De difficultate respirationis

Galen

Galen, De difficultate respirationis

Οὗτοι μὲν δὴ οἱ τεσσαρεσκαίδεκα ἄῤῥωστοι ἐκ τοῦ πρώτου τῶν ἐπιδημιῶν εἰσιν, ἐφεξῆς οὕτως ὑφ’ Ἱπποκράτους, ὥσπερ καὶ ἡμεῖς αὐτῶν ἐμνημονεύσαμεν, γεγραμμένοι· ἐν δὲ τῷ τρίτῳ τῶν ἐπιδημιῶν δώδεκα μέν εἰσιν οἱ πρὸ τῆς λοιμώδους καταστάσεως, ἑκκαίδεκα δὲ οἱ μετ’ αὐτὴν, ὁμολογοῦντες ἅπαντες οἷς ἐξ ἀρχῆς ὑπεθέμεθα. καὶ οἶδα σαφῶς, ὅτι παραλιπὼν μὲν αὐτοὺς, καὶ τοῖς βουλομένοις ἐπισκοπεῖσθαι τὴν ἐν ἅπασιν ὁμολογίαν ἐπιτρέψας ἰδίᾳ καὶ καθ’ ἑαυτοὺς ἀναλέγεσθαι τὰς ὑπὸ τοῦ παλαιοῦ γεγραμμένας

881
διηγήσεις, οὐ διὰ τὸ φυλάττεσθαι μακρολογεῖν δόξω τοῦτο δρᾷν, ἀλλὰ διὰ τὸ μὴ δύνασθαι τὰς ἐξ ἀρχῆς ὑποθέσεις ἐν ὅλῳ τῷ λόγῳ διασώζειν· εἰ δὲ πάντας ἑξῆς ἐπίοιμι, φλύαρός τις εἶναι δόξω καὶ ληρώδης, ἃ καὶ καθ’ ἑαυτὸν ἕκαστος ἱκανὸς ἦν ἐξετάζειν, αὐτὸς ταῦτα μάτην παραγράφων. οὐ μὴν δὲ ἀλλ’ εἰ πάντως με χρὴ θάτερον ὑπομεῖναι τῶν ἀτόπων, ἤτοι τὴν ὑποψίαν τῆς μοχθηρίας τῶν δογμάτων, ἢ τὴν μακρολογίαν, εὑρίσκω δὲ τῆς μὲν μακρολογίας παραμυθίας τινὰς, τῆς δ’ ὑποψίας οὐδεμίαν, εὐλογώτερον τὸ περὶ πάντων εἰπεῖν. τίνες οὖν αἱ τῆς μακρολογίας παραμυθίαι; πρώτη μὲν τὸ διὰ ταχέων ἐπιδραμεῖν τῷ λόγῳ τοὺς ἀῤῥώστους, μηκέθ’ ὁμοίως ἐγχρονίσαντα καθ’ ἕκαστον, ἀλλ’ ἢ μόνον ὑπομιμνήσκοντα· δευτέρα δὲ, τοὺς μηδὲ τῶν οὕτω βραχέων ὑπακούειν ἀνεχομένους ὑπερβαίνειν αὐτὰ παρακαλέσαι, μηδὲ γεγράφθαι νομίζοντας. ὡς γὰρ ἐν ἑστιάσει λαμπρᾷ, πολλῶν παρασκευασθέντων, ἄλλος ἄλλο προαιρεῖται, τὸ μὲν ὡς ἡδὺ, τὸ δ’ ὡς ὠφελῆσον, οὕτω χρὴ καὶ τῶν λόγων τὴν μὲν παρασκευὴν εἶναι δαψιλῆ, τὴν δ’ αἵρεσιν ἐπὶ τοῖς χρωμένοις.

