων ἀποστεροῦνται τῆς περὶ τὰ κάλλιστα σχολῆς. ταῦτ’ ἄρα καὶ ἡμεῖς οἴδαμεν καὶ τὸ κατεπεῖγον εἰς τὰ τῆς τέχνης ἔργα διήλθομεν ἐν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων, ἰδίᾳ δ’ ἑξῆς τὴν Ἱπποκράτους γνώμην ἐξηγούμεθα διὰ τῶν ὑπολοίπων δυοῖν γραμμάτων, ὧν τὸ μὲν δεύτερόν ἐστι, τὸ δὲ τρίτον γινόμενον κατὰ τὴν ἐξ ἀρχῆς τάξιν. καὶ χρὴ τὸν μέλλοντα τοῖς ἐν αὐτῷ λεγομένοις ἀκολουθήσειν ὡμιληκέναι τῷ δευτέρῳ πρότερον ἐπιμελῶς, ἐν ᾧ πρῶτον μὲν τὴν ὅλην γνώμην ἐδείξαμεν τοῦ Ἱπποκράτους, ὅτι μηδὲν τῶν ἐπιτυχόντων, μηδ’ ὧν οἱ πολλοὶ τῶν ἰατρῶν ἴσασι, γράφειν ἀξιοῖ, δεύτερον δὲ καὶ κατὰ μέρος ἅπαντας ἐπήλθομεν τοὺς ἐν τῷ πρώτῳ τε καὶ τρίτῳ τῶν ἐπιδημιῶν ἀῤῥώστους, ἐπιδεικνύντες ἐπὶ πολλῶν μὲν, ὅτι εἰ καὶ δυσπνοεῖν ἀναγκαῖον ὂν τοῖς κάμνουσιν, ὅμως οὐκ ἔγραψε, καθάπερ οὐδ’ ἄλλα
890
πολλὰ τῶν ἐξ ἀνάγκης τοῖς γεγραμμένοις ἑπομένων, ἃ γὰρ ἔστι καὶ χωρὶς τοῦ παρ’ ἐκείνου μαθεῖν, ἐξ ὧν εἶπεν ὁρμώμενον αὐτόν τινα ἐξευρεῖν, ταῦτ’ οὐκ ᾤετο χρῆναι γράφειν, ἐπὶ πολλῶν δὲ καὶ τὸ τῆς δυσπνοίας εἶδος αὐταῖς παραγράφει ταῖς τῶν νοσούντων διηγήσεσιν, ἐπειδὰν ἤτοι μὴ κατ’ ἀνάγκην ἕπηται τοῖς νοσοῦσιν, ἢ μὴ πρόχειρον ᾖ γνωσθῆναι τοῖς ἀναλεγομένοις αὐτοῦ τὰ γράμματα. τούτων οὖν ἐχόμενοι καὶ νῦν τῶν σκοπῶν, ἐπειδὴ τὸ πρῶτόν τε καὶ τὸ τρίτον τῶν ἐπιδημιῶν διὰ τῶν ἔμπροσθεν ἐξηγησάμεθα, πάλιν ἀπὸ τοῦ δευτέρου τὴν ἀρχὴν ποιησόμεθα, συνάπτοντες αὐτῷ καὶ τὰ λοιπὰ τῶν Ἱπποκράτους συγγραμμάτων. ὥσπερ δὲ τὸ πρῶτον καὶ τὸ τρίτον οὐ μόνον ὑφ’ Ἱπποκράτους συγκεῖσθαι δοκεῖ τοῖς ἄριστα περὶ τούτων ἐγνωκόσιν, ἀλλὰ καὶ τῇ τῆς θεωρίας οἰκειότητι συνῆφθαι πρὸς ἄλληλα, τὸν αὐτὸν οἶμαι τρόπον ἔχειν καὶ τὰ κατὰ τὸ δεύτερον καὶ τὸ δ΄ καὶ τὸ ἕκτον. ὡμολόγηται γὰρ οὖν ἤδη καὶ ταῦτα συνθεῖναι Θεσσαλὸν τὸν Ἱπποκράτους υἱὸν, τὰ μὲν αὐτοῦ τοῦ πατρὸς ἐν διφθέραις τισὶν ἢ δέλτοις εὑρόντα ὑπομνήματα, προσθέντα δέ τινα καὶ αὐτὸν οὐκ ὀλίγα. τό γε
891
μὴν πέμπτον τε καὶ ἕβδομον τῶν ἐπιδημιῶν οὐκ ἄν τίς μοι δοκεῖ τῆς Ἱπποκράτους γνώμης οἰκείας ἀξιῶσαι, κατ’ ἐμὴν δὲ γνώμην οὐδὲ τὸ τέταρτον, εἰ καί τισιν ἔδοξε καὶ τοῦθ’ ὑπὸ Θεσσαλοῦ συντεθῆναι· τὸ δὲ προγνωστικὸν καὶ τοὺς ἀφορισμοὺς καὶ τὸ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων, ἔτι τε τὸ περὶ διαίτης ὀξέων, ὅ τινες ἐπιγράφουσι πρὸς τὰς Κνιδίας γνώμας, οὐκ ἀλόγως Ἱπποκράτους αὐτοῦ πεπίστευται γράμματα εἶναι. τούτων τε οὖν τῶν βιβλίων ἔνθ’ ἂν ἡ χρεία καλῇ μνημονεύσομεν, ὅσα τ’ ἄλλα τὰ μὲν εἰς αὐτὸν Ἱπποκράτην, τὰ δὲ εἰς Εὐρυφῶντα καὶ Θεσσαλὸν καὶ Πόλυβον ἀναφέρουσιν.

Ἀρκτέον οὖν ἤδη τῆς ἐξηγήσεως ἀπὸ τῆς ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν γεγραμμένης ῥήσεως, ἐχούσης ὧδε· πνεῦμα σμικρὸν, πυκνόν· μέγα, ἀραιόν· σμικρὸν, ἀραιόν· ἔξω μέγα, εἴσω μικρόν· τὸ μὲν ἐκτεῖνον, τὸ δὲ κατεπεῖγον. διπλῆ ἔσω ἐπανάκλησις, οἷον ἐπεισπνέουσιν· θερμὸν, ψυχρόν. ἡ δ’ αὐτὴ ῥῆσις ἥδε ἐν τῷ ἕκτῳ γέγραπται τελεώτερον. ἐπὶ γὰρ ταῖς τρίταις συζυγίαις αὐτῆς δυσπνοίας ἡ τετάρτη πρόσκειται,

892
παραλελειμμένη σαφῶς ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν, οὐχ ὑπὸ τοῦ γράψαντος, ἐμοὶ δοκεῖν, αὐτοῦ· δῆλος γάρ ἐστιν οὐκ ἐξ ἐμπειρίας τινὸς καὶ μνήμης ἀθροίζων τὸ πλῆθος τῶν δυσπνοιῶν, ἀλλ’ ἐκ λογικῆς διαιρέσεως· οὐκ οὖν ἔμελλε παραλείψειν τινὰ δύσπνοιαν· ἀλλά τις τῶν παλαιῶν βιβλιογράφων ἥμαρτεν, ἔπειθ’ οὕτως ἔχον ἔφθασεν ἐκδοθῆναι τὸ βιβλίον, ἐφυλάχθη τε εἰκότως μέχρι δεῦρο τοῦτ’ αὐτὸ τὸ σφάλμα, τινῶν μὲν ὀλιγώρως ὁμιλούντων τοῖς τῶν παλαιῶν βιβλίοις, ὡς μήτ’ εἰ λείπει τι, μήτ’ εἰ δι’ ἑτέρου γράμματος εἴρηται, γνωρίζειν, ἐνίων δὲ γνωριζόντων μὲν, ἀλλὰ προσθεῖναι τὸ λεῖπον οὐ τολμώντων. οὐ γὰρ δὴ ὁμοίως τοῖς νῦν οἱ πρόσθεν εὐχερεῖς ἦσαν οὐδ’ ἕτοιμοι παραγράφειν παλαιὰν λέξιν ὡσαύτως γεγραμμένην ἐν ἅπασι τοῖς ἀντιγράφοις, ἀλλ’ ἐπισημήνασθαι μόνον αὐτοῖς ἱκανὸν ἦν, ὡς ἐνταῦθα μὲν ἐλλιπῶς, ἐν τῷ ἕκτῳ δὲ τῶν ἐπιδημιῶν τελέως ἡ διαίρεσις γέγραπται τῶν δυσπνοιῶν, ἥ τε κατὰ μέγεθος καὶ μικρότητα καὶ πυκνότητα καὶ ἀραιότητα. δύο γὰρ οὖν δὴ ταύτας ἀντιθέσεις ὁ Ἱπποκράτης, τήν τε κατὰ μέγεθος 
893
καὶ μικρότητα καὶ τὴν ἀραιότητα καὶ πυκνότητα, δῆλός ἐστιν ἐπιπλέκων ἀλλήλαις, καὶ ποιῶν συζυγίας δυσπνοίας δ΄· μίαν μὲν ἐν ᾗ μικροτέρα τε ἅμα καὶ πυκνοτέρα τῆς κατὰ φύσιν ἡ ἀναπνοὴ γίγνεται, ἑτέραν δ’ ὅταν μείζων τε ἅμα καὶ ἀραιοτέρα, καὶ πρὸς ταύταις ἄλλην τρίτην ἐν ᾗ μικροτέρα τε καὶ ἀραιοτέρα, καὶ πρὸς ταύταις τετάρτην, ἣν ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν παραλελεῖφθαί φαμεν, ἐν ᾗ μείζων τε ἅμα καὶ πυκνοτέρα γίγνεται. δέδεικται γάρ μοι πολλάκις, εἰ καὶ ἄρα χωρὶς τοῦ δειχθῆναι πρόδηλον ὑπάρχει πᾶσιν, ὡς δύο ἀντιθέσεις ἀλλήλαις ἐπιπλεκόμεναι, τέσσαρας ἀπεργάζονται συζυγίας. οὐ μόνον δὲ κατ’ αὐτὸ διενήνοχεν ἡ ἐν τῷ ἕκτῳ τῶν ἐπιδημιῶν ῥῆσις τῆς ἐν τῷ δευτέρῳ, ἀλλὰ καὶ καθ’ ὅσον ἐν τοῖς ἐφεξῆς, ὁπότε παραβάλλει τὸ τῆς εἰσπνοῆς μέγεθος τῷ τῆς ἐκπνοῆς, ἡ ἑτέρα συζυγία παραλέλειπται παντάπασιν ἐν τῷ δευτέρῳ, ἐνδεικνυμένου κᾀνταῦθα σαφῶς τοῦ γραφέως ἤτοι ῥᾳθυμίαν ἐσχάτην, ἢ ῥᾳδιουργίαν. εἰ μὲν γὰρ ὅλας ὑπερέβαινε λέξεις, ἐσχάτως ἦν ῥᾴθυμος· εἰ δὲ τὰς ὁμοίας ἀλλήλαις, ἀγνοῶν ὅπῃ διαφέρουσιν, ἓν καὶ ταὐτὸν ἀμφοτέρας δηλοῦν ἐνόμιζεν, εἶτ’
894
ἐξῄρει τὴν ἑτέραν, εἰς ἄκρον ἀφῖκτο περιεργίας, ἐπανορθωτὴν αὑτὸν τῶν Ἱπποκράτους συγγραμμάτων, οὐχ ὑπηρέτην, ἀποφαίνων. τοῦτο μὲν δὴ χρήσιμόν ἐστι μεμνῆσθαι πρὸς πολλὰς τῶν ἀσαφῶν ῥήσεων, ἐν αἷς ἤτοι παραλελεῖφθαί τι πιθανόν ἐστιν, ἢ παραγεγράφθαι. οὐδὲν γὰρ κωλύει κατ’ ἐκείνας, ἤτοι τὸ λεῖπον προστιθέντας, ἢ τὸ ἡμαρτημένον ἐπανορθοῦντας, ἀπεργάζεσθαι τέλεόν τε καὶ ἀληθῆ τὸν λόγον. ὥσπερ γὰρ τὸ μεταγράφειν τὰς παλαιὰς ῥήσεις προπετὲς, οὕτω καὶ φυλάττοντας, ὡς γέγραπται, βραχείαις τέ τισιν ἢ προσθέσεσιν, ἢ ὑπαλλάξεσι διαλύεσθαι τὰς ἀπορίας, ἀγαθῶν ἐξηγητῶν ἐστιν ἔργον. ἀλλὰ περὶ τούτων μὲν οἶμαι δι’ αὐτῶν τῶν ἔργων ἐπιδείξειν ὀλίγον ὕστερον ἅπερ χρὴ δρᾷν. οὐ γὰρ ἁπλῶς, οὐδ’ ὡς ἔτυχεν, αὐτὸ ποιητέον, ἀλλὰ μετὰ τοῦ δεικνύναι τήν τε τῶν πραγμάτων ἀλήθειαν, ἔτι τε πρότερον αὐτὴν τοῦ παλαιοῦ τὴν γνώμην οὕτως ἔχουσαν, ὁμολογεῖν τε ἀμφοτέρας κατὰ τὴν λέξιν μετακοσμηθεῖσαν.

Ἐπὶ δὲ τὸ προκείμενον ἤδη χωρήσαντες, καὶ παραθέμενοι τὴν τελεωτέραν λέξιν, τὴν ἐν τῷ ἕκτῳ τῶν ἐπιδημιῶν, ἴδωμεν ὁποῖός τις ὁ νοῦς αὐτός ἐστιν. ὅτι μὲν γὰρ

