De morborum temporibus

Galen

Galen, De morborum temporibus

Οἷόν τι τοῖς ζώοις ἐστὶν ἡ κατὰ τὰς ἡλικίας διαφορὰ, τοιοῦτον τοῖς νοσήμασιν οὓς ὀνομάζουσι καιρούς. οὔτε γὰρ ὁ χρόνος ἁπλῶς δηλοῦται διὰ τῆσδε τῆς προσηγορίας, οὔθ’ ὁ προσήκων χρόνος, ὑπὲρ οὗ καὶ τὰ βοηθήματα σκοπούμεθα· μόνη δὲ ἡ τῶν νοσημάτων, ὡς εἴρηται, ἡλικία, χρόνων ἀμοιβαῖς ὑπαλλαττομένη, καθάπερ καὶ τὸ ζῶον ταῖς ἡλικίαις. ἔοικε δὲ καὶ τοῦτο τοῖς φθαρτοῖς σώμασιν ὑπάρχειν πᾶσι, τοῖς μὲν μᾶλλον, τοῖς δὲ ἧττον, ὡς εἴ γε διαπαντὸς ἔμεινεν αὐτῶν ἀπαράλλακτος καὶ ἄτρεπτος

407
ἡ φύσις, τὴν οὐσίαν τὴν ἑαυτῆς φυλάττουσα, οὐκ ἂν ἐφθείρετο. καθάπερ οὖν καὶ ἡμεῖς αὐτοὶ γεννηθέντες αὐξανόμεθα μέχρι τῆς ἀκμῆς, εἶτ’ ἐντεῦθεν ἀρξάμενοι φθίνειν ἕως ἐσχάτου τέλους ἀφικνούμεθα φθορᾶς, ὅσοι πάσας διεξέρχεσθαι μέλλομεν τὰς ἡλικίας, τὸν αὐτὸν τρόπον καὶ τῶν ἀῤῥωστημάτων ἕκαστον μετὰ τὴν πρώτην σύστασιν τῆς γενέσεως αὐτῶν ὁδῷ τῇ ἐπὶ τὸ μεῖζον παραυξήσει χρώμενον μέχρι τῆς ἀκμῆς ἵεται, ἕως ἀνάλογον τῆς πρόσθεν αὐξήσεως μειούμενον εἰς παντελῆ διάλυσιν ἐλθεῖν. τάχα δ’ ἂν ἴσως δόξειε ταύτῃ μόνον διαφέρειν ἡ τῶν νοσημάτων κατὰ χρόνον ἐξαλλαγὴ τῆς κατὰ τὰ ζῶα ἡλικίας, ὅτι τοῖς μὲν ζώοις ἴδιός ἐστιν ὁ χρόνος τῆς γεννήσεως, ἐν ᾧ διαπλάττεται πάντα τὰ μόρια τὰ πρὸς τὴν ζωὴν ἀναγκαῖα, τῶν νοσημάτων δὲ οὐδείς ἐστι χρόνος τοιοῦτος ἴδιος, ἀλλ’ εὐθὺς ἀπὸ τῆς πρώτης εἰσβολῆς αὐξάνεται. καὶ τοῦτ’ εἰκότως γίγνεται· τὰ μὲν γὰρ ζῶα σώματά ἐστι, τὰ δὲ νοσήματα τοῖς σώμασι συμβεβηκότα. διάπλασιν μὲν οὖν καὶ γένεσιν ἐπιζητεῖ ἡ τῶν σωμάτων ἰδιότης, τὰ συμβαίνοντα δ’ αὐτοῖς, ἅτε μηδεμιᾶς διαπλάσεως δεόμενα, κατὰ τὴν πρώτην εἰσβολὴν εὐθέως ἅμα τὴν γένεσιν
408