882

Ὁ μὲν δὴ πρῶτος ἁπάντων ἄῤῥωστος, ᾧ Πυθίων ὄνομα, δῆλός ἐστιν ἐξ αὐτῆς τῆς διηγήσεως οὐδεμίαν ὑπόθεσιν ἔχων δυσπνοίας. ὁ δὲ δεύτερος, Ἑρμοκράτης, ἤρξατό, φησιν, ἀλγέειν κεφαλὴν, ὀσφῦν· ὑποχονδρίου ἔντασις ὑπολάπαρος. οὐ μὴν ὅτι κάτω καὶ πρὸς ὀμφαλὸν ἔῤῥεπεν ἡ τάσις, ἤ ὅτι προμήκης ἦν, ἔτι προσέγραψεν, ᾧ δῆλον, ὅτι πρὸς τῶν φρενῶν φλεγμαινουσῶν ἀνεσπᾶτο τὸ ὑποχόνδριον, καὶ διὰ τοῦτο καὶ ὑπολάπαρον ἐφαίνετο, ὡς ἂν μηδεμίαν οἰκείαν ἔχον φλεγμονήν. οὗτος οὖν εἰ καὶ παρέπαιεν, ἀλλ’ ὑφ’ ἑτέρου γε μείζονος ἐνικᾶτο ἡ παραφροσύνη, ὥσπερ οὖν καὶ ἐπὶ τοῦ τρίτου καὶ τετάρτου καὶ πέμπτου καὶ ἕκτου. ἐπὶ μὲν γὰρ τοῦ τρίτου ὑποχονδρίου δεξιοῦ ξύντασις ὑπολάπαρος γέγραπται· ἐπὶ δὲ τοῦ τετάρτου ὑποχόνδριον δεξιὸν συνετάθη, ἔῤῥεπεν εἰς τὰ εἴσω· ἐπὶ δὲ τοῦ πέμπτου τράχηλον ἐπωδύνως εἶχεν· ἐπὶ δὲ τοῦ ἕκτου τῶν ἀῤῥώστων, γυνὴ δὲ ἦν αὕτη, προειπὼν ὁ Ἱπποκράτης, αὕτη ἀρχομένη τοῦ νοσήματος ἤλγει φάρυγγα, καὶ διὰ τέλεος ἔρευθος εἶχεν, γαργαρεὼν

883
ἀνεσπασμένος, ῥεύματα πολλὰ, λεπτὰ, σμικρὰ, δριμέα· ἔβησσε, πέπον δ’ οὐδὲν ἀνῆγε· μετ’ ὀλίγον ἐρεῖ, ἦν δέ τι καὶ ξυγγενικὸν φθινῶδες· ὥστε δήλη κᾀπὶ ταύτης ἡ ἐπικρατοῦσα διάθεσις ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις συστᾶσα. τὴν μέντοι μετὰ ταύτην ἄῤῥωστον διηγούμενος, ἄρχεται τόνδε τὸν τρόπον· ἡ κυναγχικὴ ἡ παρὰ τὰ Ἀριστίωνος· προελθὼν δέ φησι· πνεῦμα μετέωρον· ὃ καὶ αὐτὸ προϊόντος ἐξηγησόμεθα τοῦ λόγου, νυνὶ δὲ τὸ προκείμενον περαντέον. ἐπὶ μὲν τοῦ ὀγδόου ἀῤῥώστου γέγραπται· ὑποχονδρίου ἔντασις ὑπολάπαρος ἐξ ἀμφοτέρων· ἐπὶ δὲ τοῦ ἐννάτου, πόνοι περὶ ὑποχόνδριον. ἀλλ’ αὕτη γε οὐ παρεφρόνησε, τὰς δ’ ἑξῆς δύο γυναῖκας ἐξ ἀποφθορᾶς μέν φησι σχεῖν κακῶς, αἱ διαθέσεις δ’ αὐτῶν, ἃς διηγεῖται, τὸ μὲν καθόλου ἀποφάναι φλεγμοναὶ τῶν ὑστερῶν εἰσι, κατὰ μέρος δὲ, ὅσα ταύταις ἕπεται παθήματα. μίαν δ’ ἔτι τὴν λοιπὴν καρδίαν ἀλγῆσαί φησι, μὴ προσθεὶς, ἀσώδης, ἀλλὰ καὶ ἱδρῶσαι ψυχρὸν, καὶ δι’ ὅλου τοῦ νοσήματος φρικώδη γενέσθαι, καὶ καταψυχομένην μεγάλως, καὶ
884
μόγις ἀναθερμαινομένην, ἢ οὐδ’ ὅλως. ὥστε δῆλον ὅτι καὶ αὐτὴ βραχύπνους μὲν ἦν πάντως κατ’ ἀμφοτέρας τὰς διαθέσεις, τήν τε τῆς ὀδύνης καὶ τὴν τῆς καταψύξεως, οὐ μὴν ἠξίωσέ γε οὐδ’ ἐπὶ ταύτης εἰπεῖν περὶ δυσπνοίας ὁ Ἱπποκράτης, ὡς πάνυ σαφοῦς.