895
ἐκ διαιρέσεως λογικῆς εὑρίσκειν ἐπιχειρεῖ τὰς διαφορὰς ἁπάσας τῶν δυσπνοιῶν, τοῦτο μὲν καὶ τοῖς ἐξηγησαμένοις αὐτοῦ τὰ βιβλία δοκεῖ, καὶ πάντῃ ῥᾴδιον εἶναι νομίζω συμβαλεῖν· εἰ δ’ ὀρθῶς διαιρεῖται, καὶ εἰ μηδὲν παραλείπει δυσπνοίας εἶδος, οὐκ ἔτι τοῦτο ῥᾴδιον ἅπασιν ἐξευρεῖν, ἀλλὰ καὶ τῆς διαιρετικῆς μεθόδου χρεὼν ἔμπειρον εἶναι τὸν περὶ τούτων κρινοῦντα, καὶ τῶν Ἱπποκράτους δογμάτων οὐκ ἀμελέτητον. ἡ μὲν δὴ μέθοδος ἀποβλέπειν φησὶ χρῆναι πρὸς τὸ διαιρούμενον, ὁποῖον τὴν φύσιν ἐστίν. εἰ μὲν γὰρ ἁπλοῖν εἴη, τὰ κατὰ τὸν τῆς οὐσίας αὐτοῦ λόγον ὑπάρχοντα, πόσα τ’ ἐστὶ καὶ τίνα καὶ ὁποῖα, σκοπεῖσθαι, κᾀκ τούτων διαιρεῖσθαι· συνθέτου δ’ ὄντος, ἑκάτερον μὲν, ἢ ἕκαστον τῶν μερῶν, ὡς εἴρηται, διαιρεῖν, τὸ δ’ ὅλον ἐκ τοῦ τρόπου τῆς συνθέσεως. ἡ δ’ Ἱπποκράτους γνώμη περὶ τῆς συνθέσεως, ἥ τίς ποτέ ἐστιν, εἴρηται μὲν ἡμῖν ἐν ἑτέροις ἐπιπλεῖστον, εἴρηται δὲ καὶ ἐν τοῖς ἔμπροσθεν, ὥστ’ οὐδὲν κωλύει πρὸς τούτους τοὺς σκοποὺς ἀποβλέποντας ἐπισκέψασθαι τὴν τῶν ἐπιδημιῶν ῥῆσιν, ὡδί πως ἔχουσαν· πνεύματα μικρὰ πυκνὰ, μεγάλα ἀραιά· μικρὰ ἀραιὰ,
896
μεγάλα πυκνά· ἔξω μέγα, εἴσω μικρόν· εἴσω μέγα, ἔξω μικρόν· τὸ μὲν ἐκτεῖνον, τὸ δὲ κατεπεῖγον. διπλῆ ἔσω ἐπανάκλησις, οἷον ἐπεισπνέουσιν· θερμὸν, ψυχρόν. ὅτι μὲν οὖν οὐχ ἡ τετάρτη μόνη κατὰ τὸ πυκνὸν καὶ μέγα συζυγία παραλέλειπται κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν, ἀλλὰ καὶ τῶν ἐφεξῆς δυοῖν, ἐν οἷς παραβάλλει τὴν ἐκπνοὴν τῇ εἰσπνοῇ, καὶ τούτων ἡ δευτέρα γέγραπται μὲν ἐν τῇ νυνὶ προχειρισθείσῃ, παραλέλειπται δ’ ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν, πρόχειρον συνιδεῖν. οὐκέτι γὰρ ἐκείνῳ βιβλίῳ πρόσκειται τὸ, εἴσω μέγα, ἔξω μικρὸν, ἀλλὰ περὶ θατέρου μόνον εἴδους τῆς δυσπνοίας δηλοῦται, καθ’ ὃ μέγα μὲν ἐκπνεῖται πνεῦμα, μικρὸν δὲ εἰσπνεῖται. πολλαχόθι μὲν οὖν εὑρίσκειν ἔστι καὶ προσγεγραμμένον τοῦτο τὸ λεῖπον, ἀλλ’ ἐν τοῖς πλείστοις καὶ ἀξιοπιστοτάτοις τῶν ἀντιγράφων παραλέλειπται, καὶ οὐδὲν τοῦτό γε πρὸς τὸ παρὸν διαφέρει. πρόκειται γὰρ ἡμῖν τὴν τελεωτέραν ῥῆσιν ἐπισκοπεῖσθαι, τὴν νῦν γεγραμμένην. ὅτι μὲν οὖν ἐκ τῆς ἔσω τε καὶ ἔξω φορᾶς τοῦ πνεύματος ἡ τῆς ὅλης ἀναπνοῆς ἐνέργεια σύνθετος ὑπάρχει, καὶ ὅτι τὸ μὲν ἕτερον αὐτῆς τῶν μερῶν εἰσπνοὴ, τὸ δ’ ἕτερον ἐκπνοὴ προσαγορεύεται,
897
λέλεκται μὲν καὶ διὰ τοῦ πρώτου γράμματος εὐθὺς κατ’ ἀρχὰς, ἀλλὰ κᾂν εἰ μὴ πρὸς ἡμῶν εἴρηται, σχεδὸν οὐδεὶς ἀγνοεῖ. ὅτι δ’ οὐδενὸς ἄλλου τῶν πάντων ἢ κινήσεως ἴδια τάχος τ’ ἐστὶ καὶ βραδύτης, εἴρηται μὲν ἤδη καὶ τοῦτ’ ἔμπροσθεν, ἀλλὰ καὶ νῦν εἰς ἀνάμνησιν ἡκέτω. μέγεθος μέντοι καὶ σμικρότης ὥσπερ οὐκ ἴδια κινήσεως, οὕτως ἀχώριστα παντὸς τοῦ κατὰ διαστήματος φερομένου. καὶ διὰ τοῦτο καθ’ ἑκάτερον τῶν μερῶν τῆς ἀναπνοῆς ἀντιθέσεις διαφορῶν διτταὶ γενήσονται, μία μὲν ἡ κατὰ τάχος καὶ βραδυτῆτα, δευτέρα δὲ ἡ κατὰ μέγεθος καὶ μικρότητα. τῆς δ’ ὅλης ἀναπνοῆς, ὅτι ἑτέρα ἀντίθεσίς τίς ἐστι κατὰ πυκνότητά τε καὶ ἀραιότητα συνισταμένη, καὶ τοῦτ’ ἔμπροσθεν εἴρηται, καὶ ὡς ἥδε ἀντίθεσις οὐχ ὡς κινήσεως τῆς ἀναπνοῆς, ἀλλ’ ὡς συνθέτου πράγματος, ἐκ διαστάσεών ἐστι συγκειμένη. ὥστ’ ἐν τρισὶ τούτοις γένεσιν ἀνάγκη πάσας εἶναι τὰς τῆς ἀναπνοῆς διαφοράς· ἐν τάχει μὲν καὶ βραδυτῆτι, διότι κινήσεως ἁπάσης ἴδιά τε καὶ ἀχώριστα ταῦτ’ ἐστίν· ἐν μεγέθει δὲ καὶ μικρότητι, διότι κατὰ διαστήματος ἡ τῶν ἀναπνευστικῶν ὀργάνων κίνησις· πυκνότης 
898
δὲ καὶ ἀραιότης, τὸ τρίτον τῶν εἰρημένων γενῶν, οὐδετέρου μέν ἐστι τῶν οἰκείων τε καὶ πρώτων μερῶν τῆς ἀναπνοῆς οὔτ’ ἴδιον οὔτ’ ἀχώριστον, ὅλης δὲ μέρος γίνεται κατά τι συμβεβηκὸς, ἐπειδὴ σύνθετον πρᾶγμά ἐστιν ἐκ δυοῖν ἐναντίων κινήσεων ἡσυχίᾳ διαιρουμένων. αὗται μὲν οὖν αἱ πρῶται διαφοραὶ τῆς ὅλης ἀναπνοῆς. τῷ δ’ εἶναι ποιεῖν τι καὶ πάσχειν πεφυκὸς τὴν ἀναπνοὴν, εἴη ἄν τι καὶ ἄλλο γένος ἐν αὐτῷ διαφορῶν, ἑκατέρου τῶν μορίων ὁμαλῶς ἢ ἀνωμάλως ἐπιτελουμένου· καὶ μὴν καὶ ἄλλο πάλιν ὅλης αὐτῆς ὡς συνθέτου, παραβαλλομένων ἀλλήλοις τῶν μορίων. τούτων οὕτως ἐχόντων, ἰστέον τὰς μὲν πρώτας γεγραμμένας ἐν τῇ προκειμένῃ ῥήσει δυσπνοιῶν διαφορὰς τέτταρας ὅλης ἀναπνοῆς ὑπάρχειν· οὐδετέρου γὰρ τῶν μερῶν ἐστι πυκνότης καὶ ἀραιότης, εἴγε δὴ μεμνήμεθα τῶν εὐθὺς κατ’ ἀρχὰς τοῦ πρώτου τῶνδε τῶν ὑπομνημάτων εἰρημένων. οὕτως δὲ καὶ τὰς ἐφεξῆς αὐτῶν τὰς δύο, καὶ γὰρ ἐν ταύταις παραβάλλεται τὰ δύο μόρια τῆς ὅλης ἀναπνοῆς, καὶ διὰ τοῦθ’ οὕτως γέγραπται, ἔξω μέγα, εἴσω μικρὸν, εἴσω μέγα, ἔξω μικρὸν, δηλονότι πνεῦμα· τὰς δ’ ἐφεξῆς δύο διαφορὰς,
899
ἐν αἷς λέγεται τὸ μὲν ἐκτεῖνον, τὸ δὲ κατεπεῖγον, τῶν μερῶν τῆς ἀναπνοῆς θατέρου νομιστέον ἰδίας ὑπάρχειν, ὃ δὴ κατὰ τὴν οὐσίαν εἶναι μάλιστα τῆς ἀναπνοῆς ἔφαμεν· ἐκτεῖνον μὲν γὰρ τὸ βραδὺ, κατεπεῖγον δὲ τὸ ταχύ. βραδύτης δὲ καὶ ταχύτης ἁπάσης κινήσεως ἀχώριστα. τὸ δ’ ἐφεξῆς λεγόμενον, τὸ, διπλῆ ἔσω ἐπανάκλησις, οἷον ἐπεισπνέουσιν, ἔστι μὲν εἰσπνοῆς ἀνωμάλου δηλωτικὸν, ἐπιζητεῖ δὲ τὴν αὐτὴν ἀντίθεσιν ἐπὶ τῆς ἐκπνοῆς, ἣν ἐγὼ πέπεισμαι παραλελεῖφθαι πρὸς τῶν μεταγραφόντων μᾶλλον ἢ πρὸς Ἱπποκράτους αὐτοῦ, εἴγε δὴ φαίνεται μεμνημένος ἐν ἑτέροις συγγράμμασι καὶ τοῦ τοιούτου τῆς δυσπνοίας εἴδους, ὡς ἐπιδείξω σαφῶς ἐν τοῖς ἐφεξῆς· εἰ δέ τῳ δοκεῖ πρὸς Ἱπποκράτους αὐτοῦ παραλελεῖφθαι, οὗτος αἱρεῖται τὰ χείρω πρὸ τῶν βελτιόνων· τὸ μὲν γὰρ μηδ’ ὅλως ἀνωμαλίας μνημονεῦσαι κατὰ μηδ’ ἕτερον τῶν τῆς ἀναπνοῆς μερῶν, ἀλλὰ τελέως ἐπιλαθέσθαι τε καὶ παραλιπεῖν, ἦν μὲν οὐδὲ τοῦτο κατὰ τὴν Ἱπποκράτους ἐπιμέλειαν, ἀλλ’ ἔγωγ’ ἂν εἰ καὶ τὸ νῦν γεγραμμένον ἐπὶ τῆς εἰσπνοῆς οὐδ’ ὅλως ἐγέγραπτο,
900
τοῦ γραφέως ἁμάρτημα ὑπάρχειν αὐτὸ μᾶλλον ἢ Ἱπποκράτους εἰπεῖν ἐτόλμησα, λόγον δ’ ἂν οὖν εἶχεν οὕτω τινὰ τοῖς τὰ χείρω νοοῦσιν· ἐπεὶ δὲ καὶ τὸ τῆς εἰσπνοῆς εἶδος ἐμήνυσε σαφῶς οὕτως, ὡς μὴ μόνον εἰπεῖν διπλῆν εἴσω γίγνεσθαι τοῦ πνεύματος τὴν ἐπανάκλησιν, ἀλλὰ καὶ τὸ οἷον ἐπεισπνέουσι προσθεῖναι, πῶς ἄν τις ἔθ’ ὑπολάβοι τῆς ἐκπνοῆς αὐτὸν ἐπιλαθέσθαι; περὶ μὲν οὖν τούτων καὶ αὖθις, ἐφεξῆς δὲ πρόσκειταί τις ἀντίθεσις ἄλλη δυσπνοιῶν, ἐπὶ τελευτῇ τοῦ λόγου παντὸς ὡδί πως γεγραμμένη· θερμὸν, ψυχρόν· ἵνα δηλονότι κᾀνταῦθα προσυπακούωμεν τὸ πνεῦμα. καθάπερ γὰρ μέγα καὶ μικρὸν, καὶ πυκνὸν καὶ ἀραιὸν, οὕτω καὶ θερμὸν καὶ ψυχρὸν ἐκπνεῖται τὸ πνεῦμα. καίτοι κᾀνταῦθα παρακούοντές τινες ἐξ ὧν αὐτοὶ μὴ συνίασιν, ἐπανορθοῦνται καὶ μεταγράφειν τὴν λέξιν τολμῶσιν, οὐ ψυχρὸν καὶ θερμὸν, ὡς νῦν εἴρηται, γράφοντες, ἀλλὰ συνάπτοντες αὐτὰ τῷ προειρημένῳ, καὶ οὕτως ἀναγινώσκοντες, οἷον ἐπεισπνέουσι θερμῷ ψυχρόν. οὗτοι μὲν οὖν πρὸς τὸ μηδένα νοῦν ἔχουσαν ἐργάζεσθαι τὴν λέξιν, ὅτι
901
μηδ’ ἀνεγνώκασι τὰ τοῦ παλαιοῦ βιβλία, κατάδηλοι γίνονται· πάντως γὰρ ἂν ἐμέμνηντο τῶν ἐν ἑτέροις ὑπ’ αὐτοῦ γεγραμμένων περί τε θερμῆς καὶ ψυχρᾶς ἐκπνοῆς, ἃ τίνα λόγον εἶχεν ἢ ἐν ἐκείνοις αὐτὸν γράφειν, ἢ ἐνταῦθα παραλιπεῖν, οὐκ ἂν εἰπεῖν ἔχοιεν. εἰ μὲν γὰρ οὐκ ἐνόμιζεν ἐκ τῶν δυσπνοιῶν εἶναι τὴν θερμὴν καὶ ψυχρὰν ἐκπνοὴν, οὐ καλῶς ἐν ἑτέροις ὡς δυσπνοιῶν ἐμνημόνευσεν· εἰ δ’ ὀρθῶς ἐν ἐκείνοις ἔπραξεν, οὐκ ὀρθῶς νῦν παρέλιπεν. ἀλλ’ οὐχ ὧδ’ ἔχει ταῦτα· καὶ γὰρ ἐνταῦθά τε καλῶς ἐν τῇ διαιρέσει τῶν δυσπνοιῶν περιέχονται καὶ τί ποτ’ οὖν δηλοῦν πεφύκασιν, ὀρθῶς ἐν ἑτέροις εἴρηται.

Καταλιπόντες οὖν ἤδη τοὺς οὕτω παρακούοντας τοῦ παλαιοῦ καὶ παντὸς μᾶλλον ἢ τῆς γνώμης αὐτοῦ συνιέντας, αὐτοὶ καθ’ ἡμᾶς αὐτοὺς ἐπισκεψώμεθα, τί δή ποτε κατὰ τὸ προγνωστικὸν γράμμα περὶ δυσπνοίας ὧδέ πως γράφει· πνεῦμα πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖσιν ὑπὲρ τῶν φρενῶν χωρίοισι, μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην σημαίνει, ψυχρὸν δὲ ἐκπνεόμενον

902
ἐκ τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον κάρτα ἤδη γίγνεται· φαίνεται γὰρ ἐν τούτῳ τῷ βιβλίῳ τριῶν τούτων μόνον δυσπνοιῶν μνημονεύων, καίτοι γ’ εἰ μὲν τοσαῦται μόνον εἰσὶν, τί δή ποτε πολὺ πλείους ἐν τοῖς τῶν ἐπιδημιῶν αὐτὸς ἔγραψε; εἰ δὲ οὕτως εἰσὶ πολλαὶ, τί δή ποτε ὀλιγίστων ἐμνημόνευσεν ἐν τῷ προγνωστικῷ; ἢ τὸν μὲν ἀριθμὸν αὐτῶν ἐπίστασθαι ἐνόμιζε χρηστὸν, ὁποῖον δέ τι δηλοῦν ἑκάστη πέφυκεν, οὐκ εἶναι. χρηστόν; ἢ μόναις ταῖς εἰρημέναις δηλοῦν ὑπάρχει τι, ταῖς δ’ ἄλλαις οὐδὲν, ἀλλ’ ἐνδέχεταί ποτ’ ἀναπνεῖν μὲν παρὰ φύσιν, οὐδεμίαν δ’ εἶναι διάθεσιν ἐν τῷ ζώῳ παρὰ φύσιν; ἢ τοσοῦτον δεῖ τοῦτ’ ἀληθὲς ὑπάρχειν, ὥστ’ ἀνάγκη πᾶσα τὴν παρὰ φύσιν ἐν τῷ ζώῳ διάθεσιν αὐτὴν γίγνεσθαι τῆς δυσπνοίας αἰτίαν; εἴπερ οὖν λόγον αἰτίας ἡ διάθεσις ἔχει πρὸς τὴν δύσπνοιαν, εἴη ἂν οὕτω καὶ χρόνῳ καὶ τάξει καὶ δυνάμει πρότερον. πῶς οὖν φαίνεται παραλιπὼν ὁ Ἱπποκράτης ἐν τῷ προγνωστικῷ τοσοῦτον ἀριθμὸν δυσπνοιῶν; ἐγὼ μὲν διὰ ταῦτ’ ἐβουλόμην καὶ παραβάλλειν τοὺς ἐξηγητὰς ἀλλήλοις 
903
καὶ ζητεῖν καὶ λύειν· ἔχει δ’ οὐχ ὧδε· τῶν μὲν γὰρ ἐξηγουμένων τίς ἄν τις καὶ μνημονεύοι; τῶν δ’ ἔμπροσθεν, ὧν γε καὶ πρὸς ἡμᾶς ὑπομνήματα διασώζεται, πολλοὺς μὲν καὶ μακροὺς λήρους καταγεγραμμένους εὑρεῖν ἔστι, τὰ δ’ οὕτως ἐπίκαιρα παραλέλειπται τελέως. ἀλλ’ ἡμεῖς γε ζητῶμεν αὐτὰ, κᾂν μηδεμίαν ὁδὸν εἰς τὴν εὕρεσιν ὑπ’ ἐκείνων ἔχωμεν παραδεδομένην. εἴρηται μὲν δὴ κᾀν τοῖς περὶ τῆς ἀρίστης αἱρέσεως κᾀν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν, ὅπως χρὴ τὰ τοιαῦτα πάντα καὶ ζητεῖν καὶ ἀνευρίσκειν· ἀλλὰ κᾀν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων διττὴν ὁδὸν ἔδειξα τῆς τῶν τοιούτων εὑρέσεως, ἑτέραν μὲν ἐκ τῶν ἐν τῇ δυσπνοίᾳ διαφορῶν ὁρμωμένην, ἑτέραν δ’ ἀπὸ τῶν ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις διαθέσεων, ἣν καὶ ῥᾴω τε καὶ σαφεστέραν ὑπάρχειν ἔλεγον· καὶ ὅστις ἐκείνοις ἐπιμελῶς ἐνέτυχε τοῖς γράμμασιν, οὐ δεήσεται λόγων πολλῶν εἰς τὴν τῶν παρόντων λύσιν· εἰ δ’ ἤτοι ῥᾳθύμως ἐκείνοις ὡμίλησεν, ἢ ἄλλως ἐστὶ δυσμαθὴς, ὁ μὲν ῥᾴθυμος αὖθις (ἢ) ἀναλεξάμενος αὐτὰ πάλιν ἐπὶ ταῦθ’ ἡκέτω· ὁ σκαιὸς δ’ ἄλλό τι πραττέτω, γινώσκων
904
ὡς οὐχ οἵα τε μεγάλου γνώμην ἀνδρὸς ἐκμαθεῖν φύσις μικρὰ, ὁποῖος ἦν ὁ Ἱπποκράτης. ἃ γοῦν οὐδεὶς ἔμπροσθεν οὔτε προὔβαλεν οὔτ’ ἠπόρησεν οὔτ’ ἐζήτησεν οὔθ’ εὗρεν, ἐγὼ καὶ προβαλῶ καὶ ἀπορήσω καὶ ὅπως χρὴ ζητεῖν ἐρῶ καὶ σὺν θεοῖς εὑρίσκειν ἐλπίζω. τὸ μὲν δὴ πρόβλημα καὶ μικρῷ πρόσθεν εἴρηταί μοι, τί δή ποτε τοσαῦτα δυσπνοιῶν εἴδη παρέλιπεν ὁ Ἱπποκράτης ἐν τῷ προγνωστικῷ τὸ δ’ ἀπόρημα νῦν εἰρήσεται τῶν ἐν τῷ πρώτῳ λόγῳ γεγραμμένων ἀναμνήσαντι πρότερον. ἁπάσας γὰρ τῶν δυσπνοιῶν τὰς διαφορὰς ἐν ἐκείνοις τοῖς λόγοις εἰς πέντε τὰ πάντα γένη διαθέσεών τε καὶ δυσπνοιῶν ἀνήγαγον, ὥστ’ ἀπορώτερον ἔτι τὸ πρόβλημα καθίσταται, τῆς μόνης ἔθ’ ὑπολειπομένης ἐλπίδος ἀνῃρημένης. ἐν γὰρ τοῖς τοιούτοις ἅπασιν, ἐν οἷς ὅτου δή ποτε τῶν ὄντων διαφοραὶ πλείους μὲν ὑφ’ ἑτέρου τινὸς ἢ ἀνδρὸς ἢ γράμματος, ἥττους δ’ ὑφ’ ἑτέρου λέγονται, μία μόνη τῆς συμφωνίας ἐλπὶς, εἴ τις ἐπιδεῖξαι δύναιτο τὸν μὲν ἐν τοῖς πρώτοις μέρεσι τῆς διαιρέσεως μεμενηκότα,
905
τὸν δὲ καὶ κατατέμνοντα. ταύτης τοίνυν ἡμῶν ἀφῃρημένης τῆς ἐλπίδος (ἐδείχθη γὰρ ἐν τῷ πρώτῳ λόγῳ, μήτε τῶν διαθέσεων μήτε τῶν δυσπνοιῶν εἰς ἀριθμὸν ἐλάττονα δύνασθαι ἀναχθῆναι τὰ γένη) τίς ἂν ἔτι μηχανὴ τῆς λύσεως τῶν νῦν ζητουμένων εὑρεθείη; τά τε γὰρ ἄλλα καὶ πρὸς τῷ παραλελεῖφθαί τινα τῶν πρώτων γενῶν ἔτι καὶ τὸ διεσπάσθαι τε καὶ κακῶς ἀντιδιῃρῆσθαι πρὸς ἄλληλα καὶ ἀσαφῶς ἡρμηνεῦσθαι μέμψαιτ’ ἄν τις ἐν τῷ προγνωστικῷ, καίτοι γ’ εἴπερ τῳ καὶ ἄλλῳ τῶν Ἱπποκράτους βιβλίων ὑπάρχοντι σαφεῖ. καὶ μὴν ἀσαφές τε ἅμα καὶ ἀδιόριστόν ἐστι τὸ κατὰ τὴν ἀρχὴν εὐθὺς εἰρημένον τῆς λέξεως· πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖσιν ὑπὲρ τῶν φρενῶν χωρίοισιν. εἰ μὲν γὰρ μὴ διττὸν ἦν τὸ πυκνὸν πνεῦμα, θάτερον μὲν μετὰ μεγέθους, θάτερον δὲ μετὰ σμικρότητος, ἢ εἰ μὴ διαφόρου διαθέσεως ἑκάτερον αὐτῶν ἔκγονον ὑπῆρχεν, εὐλόγως ἂν ὁ Ἱπποκράτης ἢ ἄτμητον αὐτὸ κατέλιπε, ἢ τοῦ δηλουμένου καθ’ ἑκάτερον τὴν διαφορὰν οὐκ ἐμήνυσεν· ἐπεὶ δ’ αὐτός τε σαφῶς ἐν τοῖς τῶν ἐπιδημιῶν βιβλίοις ἕτερον μὲν
906
τὸ πυκνὸν ἅμα καὶ σμικρὸν, ἕτερον δὲ τὸ πυκνὸν καὶ μέγα γινώσκει, καὶ ἡμεῖς ἀπεδείξαμεν ἐκ τῶν πρώτων εἶναι διαφορῶν αὐτὰ, κακῶς ἄτμητον ἐάσας τὸ πυκνὸν, ἁπλῶς οὕτως εἰπὼν ἠρκέσθη· πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖσιν ὑπὲρ τῶν φρενῶν χωρίοισιν. ἓν μὲν δὴ τοῦτ’ ἄπορον. ἐφεξῆς δὲ τῆς τρίτης διαφορᾶς μνημονεύσας ὡδί· μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου, παραφροσύνην σημαίνει· καὶ ταύτην εἰπὼν μόνην σαφῶς τῶν πρώτων διαφορῶν, οὐδ’ ὁτιοῦν τῆς παρακειμένης αὐτῇ τῆς ἀραιόν τε καὶ μικρὸν ἀποδεικνυούσης τὸ πνεῦμα δυσπνοίας ἐμνημόνευσε, καίτοι γε ὥσπερ τὸ πυκνὸν πνεῦμα διττὸν ἦν, μεγέθει καὶ σμικρότητι διαιρούμενον, οὕτω καὶ τὸ ἀραιὸν διττὸν ἐξ ἀνάγκης ἐστὶ, μεγέθει καὶ σμικρότητι διαιρούμενον. θατέρου δὲ μόνου κατὰ τὸ προγνωστικὸν ἐμνημόνευσεν εἰπών· μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου, παραφροσύνην σημαίνει· ἕτερον δὲ τὸ ἀραιὸν ἅμα καὶ σμικρὸν παραλελεῖφθαι φαίνεται. ὥστ’ ἐκ τῶν τεσσάρων συζυγιῶν, ἃς ἐν τῇ ἐπιδημίᾳ ἔγραψε, τὰς μὲν δύο τὰς πρώτας ἀδιορίστως τε
907
καὶ ἀσαφῶς καὶ συγκεχυμένως εἰρῆσθαι, μόνην δ’, ὡς ἔφαμεν, τὴν τρίτην, αὐτήν τε καὶ τὸ δηλούμενον ὑπ’ αὐτῆς, ἄμφω γεγράφθαι σαφῶς. οὐ μόνον δ’ ἐν τούτοις ἀσαφής τε ἅμα καὶ ἀδιόριστος καὶ παραλιπὼν τὰ πλείω δόξειεν ὑπάρχειν ὁ λόγος, ἀλλὰ κᾀξ ὧν ἐπιφέρων φησί· ψυχρὸν δ’ ἐκπνεόμενον ἔκ τε τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον κάρτα ἤδη γίγνεται. τί δήποτε γὰρ, εἰ τὰς κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν διαφορὰς ἐπελθεῖν ἐγνώκει, τῆς ψυχρᾶς ἐμνημόνευσε μόνης; ἔτι τε τί δή ποτε μὲν τῶν ἄλλων δύο, ἥν τε ἀδιορίστως ὀνομάζει πυκνὸν πνεῦμα καὶ ἣν διοριζόμενος ἀραιὸν καὶ μέγα, τὰς διαθέσεις αὐτὰς μόνας παρέγραψεν, οὐ μὴν εἰς ὅ τι τελευτήσουσιν ἐμήνυσε, πόνον μὲν καὶ φλεγμονὴν ὑπὸ τῆς πυκνῆς, παραφροσύνην δ’ ὑπὸ τῆς ἀραιᾶς τε ἅμα καὶ μεγάλης δυσπνοίας δηλοῦσθαι φάμενος; ἐπὶ δὲ τῆς κατὰ τὸ ψυχρὸν διαφορᾶς ἐς ὅ τι μὲν τελευτήσει λέγει· φησὶ γὰρ ὀλέθριον εἶναι κάρτα τὸ τοιοῦτον πνεῦμα· τὴν διάθεσιν δ’ ἀφ’ ἧς οὕτω δυσπνοοῦσιν, ἀσαφεστέραν οὖσαν, οὐκέτι λέγει, βέλτιον ὂν ὀπὶ πασῶν τῶν δυσπνοιῶν καὶ τὰς διαθέσεις αὐτὰς εἰπεῖν, 
908
αἵ τινές ποθ’ ὑπάρχουσι, καὶ τὸν τρόπον αὐτῶν προσγράψαι, διορίζοντα τὰς ἐπιεικεῖς ἀπὸ τῶν κακοηθῶν. οὐ τοίνυν οὕτως ἐποίησεν, ἀλλ’ ἐπὶ μὲν τῶν προτέρων δυσπνοιῶν τὰς διαθέσεις, ἐπὶ δὲ τῆς ἐσχάτης τὸν τρόπον μόνον ἐδήλωσεν. ὃ δὴ πάντων ἀφυκτότατόν ἐστι τῶν ἐγκλημάτων, τὸ μηδὲν ὅλως εἰρῆσθαι περὶ τῆς ἀνωμάλου δυσπνοίας, ἤδη δὴ καὶ αὐτὸ προσκείσθω τῷ λόγῳ. τὸ μὲν γὰρ ἐκτεῖνον καὶ κατεπεῖγον πνεῦμα καὶ τὸ ἔξω μέγα καὶ εἴσω μικρὸν, οὐκ εἴρηται μὲν οὐδ’ αὐτὰ διὰ τοῦ προγνωστικοῦ γράμματος, ἐξ ὧν δὲ ἡμεῖς ἐν τῷ πρώτῳ λόγῳ διήλθομεν, ἐν ταῖς τέσσαρσι τῶν δυσπνοιῶν συζυγίαις εὑρίσκεται περιεχόμενα· τὴν δέ γε πέμπτην ἀνώμαλον, ἧς τὸ μὲν ἥμισυ μέρος ἐν τοῖς τῶν ἐπιδημιῶν ἔγραψε, διπλῆν εἴσω φάμενος ἐπανάκλησιν, ἐν δὲ τῷ προγνωστικῷ τελέως παρέλιπεν, οὐκ ἔστιν ὑπ’ οὐδεμιᾶς τῶν τεττάρων συζυγιῶν κατ’ οὐδένα τρόπον εὑρεῖν περιεχομένην. αἵ μὲν οὖν ἀπορίαι τοσαῦταί τε καὶ τοιαῦται.