ἔχει καὶ πρὸς τὴν αὔξησιν ἐπείγεται. τίς γὰρ ἂν εἴη φλεγμονῆς γένεσις, ὁποία ζώου κυουμένου διάπλασις; ἢ τίς ἐρυσιπέλατος, ἢ τίς εἰ οὕτως ἔτυχε πυρετοῦ; φαίνεται γὰρ ἕκαστον τούτων εὐθὺς ἅμα τῷ πρῶτον ἄρξασθαι τοιοῦτον ὑπάρχον τὴν ἰδέαν, ὁποῖόν ἐστι τὸ μέγιστον ἐν ταὐτῷ γένει, λειπόμενον δ’ ἐκείνου μόνον τῷ μεγέθει. θερμότερον γοῦν ἑαυτοῦ σὺν ὄγκῳ μείζονι μετ’ ὀδύνης τε ἅμα καὶ τάσεως γίνεται τὸ φλεγμαῖνον· ἀλλὰ ταῦτα κατὰ μὲν τὴν εἰσβολὴν μικρὰ, τοὐντεῦθεν αὐξάνεται μέχρι τινὸς μεγέθους, οὐκ ἴσου πᾶσιν, ὅθεν ἐφεξῆς ἤτοι διεφορήθη τοῖς βοηθήμασιν ὁ παρὰ φύσιν ὄγκος ἅμα τῷ καὶ τὴν ὀδύνην αὐτῷ καὶ τὴν θερμότητα συναποπαύεσθαι, ἢ μετέβαλεν εἰς πῦον. αὗται γὰρ αἱ τῆς φλεγμονῆς λύσεις, ἄν γε μέλλῃ λύεσθαι· περὶ τούτων γὰρ ἡμῖν ὁ λόγος ἔστω πρότερον, ἀναβεβλημένης κατὰ τὸ παρὸν εἰς ὕστερον τῆς περὶ τῶν μὴ λυομένων νοσημάτων ἐπισκέψεως. χρόνος οὖν οὐδείς ἐστιν ἴδιος ἐξαίρετος ἀποτεταγμένος τῇ γενέσει τῆς φλεγμονῆς, ἕτερος τοῦ τῆς αὐξήσεως, ἀλλ’ εἷς ὁ σύμπας, ἀπὸ τῆς πρώτης εἰσβολῆς ἄχρι τῆς ἀκμῆς
409
αὐξανομένου τοῦ πάθους. οὕτω δ’ ἔχει καὶ περὶ τῶν ἐρυσιπελάτων ἁπάντων τε τῶν ἄλλων. καὶ γὰρ καὶ ὁ πυρετὸς ἐν γένει μὲν, οἶμαι, τῆς παρὰ φύσιν ἐστὶ θερμασίας· ταύτης δὲ οὐκ ἀποτέτμηται ὁ χρόνος ἴδιος τῆς γενέσεως, ἀλλ’ ἐπειδὰν πρῶτον ἄρξηται τὸ σῶμα θερμότερον ἑαυτοῦ γίνεσθαι πυρετώδει θερμασίᾳ, τοὐντεῦθεν ἕτερος ἐφ’ ἑτέρῳ καιρὸς ἐκδέχεται τὴν αὔξησιν τοῦ πάθους, ἄχρι τῆς παντελοῦς ἀκμῆς, ἣν ἐν ἑκάστῳ τῶν ὄντων ἔσχατον τὸ μέγεθος εἶναι νοοῦμεν.

Οὗτος ὁ λόγος ἐπιεικής ἐστι καὶ δεῖταί τινος ἀγωνιστοῦ γενναίου πρὸς τὴν ἀπάντησιν, ὃς ἐπιδείξει ταῖς ἀρχαῖς τῶν νοσημάτων εἶδος ἴδιον ὑπάρχειν ὥσπερ τοῖς ζώοις διαπλαττομένοις, ἀνακείμενόν τε τούτῳ τὸν πρῶτον χρόνον ὅροις οἰκείοις περιγραφόμενον. ἐφ’ ὧν ἐστελλόμην ἂν ἤδη διδάσκων ἃ γινώσκω, εἰ μή με κατά τινα δὴ τύχην ἐν τῷδε τοῦ λόγου γενόμενον ὑπῆλθεν ἡ Ἀρχιγένους διαίρεσις, ὃς εἰς τοὺς πρώτους τε καὶ μεγίστους καιροὺς διαιρῶν τὰ νοσήματα μετὰ τὴν ἀρχὴν εὐθέως ἀκμὴν τάττει, τὸν μεταξὺ καιρὸν καταλιπὼν τὴν ἀνάβασιν. ὅπου γὰρ οὐκ εἶναι

410