Ἑξῆς δ’ ἐστὶν ἡ λοιμώδης κατάστασις, μεθ’ ἣν πάλιν πρῶτον μὲν ἄῤῥωστον γράφει τὸν Πάριον, ἐφ’ ὧ κατὰ τὴν τελευτὴν τοῦ λόγου, ἔνθα τὰ ἐν ὅλῳ τῷ σώματι διηνεκῶς παραμείναντα γράφει, πρόσκειται καὶ τοῦτο· μετὰ πόνων ἄγρυπνος· δεύτερον δὲ τὸν ἐν Θάσῳ, περὶ οὗ φησι, βῆχες δὲ συνεχέες, ὑγραὶ, πολλαί· τρίτος δέ ἐστι Πυθίων, ὃν ἐξηγήσασθαι φθάνομεν, καὶ τέταρτος ὁ φρενιτικὸς, καὶ πέμπτος ὁ ἀρξάμενος ἐξαίφνης τὸν δεξιὸν μηρὸν ἀλγεῖν, τοῦ ῥεύματος δ’ εἰς τὰ κατὰ τὴν κεφαλὴν ἐπανελθόντος, εὐθύς μὲν παραφρονήσας, εὐθὺς δὲ καὶ ἀποθανὼν, ὁμοίως τῷ κατὰ τὸ πρῶτον τῶν ἐπιδημιῶν, ἀρξαμένῳ, ἀρξαμένῳ μὲν ἀπὸ τοῦ κατὰ τὸν μέγαν δάκτυλον πόνου, δευτεραίῳ δὲ ἀποθανόντι· ὥστε οὐδ’ ἐπὶ τούτοις περὶ δυσπνοίας ὅλως οὐδὲν ἔγραψε, δι’ ἃς 

885
ἐπ’ ἐκείνου φθάνομεν αἰτίας εἰρηκέναι. ὁ δ’ ἕκτος οὔτε παρεφρόνησεν οὔτ’ ἄλλη τινὰ ἔσχε διάθεσιν δυσπνοίας ποιητικήν. ὁ δ’ ἕβδομος ἄῤῥωστος ἡ παρθένος ἐστὶν, ἡ διὰ τὸ πλῆθος τοῦ αἵματος ἐνοχληθεῖσα τὴν κεφαλὴν οὕτως, ὡς ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ὁ ἕβδομος γεγραμμένος, αἱμοῤῥαγήσας ἐκ ῥινῶν· ὥσθ’ ὅσα φθάνομεν εἰρηκότες ὑπὲρ ἐκείνου, ταῦτα κᾀνταῦθα μεταφερέσθω. ὁ δ’ ὄγδοος ἄῤῥωστος Ἀναξίων ἐστὶν, ὃν διὰ τὸν ἔμπροσθεν ἐξηγσάμεθα. ὁ δ’ ἔννατος, τῇ τε παρθένῳ καὶ τῷ αἱμοῤῥαγήσαντι ἐκείνῳ τῷ ἐκ τοῦ πρώτου τῶν ἐπιδημιῶν παραπλήσιον ἔσχε τῆς ὅλης νόσου τὴν ὑπόθεσιν. ὁ δὲ δέκατος, ὅσπερ ἐστιν ὁ ἐν Ἀβδήροις Νικόδημος, παρέπαισε μὲν ἅπαξ ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν, εἶτα εἰκοσταῖος κριθεὶς ἱδρῶτι, καὶ δόξας ἀπύρετος γενέσθαι, αὖθις ἀνεπύρεξε καὶ αὖθις μικρὰ παρέκρουσε. γράφει δ’ ἐπ’ αὐτοῦ καὶ τάδε· οἱ δὲ παροξυσμοὶ καὶ οἱ πόνοι τούτῳ διὰ τέλεος· τίνων πόνοι; τάχ’ ἄν τις ἔροιτο. καρδιαλγικὸν μὲν εὐθὺς κατ’ ἀρχὰς ἔφησεν αὐτὸν γενέσθαι, μικρὸν δὲ προελθὼν, πόνοι πάντων ἔγραψε. ταῦτ’ ἄρα καὶ ἡ παραφροσύνη μικρὰ