Χρὴ δὲ τοὐντεῦθεν μὴ τοῖς πολλοῖς τῶν ἀντιλεγόντων Ἱπποκράτους παραπλησίως, καὶ ἡμᾶς τὰς μὲν

909
ἀπορίας εὐπόρως ἐξευρίσκειν, ἐν δὲ ταῖς λύσεσιν αὐτῶν ἀπορεῖν, ἀλλὰ πρῶτον μὲν ὁδόν τινα τῆς εὐπορίας εὑρεῖν, ἐφεξῆς δ’ ἀποδείξει πιστώσασθαι τὰ δι’ αὐτὴν εὑρεθέντα. τίς οὖν ὁδὸς τῆς εὐπορίας; χρὴ γὰρ ἐντεῦθεν ἄρξασθαι· μία μὲν ἡ κοινὴ πάντων τῶν παλαιῶν συνήθης βραχυλογία· δευτέρα δὲ Ἱπποκράτους αὐτοῦ μεγαλοφροσύνη. δέδεικται γὰρ ἡμῖν δεινὸς πολλάκις ὁ ἀνὴρ οὗτος, ὅσα μὲν καὶ τοῖς ἄλλοις ἰατροῖς ἐστι γνώριμα παρατρέχων, ὡς ὑπὸ μηδενὸς τῶν γνησίως ἀσκούντων τὴν τέχνην ἀγνοηθῆναι δυνάμενα, τὰ δὲ τοῖς τοιούτοις ἀγνοούμενα πάντ’ ἐπιμελῶς τε ἅμα καὶ σαφῶς ἐξηγούμενος. εἰ δὴ τοῦτ’ ἐστὶν ἔθος αὐτῷ, τί θαυμαστὸν ἀμφισβητουμένην τε καὶ ἀσαφῆ τοῖς πολλοῖς δυσπνοίας διαφορὰν τὴν κατὰ μέγεθός τε καὶ ἀραιότητα διά τε τῶν ἄλλων συγγραμμάτων ἐπιδεῖξαι πειραθῆναι παραφροσύνης ἰδίαν οὖσαν ἔν τε τῷ προγνωστικῷ σαφοῦς ἀξιῶσαι διδασκαλίας, τὰς δὲ τῆς πυκνότητος, ὡς ἂν μηδὲ ταύτας ἀγνοηθῆναι τοῖς ἰατροῖς δυναμένας, ἑνὶ κεφαλαίῳ περιλαβόντα, διὰ ταχέων δηλῶσαι; ἔν τε γὰρ πλευρίτισι καὶ περιπνευμονίαις καὶ συνάγχαις καὶ
910
ὀρθοπνοίαις πυκνὸν καὶ μικρὸν γίνεται τὸ πνεῦμα· καὶ εἰ μὴ πλευρῖτις δ’ εἴη, μόνη δ’ ὀδύνη κατὰ τὰς πλευρὰς ὑπάρχοι, πυκνὸν καὶ μικρὸν ἔσται τὸ πνεῦμα, καθάπερ εἰ καὶ περὶ τὸ στόμα τῆς κοιλίας, ἢ τὸν στόμαχον, ἢ τοῦ σπληνὸς τὴν κεφαλὴν, ἢ τοῦ ἥπατος τὰ κυρτά. καὶ γὰρ οὖν κᾀνταῦθα πόνου τινὸς ὑπάρχοντος, ἀνάγκη μικρὸν καὶ πυκνὸν γενέσθαι τὸ πνεῦμα, καὶ πολύ γε μᾶλλον, εἰ περὶ τὸ διάφραγμα γένοιτο καὶ τὸ συνάπτον αὐτοῦ τῷ περιτοναίῳ καὶ τοὺς μῦς τοὺς περικειμένους αὐτόθι. καίτοι κᾂν εἰ μὴ τῇδε μόνον, ἀλλὰ καὶ κατωτέρω μειζόνως πεπονθὸς τὸ περιτόναιον, αἰσθάνεταί τε τῆς βλάβης αὐτοῦ τὸ διάφραγμα καὶ οὕτω μικρὸν καὶ πυκνὸν ἐργάζεται τὸ πνεῦμα. καὶ τῆς γαστρὸς αὐτῆς αἱ μείζους διαθέσεις, αἱ σὺν ὀδύνῃ τε καὶ ὄγκῳ, καὶ τοῦ σπληνὸς τὰ κάτω καὶ τοῦ ἥπατος, οὐδὲν ἧττον καὶ αὐταὶ πυκνὸν καὶ μικρὸν ἐργάζονται τὸ πνεῦμα· καὶ ὅλως, εἴτ’ ὄγκος τις εἴη, θλίβων τε καὶ στενοχωρῶν ὁτιοῦν τῶν ἀναπνευστικῶν ὀργάνων, εἴτ’ ὀδύνη περί τι μόριον οὕτω πλησιάζον τοῖς ἀναπνευστικοῖς, ὡς κινουμένοις αὐτοῖς συγκινεῖσθαι, πυκνὸν καὶ μικρὸν ἔσται τὸ πνεῦμα. τὰς δ’ ἄλλας αἰτίας
911
τούτων ἐν τῷ πρώτῳ γράμματι διήλθομεν, ὥσπέρ γε καὶ ὅτι θερμασίας πολλῆς ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἠθροισμένης, πυκνὸν καὶ μέγα γενήσεται τὸ πνεῦμα. φαίνεται δὲ καὶ τοῦτο σχεδὸν ἁπάσης ἡμέρας ἐπὶ τῶν διακαῶν πάντων πυρετῶν, ὥστ’ οὐδ’ αὐτὸ διαλάθοι τινά. καὶ μέν τοι καὶ ὡς τὴν παρὰ φύσιν φλόγωσιν οὐχ Ἱπποκράτης μόνον, ἀλλὰ καὶ οἱ ἄλλοι σχεδὸν ἅπαντες οἱ πρὸ Ἐρασιστράτου φλεγμονὴν ὠνόμαζον, οὐχ ἡμῖν μόνοις, ἀλλὰ καὶ σύμπασιν ὡς εἰπεῖν τοῖς Ἱπποκράτους ἐξηγηταῖς ἀποδέδεικται. τούτων οὖν ὑποκειμένων, οὐδὲν ἔτι θαυμαστὸν ἑνὶ κεφαλαίῳ τὰς εἰρημένας ἀμφοτέρας διαφορὰς δηλῶσαι τὸν Ἱπποκράτην, πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν, εἰπόντα, πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖσιν ὑπὲρ τῶν φρενῶν χωρίοισιν, ὡς ἂν καὶ ἡμῶν νοῆσαι δυναμένων, ὅτι τὸ μὲν μετὰ μικρότητος πόνον σημαίνει, τὸ δὲ μετὰ μεγέθους φλεγμονὴν, ὅ πέρ ἐστι φλόγωσιν, δηλοῖ· προσθέντα δ’ εὐλόγως, ἐν τοῖσιν ὑπὲρ τῶν φρενῶν χωρίοισιν, ἤτοι τοῖς ἀναπνευστικοῖς, ὡς ἂν τῶν κάτω τοῦ διαφράγματος ἀμέτρων θερμασιῶν εἰς μέγεθός τε καὶ πυκνότητα τὴν ἀναπνοὴν ἐξᾶραι μὴ δυναμένων.

912

Ἡ μὲν ὁδὸς τῆς εὑρέσεως τῶν ζητουμένων κατά γε τὰς πρώτας διαφορὰς ἥδε· προσθεῖναι δ’ ἀνάγκη τινὰ καὶ ἀπόδειξιν τῷ λόγῳ. νυνὶ μὲν γὰρ, ὡς οὐκ ἀδύνατόν ἐστι, ταύτῃ τῇ γνώμῃ κεχρῆσθαι τὸν Ἱπποκράτην, δεδήλωται· δειχθήσεται δ’ ἐφεξῆς, ὅτι πάντως οὕτως ἔχει. τί δή ποτε γὰρ ἐν μὲν τοῖς τῶν ἐπιδημιῶν βιβλίοις ἀμφοτέροις, ἔν τε τῷ δευτέρῳ καὶ τῷ ἕκτῳ, πρώτας ἁπασῶν δύο ταύτας εὑρίσκεται διαφορὰς δυσπνοίας διαιρούμενος, προτέραν μὲν τὸ μικρὸν καὶ πυκνὸν πνεῦμα, δευτέραν δὲ τὸ πυκνὸν καὶ μέγα, κατὰ δὲ τὸ προκείμενον ἀγνοεῖν αὐτὰς νομίζεται, πρὸς τῷ καὶ μετὰ ταῦτ’ εὐθὺς ἐν τῷ προγνωστικῷ γράφειν, ἀραιὸν καὶ μέγα; ἀραιὸν μὲν οὖν καὶ μέγα πνεῦμα γινώσκει, πυκνὸν δὲ καὶ μικρὸν ἀγνοεῖ; κᾂν φαίη τις τῶν τὰ χείρω σπουδαζόντων, ὡς αὐτὸ μὲν τί ποτ’ ἐστὶ πυκνὸν καὶ μικρὸν πνεῦμα γινώσκειν ἠδύνατο, τίς δ’ ἐστὶν ἡ ἀπεργαζομένη διάθεσις αὐτὸ, μὴ γινώσκειν ἠδύνατο, ἀλλ’ ὅταν εἴποι, τὸ πυκνὸν πνεῦμα πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖς ὑπὲρ τῶν φρενῶν χωρίοις, δῆλός ἐστι καὶ τὰς διαθέσεις γράφων 