δοκεῖ καιρὸς ἴδιος τῆς ἀρχῆς ὅλης, ἀλλ’ ἀπὸ τῆς πρώτης εἰσβολῆς ἄχρι τῆς ἀκμῆς, τὸ μεταξὺ πᾶν ἐπίδοσις ᾖ, πῶς γε συγχωρήσειεν ἄν τις Ἀρχιγένει τὸ μὲν ὁμολογούμενον ὑπερβαίνοντι, τὸ δ’ ἀμφισβητούμενον ὡς ὁμολογούμενον ἑτοίμως τιθεμένῳ; οὕτως μὲν οὖν φαίνεται προδιδοὺς ἐσχάτως τὸν λόγον, ἀγῶνος μεγάλου δεόμενον εἰς τὸ δεῖξαι τὴν ἀρχὴν τοῦ νοσήματος ἴδιον ἔχουσαν τύπον, οὐ σμικρότητι μόνον τῶν ἐφεξῆς αὐτῇ διαφέρουσαν· ἡμεῖς δὲ ἐπιχειρήσομεν ἤδη δεικνύειν διαλλάττουσαν ἰδέᾳ τινὶ τὴν ἀρχὴν τοῦ νοσήματος τῆς μετ’ αὐτὴν ἀναβάσεως. ἡ δ’ ἀρχὴ τοῦ λόγου τὴν ἀνάμνησιν ἕξει ἐκ τῶν φαινομένων ἐναργῶς ἅπασιν ἡμῖν ἐπὶ πολλῶν νοσημάτων. ὅθενπερ, οἶμαι, καὶ κινηθέντες ἰατροὶ σχεδὸν ἅπαντες οἱ πρὸ Ἀρχιγένους ἀρχήν τινα λέγουσιν ἑκάστου νοσήματος, οὐ τὴν πρώτην εἰσβολὴν ἐκείνην μόνην τὴν ἀπλατῆ, μῆκος δέ τι χρόνου καὶ πλάτος αὐτῇ προσγράφουσιν ἀξιόλογον ἔστιν ὅτε, καὶ μετὰ ταύτην τὴν ἀνάβασιν, εἶτ’ ἀκμὴν, ἐφ’ ᾗ δηλονότι τὴν καλουμένην παρακμήν. ἐθεασάμεθα γοῦν ἐνίους ἐν τῷ πράττειν ὁτιοῦν 
411
τῶν κατὰ τὸν βίον ἀτρέμα φρίξαντας τὸ πρῶτον, εἶτ’ αὖθίς τε καὶ αὖθις ἀνωμαλίας τέ τινος ἰσχυροτέρας, καὶ φρίκης ἀξιολογωτέρας αἰσθανομένους, ὡς μήτε πράττειν μήθ’ ὑπομένειν ἃ πρότερον ἀμέμπτως ἔπραττον, ἀλλὰ καὶ κατακλιθῆναί τε καὶ δεῖσθαι σκεπασμάτων, καὶ τοῦτο παθόντας ἐνίους μὲν ὥραις τρισὶν, ἐνίους δὲ ἐλάττοσιν, ἢ πλείοσιν· ἐντεῦθεν δ’ ἄρξασθαι θερμασίας ἀηδοῦς τε καὶ παρὰ φύσιν αἰσθάνεσθαι ταύτης κατ’ ὀλίγον αὐξανομένης. ἐν αὐτοῖς γὰρ τούτοις ἐναργῶς ὁρᾶται διαφέρουσα κατ’ ἰδέαν ἐξαίρετον ἡ ἀρχὴ τοῦ παροξυσμοῦ τῆς ἐπιδόσεως. εὔδηλον δὲ ὅτι τὴν αὔξησιν ἐπίδοσιν ὀνομάζουσιν ἔνιοι, καθάπερ ἄλλοι τινὲς ἀνάβασιν· ἡμεῖς δ’ ἅπασι τοῖς ὀνόμασιν, ὡς ἂν ἐπέλθῃ, χρησόμεθα· δηλοῖ γὰρ ἓν πρᾶγμα πάντα. τοῦτο οὖν τὸ πρᾶγμα, ὃ τρισὶν ὀνόμασι προσαγορεύεται, ἵσταταί ποτε καὶ παύεται τῆς αὐξήσεως, καὶ φαίνεται διαμένον ἶσον ἑαυτῷ κατά τινα χρόνον, ἤτοι μακρότερον, ἢ βραχύτερον· εἶτ’ ἐντεῦθεν ἔλαττον ἑαυτοῦ γινόμενον, ἤτοι διὰ ταχέων, ἢ χρόνῳ πλείονι· καὶ ποτὲ μὲν εἰς ἀπυρεξίαν ἡ τοῦ πυρέξαντος οὕτως