886
καὶ ὀλιγοχρόνιος γενομένη, τὴν ἀναπνοὴν οὐκ ἠλλοίωσε. εἶθ’ ἑξῆς ἐστι τὸ γύναιον τὸ ἐκ τῆς λύπης ἀρξάμενον, ἐφ’ ᾧ γράφει· πόνοι μεγάλοι συνεχεῖς, ἀλλὰ καὶ σπασμοὶ πολλοί, φησι. γράφει δ’ ἐν ἀφορισμοῖς περὶ σπασμῶν ὧδε· ἐν τοῖσι πυρετοῖσι τὸ πνεῦμα προσκόπτον, κακὸν, σπασμὸν γὰρ σημαίνει· καὶ τοίνυν καὶ τὸ τῆς δυσπνοίας εἶδος τῇ γυναικὶ ταύτῃ, τὸ μέν τι κατὰ τὰς ὀδύνας, τὸ δέ τι κατὰ τοὺς σπασμοὺς ἐγένετο· διὰ τοῦτ’ οὖν καίτοι παραφρονήσασα, μέγα καὶ ἀραιὸν οὐκ ἔσχεν, οἷα νικηθὲν ὑφ’ ἑτέρων δυοῖν ἰσχυροτέρων διαθέσεων. μετὰ ταῦτα δὲ ἡ ἐν Λαρίσσῃ παρθένος, ἡ δωδεκάτη μετὰ τὴν λοιμώδη κατάστασιν γεγραμμένη, διὰ πλῆθος αἵματος νοσήσασα, καὶ κριθεῖσα τῇ τε διὰ ῥινῶν αἱμοῤῥαγίᾳ καὶ ἱδρῶτι καὶ γυναικείοις τότε πρῶτον ἐπιφανεῖσιν, οὐδεμίαν ἔσχε κατασκευὴν δυσπνοίας οὐδεμιᾶς. τῷ δὲ μετὰ ταῦτα Ἀπολλωνίῳ τῷ ἐν Ἀβδήροις ὑποχονδρίου δεξιοῦ, φησιν, ἔπαρμα σὺν ὀδύνῃ· ἀλλὰ καὶ ὅτι διὰ παντὸς ἦν μεγαλόσπλαγχνος καὶ συνήθης αὐτῷ περὶ τὸ ὑποχόνδριον ὑπῆρχεν ὀδύνη, καὶ τοῦτ’
887
ἐν ἀρχῇ γέγραπται τῆς διηγήσεως. οὐδὲν οὖν θαυμαστὸν, εἰ καὶ παρεφρόνησε, μὴ δυσπνοῆσαι κατὰ τὸ τῆς παραφροσύνης εἶδος αὐτὸν, οὕτως μεγάλην διάθεσιν ὀδυνηρὰν ἐν ὑποχονδρίῳ κεκτημένον. ἑξῆς δὲ τούτου ἡ ἐν Κυζίκῳ τὰς διδύμους θυγατέρας τεκοῦσά ἐστιν, ὑπὲρ ἧς ὡδί πως ἔγραψε· κεφαλῆς καὶ τραχήλου βάρος μετ’ ὀδύνης, ὥστε καὶ ἡ δύσπνοια κατὰ τοῦτο. λοιποὶ δ’ ἐπὶ ταύτῃ δύο εἰσὶν ἄῤῥωστοι κατὰ τὸ τρίτον τῶν ἐπιδημιῶν, ἡ Δεάλκους γυνὴ καὶ ὁ ἐν Μελιβοίῃ νεανίσκος, ἀμφότεροι παραφρονήσαντές τε καὶ μέγα καὶ ἀραιὸν ἔχοντες τὸ πνεῦμα, περὶ ὧν ἔμπροσθεν αὐτάρκως διελέχθη. ἀλλ’ ἐπεὶ καὶ τοῦθ’ ἡμῖν τὸ βιβλίον ἱκανὸν ἤδη μέγεθος ἔχει, περὶ τῶν λοιπῶν ἁπάντων, ὅσα περὶ δυσπνοίας εἴρηται τῷ παλαιῷ, διὰ τοῦ μετὰ ταῦτα σκεψόμεθα.