913
καὶ οὐδετέραν παραλιπὼν, ἀλλὰ κατὰ τὴν αὐτὴν τάξιν ἐδήλωσεν, ἣν κᾀν τοῖς δύο τῶν ἐπιδημιῶν βιβλίοις ἐποιήσατο. δῆλον οὖν ἐστι τῷ μὲν πυκνῷ καὶ σμικρῷ τὸν πόνον, τῷ δὲ πυκνῷ καὶ μεγάλῳ τὴν φλόγωσιν συνάπτων. οὐδὲ γὰρ τοῦτ’ ἔστιν εἰπεῖν, ὡς ἐν μὲν τοῖς τῶν ἐπιδημιῶν δύο ἐμνημόνευσε μικροῦ καὶ πυκνοῦ καὶ μεγάλου καὶ πυκνοῦ πνεύματος, ἑτέρωθι δ’ οὐδαμόθι. καὶ γὰρ ἐν αὐτοῖς ἐκείνοις πολλάκις κᾀν τῷ περὶ διαίτης ὀξέων, ὃν ἐπιγράφουσι περὶ πτισάνης, εὐθὺς ἐν ἀρχῇ τοῦ συγγράμματος οὐ μόνον διαῤῥήδην ὀνομάζει τὸ τῆς δυσπνοίας ταύτης εἶδος, ἀλλὰ καὶ τὴν διάθεσιν ἐφ’ ᾗ γίγνεται καὶ τὸν τρόπον αὐτῆς καθ’ ὃν βλάπτειν πέφυκε, καίτοι τῶν ὑπὸ φιλονεικίας πολλὰ παρακοπτόντων ὡς οὐ γνήσια τοῦ Ἱπποκράτους βιβλία οὐδεὶς ἐτόλμησεν ἀφελέσθαι τὸν ἄνδρα τουτὶ τὸ σύγγραμμα. τὰ μὲν γὰρ ἐπὶ τέλει τὰ μετὰ τὴν τοῦ λουτροῦ χρῆσιν ἀφαιροῦσι πολλοὶ, τὰ δὲ ἕως τοῦδε φυλάττουσιν ἅπαντες. ἂν οὖν μὴ μόνον ἐν τούτῳ τῷ βιβλίῳ δείξωμεν, ἀλλὰ καὶ δι’ ἄλλων πολλῶν ὁμοίως εὑρεθῇ τάς τε διαφορὰς τοῦ πυκνοῦ πνεύματος γινώσκων καὶ τὰς διαθέσεις, ἐνδεῖν τι δόξει πρὸς τὴν ἀπόδειξιν; εἰ δὲ καὶ κατ’ αὐτὸ
914
τὸ προγνωστικὸν εὑρεθείη κατωτέρω μήτε τὰς διαφορὰς ἀγνοῶν καὶ τὰς διαθέσεις ἐπιστάμενος, οὐκ ἂν ἔτι μᾶλλον πιστεύσαις ἀποδεδεῖχθαι τὸ προκείμενον; καὶ μὴν ὅτι ταῦθ’ οὕτως ἔχει καὶ μηδὲν ψευδόμεθα, πάρεστι σκοπεῖν ἐξ αὐτῶν τῶν ῥήσεων. ἄρξομαι δ’ ἀπὸ τοῦ περὶ διαίτης ὀξέων. ἐν τούτῳ τῷ βιβλίῳ κατ’ ἀρχὰς εὐθὺς περὶ τῶν κατὰ πνεύμονα καὶ θώρακα νοσημάτων τὸν λόγον ποιούμενος ὡδί πως φησίν· οἷσί τε γὰρ σῖτος αὐτίκα ἐγκατακέκλεισται, ἢν μή τις ὑποκενώσας τὸ ῥόφημα δοίη, τὴν ὀδύνην ἐνεοῦσαν προσπαροξύνειεν ἂν, καὶ μὴ ἐνεοῦσαν εὐθὺς ἐμποιήσειεν ἂν, καὶ πνεῦμα πυκνότερον γένοιτ’ ἄν· κακὸν δὲ τοῦτο· ξηραντικὸν γὰρ πνεύμονος καὶ κοπῶδες ὑποχονδρίων καὶ ἤτρου καὶ φρενῶν. ἐν τούτῳ τῷ λόγῳ πρῶτον μὲν ὅτι καὶ διὰ πόνον τὸ πυκνὸν γίνεται πνεῦμα δεδήλωκεν, ἡμῖν, οἶμαι, καταλιπὼν ἐπινοεῖν τὸν τρόπον τῆς γενέσεως, ὃν ἐν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων σαφῶς μοι δοκῶ διεληλυθέναι. καθ’ ὃν γὰρ τρόπον ὀδυνώμενοι τὰ σκέλη μέγα προβαίνειν οὐ δυνάμεθα, κατὰ τὸν αὐτὸν τρόπον, ὅταν πονῇ τι τῶν κινουμένων ἐν ταῖς ἀναπνοαῖς ὀργάνων, μικρὸν ἀναπνεῖν ἀναγκαζόμεθα
915
καὶ θᾶττον παύσασθαι γλιχόμεθα. ἐπεὶ γὰρ συμπαρεκτείνεται τῷ μήκει τοῦ χρόνου τῆς ἀναπνοῆς ὁ πόνος, ὁ θᾶττον ἂν ἐπισχὼν τὴν κίνησιν τῶν ἀναπνευστικῶν θᾶττον ὀδυνώμενος παύσεται. ἀλλ’ ὅσον πρωϊαίτερον τοῦ δέοντος ἐπαύσατο, τοσοῦτον τὸ ζῶον ἐλλιπέστερον ἀπήλαυσε τῆς εἰσπνοῆς. ὥσπερ οὖν εἴ τις ἐλάττω τῆς χρείας σιτία προσάρηται, ταχέως οὗτος ἑτέρων δεήσεται σιτίων, οὕτως εἴ τις εἰσπνεύσειεν ἔλαττον τῆς χρείας, θᾶττον οὗτος εἰσπνοῆς προσδεήσεται, κᾀν τῷδε συμβήσεται πυκνοῦσθαι τὸ πνεῦμα. ὃν γὰρ ἡσύχαζε χρόνον ἐν τῷ μεταξὺ τῶν ἐνεργειῶν ἀναπαυόμενα τὰ τῆς ἀναπνοῆς ὄργανα, τοῦτον νῦν αὐτοῖς οὐκ ἐπιτρέπει ἡσυχάζειν τὸ ζῶον. ἅτε γὰρ ἐλλιπῶς ἀναπνέον ἑκάστην ἀναπνοὴν, ἀεὶ καὶ μᾶλλον ἐγγυτέρω πελάζει πνίξεως· δέει δὲ αὐτοῦ τοῦδε τοῦ παθήματος ἀναπνεῦσαι θᾶττον ἐπείγεται, καὶ κινεῖ τὰ τῆς ἀναπνοῆς ὄργανα πρωϊαίτερον τοῦ δέοντος, οὐκ ἐπιτρέπον αὐτοῖς ἡσυχάζειν ἐς ὅσον ἡσύχαζεν, ὅτ’ εἶχε κατὰ φύσιν. ὅταν οὖν διὰ τὴν ὀδύνην ὁ Ἱπποκράτης πυκνότερον τὸ πνεῦμα γενέσθαι λέγῃ, φαίνηται δὲ διὰ μέσης τῆς μικρότητος ἡ πυκνότης γεννᾶσθαι,
916
παντί που δῆλον, ὡς καὶ τὴν σμικρότητα γινώσκει. τίς γὰρ ἂν τὸ τρίτον ἀπὸ τοῦ πρώτου δύναιτο γνῶναι τὸ μέσον ἀγνοῶν, καὶ μάλισθ’ ὅταν αὐτὸ τῷ τρίτῳ τῆς γενέσεως αἴτιον ὑπάρχῃ; καὶ μέν γε καὶ προελθὼν ὀλίγον αὐτοῖς τοῖς ἰδίοις ῥήμασιν ἄντικρυς αἰτιᾶται τὴν μικρότητα τῆς πυκνότητος, γράφων ὡδί· καὶ γὰρ αὐτὸ τὸ πτύελον ἐνεχόμενον κωλύει μὲν τὸ πνεῦμα εἴσω φέρεσθαι, ἀναγκάζει δὲ ταχέως ἔξω φέρεσθαι. τὴν ἑτέραν ἐνταῦθα πάλιν αἰτίαν διδάσκει τῆς τοῦ πυκνοῦ πνεύματος γενέσεως, ὠνόμαζε δ’ αὐτὴν ἐν τοῖς ἔμπροσθεν λόγοις στενοχωρίαν τῶν ἀναπνευστικῶν ὀργάνων. ὅπερ οὖν ἐπὶ τοῦ πόνου παρέλιπεν ἡμῖν ἐπινοῆσαι, τοῦτ’ ἐνταῦθα αὐτὸς ἐξηγήσατο. τί δ’ ἐστὶ τοῦτο; πολλοῦ, φησι, τοῦ πτυέλου περιεχομένου κατὰ τὰς ἀρτηρίας, τοῦ πνεύμονος δηλονότι, καὶ τὴν χώραν τοῦ πνεύματος αὐτοῦ φθάνοντος κατειληφέναι, κωλύεται κατὰ τὴν τῆς εἰσπνοῆς ἐνέργειαν εἴσω παραγενέσθαι τὸ πνεῦμα. ἆρ’ οὖν ἕτερόν τι τῆς μικρᾶς εἰσπνοῆς ἐστι τὸ νῦν λεγόμενον; οὐ μὴν, εἴγε τῷ πλήθει τῆς εἰσπνεομένης οὐσίας παραμετρεῖν χρὴ τὸ μέγεθος τῆς ἀναπνοῆς, ὡς ἐν τῷ πρώτῳ
917
δέδεικται λόγῳ· ἀλλὰ εἰ δι’ ἄλλην τινὰ αἰτίαν ἀναγκάζεσθαι ταχέως ἔξω φέρεσθαι τὸ πνεῦμά φησι ἢ διὰ τὴν μικρότητα τῆς εἰσπνοῆς, οὐκ ἔστιν οὐδὲ τοῦτ’ εἰπεῖν, ἐχούσης οὕτω τῆς λέξεως· καὶ γὰρ αὐτὸ τὸ πτύελον ἐνεχόμενον, κωλύει μὲν τὸ πνεῦμα εἴσω φέρεσθαι, ἀναγκάζει δὲ ταχέως φέρεσθαι ἔξω. διότι γὰρ ἐστερήθη τῆς εἴσω φορᾶς, ἡσυχάζειν οὐκ ἐπιτρέπει τὸ ζῶον, πνιγῆναι κινδυνεῦον, κᾀν τῷδε πυκνὸν γίνεται. τὸ γὰρ ἐπὶ τὴν ἐκπνοὴν ἰέναι ταχέως ἀπὸ τῆς εἰσπνοῆς οὐδὲν ἕτερόν ἐστι τοῦ πυκνῶς ἀναπνεῖν. οὐ γὰρ δὴ τάς γε συλλαβὰς τῶν ὀνομάτων αὐτὰς ἐθέλειν ἀκούειν προσήκει, τῶν λόγων ὅλων σαφῶς λεγομένων, οὐδ’ ἄλλο μέν τι νομίζειν εἶναι τὸ ταχέως ἐπὶ τὴν ἐκπνοὴν ὁρμᾷν τοῦ πυκνῶς ἀναπνεῖν, ἄλλο δέ τι τὸ κωλύεσθαι τὴν εἰσπνοὴν αὐτάρκως γίγνεσθαι τοῦ μικρὰν εἶναι τὴν ἀναπνοήν. ἀλλ’ ἐνταῦθα μὲν αὐτὸς ὁ Ἱπποκράτης ἐξηγήσατο σαφῶς, ὅπως ἐπὶ τῷ πτυέλῳ κατεχομένῳ πυκνὸν γίνεται τὸ πνεῦμα διὰ μέσης τῆς μικρότητος· ἐπὶ δὲ τῆς ὀδύνης παρέλιπεν, ὡς ἂν, οἶμαι, πολλαχοῦ μὲν αὐτὸς εἰρηκὼς κωλύεσθαι τὰς ἐνεργείας 
918
τῶν ὀργάνων ὑπὸ τοῦ πόνου, δυναμένων δὲ καὶ ἡμῶν, κᾂν εἰ μὴ παρ’ ἐκείνου προσηκούσαμεν, ἐκ τῶν ἐναργῶς φαινομένων εὑρεῖν αὐτό. πρὸς τῷ τοίνυν ἄμφω ταῦθ’ ἡμᾶς ἐν τῷδε τῷ λόγῳ διδάξαι σαφῶς, ὡς καὶ πόνος καὶ στενοχωρία μικρὰν ἐργαζόμενα τὴν ἀναπνοὴν, εὐθὺς καὶ πυκνὴν δείκνυσιν, ἔτι καὶ τοῦτ’ ἐκδιδάσκει, τὸ μὴ ταῦτ’ εἶναι μόνον πυκνοῦ πνεύματος αἴτια. πρῶτον μὲν γὰρ ἐν τῷ φάναι, εἴρηται δ’ οὕτως ἐπὶ τῆς ὀδύνης, αὐτὸ δῆλον ποιεῖται πυκνὸν ἤδη διὰ τὴν ἑτέραν αἰτίαν ὑπάρχον τὸ πνεῦμα, πυκνότερον γίγνεσθαι λέγων διὰ τὸν πόνον, ὡς ἂν, οἶμαι, κᾀνταῦθ’ ἡμῶν λογίσασθαι δυναμένων, τὴν πυρεκτικὴν θερμασίαν πάντως αὐτὸ πυκνὸν ἀπεργάσασθαι· δεύτερον δ’ ἐν τῷ λέγειν, ὅτι ὑπὸ τοῦ πυκνοῦ καὶ πολλοῦ πνεύματος, ὡς ἤδη εἴρηται, γλισχραινόμενον τὸ πτύελον ἀπέπτως κωλύει τὴν ἐπάνοδον γίνεσθαι. τοῦ μὲν γὰρ πυκνοῦ πνεύματος ὁ πόνος αἴτιον, τοῦ πολλοῦ δὲ οὐχ οὗτος, ἀλλ’ ἡ πυρεκτικὴ θερμασία. πάνυ δὲ κᾀνταῦθα σαφῶς, οὐ μεγάλου πνεύματος εἶπεν, ἀλλὰ πολλοῦ. τὸ μὲν γὰρ μέγα τῷ καθ’ ἑκάστην ἀναπνοὴν ποσῷ κρίνεται, τὸ δὲ πολὺ δυνατόν ἐστιν ἐκ μικρῶν ἐνίοτε πολλῶν
919
ἀθροίζεσθαι. καὶ φαίνεταί γε σαφῶς τοῦτο γιγνόμενον ἐπὶ τῶν πλευριτικῶν, μέγα μὲν εἰσάπαξ ἀναπνεῖν μὴ δυναμένων διὰ τὸν πόνον, καίτοι γε δέονται πλέονος ἀέρος διὰ τὸν πυρετὸν, τῇ συνεχείᾳ δὲ τῆς ἐνεργείας ἴσον ταῖς μεγάλαις ἀναπνοαῖς τὸ πλῆθος τοῦ πνεύματος ἀθροιζόντων. ὃ γὰρ ὀλίγαι μεγάλαι, τοῦτο πολλαὶ σμικραὶ δύνανται. κατὰ δὲ ταὐτὰ κᾀπὶ τῶν περιπνευμονικῶν πολλοῦ μὲν τοῦ πνεύματος ἡ χρεία, διὰ δὲ τὴν στενοχωρίαν ὀλίγον εἰσπνεῖται· κᾀνταῦθ’ οὖν ἡ πυκνότης πολλὰς ἐργαζομένη τὰς μικρὰς ἀναπνοὰς, εἰς ἴσον ἄγει ταῖς ὀλίγαις τε καὶ μεγάλαις.

Ἆρ οὖν ἔτι δεησόμεθα τὰς συλλαβὰς εὑρίσκειν τῶν ὀνομάτων ἐν τῷδε τῷ βιβλίῳ γεγραμμένας ἐφεξῆς οὕτω, μικᾶς τε καὶ μεγάλης ἀναπνοῆς, οὐκ ἀρκούμενοι τοῖς πράγμασιν αὐτοῖς οὕτω σαφῶς δηδηλωμένοις; καὶ μὴν οὐ τοῦτ’ ἦν τὸ ζητούμενον, εἰ τοὔνομα γινώσκει τὸ τῆς μικρᾶς καὶ μεγάλης ἀναπνοῆς Ἱπποκράτης· εὑρίσκεται γὰρ ἔν τε τοῖς τῶν ἐπιδημιῶν βιβλίοις γεγραμμένον κᾀν τῷ προγνωστικῷ πάλιν ἐν οἷς ἔλεγε· μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ

920
χρόνου παραφροσύνην σημαίνει· ἀλλ’ εἰ διττὸν οἶδε τὸ πυκνὸν πνεῦμα καὶ τὸ μὲν αὐτῶν ὑπὸ πόνου γίγνεσθαί φησι, τὸ δὲ ὑπὸ θερμασίας πολλῆς ἐν τοῖς ἀνπνευστικοῖς ὀργάνοις ἀθροιζομένης. ὅπου τοίνυν ἐπιδέδεικται ταῦτα, περιττὸν ἔτι ποθεῖν ἀκούειν τὰς τῶν ὀνομάτων συλλαβὰς, ἐπεὶ καὶ κατ’ αὐτὸν τοῦτον τὸν ἐν τῷ προγνωστικῷ λόγον, ὃν ἐπὶ τῆς παραφροσύνης ἔγραψεν, ἐξέσται τινὶ λέγειν οὐκ ἀραιὸν μὲν καὶ μέγα τὸ δηλοῦν αὐτὴν εἰρῆσθαι πνεῦμα, καὶ τὴν λέξιν προτείνεσθαι τόνδε τὸν τρόπον ἔχουσαν, μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην σημαίνει, ὥσπερ οὐ ταὐτὸν μόνον ἢ ἀραιὸν εἰπεῖν, ἢ διὰ πολλοῦ χρόνου, ἢ νῦν ἡμῶν ὀνόματα θηρευόντων, καὶ οὐ τὰ πράγματα ζητούντων. ἀλλ’ ἐπειδή τινες εἰς τοσοῦτον ἥκουσι σκαιότητος, ὡς καὶ τῶν ὀνομάτων ἀκούειν ἐθέλειν αὐτῶν, ἀναμνήσωμεν καὶ αὐτοὺς ἐξ αὐτοῦ τοῦ περὶ διαίτης ὀξέων βιβλίου δυοῖν τινων ῥήσεων ὡδί πως ἐχουσῶν· πνεῦμα προσπταῖον ἐν τῇ ἄνω φορῇ πυκνὸν ἢ μέγα. ἐνταῦθα μὲν ἔχεις, εἴπερ ἐπιθυμεῖς, τοὔνομα τὸ μέγα· τὸ δ’ αὖ μικρὸν, ἐπειδάν φησι· καὶ πνεῦμα
921
σμικρὸν καὶ ἀντίσπασις τοῦ πνεύματος πυκνὴ καὶ βιαίη παραγίγνεται. κατὰ δ’ αὖ τὸ προγνωστικὸν αὐτὸ δυσπετέως φέρειν τὴν νοῦσόν φησι καὶ πνεῦμα μέγα καὶ πυκνὸν εἶναι. τοῦτο μὲν οὖν ἄντικρυς αὐτοῖς τοῖς ὀνόμασιν ἔγραψε, μέγα καὶ πυκνὸν, τὸ δ’ αὖ μικρὸν καὶ πυκνὸν ἐν τῷ περὶ συνάγχης λόγῳ, πλεῖστόν τε πόνον παρέχουσι καὶ ὀρθόπνοιαν, εἰπών. ὅτι γὰρ ἐν ταῖς ὀρθοπνοίαις μικρὸν καὶ πυκνὸν γίνεται τὸ πνεῦμα διὰ τὴν στενοχωρίαν τῶν ἀναπνευστικῶν ὀργάνων, οὐκ οἶδ’ εἴ τις ἀγνοεῖ. καίτοι κᾂν εἰ τὰ τοιαῦτα παρ’ Ἱπποκράτους αὐτοῦ μαθεῖν ἐθέλομεν, ἐν μὲν τῷ περὶ διαίτης ὀξέων ἐν αἷς ὀλίγον ἔμπροσθεν ἔγραψα λέξεσιν ἐδίδαξεν ἡμᾶς, ὅπως γίγνεται μικρὸν καὶ πυκνὸν πνεῦμα κατὰ τὴν τῶν πτυέλων ἐπίσχεσιν. ἐν δὲ τῷ περὶ ἄρθρων εὐθὺς ἐν ἀρχῇ τοῦ περὶ τῆς ῥάχεως αὐτοῦ, τὰς ὑπὸ τῶν ὄγκων ἢ νοσημάτων γιγνομένας κυφώσεις ἐν τοῖς ἀνωτέρω τῶν φρενῶν χωρίοις διηγούμενος, ὡδί πως φησὶν, ( ὅλην γὰρ, οἶμαι, κάλλιον εἶναι δοκεῖ παραγράψαι τὴν ῥῆσιν) οἷσι μὲν ἄνω τῶν φρενῶν τὸ κυφὸν, τουτέοισι μὲν αἱ πλευραὶ οὐκ ἐθέλουσιν εἰς τὸ εὐρὺ αὔξεσθαι,
922
ἀλλ’ ἐς τοὔμπροσθεν, τό τε στῆθος ὀξὺ γίγνεται, ἀλλ’ οὐ πλατὺ, αὐτοί τε δύσπνοοι γίγνονται καὶ κερχνώδεες· ἧσσον γὰρ ἰθυωρίην ἔχουσιν αἱ κοιλίαι τὸ πνεῦμα δεχόμεναι καὶ προπέμπουσαι. καὶ γὰρ δὴ καὶ ἀναγκάζονται κατὰ τὸν μέγαν σπόνδυλον λορδὸν τὸν αὐχένα ἔχειν, ὡς μὴ προπετὴς ᾖ αὐτέοισιν ἡ κεφαλή. στενοχωρίην οὖν πολλὴν τῇ φάρυγγι παρέχουσι· καὶ τοῦτο συμβάλλεται εἰς τὸ εἴσω ῥέπον. καὶ γὰρ αὐτοῖσιν ὀρθοῖσι φύσει δύσπνοιαν παρέχει τοῦτο τὸ ὀστέον, ἂν ἔσω ῥέπει, ἔστ’ ἂν ἀναπιεσθῇ. διὰ οὖν τὸ τοιοῦτον πρῆγμα ἐξεχέμβροχοι οἱ τοιοῦτοι τῶν ἀνθρώπων μᾶλλον φαίνονται ἢ ὑγιέες, φυματίαι τε ὡς ἐπὶ πολὺ τὸν πνεύμονά εἰσιν οἱ τοιοῦτοι, σκληρῶν φυμάτων καὶ ἀπέπτων. καὶ γὰρ ἡ πρόφασις τοῦ κυφώματος καὶ ἡ ξύντασις τοῖσι πλείστοισι διὰ τοιαύτας συστροφὰς γίγνεται, οἷσιν ἂν κοινωνήσωσιν οἱ ξύντονοι. ἐν τούτῳ τῷ λόγῳ παντὶ τὴν μὲν κύφωσιν ἐπὶ τοῖς ἐν πνεύμονι φύμασιν ἀπέπτοις τε καὶ σκληροῖς γίγνεσθαι λέγει, τὴν δὲ δύσπνοιαν ἐπὶ τῇ στενοχωρίᾳ· κερχνώδη δὲ κέκληκε τὴν τοιαύτην διαφορὰν αὐτοῦ. ἐν δέ γε τῷ 
923
περὶ διαίτης ὀξέων, ἡνίκα τῶν εἰς μικρότητά τε καὶ πυκνότητα τὴν ἀναπνοὴν τρεπομένων ἐμέμνητο, καὶ αὐτὸ μὲν τοῦτο τὸ τῆς ὀρθοπνοίας ὄνομα προσέθηκε, καὶ ῥέγχειν αὐτοὺς ἔφησεν, ὥστε κᾀπειδὰν ἐν προγνωστικῷ περὶ συνάγχης διηγούμενος εἶπε· πλεῖστόν τε πόνον παρέχουσι καὶ ὀρθόπνοιαν, οὐκ ἄλλο τι δυσπνοίας εἶδος ἢ τὸ σμικροῦ καὶ πυκνοῦ πνεύματος οὕτως ὀνομάζει. πάντες γὰρ οἱ διὰ στενοχωρίαν αὐτάρκως εἰσπνεῖν μὴ δυνάμενοι πνίγεσθαι κινδυνεύουσιν, ἢν κατακαίωνται. καὶ διὰ τοῦτ’ ὀρθὸν ἔχειν δέονται τόν τε θώρακα σύμπαντα καὶ τὸν τράχηλον, ὡς ἂν οὐ σμικρᾶς αὐτοῖς βοηθείας ἐκ τοῦ τοιούτου σχήματος προσερχομένης. εὐρύτερά τε γὰρ ἅμα καὶ μακρότερα σύμπαντα τὰ τῆς ἀναπνοῆς ὄργανα γίνονται, τοῦτο μὲν ἐξευθυνόμενα πρὸς τῶν ὀρθίων σχημάτων, τοῦτο δ’ ἧττον εἰς ἑαυτὰ καταπίπτειν κωλυόμενα. δῆλος δὲ καὶ αὐτὸς ὁ Ἱπποκράτης οὕτω γινώσκων ὑπὲρ αὐτῶν, ὡς ἡμεῖς νῦν λέγομεν, ἐξ ὧν φησιν ἐν τοῖς περὶ ἄρθρων· αὐτοί τε δύσπνοοι γίνονται καὶ κερχνώδεες, ἧσσον γὰρ ἰθυωρίην ἔχουσιν αἱ κοιλίαι αἱ τὸ πνεῦμα δεχόμεναι καὶ προ
924
πέμπουσαι· πᾶσιν οὖν τοῖς διὰ στενοχωρίαν δυσπνοοῦσιν καὶ μικρὸν γίνεται τὸ πνεῦμα καὶ δύο ἐξ ἀνάγκης ἕπεται συμπτώματα, τό τε κερχνῶδες εἶδος τῆς ἀναπνοῆς, ὃ δὴ καὶ ῥέγχειν ὀνομάζεται, καὶ τὸ μικρῷ πρόσθεν εἰρημένον, ἡ ὀρθόπνοια. καὶ δὴ ὥσπερ ἐξεπίτηδες διατέμνων αὐτὰ τὸ μὲν ἕτερον ἐν προγνωστικῷ γράφει ταῖς ὀλεθρίαις συνάγχαις προσεῖναι λέγων, τὸ δὲ δεύτερον ἐν τῷ περὶ ἄρθρων, ἐν μὲν τῷ προγνωστικῷ τὴν ὀρθόπνοιαν, ἐν δὲ τῷ περὶ ἄρθρων τὸ κερχνῶδες· ἄμφω δὲ ἐν τῷ περὶ διαίτης ὀξέων ἐς ταὐτὸν ἤγαγεν, οὕτως γράψας ὁ Ἱπποκράτης· οἱ δ’ ὑπὸ τῆς ὀρθοπνοίας καὶ τοῦ ῥέγχους ἀποπνιγέντες. ὃ γὰρ ἐν τῷ περὶ ἄρθρων κέρχνον, τοῦτ’ ἐνταῦθα ῥέγχος ὠνόμασε. χρῆται δὲ καὶ ἀλλαχόθι τῶν συγγραμμάτων ἀμφοτέροις τοῖς ὀνόμασιν, ὡς ταὐτὸν δυναμένοις δηλοῦν. ἐπειδὴ οὖν οὕτως ἐπιμελῶς αὐτὸς ἐν τῷ περὶ διαίτης περὶ πάσης γενέσεως πυκνοῦ πνεύματος διεξῆλθε, θαυμαστὸν οὐδὲν, εἰ μόνον τὸ κεφάλαιον αὐτὸ τοῦ παντὸς λόγου γέγραφεν ἐν τῷ προγνωστικῷ. ὅτι δ’ ἐπιμελῶς
925
διῆλθε πάντα περὶ πυκνοῦ πνεύματος λόγον, οὐδὲν ἔτι δέομαι πλεῖον λέγειν, ἀλλ’ ἀναμνήσας τοῦτο μόνον, ὡς ἤτοι διὰ πόνον, ἢ στενοχωρίαν, ἢ πλῆθος θερμασίας, πυκνὸν γίνεται τὸ πνεῦμα, τὴν ὅλην ῥῆσιν ἐφεξῆς παραγράψω τόνδε τὸν τρόπον ἔχουσαν· οἷσί τε γὰρ σιτία αὐτίκα ἐγκατακέκλεισται, ἢν μή τις ὑποκενώσας τὸ ῥόφημα δοίη, τὴν ὀδύνην ἐνεοῦσαν προσπαροξύνειεν ἂν, καὶ μὴ ἐνεοῦσαν εὐθὺς ἐμποιήσειεν ἂν, καὶ πυκνότερον γένοιτ’ ἂν τὸ πνεῦμα· κακὸν δὲ τοῦτο· ξηραντικὸν γὰρ πνεύμονος, καὶ κοπῶδες ὑποχονδρίου καὶ ἤτρου καὶ φρενῶν. ἢν δέ τι τῆς ὀδύνης τοῦ πλευροῦ ξυνεχέος ἐούσης καὶ πρὸς τὰ θερμάσματα μὴ χαλώσης καὶ τοῦ πτυέλου μὴ ἀπιόντος, ἀλλὰ καὶ καταγλισχραινομένου ἀσαπέως, ἢν μὴ λύσῃ τις τὴν ὀδύνην, ἢ κοιλίην μαλθάξας, ἢ φλέβα τεμὼν, ὁπότερον ἂν τουτέων σημαίνῃ, τὰς δὲ πτισάνας ἢν οὕτως ἔχουσι διδῷ, ταχέες οἱ θάνατοι τῶν τοιουτέων γίνονται. διὰ ταύτας οὖν τὰς προφάσιας καὶ ἑτέρας τοιαύτας ἔτι μᾶλλον οἱ ὅλῃσι χρεώμενοι πτισάνῃσιν ἑβδομαῖοι καὶ ὀλιγημερώτεροι θνήσκουσιν, οἱ μέν τι καὶ τὴν γνώμην
926
βλαβέντες, οἱ δ’ ὑπὸ τῆς ὀρθοπνοίης τε καὶ τοῦ ῥέγχους ἀποπνιγέντες· μάλα δὲ τοὺς τοιουτέους οἱ ἀρχαῖοι βλητοὺς ὠνόμαζον εἶναι, διὰ τόδε μάλιστα, οὐχ ἥκιστα δὲ ὅτι ἀποθανόντων ἡ πλευρὴ πελιὴ εὑρίσκεται ἴκελόν τι πληγῇ. αἴτιον δὲ τούτου ἐστὶ, ὅτι πρὶν λυθῆναι τὴν ὀδύνην θνήσκουσι. ταχέως γὰρ πνευματίαι γίνονται, ὑπὸ δὲ τοῦ πυκνοῦ καὶ πολλοῦ πνεύματος, ὡς ἤδη εἴρηται, γλισχραινόμενον τὸ πτύελον ἀπέπτως κωλύει τὴν ἐπάνοδον γίγνεσθαι, ἀλλὰ τὴν ῥέγξιν ποιέει ἰσχόμενον ἐν τοῖσι βρόγχοισι τοῦ πνεύμονος. ὁκόταν ἐς τοῦτο ἔλθῃ, θανατῶδες ὡς ἐπὶ τὸ πολύ ἐστι. καὶ γὰρ αὐτὸ τὸ πτύελον ἐνεχόμενον κωλύει μὲν τὸ πνεῦμα ἔσω φέρεσθαι, ἀναγκάζει δὲ ταχέως ἔξω φέρεσθαι, καὶ οὕτως ἐς τὸ κακὸν ἀλλήλοισι ξυντιμωρέουσι. τό τε γὰρ πτύελον ἐνεχόμενον πυκνὸν τὸ πνεῦμα ποιέει, τό τε πνεῦμα πυκνὸν ἐὸν, ἐπιγλισχραίνει τὸ πτύελον, καὶ κωλύει ἀπολισθαίνειν. εἴ τις ταύτῃ τῇ ῥήσει τὸν νοῦν ἐπιμελῶς προσχοίη, καὶ πολλάκις αὐτὴν ἀναλέξαιτο, τοῦτον ἐλπίζω ῥᾳδίως πεισθήσεσθαι τοῖς εἰρημένοις. ὅτι γὰρ οὐ μεγάλης ἐδεῖτο σοφίας ἡ τοῦ πυκνοῦ πνεύματος εἰς τὰς ἐν αὐτῷ
927
διαφορὰς τομὴ, καὶ ὅτι τελέως αὐτὴν ἔφθασεν ἐν τούτῳ τῷ βιβλίῳ γεγραφέναι, διὰ τοῦτο ἐν τῷ προγνωστικῷ ταχέως πάνυ περιέδραμε, ὡς πρὸς εἰδότας ἤδη τὸ σύμπαν οἷον ἐπιτομήν τινα τοῦ λόγου ποιησάμενος.