412
φαίνεται ἐπανερχομένη διάθεσις, ἔστι δ’ ὅτε ὑπὸ τῆς εἰσβολῆς δευτέρου παροξυσμοῦ καταλαμβανομένη τὴν αὐτὴν ἰδέαν ἔχοντος τῇ προειρημένῃ. καὶ πάντως γ’ ἔστιν ὅτε τὰ προειρημένα δεύτερον αὖθις ἐπιγίγνεται τῷ νοσοῦντι, πολλάκις δ’ ἔστιν ὅτε καὶ τρίτον, καὶ τέταρτον, καὶ πέμπτον δὲ, περιερχομένης τῆς νόσου κατά τινα κύκλον ἐκ τῶν αὐτῶν ἐπὶ τὰ αὐτὰ διὰ τῆς αὐτῆς τάξεως. ὀνομάζουσι δὲ τὸν τοιοῦτον κύκλον ἕκαστοι οἱ ἰατροὶ περίοδον. ἔνιοι μὲν οὖν αὐτῶν ἐν τέτταρσι καὶ εἴκοσιν ὥραις περιγράφονται, καὶ καλοῦσιν αὐτὰς ἀμφημερινάς· ἔνιαι δὲ ἐν ὀκτὼ καὶ τετταράκοντα, τουτέστιν ἐν δυσὶν ἡμέραις καὶ νυξὶν, ἃς ὀνομάζουσι τριταίων πυρετῶν περιόδους· ἑτέρας δέ τινας ἑβδομήκοντα καὶ δυοῖν ὡρῶν περιγράφει χρόνος, ὧν τοὺς μὲν πυρετοὺς αὐτοὺς ὀνομάζουσι τεταρταίους, τὸν κύκλον δ’ ὅλον, ὃς ἐπανέρχεται εἰς τὴν μίαν ἀρχὴν, τεταρταίαν περίοδον· οὕτω δὲ καὶ τριταίαν περίοδον ἅμα τριταίῳ πυρετῷ, καὶ τὴν ἀμφημερινὴν ἑκάστης ἡμέρας ἐπανακυκλοῦσαν ἅμα τοῖς ἀμφημερινοῖς πυρετοῖς· ἀλλ’ αἵ γε περίοδοι πᾶσαι ποτὲ μὲν εἰς ἀπυρεξίαν ἀφικνοῦνται, καθάπερ ἐν τοῖς προειρημένοις πυρετοῖς,
413
ἀμφημερινῷ καὶ τριταίῳ καὶ τεταρταίῳ· ποτὲ δὲ εἰς παρακμὴν μόνον, ἤτοι πλησίον ἀπυρεξίας ἥκουσαν, ἢ καὶ ποῤῥωτέρω.

Παραδείγματος οὖν ἕνεκεν ἐπὶ τριταίου πυρετοῦ πρῶτον ἡμῖν ὁ λόγος γινέσθω. φρίκη μετρία τῶν τοιούτων πυρετῶν ἄρχεται, εἶτ’ ἄκρων ψύξις ἅμα φρίκαις μείζοσιν, εἶτ’ ἤδη καὶ ῥιγοῦσι καὶ ψύχονται τὰ πλεῖστα τοῦ σώματος. ὁ δὲ σφυγμὸς αὐτῶν ἐν τῷδε τῷ καιρῷ σκληρότερός τε καὶ μικρότερος γίνεται τοῦ πρόσθεν, ὠκύτερός τε σαφῶς κατὰ τὴν συστολὴν, τοῖς εἰδόσιν αἰσθάνεσθαι συστολῆς· ὡς ἥ γε διαστολὴ τὰ πολλὰ μὲν ἑαυτῆς βραδυτέρα, καὶ μάλιστα κατὰ τὴν