888

Τὸν περὶ τῆς δυσπνοίας λόγον εἰς δύο διδασκαλίας τεμόντες, ἐν μὲν τῷ πρώτῳ τῶν ὑπομνημάτων, ὅσα χρὴ γινώσκειν ὑπὲρ αὐτοῦ τὸν ἰατρὸν, ἅμα ταῖς οἰκείαις ἀποδείξεσιν ἐδηλώσαμεν· ἐν δὲ τῷ πρὸ τούτου δευτέρῳ καὶ αὐτῷ δὲ τούτῳ τῷ τρίτῳ τῶν Ἱπποκράτει περὶ δυσπνοίας εἰρημένων ἐν ἅπασι τοῖς συγγράμμασιν ἐξήγησιν ποιούμεθα· ὥστε τοὺς μὲν αὐτῶν τῶν ἔργων τῆς τέχνης μόνων ἐφιεμένους, μηδὲν δ’, ὡς αὐτοί φασιν, πολυπραγμονεῖν ἀξιοῦντας ὑπὲρ τῶν τοῖς παλαιοῖς εἰρημένων, ἔχειν ἅπαν ἱκανῶς, ὃ σπουδάζουσιν, ἐκ τοῦ πρώτου λόγου· τοὺς δὲ καὶ τὴν Ἱπποκράτους γνώμην ἐπιμαθεῖν ὀρεγομένους τε ἅμα καὶ δυναμένους, ἐκ τῶνδε τῶν

889
γραμμάτων ἀναλέγεσθαι. τὸ μὲν οὖν ὀρέγεσθαι γνῶναι τὰ τοῖς ἀρίστοις εἰρημένα, κοινὸν ἁπάντων ἐστὶ τῶν φύσει φιλοκάλων· τὸ δὲ καὶ δυνηθῆναι μαθεῖν αὐτὰ, μακροτέρου χρόνου δεόμενον, οὐκέθ’ ὁμοίως πᾶσιν ὑπάρχει· πολλοὶ γὰρ ὑπὸ πολλῆς περιστάσεως πραγμάτων ἀποστεροῦνται τῆς περὶ τὰ κάλλιστα σχολῆς. ταῦτ’ ἄρα καὶ ἡμεῖς οἴδαμεν καὶ τὸ κατεπεῖγον εἰς τὰ τῆς τέχνης ἔργα διήλθομεν ἐν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων, ἰδίᾳ δ’ ἑξῆς τὴν Ἱπποκράτους γνώμην ἐξηγούμεθα διὰ τῶν ὑπολοίπων δυοῖν γραμμάτων, ὧν τὸ μὲν δεύτερόν ἐστι, τὸ δὲ τρίτον γινόμενον κατὰ τὴν ἐξ ἀρχῆς τάξιν. καὶ χρὴ τὸν μέλλοντα τοῖς ἐν αὐτῷ λεγομένοις ἀκολουθήσειν ὡμιληκέναι τῷ δευτέρῳ πρότερον ἐπιμελῶς, ἐν ᾧ πρῶτον μὲν τὴν ὅλην γνώμην ἐδείξαμεν τοῦ Ἱπποκράτους, ὅτι μηδὲν τῶν ἐπιτυχόντων, μηδ’ ὧν οἱ πολλοὶ τῶν ἰατρῶν ἴσασι, γράφειν ἀξιοῖ, δεύτερον δὲ καὶ κατὰ μέρος ἅπαντας ἐπήλθομεν τοὺς ἐν τῷ πρώτῳ τε καὶ τρίτῳ τῶν ἐπιδημιῶν ἀῤῥώστους, ἐπιδεικνύντες ἐπὶ πολλῶν μὲν, ὅτι εἰ καὶ δυσπνοεῖν ἀναγκαῖον ὂν τοῖς κάμνουσιν, ὅμως οὐκ ἔγραψε, καθάπερ οὐδ’ ἄλλα