Τρεῖς μὲν οὖν ἡμῖν ἤδη συζυγίαι δυσπνοιῶν ἐξεύρηνται, λείπεται δ’ ἡ τετάρτη, ἐν ᾗ σμικρὸν καὶ ἀραιὸν τὸ πνεῦμα. τί δή ποτ’ οὖν αὐτὴν παραλιπὼν τὴν ψυχρὰν ἐκπνοὴν ἔγραψε; ἢ ὅτι οὐκ ἄλλη μέν τίς ἐστιν ἡ μικρά τε ἅμα καὶ ἀραιὰ, ἄλλη δὲ ἡ ψυχρά; δῆλον δὲ τοῦτο. τὴν γὰρ ἐναντίαν αὐτῇ, τὴν μεγάλην τε ἅμα καὶ πυκνὴν ἀμέτρου θερμασίας ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἠθροισμένης ἔκγονον ὑπάρχειν ἐδείκνυμεν. ἐξ ἀνάγκης οὖν ἡ μικρὰ καὶ ἀραιὰ τούτων αὐτῶν τῶν ὀργάνων κατεψυγμένων ἔσται, καὶ δύο ἡμῖν ἀπορήματα λελυμένα, τῷ μήτε τὴν τετάρτην συζυγίαν τῆς δυσπνοίας, τὴν μικρὰν καὶ ἀραιὰν, παραλελεῖφθαι μήτε τὴν θερμήν. ἐκείνην γὰρ ἐν θατέρῳ μέρει τοῦ πυκνοῦ πνεύματος τοῦ κατ’ ἀρχὰς εἰρημένου περιειλημμένην ἕξομεν· ἡ αὐτὴ γάρ ἐστι τῇ πυκνῇ καὶ 

928
μεγάλῃ· τὴν ἀραιὰν δ’ αὖ καὶ μικρὰν ἐν τῇ ψυχρᾷ, καὶ γὰρ ἥδε τῆς ψυχρᾶς οὐ διαφέρει. τί δή ποτ’ οὖν οὐκ ἀραιὰν καὶ μικρὰν, ἀλλὰ ψυχρὰν αὐτὴν ἔγραψεν; ὅτι πρῶτον μὲν ἀπὸ τοῦ προχειροτέρου συμπτώματος ἠβουλήθη αὐτὴν δηλῶσαι· δεύτερον δὲ ἐνδείξασθαι τὴν αἰτίαν δι’ ἣν ὀλεθρίαν αὐτὴν λέγει· καὶ τρίτον, ὅτι τάχιστα οὕτω νοήσειν ἡμᾶς ὑπενόησεν, αὐτήν τε ταύτην μηδὲν διαφέρειν τῆς ἀραιᾶς καὶ μικρᾶς τήν τ’ ἐναντίαν αὐτῇ, τὴν θερμὴν, τῆς πυκνῆς καὶ μεγάλης· τὸ γὰρ ψυχρὸν πνεῦμα πάντως ἀραιόν τ’ ἐστὶ καὶ μικρὸν, ὡς κᾀν τῷ δευτέρῳ δεδήλωται λόγῳ· τὸ δὲ πυκνὸν καὶ μέγα, τὸ τῆς φλογώσεως τῶν ἀναπνευστικῶν ὀργάνων ἐνδεικτικὸν, οὐδ’ ἂν ὀρθῶς τις λέγοι, εἰ μὴ καὶ θερμὸν ἐκπνέοιτο. καὶ μὲν δὴ κᾀν τῷ προσθεῖναι τῷ ψυχρῷ πνεύματι μόνῳ, ὡς ὀλέθριον κάρτα ἤδη γίγνεται, δηλοῖ σαφῶς ἣν ἔχει γνώμην περὶ τῶν ἔμπροσθεν εἰρημένων τριῶν δυσπνοιῶν. εἴπερ γάρ τινα κᾀκείνων ὀλεθρίαν ἡγεῖτο, πάντως ἄν που προσέγραψεν. ἆρ’ οὖν ἀκινδύνους αὐτὰς ὑπελάμβανεν ὑπάρχειν; οὐδαμῶς, ἀλλ’ οὐκ ὀλεθρίας μὲν, οὐκ ἀκινδύνους δὲ ἔτι. τὸ μὲν γὰρ καταψύχεσθαι τοῖς ἀναπνευστικοῖς
929
ὀργάνοις ἄντικρυς ὀλέθριον, ἐνταυθοῖ γε τῆς καρδίας τεταγμένης, ἣν ἀρχὴν καὶ πηγὴν ἐπιστάμεθα τῆς ἐμφύτου θερμασίας· τὸ δ’ ἤτοι φλόγωσιν εἶναι πολλὴν ἐν αὐτοῖς, ἢ ὀδύνην, ἢ παραφροσύνην, οὐ πάντως ὀλέθριον· ἥ τε γὰρ τοιαύτη θερμασία πολλοῖς τῶν ὀξέων συνεδρεύει πυρετῶν, ἥ τ’ ὀδύνη πόσοις καὶ τίσι νοσήμασιν ὑπάρχει, προείρηται. καὶ μέντοι καὶ ἡ παραφροσύνη τῶν οὐκ ἐξ ἀνάγκης ὀλεθρίων ἐστί. ὅτι δ’ οὕτως ὑπὲρ αὐτῶν γινώσκει, σαφῶς ἐνεδείξατο διὰ τῆς ἐπιφερομένης λέξεως, εἰπών· εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν ἐς σωτηρίην ἐν πᾶσι τοῖσιν ὀξέσι νοσήμασιν, ὁκόσα σὺν πυρετοῖσίν ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται. εἰ γὰρ δὴ μεγάλην δύναμιν ἐς σωτηρίαν ἔχειν ἐνόμιζε τὴν εὔπνοιαν, οὐκ ἀκινδύνους ἀεὶ δηλονότι τὰς δυσπνοίας ὑπελάμβανεν· ὥστε αἱ μὲν ἄλλαι δύσπνοιαι τοῦτ’ αὐτὸ μόνον, οὐκ ἀκίνδυνοί τινές εἰσιν, ἡ δ’ ὑστάτη πασῶν εἰρημένη, πρὸς τῷ κινδυνώδης τ’ εἶναι καὶ ὀλέθριος, οὐκ εἰς μακρὰν τεθνήξεσθαι τὸν ἄνθρωπον ὑπαγορεύει. διὰ τοῦτ’
930
οὖν οὐχ ἁπλῶς ὀλέθριον εἶναι αὐτὴν ἔφη, ἀλλὰ καὶ τὸ κάρτα προσέφερεν, καὶ οὐδὲ τούτῳ πάλιν ἀρκεσθεὶς ἐπήνεγκε τὸ ἤδη, ὡσὰν ὑπόγυιον τὸν θάνατον μόνης ταύτης τῆς δυσπνοίας ὑπαγορευούσης. οὕτως γὰρ ὀλέθριός ἐστιν, ὥστε μοι δοκεῖ, ὅτι οὐδ’ ἂν ἔγραψέ τι περὶ αὐτῆς ὁ Ἱπποκράτης, εἰ μὴ τὸν τρόπον ὅλον ὑπεξῄει, εἰπὼν περὶ τῶν δυσπνοιῶν. ἃ γὰρ ἀποθνήσκουσιν ἤδη γίγνεται, ταῦτ’ οὐδεμίαν ἔχει μεγάλην ἐν προγνώσεσιν ἀξίαν· ἀγαθῶν δ’ ἰατρῶν ἔργον, οὐ τὰ τοῖς ἰδιώταις ἤδη φαινόμενα προγινώσκειν, ἀλλ’ ὅσα τε τούτους λανθάνει καὶ μηδὲν φαῦλον ἔχειν δοκοῦντος τοῦ κάμνοντος φαίνεται. ἀλλὰ διὰ τὸ τὰ πάντ’ ἐφεξῆς ἐθελῆσαι γράψαι τὰ τῆς δυσπνοίας εἴδη δοκεῖ μοι καὶ ταύτης ἐπιμνησθῆναι, καὶ προσέτι διὰ τὴν τῆς μεγάλης τε καὶ πυκνῆς ἀντίθεσιν. ταυτὶ μὲν οὖν ἐνταῦθα τελευτάτω.

Διὰ τί δ’ οὐδὲν ἔγραψεν ἐν τῷ προγνωστικῷ περὶ τῆς ἀνωμάλου δυσπνοίας, καί τοι γιγνώσκων αὐτὴν οὐκ ἐν τῷ δευτέρῳ καὶ τῷ ἕκτῳ τῶν ἐπιδημιῶν μόνον,