εἰσβολὴν, ἐνίοτε δ’ ἄν σοι δόξειεν ὁμοία διαμένειν τῇ προϋπαρχούσῃ καταστάσει. καὶ μὲν δὴ καὶ τῶν ἠρεμιῶν ἡ μὲν ἐπὶ τῇ συστολῇ μακροτέρα πώς ἐστιν· ἡ δ’ ἐπὶ τῇ διαστολῇ κατὰ τὸν αὐτὸν ἐκείνῃ τρόπον ὡς τὰ πολλὰ μὲν ἴση τῇ πρόσθεν, ἔστι δὲ ὅτε οὐκ ἴση. ταῦτα ἐνίοις μὲν ὥραις γίνεσθαι πέφυκεν ἰσημεριναῖς δυσὶ, τισὶ δὲ ἤτοι πλείοσιν αὐτῶν, ἢ ἐλάττοσιν· εἶθ’ ὁ σφυγμὸς, ἀρξάμενος

414
μείζων θ’ ἅμα καὶ θάττων καὶ πυκνότερος γίγνεσθαι, κατὰ βραχὺ προστίθησιν ἑκάστῳ τῶν εἰρημένων. εὐθὺς δὲ καὶ θερμότεροι σφῶν αὐτῶν ἀποτελοῦνται σὺν ταῖς εἰρημέναις τοῦ σφυγμοῦ μεταβολαῖς, ὥστ’ ἔνιοι πολλῆς αἰσθάνονται θερμασίας ἔνδον, ἔτι κατεψυγμένοι τὰ κῶλα, καὶ τὸ σύμπαν εἰπεῖν ἀνωμαλία τις ἐπικρατεῖ κατὰ τοῦτον τὸν χρόνον οὐ σμικρὰ περὶ τὸ σῶμα· δεύτερος οὗτος ὁ χρόνος ἐκείνου τοῦ πρώτου, καθ’ ὃν ἐκ τῆς πρόσθεν καταστάσεως ἐψύχθη μὲν ὅλον τὸ σῶμα, τοῦ σφυγμοῦ δ’ ἡ μετάπτωσις εἰς τἀναντία τοῖς πρόσθεν ἐγένετο. κατὰ μέν γε τὴν ἀπυρεξίαν, ἥτις ἡμῖν καλείσθω διάλειμμα, διότι καὶ ὁ Ἱπποκράτης οὕτως ὠνόμασιν, ὁ σφυγμὸς ἐν τῇ κατὰ φύσιν ἐστὶν ὡς πρὸς τὴν ἡμετέραν αἴσθησιν καταστάσει, τοιοῦτον δὲ τὸ κάλλιστον διάλειμμα, μεταβάλλει γὰρ ἐξαίφνης εἰς τὰς εἰρημένας ὀλίγον ἔμπροσθεν διαφορὰς ἅμα τῷ κατεψύχθαι τὸ ζῶον, εἶτ’ αὖθις εἰς τἀναντία τρέπεται μετὰ τοῦ θερμαίνεσθαι. πρῶτος οὖν χρόνος ἐναργῶς ἐστι τῆς ὅλης περιόδου, καθ’ ὃν ἐψύχθη τὸ σῶμα σὺν ταῖς εἰρημέναις τοῦ σφυγμοῦ μεταβολαῖς, ἤτοι ἐξ ὑγείας,
415
ἢ ἐκ διαλείμματος εἰς τοῦτο ἀφικόμενος· ἕτερος δ’ ἐπὶ τούτῳ δεύτερος, ὁ τῆς εἰς τὰ ἐναντία μεταβολῆς τῶν τε σφυγμῶν καὶ τῆς θερμασίας, ἄχρι περ ἂν ὁμαλῶς γένηται θερμὸς ὁ σύμπας ὄγκος τοῦ σώματος· εἶτ’ ἐπ’ αὐτῷ τρίτος, αὐξανομένης μὲν ἔτι τῆς θερμασίας, ἀνάλογον δ’ αὐτῇ καὶ τῶν σφυγμῶν ἐπιδιδόντων εἰς μέγεθος καὶ τάχος καὶ πυκνότητα· τετάρτη δὲ κατάστασις ἐπὶ ταῖς εἰρημέναις τρισὶν ὁρᾶται, τῶν εἰρημένων ἁπάντων