890
πολλὰ τῶν ἐξ ἀνάγκης τοῖς γεγραμμένοις ἑπομένων, ἃ γὰρ ἔστι καὶ χωρὶς τοῦ παρ’ ἐκείνου μαθεῖν, ἐξ ὧν εἶπεν ὁρμώμενον αὐτόν τινα ἐξευρεῖν, ταῦτ’ οὐκ ᾤετο χρῆναι γράφειν, ἐπὶ πολλῶν δὲ καὶ τὸ τῆς δυσπνοίας εἶδος αὐταῖς παραγράφει ταῖς τῶν νοσούντων διηγήσεσιν, ἐπειδὰν ἤτοι μὴ κατ’ ἀνάγκην ἕπηται τοῖς νοσοῦσιν, ἢ μὴ πρόχειρον ᾖ γνωσθῆναι τοῖς ἀναλεγομένοις αὐτοῦ τὰ γράμματα. τούτων οὖν ἐχόμενοι καὶ νῦν τῶν σκοπῶν, ἐπειδὴ τὸ πρῶτόν τε καὶ τὸ τρίτον τῶν ἐπιδημιῶν διὰ τῶν ἔμπροσθεν ἐξηγησάμεθα, πάλιν ἀπὸ τοῦ δευτέρου τὴν ἀρχὴν ποιησόμεθα, συνάπτοντες αὐτῷ καὶ τὰ λοιπὰ τῶν Ἱπποκράτους συγγραμμάτων. ὥσπερ δὲ τὸ πρῶτον καὶ τὸ τρίτον οὐ μόνον ὑφ’ Ἱπποκράτους συγκεῖσθαι δοκεῖ τοῖς ἄριστα περὶ τούτων ἐγνωκόσιν, ἀλλὰ καὶ τῇ τῆς θεωρίας οἰκειότητι συνῆφθαι πρὸς ἄλληλα, τὸν αὐτὸν οἶμαι τρόπον ἔχειν καὶ τὰ κατὰ τὸ δεύτερον καὶ τὸ δ΄ καὶ τὸ ἕκτον. ὡμολόγηται γὰρ οὖν ἤδη καὶ ταῦτα συνθεῖναι Θεσσαλὸν τὸν Ἱπποκράτους υἱὸν, τὰ μὲν αὐτοῦ τοῦ πατρὸς ἐν διφθέραις τισὶν ἢ δέλτοις εὑρόντα ὑπομνήματα, προσθέντα δέ τινα καὶ αὐτὸν οὐκ ὀλίγα. τό γε
891
μὴν πέμπτον τε καὶ ἕβδομον τῶν ἐπιδημιῶν οὐκ ἄν τίς μοι δοκεῖ τῆς Ἱπποκράτους γνώμης οἰκείας ἀξιῶσαι, κατ’ ἐμὴν δὲ γνώμην οὐδὲ τὸ τέταρτον, εἰ καί τισιν ἔδοξε καὶ τοῦθ’ ὑπὸ Θεσσαλοῦ συντεθῆναι· τὸ δὲ προγνωστικὸν καὶ τοὺς ἀφορισμοὺς καὶ τὸ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων, ἔτι τε τὸ περὶ διαίτης ὀξέων, ὅ τινες ἐπιγράφουσι πρὸς τὰς Κνιδίας γνώμας, οὐκ ἀλόγως Ἱπποκράτους αὐτοῦ πεπίστευται γράμματα εἶναι. τούτων τε οὖν τῶν βιβλίων ἔνθ’ ἂν ἡ χρεία καλῇ μνημονεύσομεν, ὅσα τ’ ἄλλα τὰ μὲν εἰς αὐτὸν Ἱπποκράτην, τὰ δὲ εἰς Εὐρυφῶντα καὶ Θεσσαλὸν καὶ Πόλυβον ἀναφέρουσιν.