931
ἀλλὰ κᾀν τῷ πρώτῳ καὶ τρίτῳ, καὶ προσέτι κᾀν τῷ περὶ διαίτης ὀξέων καὶ τοῖς ἀφορισμοῖς, καὶ ἀλλαχόθι πολλαχόθι τῶν συγγραμμάτων; ἐν μὲν γὰρ τῷ δευτέρῳ καὶ τῷ ἕκτῳ κατὰ τὴν προγεγραμμένην ῥῆσιν ἐμνημόνευσεν, εἰπών· διπλῆ ἔσω ἐπανάκλησις, οἷον ἐπεισπνέουσι. καὶ προσέτι κατὰ μὲν τὸ δεύτερον τῶν ἐπιδημιῶν, ἐν τῷ διηγεῖσθαι τὰ τῇ Λυκίῃ συμβάντα, πνεῦμα δὲ ἐδιπλασιάζετο, προσέγραψε. τοῦτο γὰρ οὐδὲν διαφέρει τοῦ, διπλῆ εἴσω ἐπανάκλησις, οἷον ἐπεισπνέουσιν. ἐν δὲ τῷ ἕκτω, ἢν πνεῦμα ἐγκαταλείπηταί, φησι. καὶ γὰρ καὶ τοῦτο ταὐτόν ἐστι τῷ κατὰ τὸ περὶ διαίτης εἰρημένῳ· πνεῦμα προσπταῖον ἐν τῇ ἄνω φορῇ. ὡς γὰρ εἰσπνέοντές τινες οὐχ ἅπαξ τοῦτο δρῶσιν, ἀλλ’ ἡσυχίᾳ διακόπτουσι τὴν ἐνέργειαν ὁμοίως τοῖς κλαυθμυριζομένοις παιδίοις, οὕτω καὶ ἐκπνέοντες. ἀλλὰ κᾀν τοῖς μετὰ τὸν περὶ τῶν λουτρῶν λόγον πνευμάτων προτάσεις εἴρηκε, τὴν διακεκομμένην ἐνέργειαν ἐνδεικνύμενος. ἐν δὲ τῷ πρώτῳ τῶν ἐπιδημιῶν ἐπὶ Φιλίσκου τόνδε τὸν τρόπον ἔφη· τούτῳ
932
πνεῦμα διὰ τέλεος, ὥσπερ ἀνακαλεομένῳ· ὁμοίως γὰρ τῷ, διπλῆ εἴσω ἐπανάκλησις, εἴρηται κᾀνταῦθα τὸ ἀνακαλουμένῳ. πάλιν δ’ ἐπὶ τῆς Δρομάδεω γυναικὸς, πνεῦμα ἀραιὸν, μέγα, αὐτίκα ἀνεσπασμένον, ἔφη. καὶ γὰρ καὶ τοῦθ’ ὡσαύτως εἴρηται· ἐν δὲ τοῖς ἀφορισμοῖς, καί τί ποτε σημαίνει τὸ τοιοῦτον πνεῦμα, ἐκδιδάσκει γράφων ὧδε· ἐν τοῖσι πυρετοῖσι τὸ πνεῦμα προσκόπτον κακὸν, σπασμὸν γὰρ σημαίνει. κατὰ λόγον οὖν κᾀν τοῖς τῶν ἐπιδημιῶν τὴν Δρομάδεω γυναῖκα σπασθεῖσαν ἀποθανεῖν φησιν, ἐφ’ ἧς προειρήκει, πνεῦμα ἀραιὸν, μέγα, αὐτίκα ἀνεσπασμένον. ἔνθα δὴ καὶ θαυμάσαι μάλιστα ἔστιν, ὅπως ἑκατέρα τῶν δυσπνοιῶν τὴν οἰκείαν αὐτῆς ἐδήλωσε διάθεσιν. οὐ γὰρ ἐσπάσθη μόνον ἥδε ἡ ἄνθρωπος, ἀλλὰ καὶ παρέπαισεν, ὡς ἂν μὴ μόνον τὴν ἰδίαν τῶν σπασμῶν ἐσχηκυῖα δύσπνοιαν, ἀλλὰ καὶ τὴν τῆς παραφροσύνης. ὥσθ’ ὅτι μὲν ἐγίγνωσκε τὴν ἀνώμαλον ταύτην δύσπνοιαν ὁ Ἱπποκράτης, ἀποδέδεικται σαφῶς· ὅτι δὲ κᾀν προγνωστικῷ παρέλιπεν εὐλόγως, ὥσπερ 
933
καὶ τὰ πολλὰ τῶν προγνωστικῶν γνωρισμάτων, ἐφεξῆς ἂν εἴη λεκτέον αὐτῷ, πρότερον ἀναμνήσαντας διὰ κεφαλαίων, ὡς οὔτε περὶ τῶν κατὰ τὰς ἡλικίας, ἢ χώρας, ἢ ὥρας, ἢ τὰς ἐπιδήμους καταστάσεις, ἐν τῷ προγνωστικῷ γέγραφέ τι, καὶ βιβλίου μὲν ὅλου τοῦ περὶ ἀέρων, τόπων καὶ ὑδάτων ὑπ’ αὐτοῦ γεγραμμένου, κατὰ δὲ τοὺς ἀφορισμοὺς ἐν ἐπιτομῇ πάντων τούτων εἰρημένων, ἀλλ’ οὐδὲ περὶ τῶν οὔρων τῆς διαγνώσεως, ὅσα τοῖς ἀφορισμοῖς ἐνέγραψε, ταῦτα κᾀν τῷ προγνωστικῷ διῆλθεν, οὐδὲ δὴ τῶν ἀμφὶ τὰς γυναῖκας, ὅσα κατὰ τοὺς ἀφορισμοὺς ἔγραψεν, εἰς τὸ προγνωστικὸν μετέθηκε· καίτοι καὶ ταῦτα καὶ ἄλλα πολλὰ τῶν ἐν ἀφορισμοῖς εἰρημένων ἐκ τοῦ προγνωστικοῦ μέρους τῆς ἰατρικῆς ἐστιν, ὡς αὐτὸς ἐνδείκνυται διὰ τῶν αὐτοῦ ῥημάτων· ἔν τε γὰρ τῷ λέγειν· ἢν δὲ βόρειος ᾖ, βῆχες, φάρυγγες, κοιλίαι ξηραὶ, δυσουρίαι φρικώδεις, ὀδύναι πλευρέων, στηθέων· ὅταν οὗτος δυναστεύῃ, τοιαῦτα προσδέχεσθαι ἐν τῇσιν ἀῤῥωστίῃσιν. ἐν δὲ τῷ φάσκειν· ὅταν θέρος γένηται ἦρι ὅμοιον, ἱδρῶτας ἐν τοῖσι πυρετοῖσι πολλοὺς προσδέχεσθαι·
934
δῆλός ἐστιν ἐπισημαινόμενος ὡς τοῦ προγνωστικοῦ μέρους τῆς τέχνης ἐστὶ τὰ τοιαῦτα. τὸ γὰρ προσδέχεσθαι καὶ προσδοκᾷν καὶ ἐλπίζειν, καὶ πάνθ’ ὅσα τοιαῦτα ῥήματα, προγνώσεως ἴδια. καὶ μὲν δὴ κᾀν τῷ φάσκειν· ἢν μὲν ὁ χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δ’ ἔαρ ἔπομβρον καὶ νότιον, ἀνάγκη τοῦ θέρεος πυρετοὺς ὀξέας καὶ ὀφθαλμίας καὶ δυσεντερίας γενέσθαι· σαφῶς ἐνδείκνυται ταὐτὸ τοῦτο, καὶ πολύ γε μᾶλλον, ὅταν ὡδί πως γράφῃ περὶ τῶν οὔρων· οἷσιν οὖρα παχέα, θρομβώδεα, ὀλίγα, οὐκ ἀπυρέτοισι, πλῆθος ἐλθὸν ἐκ τούτων λεπτὸν ὠφελεῖ· μάλιστα δὲ τὰ τοιαῦτα ἔρχεται, ἐν οἷσιν ἂν ἐξ ἀρχῆς διὰ ταχέων ὑπόστασιν ἴσχῃ. καὶ πάλιν· οἷσιν οὖρα ἀνατεταραγμένα οἷον ὑποζυγίου, τουτέοισι κεφαλαλγίαι ἢ πάρεισιν, ἢ παρέσονται. καὶ πάλιν· οἷσιν ἑβδομαῖα κρίνονται, ἐπινέφελον ἴσχει τῇ τετάρτῃ τὸ οὖρον ἐρυθρὸν, καὶ τἄλλα κατὰ λόγον. ὁμοίως δὲ τούτοις καὶ τὰ τῆς κύστεως καὶ τῶν νεφρῶν τὰς διαθέσεις δηλοῦντα κατὰ τοὺς ἀφορισμοὺς γέγραπται, παραλέλειπται δὲ ἐν τῷ προγνωστικῷ καὶ ἄλλα πάμπολλα,
935
καθάπερ καὶ τὰ τοιαῦτα· τῶν νοσημάτων ὁκόσοισιν ἀρχομένων χολὴ μέλαινα ἢ ἄνω ἢ κάτω ὑπέλθοι, θανάσιμον· δυσεντερίη ἢν ἀπὸ χολῆς μελαίνης ἄρξηται, θανάσιμον· οἷσιν ἐν πυρετοῖσιν αἱμοῤῥαγεῖ πλῆθος ὁκοθενοῦν, ἐν τοῖσιν ἀναλήψεσι τοῖσι τοιουτέοισιν αἱ κοιλίαι καθυγραίνονται. τοιαῦτά τε πάμπολλα κατὰ τοὺς ἀφορισμοὺς ἔστιν εὑρεῖν γεγραμμένα τοῦ προγνωστικοῦ μέρους τέχνης. τί δή ποτ’ οὖν οὐδὲν τούτων ἐν τῷ προγνωστικῷ γράμματι διῆλθεν; ὅτι περὶ τῶν ὀξέων νοσημάτων ἐν ἐκείνῳ προὔθετο διδάσκειν, ὡς ἀρχόμενός τε ἅμα καὶ συντελέσας τὸ βιβλίον, αὐτὸς ἡρμήνευσεν, ἐν ἀρχῇ μὲν εἰπών· σκέπτεσθαι δὲ χρὴ ὧδε ἐν τοῖσιν ὀξέσι νοσήμασιν· ἐπὶ δὲ τῆς τελευτῆς προσγράψας ὡδί· ταῦτα δὲ λέγω περὶ τῶν ὀξέων νοσημάτων, καὶ ὅσα ἐκ τούτων γίγνεται. τίνα δέ ἐστιν ἐκ τούτων γιγνόμενα, πάλιν αὐτὸς ὁ Ἱπποκράτης ἐν ταὐτῷ βιβλίῳ διέρχεται· οἱ δὲ ὕδρωπες οἱ ἐκ τῶν ὀξέων νοσημάτων πάντες κακοί. τοῦτο δὲ πάλιν· εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἐς σωτηρίαν ἔχειν ἐν πᾶσι τοῖσιν ὀξέσι
936
νοσήμασιν, ὁκόσα σὺν πυρετοῖσι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται. κᾀνταῦθα τῶν ἐκ μεταπτώσεως ὀξέων μνημονεύει, καθάπερ κᾀν τοῖς περὶ κρισίμων ἀπεδείξαμεν. ἐπεσημήνατο δὲ καὶ ἄλλοθεν πολλαχόθεν τοῦ συγγράμματος, ὡς ἤτοι περὶ τῶν ὀξέων νοσημάτων, ἢ περὶ τῶν γινομένων ἐκ τούτων ὁ λόγος ἐστὶν αὐτῷ, καθάπερ κᾀν τοῖσδε· οἱ δὲ ἱδρῶτες ἄριστοι μέν εἰσιν ἐν πᾶσι τοῖσιν ὀξέσι νοσήμασι, οἳ ἂν ἐν ἡμέρῃσι κρισίμοισι γένωνται. καὶ τί δεῖ πολλὰ λέγειν; αὐτὸς γὰρ, ὡς ἑκὼν παραλείπει πολλὰ τῶν προγνωστικῶν σημείων ἐν ἐκείνῳ τῷ βιβλίῳ, σαφῶς ἐνδείκνυται, ποτὲ μὲν ὡδί πως λέγων· μὴ ἐξαπατάτω δέ σε, ἤν τι αὐτέη ἡ κύστις νόσημα ἔχουσα, τῶν οὔρων τι ἀποδιδοῖ τουτέων, οὐ γὰρ τοῦ ὅλου σημεῖον, ἀλλ’ αὐτῆς καθ’ ἑαυτήν. οὐ μὴν προστίθησί γε τὰ γνωρίσματα κατὰ τὸ προγνωστικὸν, ἀλλ’ ἐν τοῖς ἀφορισμοῖς γράφει. αὖθις δ’ αὖ λέγει· χρὴ δὲ καὶ τὰς διαφορὰς τῶν νοσημάτων τῶν ἐπιδημεόντων ταχέων ἐνθυμέεσθαι καὶ μὴ λανθάνειν τῆς ὥρας τὴν κατάστασιν· οὐ μὴν οὐδὲ περὶ τούτου τι διδάσκων ἡμᾶς ἐν
937
προγνωστικῷ. προὔθετο γὰρ, ὡς ἔφην, τὰ τῶν ὀξέων νοσημάτων ἴδια διελθεῖν μόνα, τὰ δέ γε τῶν χρονίων ἴδια σύμπαντα παραλιπεῖν, ὥστ’ εὐλόγως καὶ τὴν ἀνώμαλον δύσπνοιαν, ἐξ ἑτέρου γένους ὑπάρχουσαν νοσήματος, ἐνταῦθα παρέλιπεν. εἰ γὰρ δὴ σπωμένων γίγνεται τῶν ἀναπνευστικῶν ὀργάνων, εἴη μὲν ἂν καὶ τοῖς χρονίοις νοσήμασι συνεδρεῦον τὸ πάθημα, καὶ ταύτῃ γε μηδὲν δὴ τῶν ὀξέων ἢ χρονίων ἴδιον· εἴη δ’ ἂν καὶ χωρὶς πυρετοῦ γιγνόμενον, ὥς γε καὶ οἱ σπασμοί· πρόκειται δ’ αὐτῷ κατὰ τὸ προγνωστικὸν ὑπὲρ τῶν ἰδίως ὀξέων ὀνομαζομένων ποιήσασθαι τὸν λόγον. ἔστι δὲ ταῦτα τὰ σὺν πυρετοῖς γιγνόμενα συνεχέσι τοὐπίπαν, ὡς αὐτὸς ἐν τῷ περὶ διαίτης ὀξέων ἐδήλωσεν ὡδί πως γράψας· ἔστι δὲ ἄρα ταῦτα ὀξέα, ὁποῖα ὠνόμασαν οἱ ἀρχαῖοι πλευρῖτιν καὶ περιπνευμονίαν καὶ φρενῖτιν καὶ καῦσον καὶ τἄλλα ὅσα τούτων ἐχόμενα, ὧν οἱ πυρετοὶ τοὐπίπαν ξυνεχέες. οὔκουν οἱ σπασμοὶ τούτου τοῦ γένους εἰσὶ τῶν νοσημάτων, ὅθεν οὐδὲ τὴν ἴδιον αὐτῶν δύσπνοιαν ἅμα 
938
τούτοις διῆλθε, καθάπερ οὐδὲ περὶ τῶν οὔρων, ἢ τῶν διαχωρημάτων, ἢ τῶν ἄλλων ἁπάντων, ὅσα κατὰ τοὺς ἀφορισμοὺς ἔγραψε, διότι τῶν ὀξέων νοσημάτων οὐκ ἦν ἴδια. διὰ τί δ’ οὐδὲν οὐδὲ περὶ τῶν τοιούτων δυσπνοιῶν ἐδίδαξεν ἐν τῷ προγνωστικῷ, ἐν αἷς ἤτοι μόνον τὸ εἰσπνεόμενον, ἢ μόνον τὸ ἐκπνεόμενόν ἐστι μέγα, περιττὸν ἡγοῦμαι νῦν ἐπεξιέναι, δείξας γε σαφῶς ἐν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων, ὡς εἰς πέντε ταύτας τὰς δυσπνοίας, ὑπὲρ ὦν νῦν πέπαυμαι λέγων, αὔταρκες ἀνάγειν τὰς ἄλλας διαφοράς· οὐδὲ γὰρ ἢ ταχείας, ἢ βραδείας ἀναπνοῆς ἐμνημόνευσεν ἐν προγνωστικῷ. κατὰ τὸν αὐτὸν δὲ λόγον ἐδείξαμεν, ὡς πάσας τὰς ἄλλας διαφορὰς ἐν ταῖς προειρημέναις περιέχεσθαι συμβέβηκε, ὥσθ’ ἑκάτερον αὐτῶν ὀρθῶς ὁ Ἱπποκράτης φαίνεται ποιήσας, ἐν μὲν τοῖς τῶν ἐπιδημιῶν τὴν εἰς ἁπάσας τὰς κατὰ μέρος δυσπνοίας διαίρεσιν τιθέμενος, ἐν δὲ τῷ προγνωστικῷ καὶ τοῖς ἀφορισμοῖς τὸ πρὸς τὴν χρείαν ἐπεῖγον.

939

Ὁπότ’ οὖν ταῦθ’ ἡμῖν ἱκανῶς ἀποδέδεικται, λείποιτ’ ἂν ἔτι τὰς ὑπολοίπους ἐξ ἁπάντων αὐτῶν τῶν συγγραμμάτων ἐξηγήσασθαι ῥήσεις, ἀρξαμένους αὖθις ἀπὸ τοῦ δευτέρου τε καὶ ἕκτου τῶν ἐπιδημιῶν. ἐν ἀμφοτέροις γὰρ τούτοις τοῖς βιβλίοις, ἐφεξῆς τῇ πρώτῃ πασῶν εἰρημένῃ ῥήσει τῇ διδασκούσῃ τὰς διαφορὰς ἁπάσης τῆς δυσπνοίας, ὡδί πως γέγραπται· ἰητήριον συνεχέων χασμέων μακρόπνους· ἐν τοῖσιν ἀπότοισι καὶ μόγις πίνουσι, βραχύπνους. ἐνταῦθ’ εἴτε τὸν ἄνθρωπον μακρόπνουν, εἴτε τὴν δύσπνοιαν αὐτὴν οὕτως ὠνόμασεν, ὅτι τὸ διὰ μακροῦ χρόνου γινόμενον, τουτέστι τὸ ἀραιὸν πνεῦμα καὶ προσέτι τὸ πολὺ, δηλοῦται διὰ τῆς προσηγορίας ταύτης, ἐν τῷ δευτέρῳ δέδεικται λόγῳ, καθάπερ γε καὶ ὡς τὸ δι’ ὀλίγου, τοῦτ’ ἔστι τὸ πυκνὸν, καὶ προσέτι τὸ μικρὸν, ἐκ τοῦ, βραχύπνους. ἰητήριον οὖν ἤτοι σημεῖον ἢ αἴτιον, ἑκάτερον γὰρ ἔστι δείξασθαι, τῶν συνεχῶν χασμῶν, τὸ μέγα καὶ ἀραιὸν γίγνεται (τὸ) πνεῦμα· σημεῖον μὲν, ὡς εἰς τἀναντία τῆς διαθέσεως μεθισταμένης, αἴτιον δὲ, ὅτι ἐναντίων ἐναντία