ἴσον ἑαυτοῖς φυλαττόντων τὸ μέγεθος, ὡς πρὸς τὴν ἡμετέραν αἴσθησιν· εἶτ’ ἐντεῦθεν ἄλλος πέμπτος, ὅταν ἤδη μὲν ἐλάττων ἡ θερμασία γίνηται σαφῶς, ἀτμὸς δὲ ἐκκρίνηται διὰ τοῦ δέρματος, ὁ σφυγμὸς δὲ ἐπὶ τὴν κατὰ φύσιν ἐπανέρχηται κατάστασιν, ἀποτιθέμενος ἃ παρὰ φύσιν ἐπεκτήσατο πάντα, μεγέθους τε πέρι καὶ ταχυτῆτος καὶ πυκνότητος. ἐν τούτῳ τῷ χρόνῳ καὶ ἱδρὼς τοῖς πλείστοις αὐτῶν γίνεται, καὶ μετὰ τοῦτον ὁ τοῦ διαλείμματος ἀφικνεῖται χρόνος, ἕκτος ἐπὶ τοῖς εἰρημένοις. οὐδὲν δὲ τούτων ὑπόθεσίς ἐστιν ἀδήλου πράγματος, ἀλλ’ ἐναργῶς ὁσημέραι σχεδὸν ἅπασι τοῖς πυρέττουσι τριταῖον πυρετὸν οὕτω φαίνεται γιγνόμενον· καὶ χρὴ προσθεῖναι τῷ λόγῳ τὸ πρὸς Ἱπποκράτους 
416
εἰρημένον, ὡς μέχρι μὲν τούτου καὶ μὴ ἰατρὸς ἂν δύναιτο γινώσκειν ὀρθῶς, εἰ τὰς τοῦ σφυγμοῦ τροπὰς ἐξέλοιμεν τοῦ λόγου. περιεργότεραι γὰρ ἢ κατὰ τὸν ἰδιώτην αὗταί εἰσιν, ἡ δὲ τῆς θερμασίας μεταβολὴ, κᾂν εἰ μὴ βούλοιντο παρακολουθεῖν οἱ πάσχοντες, αὐτὴ κεντρίζειν τε καὶ νύττειν αὐτοὺς πέφυκεν, ὡς μὴ λαθεῖν. ἐξηγοῦνται γοῦν πάντες οἱ κάμνοντες οὕτως, ἐξαίφνης μὲν αὐτοῖς ἤτοι γ’ ἀνωμαλίαν ἢ φρίκην διαδραμεῖν, εἶτ’ ἐντεῦθεν ἅμα καταψύξει τῶν ἀκραίων ἐπιτείνεσθαι τὰς φρίκας, ἀκολουθῆσαι δὲ αὐταῖς τὸ ῥῖγος· εἶτ’ αὖθις τοῦ μὲν ῥίγους γενέσθαι ποτὲ καὶ παῦλαν, ἐκλύεσθαι δὲ τὴν περίψυξιν τῶν ἄκρων, αἴσθησιν δὲ φλογώσεως ἔνδον εἶναι καὶ δίψος· ἐπὶ δὲ τούτοις αὖθις οἴχεσθαι μὲν ἅπασαν ἀνωμαλίαν, ὁμαλῶς δὲ καίεσθαι τὸ σύμπαν σῶμα, καὶ τοῦτο ἀεὶ καὶ μᾶλλον αὐτοῖς γίνεσθαι, καὶ στῆναί γέ ποτε καὶ μεῖναι τὴν θερμασίαν ὁμοίαν ἑαυτῇ· εἶθ’ ὕστερον αἴσθησιν αὐτοῖς ἐκλυομένης γενέσθαι, καὶ τοῦτο μέχρι τῆς καταστάσεως ἐκείνης μὴ παύεσθαι γινόμενον, ἐν ᾗ πρῶτον ᾔσθοντο μηκέτι πυρουμένων αὐτῶν. ἐπὶ μὲν οὖν τῶν τριταίων πυρετῶν αἱ κατὰ μέρος διαφοραὶ
417
τῆς περιόδου τοιαῦταί τινες ὑπάρχουσιν· ἐπ’ ἄλλων δὲ ἄλλαι διαφοραὶ πυρετῶν εἰσιν, ὑπὲρ ὧν ἐφεξῆς ἐρῶ.