Ἀρκτέον οὖν ἤδη τῆς ἐξηγήσεως ἀπὸ τῆς ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν γεγραμμένης ῥήσεως, ἐχούσης ὧδε· πνεῦμα σμικρὸν, πυκνόν· μέγα, ἀραιόν· σμικρὸν, ἀραιόν· ἔξω μέγα, εἴσω μικρόν· τὸ μὲν ἐκτεῖνον, τὸ δὲ κατεπεῖγον. διπλῆ ἔσω ἐπανάκλησις, οἷον ἐπεισπνέουσιν· θερμὸν, ψυχρόν. ἡ δ’ αὐτὴ ῥῆσις ἥδε ἐν τῷ ἕκτῳ γέγραπται τελεώτερον. ἐπὶ γὰρ ταῖς τρίταις συζυγίαις αὐτῆς δυσπνοίας ἡ τετάρτη πρόσκειται,

892
παραλελειμμένη σαφῶς ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν, οὐχ ὑπὸ τοῦ γράψαντος, ἐμοὶ δοκεῖν, αὐτοῦ· δῆλος γάρ ἐστιν οὐκ ἐξ ἐμπειρίας τινὸς καὶ μνήμης ἀθροίζων τὸ πλῆθος τῶν δυσπνοιῶν, ἀλλ’ ἐκ λογικῆς διαιρέσεως· οὐκ οὖν ἔμελλε παραλείψειν τινὰ δύσπνοιαν· ἀλλά τις τῶν παλαιῶν βιβλιογράφων ἥμαρτεν, ἔπειθ’ οὕτως ἔχον ἔφθασεν ἐκδοθῆναι τὸ βιβλίον, ἐφυλάχθη τε εἰκότως μέχρι δεῦρο τοῦτ’ αὐτὸ τὸ σφάλμα, τινῶν μὲν ὀλιγώρως ὁμιλούντων τοῖς τῶν παλαιῶν βιβλίοις, ὡς μήτ’ εἰ λείπει τι, μήτ’ εἰ δι’ ἑτέρου γράμματος εἴρηται, γνωρίζειν, ἐνίων δὲ γνωριζόντων μὲν, ἀλλὰ προσθεῖναι τὸ λεῖπον οὐ τολμώντων. οὐ γὰρ δὴ ὁμοίως τοῖς νῦν οἱ πρόσθεν εὐχερεῖς ἦσαν οὐδ’ ἕτοιμοι παραγράφειν παλαιὰν λέξιν ὡσαύτως γεγραμμένην ἐν ἅπασι τοῖς ἀντιγράφοις, ἀλλ’ ἐπισημήνασθαι μόνον αὐτοῖς ἱκανὸν ἦν, ὡς ἐνταῦθα μὲν ἐλλιπῶς, ἐν τῷ ἕκτῳ δὲ τῶν ἐπιδημιῶν τελέως ἡ διαίρεσις γέγραπται τῶν δυσπνοιῶν, ἥ τε κατὰ μέγεθος καὶ μικρότητα καὶ πυκνότητα καὶ ἀραιότητα. δύο γὰρ οὖν δὴ ταύτας ἀντιθέσεις ὁ Ἱπποκράτης, τήν τε κατὰ μέγεθος 
893