940
τὰ ἰάματα· χασμῶνται γὰρ καὶ σκορδινῶνται συνεχῶς, ἀτμώδους τινὸς καὶ παχέος πνεύματος ἐν τῷ μυώδει γένει κατειλημμένου, καθότι δέδεικται δι’ ἑτέρων· εὐθὺς δ’ οἷς τοῦτο συμβέβηκε καὶ συνεχῶς ἐκπνέουσιν, ὡς ἂν ἐκκαθαιρομένου τε καὶ κενουμένου τοῦ τοιούτου πνεύματος ἐν ταῖς ἐκπνοαῖς· εἰ δέ τις μηκέτι συνεχῶς, ἀλλ’ ἤδη διὰ μακροῦ χρόνου τὰς ἐκπνοὰς ποιεῖται, δῆλον ὡς αἱ προϋπάρχουσαι διαθέσεις αὐτῷ πέπαυνται καὶ σημεῖον οὕτως ἰητήριον ἡ μακρόπνοια τῆς χάσμης ἔσται. καὶ μὲν δὴ καὶ ὡς αἰτίαν ἰωμένην τὴν μακρόπνοιαν τὰς χάσμας τὰς συνεχεῖς ἀκούειν ἐγχωρεῖ, δοκεῖ μοι καὶ αὐτὸ μηκέτι δεῖσθαι μακροῦ λόγου. τὸ γὰρ ἕως πλείστου τὴν ἀναπνοὴν ἐπισχεῖν, ὅπερ ὀνομάζεται κατάληψις πνεύματος, ᾧ λόγῳ τοὺς λυγμοὺς ἰᾶται, τούτῳ καὶ τὰς χάσμας ἰάσεται. καὶ γὰρ οὖν καὶ ποιοῦσιν ἐπὶ τοῖς γυμνασίοις αὐτὸ σύμπαντες οἱ ἀθληταὶ, διώσασθαι τῇ βίᾳ σπεύδοντες ἅπαν ὅσον ἐν τοῖς κατὰ δέρμα λεπτοῖς πόροις, ἢ ὑγρῶν ἢ ἀτμῶν ἴσχεται. διὰ ταῦτα μὲν οὖν ἡ μακρόπνοια τῶν συνεχῶν χασμῶν σημεῖόν ἐστιν, ἢ αἴτιον
941
ἰατρικόν· ἐν δ’ αὖ τοῖσιν ἀπότοισι καὶ μόγις πίνουσιν ἡ βραχύπνοια· τοῦτο δ’ οὐκέτι σαφῶς, ἀλλ’ ἤδη συμβολικώτερον εἴρηται. πότερον γὰρ τοὺς φρενιτικοὺς ἡγητέον ὑπ’ αὐτοῦ δηλοῦσθαι νῦν, ὅτι καὶ δι’ ἄλλων εἶπεν, οἱ φρενιτικοὶ βραχυπόται, ψόφου καθαπτόμενοι, τρομώδεες; ἢ μᾶλλον οἷς κατέψυκται τὰ περὶ τὸν πνεύμονα καὶ τὴν καρδίαν, ὡς ἀναπνεῖν τε ἅμα διὰ μακροῦ καὶ ψυχρὸν ἐκπνεῖν; εἰσαγομένη γὰρ ἐξ ἀμφοῖν ἡ βραχύπνοια, σημεῖον ἰητήριον· ἐπὶ δὲ τῶν κατέψυγμένων οὐ σημεῖον μόνον, ἀλλὰ καὶ αἴτιον. ὡς γὰρ ἡ κατάληψις τοῦ πνεύματος ἐκκενοῦν ἠδύνατο τὰ περιττὰ καὶ διὰ τοῦτο ταύτην ἐπὶ τῶν λυζόντων τε καὶ χασμωμένων πολλὰ καὶ σκορδινωμένων καὶ συντόνως γεγυμνασμένων παρελαμβάνομεν, οὕτως ἡ συνεχὴς ἀναπνοὴ ῥιπίσαι τε ἅμα καὶ ἐκθερμᾶναι τὰ κατεψυγμένα δυνήσεται. κατὰ τοῦτον οὖν τὸν λόγον κᾀν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν συνεβούλευσεν ἐπιτηδεύειν ὀξυθυμίην ἐμποιέειν, καὶ χροιῆς ἀναλήψιος ἕνεκα καὶ ἐκχυμώσιος, ὡς καὶ τῆς ὀξυθυμίας ἐπεγείρειν τὴν ἔμφυτον
942
θερμασίαν δυναμένης. ἀλλ’ ὅτι γε πυκνοτέραν ἐργάζεται πάντως ἡ ὀξυθυμία τὴν ἀναπνοὴν, οὐδεὶς ἀγνοεῖ. παραληψόμεθα οὖν αὐτὴν ἐπὶ τῶν κατεψυγμένων τε καὶ ἀχροούντων καὶ ἰσχνῶν, ἐκ διαλειμμάτων τέ τινων καὶ προσηκόντων καιρῶν· οὐ γὰρ δὴ συνεχῶς γε οὕτως, ὡς ἄγαν βλάψαι τὴν δύναμιν, ἀλλ’ ὥσπερ τὰ γυμνάσια τὰ ῥωννύντα τὴν ἔμφυτον θερμασίαν, οὐκ ἄμετρα ποιεῖσθαι κελεύομεν, ἀλλ’ ἐν καιρῷ τε καὶ μέτρῳ παραλαμβάνομεν, οὕτω καὶ βραχύπνοιαν, εἴ τε κατὰ μόνας εἴ τε καὶ μετὰ τῆς ὀξυθυμίας ἐπιτηδεύσομεν, οὐκ ἄνευ καιροῦ καὶ μέτρου παραληψόμεθα· προσέχειν δ’ ἐνταῦθα χρὴ τῷ λόγῳ καὶ μὴ νομίζειν τὴν αὐτὴν εἶναι διάθεσιν τῇ νῦν ὑφ’ ἡμῶν δηλουμένῃ τὴν κατὰ τὸ προγνωστικὸν, ἐφ’ ἧς ἔλεγε· ψυχρὸν δ’ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ στόματος, ὀλέθριον κάρτα ἤδη γίγνεται. ἐπὶ γὰρ τῶν ἐν ὀξέσι νοσήμασι, περὶ ὧν ἐν ἐκείνῳ τῷ βιβλίῳ ποιεῖται τὸν λόγον, ἡ τοιαύτη δύσπνοια θάνατον δηλοῖ· τοῖς δ’ ἄλλοις νοσήμασιν, ὅσα χωρὶς πυρετοῦ, ψυχρότης τὴν ὅλην ἕξιν τοῦ 
943
ζώου καταλαμβάνει· συμπίπτει μὲν οὐδὲ τούτοις ἀκινδύνως, οὐ μὴν ἐξ ἅπαντός γε ὀλεθρίως. ἐκ τούτων δ’ ἐστὶ καὶ ἡ καλουμένη ὑστερικὴ πνὶξ καὶ ὅλως αἱ ἄπνοιαι πᾶσαι, γυναιξὶ μὲν συνεχῶς καὶ μάλιστα ταῖς στειρευούσαις συμπίπτουσαι, σπανίως δέ ποτε καὶ ἀνδράσι. ἐπὶ γὰρ τῶν τοιούτων ἁπασῶν διαθέσεων ὑπὸ πλήθους ὕλης ψυχρᾶς ἡ ἔμφυτος θερμασία· βαρύνεται, δίκην φλογὸς ὑπὸ πολλῶν ὑγρῶν ξύλων καταπνιγομένης, ὥστε καὶ ἀνάψαι ποτὲ δυνατὸν ταύτην κρατήσαντα τῆς ὕλης· ἐφ’ ὧν μέντοι δαπανηθείσης τῆς ὕλης ἐξ ἀνάγκης αὐτὴ συναποσβέννυται, καθάπερ ἐπὶ τῶν ἐν τοῖς ὀξέσι νοσήμασιν οὕτως ἐκπνεόντων, οὐδεμία σωτηρίας ἐλπὶς ὑπολείπεται. τούτων δὲ οὖν μεμνῆσθαι χρὴ, καὶ ὡς ἐν ταῖς ἀπνοίαις ἀπολωλέναι μὲν τελέως ἅπασαν τὴν ἀναπνοὴν, οὔθ’ ὑπονοῆσαι δυνατὸν, οὔθ’ οὕτως ἔχον φαίνεται τοῖς ἐπιμελῶς κατασκεπτομένοις τὸ συμβαῖνον· ἐλάχιστον δ’ αὐτοῖς ἅμα καὶ διὰ μακροτάτου χρόνου γίνεται τὸ πνεῦμα καὶ ταύτῃ λανθάνει τοὺς πολλούς· ἀλλ’ εἰ προσέχοι τις ἐπιμελῶς τὸν
944
νοῦν, ἢ καὶ προσθείη τινὰ τῶν δακτύλων πρὸ τῆς τοῦ κάμνοντος ῥινὸς, αἰσθήσεται τῆς ἀναπνοῆς. εἰ δὲ καὶ τρίχα κατακρεμάσει πρὸ αὐτῆς, ἢ ἔριον λεπτὸν, ἀκριβῶς διεξεσμένον, ὄψεται καὶ ταῦτα σειόμενα. κατὰ μὲν δὴ τὰς τοιαύτας διαθέσεις βραχύπνοια, τουτέστιν ἡ διὰ βραχέος χρόνου κίνησις τῶν ἀναπνευστικῶν ὀργάνων, ἥνπερ δὴ καὶ πυκνὸν πνεῦμα καλοῦμεν, αἴτιόν τε ἅμα καὶ σημεῖον ἰητήριον ὑπάρχει· κατὰ δὲ ταὐτὸ τῶν συνεχῶν χασμῶν οὐ μόνον ἡ διὰ μακροῦ, τουτέστιν ἡ ἀραιὰ, σημεῖόν τε ἅμα καὶ αἴτιόν ἐστιν ἰητήριον, ἀλλὰ καὶ ἡ μεγάλη. καλεῖται γὰρ καὶ ἥδε κατὰ δεύτερον λόγον μακρόπνοια. πρώτως μὲν γὰρ ἡ διὰ μακροῦ χρόνου γινομένη, τουτέστιν ἡ ἀραιὰ, τοῦτο κέκτηται τοὔνομα, δευτέρως δὲ καὶ ἡ μεγάλη. περὶ μὲν δὴ τούτων ὧδε ἔχει.

Παραθώμεθα δὲ δὴ καὶ τἄλλα σύμπαντα τὰ περὶ τῆς δυσπνοίας αὐτῷ γεγραμμένα. κατὰ μὲν δὴ τὸ δεύτερον τῶν ἐπιδημιῶν, ἐπὶ μὲν τῆς Ἀντιγένους, προειπὼν ὡς ἀσθμώδης ἐγένετο πρὸ τόκου, μετὰ ταῦτ’ ἐπιφέρει· ἔπειθ’

945
ἅμα τόκῳ πύον ἀνήμεσεν. ὥσθ’ ὁμολογεῖ καὶ τοῦτο τοῖς ὑφ’ ἡμῶν ἀποδεδειγμένοις· ἀσθμαίνουσι μὲν γὰρ οἱ πυκνὸν ἀναπνέοντες ἅμα καὶ τὸν θώρακα μέχρι πολλοῦ διαστέλλοντες. γίγνεται δὲ τοῦτο ποτὲ μὲν ἐν διαθέσεσι πολλῆς εἰσπνοῆς δεομέναις. ἀμέλει καὶ τοῖς δραμοῦσιν ἢ ὁπωσοῦν ἄλλως ὀξέως γυμνασαμένοις τὸ τοιοῦτον συμπίπτει καὶ πᾶσι τοῖς περικαέσι πυρετοῖς· γίγνεται δ’, ὡς ἐδείχθη, κᾀπειδὰν ἔμφραξις, ἢ θλίψις, ἢ στενοχωρία τις ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις ὑπάρχῃ· τοιοῦτον δέ τι φαίνεται συμβῆναι καὶ τῇ τοῦ Ἀντιγένους, ὡς ἐδήλωσε τὸ πύον. ταύτης μὲν δὴ πρώτης ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν δυσπνοίας μέμνηται· μετὰ δὲ ταύτην τῆς συμβάσης τῇ Λυκίῃ, περὶ ἧς, ὡς καὶ πρόσθεν ἔλεγον, ἔγραψε· πνεῦμα ἐδιπλασιάζετο, οὐ μὴν μέγα κατὰ λόγον. ἐπεπόνθει γὰρ αὐτῆς τὸ νευρῶδες γένος τῶν ὀργάνων, ὥστε καὶ τῶν οὔρων ἐπίσχεσιν παντελῆ γενέσθαι. διὰ τοῦτο μὲν δὴ τὸ διπλασιαζόμενον ἐγίνετο πνεῦμα· διά τί δὲ οὐ μέγα; ἢ διότι κατέψυκτο; περιέσταλτο γοῦν, φησι· τούτω δ’ ἐδείχθη
946
χρώμενος τῷ ὀνόματι κατὰ τῶν ἀποψυχομένων τὴν ἔμφυτον θερμασίαν. ἐφεξῆς δὲ καὶ περὶ τῶν γενομένων τότε κυναγχικῶν διαλεγόμενος, ὡδὶ γράφει· πνεῦμα δὲ τούτοισιν οὐ πάνυ μετέωρον· ὡς δηλονότι μετεώρου τὰ πολλὰ τοῖς κυναγχικοῖς γιγνομένου τοῦ πνεύματος. οὕτως δὲ καλεῖν ἔθος αὐτῷ τὸ μικρὸν πνεῦμα, καὶ ὡς δόξειέ τινι, αὐτόθι που μέχρι τῆς φάρυγγος εἰσιὸν, οὐκ εἰς τὸ βάθος τοῦ θώρακος κατερχόμενον. ὅτι δὲ τοιοῦτον ἀνάγκη ὑπάρχειν τὸ πνεῦμα τοῖς ὁτιοῦν ὀδυνωμένοις τῶν ἀναπνευστικῶν ὀργάνων, ἔμπροσθεν εἴρηται. τίς οὖν ἡ αἰτία δι’ ἣν τοῖς κυναγχικοῖς οὐ πάνυ τὸ πνεῦμα μετέωρον; ἢ διότι μηδὲ τὸ τῆς κυνάγχης εἶδος αὐτοῖς εἰθισμένως ἐγένετο; πρῶτον μὲν γὰρ ἐρεῖ· φάρυγξ οὐ φλεγμαίνουσα, κειμένη δέ· εἶθ’ οὕτω φησίν· οὐ πνιγόμενοι οἱ πλεῖστοι, εἰ μὴ καταπίνειν προθυμοῖντο· καὶ ὅλως ἡ διήγησις ἅπασα τῆς τότε γενομένης κυνάγχης, ἀπαθῆ μὲν ἐδείκνυτο μεῖναι τὴν φάρυγγα, τὰ δὲ ἐπιγειτνιῶντα ταύτῃ μέρη, τὰ συνεχῆ τοῖς σπονδύλοις τοῦ τραχήλου, παθεῖν. καὶ γὰρ οὖν καὶ μεταστῆναί φησι καὶ αὐτοὺς τοὺς σπονδύλους,
947
τοὺς μὲν εἴσω μόνον, τοὺς δὲ καὶ εἰς τὰ πλάγια. μήτ’ οὖν ἄλλου τινὸς τῶν ἀναπνευστικῶν ὀργάνων πεπονθότος, ἀλλὰ μηδὲ τῆς φάρυγγος αὐτῆς κατὰ τὸν ἴδιον λόγον, ὅτι μὴ τῇ κοινωνίᾳ τῆς θέσεως συναπολαυούσης τῶν παθημάτων, δεόντως οὐ πάνυ μετέωρον ἦν αὐτοῖς τὸ πνεῦμα· μηδ’ ὅλως μὲν γὰρ ἐνοχλουμένης τῆς φάρυγγος, οὐδ’ ἂν μετέωρον ἦν μηδαμῶς· ἐπεὶ δ’ ἐκ τοῦ συμπάσχειν τοῖς παρακειμένοις ἠνωχλεῖτο, τὴν μέσην τῶν εἰρημένων κατάστασιν ἐκτήσατο, μετρίως πυκνωθέν. ἐφεξῆς δὲ τῆσδε τῆς καταστάσεως ἑτέρας μνημονεύει γενομένης ἐν Περίνθῳ, τόνδε τὸν τρόπον ἀρχόμενος τῆς διηγήσεως· ἐς Πέρινθον περὶ ἡλίου τροπὰς ὀλίγον τὰς θερινὰς ἤλθομεν· ἔπειτα διηγεῖται τὴν ὅλην τῶν νοσημάτων ἰδέαν, ἀπὸ καύσου μὲν ἀρξαμένην, ἐμετώδη δὲ γενομένην καὶ μέχρι πλείστου χρονίσασαν. ἀλλὰ καὶ ὡς χωρὶς ἐμέτων οἱ καῦσοι τούτοις ἐγίγνοντο, καὶ ὡς ἡ γαστὴρ αὐτοῖς διεχώρει πολλὰ, καὶ τοῦτο προσέθηκεν. ὥστ’ ἐκ τούτων καὶ τῶν ἄλλων ἁπάντων εὔδηλον εἶναι, τῆς καταστάσεως τὴν ὑπόθεσιν ἐν φλέγμασι διασηπομένοις γεγενημένην, ἀπαθῶν 
948
μὲν τῶν ἀναπνευστικῶν μεινάντων, καὶ τοῦ στόματος τῆς κοιλίας, ἐκ δὲ τῶν κατωτέρω μερῶν αὖθις ὁρμωμένου τοῦ καύσου· εἰκότως οὖν αὐτοῖς οὔθ’ ὥσπερ οἷς ἐν πνεύμονί τε καὶ καρδίᾳ πλῆθος ἤθροιστο θερμασίας πυρώδους, ἐγένετο μέγα τὸ πνεῦμα, μικρόν τ’ οὐκ ἦν παντάπασιν, ὡς μήτ’ ὀδυνωμένοις μήτε κατεψυγμένοις. εἴπερ οὖν τὸ μετέωρον οὐδὲν τοῦ μικροῦ διαφέρον δηλοῖ, κατὰ λόγον αὐτοῖς φησι τὰ πνεύματα μετέωρα γίγνεσθαι, οὐ μὴν πάνυ γε. μετὰ δὲ ταύτην τὴν κατάστασιν οὐδεμιᾶς ἐν τοῖς ἐφεξῆς δυσπνοίας ἐμνημόνευσεν ὁ Ἱπποκράτης, ἄχρι τῆς ῥήσεως ἐκείνης ἣν πρώτην παρεθέμην ἁπάντων ἐν ἀρχῇ τοῦδε τοῦ γράμματος, ἣ ἄρχεται τόνδε τὸν τρόπον· πνεύματα πυκνὰ σμικρὰ, μεγάλα ἀραιά. ταύτην δὲ σύμπασαν ἐξηγήσασθαι φθάνω. τῆς οὖν ἐφεξῆς αὐτῷ γεγραμμένης δυσπνοίας ἐπὶ ἀῤῥώστου τινὸς, οὗ τὸ ὄνομα Σκόπος, εἴη ἂν ἤδη μνημονεύειν καιρός· ἔχει δ’ ἡ τοῦ παλαιοῦ λέξις ὧδε· πνεῦμα δὲ ὑπόπυκνον, ὑποχόνδρια ἤλγει, καὶ ἀναπνέων, καὶ στρεφόμενος.
949
φαίνεται δὴ καὶ οὗτος ὁ ἄῤῥωστος μαρτυρῶν τοῖς πολλάκις ὑφ’ ἡμῶν προειρημένοις· ἐπεὶ γὰρ τὰ ὑποχόνδρια τοῖς ἀναπνευστικοῖς ὀργάνοις συνῆπται, διὰ τοῦτο ὀδυνωμένων αὐτῶν ὑπόπυκνον ἦν τὸ πνεῦμα. ταυτὶ μὲν οὖν ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν εἴδη δυσπνοίας ἔγραψεν. ἐν δὲ τῷ τετάρτῳ πρῶτον μὲν μέμνηται τῆς Νικοστράτου γυναικὸς, τῆς ἐν Κρανῶνι, μικρὸν καὶ πυκνὸν ἐχούσης τὸ πνεῦμα· δεύτερον δὲ τῆς Ἀντιγένους, ἀσθματώδους οὐχ ὑπόγυιον τότε γενομένης, ἀλλ’ ἐξ ἀρχῆς οὔσης, ὥστε καὶ βήττειν ἀεί· περὶ μὲν δὴ ταύτης οὐδ’ ἓν ἂν εἴη ζήτημα· περὶ δὲ τῆς ἐν Κρανῶνι, τῆς Νικοστράτου γυναικὸς, διὰ τοῦτό μοι δοκεῖ προσθεῖναι τὸ μικρὸν καὶ πυκνὸν πνεῦμα, διότι παρεφρόνησεν. εἴρηται γὰρ ἤδη πολλάκις, ὡς τοὐναντίον τὸ ἀραιὸν καὶ μέγα πνεῦμα παραφροσύνης ἐστὶν ἴδιον· ὥστε ἄξιον ζητῆσαι, διὰ τί τουτὶ μὲν οὐκ ἐγένετο, τὸ δ’ ἐναντίον αὐτῷ τὸ τῶν ἀλγημάτων ἴδιον, τὸ μικρὸν καὶ πυκνόν. οὐδὲ γὰρ προσέθηκεν ἐν τῇ διηγήσει τῆς ἀῤῥωστίας, γενέσθαι τινὰ ὀδύνην οὐδενὸς τῶν μορίων, ἀλλ’ οὐδ’ ὄγκον
950
ἐπίσημον οὔτε καθ’ ὑποχόνδριον οὔτε κατὰ θώρακα. τί δὴ οὖν ἐστι τὸ γινόμενον; ἐμοὶ μὲν δοκεῖ διττή τις ἰδέα νοσήματος συστῆναι περὶ τὸ γύναιον ἀπὸ διττῆς ἀρχῆς· ἐν μὲν γὰρ τῷ παραφρονῆσαι καὶ τὸν τράχηλον καὶ τὸ στόμα καὶ τὴν ῥῖνα παρασπασθῆναι δῆλον ὡς ἐν τῇ κεφαλῇ τις ὑπόθεσις αὐτῇ νοσήματος ὑπῆρχεν· ἐκ δὲ τοῦ τὸν σῖτόν τε ἐγκατακλεισθῆναι μέχρι δεκάτης ἡμέρας καὶ τοῖς οὔροις ὀροβοειδῆ γενέσθαι τὴν ὑπόστασιν, οὐ μικρὰν ἐν ἥπατι νομίζω γενέσθαι φλεγμονὴν, ἐφ’ ἧς τὴν ἄνωθεν διάθεσιν νικηθεῖσαν οὐ δυνηθῆναι καθ’ ἑαυτὴν τυπῶσαι τὴν ἀναπνοήν. εἴρηται γὰρ οὖν καὶ πρόσθεν ἤδη πολλάκις, ὡς κατὰ τὴν ἐπικρατοῦσαν διάθεσιν ἡ τῆς δυσπνοίας ἰδέα σχηματίζεται. δηλοῖ δ’ οὐχ ἥκιστα τῆς παραφροσύνης τὸ βραχὺ καὶ ἡ λέξις αὐτὴ τοῦ παλαιοῦ. παραλέγειν γοῦν αὐτὴν εἶπεν· εἴωθεν δὲ τῷ τοιούτῳ ῥήματι χρῆσθαι μικρὰν ἐνδείξασθαι βλάβην βουλόμενος, ὡς καὶ τοῦτ’ ἀποδέδεικται πολλάκις. οὐδὲν οὖν θαυμαστὸν, ἐπὶ βραχὺ μὲν αὐτῆς παραφρονούσης, ἰσχυρῶς δὲ φλεγμανθείσης κατὰ τὸ ἧπαρ, οὐ
951
τὴν τῆς παραφροσύνης, ἀλλὰ τὴν τῆς φλεγμονῆς οἰκείαν ἀπαντῆσαι δύσπνοιαν. οὕτω μὲν δὴ καὶ περὶ τούτων ἔχει.