καὶ μικρότητα καὶ τὴν ἀραιότητα καὶ πυκνότητα, δῆλός ἐστιν ἐπιπλέκων ἀλλήλαις, καὶ ποιῶν συζυγίας δυσπνοίας δ΄· μίαν μὲν ἐν ᾗ μικροτέρα τε ἅμα καὶ πυκνοτέρα τῆς κατὰ φύσιν ἡ ἀναπνοὴ γίγνεται, ἑτέραν δ’ ὅταν μείζων τε ἅμα καὶ ἀραιοτέρα, καὶ πρὸς ταύταις ἄλλην τρίτην ἐν ᾗ μικροτέρα τε καὶ ἀραιοτέρα, καὶ πρὸς ταύταις τετάρτην, ἣν ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν παραλελεῖφθαί φαμεν, ἐν ᾗ μείζων τε ἅμα καὶ πυκνοτέρα γίγνεται. δέδεικται γάρ μοι πολλάκις, εἰ καὶ ἄρα χωρὶς τοῦ δειχθῆναι πρόδηλον ὑπάρχει πᾶσιν, ὡς δύο ἀντιθέσεις ἀλλήλαις ἐπιπλεκόμεναι, τέσσαρας ἀπεργάζονται συζυγίας. οὐ μόνον δὲ κατ’ αὐτὸ διενήνοχεν ἡ ἐν τῷ ἕκτῳ τῶν ἐπιδημιῶν ῥῆσις τῆς ἐν τῷ δευτέρῳ, ἀλλὰ καὶ καθ’ ὅσον ἐν τοῖς ἐφεξῆς, ὁπότε παραβάλλει τὸ τῆς εἰσπνοῆς μέγεθος τῷ τῆς ἐκπνοῆς, ἡ ἑτέρα συζυγία παραλέλειπται παντάπασιν ἐν τῷ δευτέρῳ, ἐνδεικνυμένου κᾀνταῦθα σαφῶς τοῦ γραφέως ἤτοι ῥᾳθυμίαν ἐσχάτην, ἢ ῥᾳδιουργίαν. εἰ μὲν γὰρ ὅλας ὑπερέβαινε λέξεις, ἐσχάτως ἦν ῥᾴθυμος· εἰ δὲ τὰς ὁμοίας ἀλλήλαις, ἀγνοῶν ὅπῃ διαφέρουσιν, ἓν καὶ ταὐτὸν ἀμφοτέρας δηλοῦν ἐνόμιζεν, εἶτ’
894
ἐξῄρει τὴν ἑτέραν, εἰς ἄκρον ἀφῖκτο περιεργίας, ἐπανορθωτὴν αὑτὸν τῶν Ἱπποκράτους συγγραμμάτων, οὐχ ὑπηρέτην, ἀποφαίνων. τοῦτο μὲν δὴ χρήσιμόν ἐστι μεμνῆσθαι πρὸς πολλὰς τῶν ἀσαφῶν ῥήσεων, ἐν αἷς ἤτοι παραλελεῖφθαί τι πιθανόν ἐστιν, ἢ παραγεγράφθαι. οὐδὲν γὰρ κωλύει κατ’ ἐκείνας, ἤτοι τὸ λεῖπον προστιθέντας, ἢ τὸ ἡμαρτημένον ἐπανορθοῦντας, ἀπεργάζεσθαι τέλεόν τε καὶ ἀληθῆ τὸν λόγον. ὥσπερ γὰρ τὸ μεταγράφειν τὰς παλαιὰς ῥήσεις προπετὲς, οὕτω καὶ φυλάττοντας, ὡς γέγραπται, βραχείαις τέ τισιν ἢ προσθέσεσιν, ἢ ὑπαλλάξεσι διαλύεσθαι τὰς ἀπορίας, ἀγαθῶν ἐξηγητῶν ἐστιν ἔργον. ἀλλὰ περὶ τούτων μὲν οἶμαι δι’ αὐτῶν τῶν ἔργων ἐπιδείξειν ὀλίγον ὕστερον ἅπερ χρὴ δρᾷν. οὐ γὰρ ἁπλῶς, οὐδ’ ὡς ἔτυχεν, αὐτὸ ποιητέον, ἀλλὰ μετὰ τοῦ δεικνύναι τήν τε τῶν πραγμάτων ἀλήθειαν, ἔτι τε πρότερον αὐτὴν τοῦ παλαιοῦ τὴν γνώμην οὕτως ἔχουσαν, ὁμολογεῖν τε ἀμφοτέρας κατὰ τὴν λέξιν μετακοσμηθεῖσαν.