Τί δ’ ὅταν εἴπῃ, πνευματώδη τινὰ γενέσθαι, χρὴ δέχεσθαι; πότερον ὃν ἐν τῷ περὶ διαίτης ὀξέων πνευματίαν ἐκάλεσεν; ἢ τὸν πεπνευματωμένον τὴν γαστέρα; τί δέ ἐστιν ὁ πνευματίας, ἐν τῷ περὶ διαίτης ὀξέων αὐτὸς ἐξηγήσατο σαφέστατα. προειπὼν γὰρ, ὡς ταχέως πνευματίαι γίνονται, συνάπτων εὐθὺς ἐπιφέρει· ὑπὸ δὲ πολλοῦ καὶ πυκνοῦ πνεύματος. τοῦτο μὲν δὴ καὶ κατ’ ἀρχὰς εὐθὺς ἐξηγησάμην ἐν τῷδε τῷ βιβλίῳ· τὸ δ’ ἐν τῷ τετάρτῳ τῶν ἐπιδημιῶν ἐπισκεπτέον, αὐτὴν ὑπογράψαντας τὴν ῥῆσιν ἔχουσαν ὧδε· ὁ ἐκ τῶν μετάλλων· ὑποχόνδριον δεξιὸν ἐντεταμένον, σπλὴν μέγας, κοιλίη ἐντεταμένη, ὑπόσκληρος, πνευματώδης, ἄχροος. ἐγχωρεῖ γὰρ ἑκάτερον, καὶ δύσπνουν αὐτὸν γεγονέναι, διὰ (τε) τὰς ἐν τοῖς ὑποχονδρίοις διαθέσεις, καὶ πνευματωθῆναι τὴν γαστέρα.

952
πολὺ δ’ ἔτι μᾶλλον ἀσαφὴς ὁ ἐφεξῆς ἄῤῥωστος, ἔχων ὡδί· ὁ Τιμαίνεω εἶχέ τι πνεύματος, ὡς ὠχρῶδες εἶναι. καὶ γὰρ καὶ τούτῳ πάνυ τις ἦν ἥπατος κακοπραγία, δι’ ἣν ἐνεχώρει δυσπνοεῖν αὐτὸν, καὶ πνευματοῦσθαι τὴν γαστέρα· τὸ γὰρ ὠχρῶδες χρῶμα κακοπραγοῦντος ἥπατος γνώρισμα. τὸ δ’ ἐφεξῆς λεγόμενον ὡδί· ὁ τῆς λεχοῦς ἀνὴρ, ὁ παρὰ Σιτοδόκῳ, ἰκτεριώδης, πρὸς ὃν ἑβδομαῖον εἰσῆλθον, ὀγδόῃ ἀπώλετο, οὔτε οὐρέων οὔτε διαχωρέων· ὑποχόνδρια μεγάλα καὶ σκληρὰ, καὶ πνεῦμα πυκνόν· οὐδὲ ζήτημ’ ἔχει. σκληρῶν γὰρ οὐ μετρίως καὶ μεγάλων τῶν ὑποχονδρίων γενομένων, εὔλογον πυκνὸν εἶναι αὐτῷ τὸ πνεῦμα. ἀσαφὲς δὲ τελέως ἐστὶ τὸ τούτου συνεχὲς ἐπὶ τῆς λεχοῦς εἰρημένον ὧδε· διαίροντος δὲ τοῦ πυρετοῦ, πνεῦμα οὐκ ἐλύθη. τί γὰρ εἶδος εἶχε δυσπνοίας, οὔτ’ αὐτὸς ἐδήλωσε σαφῶς οὔτε τι σύμπτωμα ἄλλο τοιοῦτον ἔγραψεν, ἐξ οὗ τεκμαίροιτ’ ἄν τις τὴν γενομένην αὐτῇ διάθεσιν. καὶ μέντοι καὶ μετὰ ταύτην οὐκ ὀλίγον προελθὼν 
953
ἄρχεται διηγεῖσθαι τόνδε τὸν τρόπον· ἡ Τιμαίνεω πνευματώδης. δύναται μὲν γὰρ δύσπνους ἀκούεσθαι, δύναται δὲ καὶ ὥσπερ οἱ πλεῖστοι τῶν ἐξηγησαμένων οἴονται λέγεσθαι, ἐμπεπνευματωμένη τὰ ὑποχόνδρια· βέλτιον δὲ δοκεῖ μοι, καὶ ἴσως ἀναγκαῖον, τὴν πεπνευματωμένην τὰ ὑποχόνδρια λέγεσθαι μᾶλλόν περ ἢ δύσπνουν. ὀλίγον οὖν ἐν τῇ διηγήσει προελθὼν, καί τινι εὐπνοωτέρη, φησὶν, ὡς ἂν ἤδη προειρηκὼς ὑπὲρ αὐτῆς δύσπνουν εἶναι. ὅτι δὲ πνευματώδεις, οἷς πυκνόν ἐστι τὸ πνεῦμα, προσαγορεύειν εἴωθεν, εἴρηται μὲν κᾀν τοῖς πρόσθεν, ἀλλὰ καὶ νῦν δῆλον· ἐπὶ τὸ χεῖρον γὰρ αὖθις ἐτέτραπτο τὰ τῆσδε τῆς ἀνθρώπου συμπτώματα, καὶ κατὰ τὴν ἑξκαιδεκάτην ἡμέραν ἀποθανεῖν αὐτήν φησι, πυκνὸν ἔχουσαν τὸ πνεῦμα. καὶ ὁ μετὰ ταύτην δὲ γεγραμμένος, ὅτι καὶ αὐτὸς ἀνέπνευσε πυκνὸν ἐπὶ τῇ τῶν ὑποχονδρίων διαθέσει, δῆλον ἡ ῥῆσις αὐτὴ ποιήσει, τόνδε τὸν τρόπον ἔχουσα· ὁ παῖς, ὃς ἦν τῆς γυναικὸς τῆς τοῦ Ἀποιμάντου ἀδελφῆς, ὑποχόνδρια
954
μεγάλα, καὶ σπλὴν, πνεῦμα, διαχώρησις πικρόχολος. ὥσπερ γὰρ πνευματώδεις ἐνίοτε καλεῖ τοὺς πυκνὸν ἀναπνέοντας, οὕτω ποτὲ καὶ ἁπλῶς γράφει, πνεῦμα. θαυμαστὸν δ’ οὐδὲν εἰ μεγάλων ὄντων ὑποχονδρίων, ἐγίγνετο πυκνὸν τὸ πνεῦμα. καὶ γὰρ αὖ καὶ προελθὼν ἐπ’ αὐτοῦ πάλιν ἐρεῖ· τὰ ὑποχόνδρια δὲ ἐντεταμένα ἦν, καὶ δὴ καὶ ἦν τι βηχίον ξηρὸν ἡσυχῆ. καθόλου γὰρ, ὡς ἔφαμεν, ἐπειδὰν ἢ ὄγκος, ἢ ὀδύνη τις ἐν τοῖς καθ’ ὑποχόνδρια συσταίη, μικρὸν καὶ πυκνὸν ἐξ ἀνάγκης ἀναπνέουσιν. ὥστ’ οὐδὲν θαυμαστὸν οὐδ’ ἐπειδὰν ἐν τοῖς μετὰ ταῦτα, προειπὼν, ὑποχόνδριον ὑπολάπαρον, προσθῇ, πνευματῶδες δὲ οὐ κάρτα. εἰ γὰρ δὴ τὸ μὲν λαπαρὸν κενὸν, τὸ δὲ ὑπολάπαρον ὑπόκενον, ἐπὶ τοσοῦτον δυσπνοήσουσιν, ἐφ’ ὅσον αὐτοῖς ἔχει κακῶς τὰ καθ’ ὑποχόνδριον. μετρίως οὖν αὐτῶν πεπονθότων, μετρίως δυσπνοήσουσιν· ὥσπερ πάλιν ἐν τοῖς κατωτέρω τοῦ βιβλίου, ὧδέ πως γράφει· τῇ οἰκέτιδι, ἣν νεώνητον ἐοῦσαν κατεῖδον,
955
ᾗ τὸ σκλήρυσμα ἐν τοῖσι δεξιοῖσιν ἐνῆν μέγα, οὐ κάρτα ὀδυνῶδες· εὐλόγως ἐπάγει, καὶ οὐ πάνυ δύσπνοος. εἴπερ γὰρ τὸ σκλήρυσμα μὴ κάρτα ὀδυνῶδες ἦν, οὐδὲ πάνυ. δύσπνουν εἶναι τὴν ἄνθρωπον εἰκὸς ἦν. οὕτω δὲ καὶ κατὰ τὴν τελευτὴν ἤδη τοῦ βιβλίου περὶ τοῦ πρεσβυτέρου διηγούμενος, εἶτα προειπὼν, παρηνέχθη κοσμίως, ἐπήνεγκεν, οὐ πάνυ δύσπνοος. ἀεὶ γὰρ κατὰ τὸ μέγεθος τῆς ἐργαζομένης τὴν δύσπνοιαν αἰτίας καὶ τὸ τῆς δυσπνοίας γίνεται μέγεθος. ἀλλὰ καὶ ταῦτα μὲν ἐν τῷ τετάρτῳ τῶν ἐπιδημιῶν γέγραπται, ὁμολογοῦντα τοῖς περὶ δυσπνοίας ὑφ’ ἡμῶν ἀποδεδειγμένοις. ἐν δ’ αὖ τῷ ε΄ τῶν ἐπιδημιῶν ιδ’ μὲν ἄῤῥωστος γέγραπται τόνδε τὸν τρόπον· ἐν Λαρίσσῃ Ἱπποσθένης, περιπνευμονίῃ ἐδόκει τοῖς ἰητροῖσι συνέχεσθαι· ἦν δὲ οὐδαμῶς· ἀρχὴν δὲ παλαίων, ἔπεσεν ἐν σκληρῷ χωρίῳ ὕπτιος, καὶ ἐπέπεσεν αὐτῷ· καὶ ἐλούσατο ψυχρῷ, καὶ ἔμεινε, καὶ ἔδοξε βαρύτερος γενέσθαι· τῇ δ’ ὑστεραίῃ ἐπύρεσσε, καὶ βὴξ ἔσχε ξηροτέρη, καὶ τὸ
956
πνεῦμα πυκνόν. εἶτα μικρῷ προελθὼν. ὁπότε δὲ βήσσοι, φησὶν, ὠδυνᾶτο τὰ στήθεα καὶ τὰ νῶτα. οὐδὲν οὖν θαυμαστὸν, οὕτω διακειμένων τῶν κατὰ θώρακα, πυκνὸν γενέσθαι τὸ πνεῦμα τὸ δ’ ἐπὶ τῇ τελευτῇ τοῦ λόγου προσκείμενον, οὐδὲ ῥέγχος εἶχεν, εἰς ἀπόδειξιν μὲν εἴρηται τοῦ μὴ γενέσθαι περιπνευμονικὸν τὸν ἄνθρωπον, ὁμολογεῖ δὲ καὶ αὐτὸ τοῖς κατ’ ἀρχὴν εὐθὺς ἐν τῷδε τῷ λόγῳ πρὸς ἡμῶν εἰρημένοις, ὁπότ’ ἐν τῷ περὶ διαίτης ὀξέων ἐξηγούμεθα τὴν λέξιν ταύτην· οἱ δ’ ἀπὸ τῆς ὀρθοπνοίας τε καὶ τοῦ ῥέγχους ἀποπνιγέντες. ἔννατός τε καὶ τριακοστὸς ἄῤῥωστος ἐν τῷ πέμπτῳ τῶν ἐπιδημιῶν γέγραπται, πυκνὸν ἔχων καὶ αὐτὸς τὸ πνεῦμα. παραγράψω δὲ κᾀνταῦθα τὴν ῥῆσιν αὐτὴν, ὧδέ πως ἔχουσαν· παιδίον ὑπὸ ὀρέος ἐπλήγη τὴν γαστέρα καὶ τὸ ἧπαρ, ἀπέθανε τεταρταῖον· τὸ πνεῦμα πυκνὸν εἶχε, καὶ οὐ κατενόει, καὶ πυρετὸς εἶχεν. οὐκ ἄδηλον ἐπὶ τούτου, τὸ περιτόναιον καὶ τὸ διάφραγμα συμφλεγμῆναι γαστρὶ καὶ ἥπατι, καὶ διὰ τοῦτο καὶ παραφρονῆσαι τὸ παιδίον. ἀλλ’ οὐ κατὰ τὴν παραφροσύνην
957
ἐδυσπνόησεν, ἡ γὰρ μείζων διάθεσις ἡ καθ’ ὑποχόνδριον, καθ’ ἑαυτὴν ἐτύπωσε τὴν ἰδέαν τῆς ἀναπνοῆς, ἡ δ’ ἥττων ἡττήθη. ἐν δὲ τῷ ε΄ ταῦτα.

Πάλιν δὲ μεταβάντες ἐπὶ τὸ ἕκτον, οὗ καὶ πρόσθεν ἤδη τὴν κοινὴν πρὸς τὸ δεύτερον ἐξηγησάμεθα ῥῆσιν, ἐπὶ τὰς ὑπολοίπους ἔλθωμεν. εἰσὶ δὲ ὀλίγου δεῖν ἅπασαι σαφεῖς ἤδη διὰ τὰ προειρημένα. τὸ γὰρ πνεῦμα μόνον ἁπλῶς οὕτω γράφων ἐν ταῖς τῶν νοσημάτων ἐδείχθη συνδρομαῖς ἀντὶ τῆς δυσπνοίας, ἀφ’ ἧς πυκνὸν γίνεται τὸ πνεῦμα· τὸ δ’ αὐτὸ τοῦτ’ ἐπὶ πλέον πυκνούμενον ἔθος αὐτῷ ἆσθμα καλεῖν. ὥστε κατὰ τὸ ἕκτον τῶν ἐπιδημιῶν ἐπειδὰν εἴπῃ, πνεῦμα ἐγκαταλείπηται, τὴν μετὰ πυκνότητος ἀκουσόμεθα δύσπνοιαν. ὡσαύτως δὲ κᾀπὶ τῆς ἐν Κρανῶνι γυναικὸς, ἐφ’ ἧς οὕτω γράφει· σπλὴν φύσει μέγας, πυρετὸς καυσώδης, ἐξέρυθρος, πνεῦμα, τὴν προειρημένην δύσπνοιαν ἀκουστέον, ἐφ’ ἧς πυκνοῦται τὸ πνεῦμα, ὡς καὶ ἐπὶ τῆς Ἀγίσιος κόρης. ὅτι δὲ διαφέρει τὸ πυκνὸν πνεῦμα 

958
τοῦ ἄσθματος, ἐδήλωσε σαφῶς. ἔχει δὲ ἡ ῥῆσις ὧδε· ἡ Ἀγίσιος κόρη μὲν ἐοῦσα πυκνοπνεύματος ἦν· γυνὴ δὲ γενομένη, ἐκ τόκου οὐ πάλαι ἐπίπονος ἐοῦσα, ἐπιπολαίως ἦρεν ἄχθος μέγα καὶ αὐτίκα ψοφῆσαι μὲν ἐδόκει κατὰ τὸ στῆθος· τῇ δ’ ὑστεραίῃ ἆσθμά τε εἶχε καὶ ἤλγεε ἰσχίον τὸ δεξιόν. εἶτ’ ἐφεξῆς ἔπτυσεν ἀφρῶδές, φησιν, ἀρχομένη δ’ ἦν ἀνθηρά. καὶ δῆλός ἐστιν ἐξ ὅλης τῆς συνδρομῆς, ὡς φύματος ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις παλαιοῦ καὶ δυσπέπτου ῥαγέντος ἔπτυσε ταῦτα καὶ ὡς διὰ ταῦτα τὰ φύματα πυκνοπνεύματος ἦν. ἐν δ’ αὖ τοῖς κατωτέρω τοῦ βιβλίου, κατὰ μὲν τὴν κατάστασιν, ἧς ὑπήρξατο τόνδε τὸν τρόπον· βῆχες ἤρξαντο περὶ ἡλίου τροπὰς τὰς χειμερινάς· οἷσι δὲ καὶ πνεῦμα ξυνεμετεωρίζετό, φησι, (καὶ ὅτι μετέωρόν ἐστι πνεῦμα τὸ σμικρὸν καὶ πυκνὸν, διήλθομεν ἐν τοῖς ἔμπροσθεν) ἀμέλει καὶ συνάγχας γενέσθαι κατ’ ἐκείνην τὴν κατάστασιν ἔφη. μοχθηροὶ γοῦν οἱ τὸ μετέωρον ἀντὶ τοῦ μεγάλου νομίζοντες εἰρῆσθαι, διότι μετεωρίζει τὸν θώρακα, διαῖρον ἐπὶ πλεῖστον·
959
ὀλίγον δὲ προελθὼν, πνευματίας ὀνομάζει τινάς· καὶ εἴρηται καὶ περὶ τοῦδε πρόσθεν, ὡς ἤτοι τοὺς ἐμπεπνευματωμένους, ἢ τοὺς ἀσθματώδεις, οὕτως καλεῖ. τὸ δ’ ἐν τοῖς ἐφεξῆς λεγόμενον, ἄσημον πνεῦμα, σμικρόν ἐστι καὶ διὰ τοῦτ’ ἀφανὲς, οἷον καὶ ταῖς καλουμέναις ἀπνοίαις καὶ ταῖς ὑστερικαῖς πνιξὶ συνεδρεύει. τοιοῦτον δέ τι βούλεται δηλοῦν ἐξ αὐτῆς τῆς λέξεως ἐχούσης ὧδε· καὶ τὰ πνεύματα τοῖσι φθινώδεσι τὰ ἄσημα, κακὰ, καὶ τοῖσιν ἀτόκοισι· καὶ ὅσα ἄλλα τοιαῦτα ἀπὸ τῆς αὐτῆς καταστάσεως. αἱ γὰρ δὴ ἄτοκοι γυναῖκες, αὗται δὲ τοὐπίπαν εἰσὶν αἱ μὴ καθαιρόμεναι καλῶς, ἁλίσκονται μάλιστα ταῖς ἀπνοίαις, ὥσπερ ἀμέλει καὶ ὅσαι χηρεύουσιν ἐπὶ πλεῖστον. ὥσθ’ ὅσα μὴ διάσημα σαφῶς πνεύματα, μηδ’ ἐστὶν ἡμῖν κατάδηλα, ταῦτ’ ἄσημα κέκληκεν. ἐκ τούτων ὁρμώμενος ἄν τις εὑρίσκοι καὶ χωρὶς ἐμοῦ τἄλλα πάντα τὰ περὶ δυσπνοίας εἰρημένα κατὰ τε τὰ γνήσια καὶ τὰ νόθα τῶν βιβλίων, καίτοι σχεδὸν ἡμεῖς πάντα διήλθομεν ἐν τῷδε τῷ λόγῳ τὰ γνήσια. ἀλλ’ ἐπεὶ καὶ τὰ Θεσσαλοῦ τοῦ υἱέος αὐτοῦ καὶ
960
τὰ Πολύβου τοῦ γαμβροῦ, τῆς Ἱπποκράτους ἐστὶ τέχνης, οὐ πόῤῥω δ’ αὐτῶν οὐδ’ ὅσα δοκεῖ μὲν Εὐρυφῶντος εἶναι, φέρεται δ’ ἐν τοῖς Ἱπποκράτους, ἐάν μοι σχολὴ γένηταί ποτε πλείων, ἄλλο τέταρτον προσθήσω βιβλίον, ἐξηγούμενον ἃ κατὰ τὰ λοιπὰ τῶν ἐπιγεγραμμένων Ἱπποκράτους εἴρηται περὶ δυσπνοίας. νυνὶ δ’ ἑτέρων κατεπειγόντων, οὐκ ἐπ’ ἐκεῖνα μεταβήσομαι.