Νυνὶ δὲ ἐπὶ τούτου πρῶτον, οὗ πρῶτον παρεθέμην, ὁ λόγος ἐξεταζέσθω. πρῶτος οὖν ἦν καιρὸς ὁ συνάπτων τῇ ἀπυρεξίᾳ, ψύξεως αἴσθησιν παρέχων, ὃν ἀρχὴν ὠνομάσαμεν· δεύτερος ὁ ἀποτιθέμενος τὴν ψύξιν, ὡς εἴρηται, κατὰ βραχὺ, καὶ καλείσθω συντόμου διδασκαλίας ἕνεκεν ἀνωμαλίας καιρός· εἶτ’ ἐπ’ αὐτῷ τρίτος ὁ τῆς ὁμαλοῦς αὐξήσεως. ἐφ’ ᾗ τέταρτος ὁ τῆς στάσεως, καὶ πέμπτος ὁ τῆς μειώσεως· εἶθ’ ἕκτος ὁ τῆς ἀπυρεξίας. ὅτι μὲν οὖν ἕξ εἰσιν αἱ εἰρημέναι κανονικαὶ διαφοραὶ κατὰ τὰς τῶν τριταίων πυρετῶν περιόδους, αἰσθήσεως δεῖ καὶ μνήμης, οὐκ ἀποδείξεως λογικῆς. ἓξ δ’ οὐσῶν αὐτῶν, ὀνόματα συνθέσθαι κάλλιον ἕνεκα συντόμου θ’ ἅμα καὶ σαφοῦς δηλώσεως· καθάπερ τις νόμος ἐστὶ κοινὸς ἅπασι τοῖς Ἕλλησιν, ὧν μὲν ἂν ἔχωμεν ὀνόματα πραγμάτων παρὰ τοῖς πρεσβυτέροις εἰρημένα, χρῆσθαι τούτοις· ὧν δ’ οὐκ ἔχομεν, ἤτοι μεταφέρειν

418
ἀπό τινος ὧν ἔχομεν, ἢ ποιεῖν αὐτοὺς κατὰ ἀναλογίαν τινὰ τὴν πρὸς τὰ κατωνομασμένα τῶν πραγμάτων, ἢ καὶ καταχρῆσθαι τοῖς ἐφ’ ἑτέρων κειμένοις. ἔξεστι μὲν τῷ βουλομένῳ μήτε φυλάττειν τὰ συνήθη τοῖς Ἕλλησιν, εἴ που δεήσειε ποιεῖν αὐτὸν, εἰς τοὺς εἰρημένους ἀποβλέπειν σκοποὺς, καὶ πολὺ τοῦτ’ ἔστι παρὰ τοῖς νεωτέροις ἰατροῖς, ὡς ἂν μὴ παιδευθεῖσι τὴν ἐν παισὶ παιδείαν, ὥσπερ οἱ παλαιοί. συγχωρητέον οὖν αὐτοῖς ὡς ἂν ἐθέλωσιν ὀνομάζειν, ἐπειδὴ μάχιμοί τ’ εἰσὶ καὶ ἀναιδεῖς, καὶ πολλάκις γε χρηστέον τοῖς ὀνόμασιν, ὡς ἂν ἐκεῖνοι κελεύωσιν, ὑπὲρ τοῦ φυγεῖν αὐτῶν τὴν γλωσσαλγίαν· οὐδὲ γὰρ οὐδὲ βλαβήσονταί τι διὰ τὴν ἐν τοῖς ὀνόμασι παρανομίαν οἱ κάμνοντες· ὅταν δὲ ἤτοι κλέπτωσί τινα καιρὸν ὅλον ὑπερβαίνοντες, ἢ τοῖς εἰρημένοις ἐπεισάγωσι τὸ μὴ φαινόμενον, οὐκ ἐπιτρεπτέον αὐτοῖς, ὡς ἂν εἰς βλάβην ἤδη τῶν νοσούντων τῆς τοιαύτης ἁμαρτίας διαφερούσης. ἄμεινον οὖν ἐστιν ἐν τῷδε, προδιεσκέφθαι τὰς τῶν σφαλμάτων αἰτίας, παρ’ αἷς οἱ πλεῖστοι τῶν ἰατρῶν σφάλλονται, πρὸς τὸ μήτ’ αὐτούς τι σφαλῆναι κᾀκείνοις ἐπιδεῖξαι τὴν ἀληθῆ τοῦ
419
πράγματος ὁδὸν, εἰ βουληθεῖεν. ἔνιοι γὰρ αὐτῶν οὕτω πεφύκασιν, ὡς μηδ’ ἂν τὸν Ἀπόλλωνα αὐτὸν ἢ τὸν Ἀσκληπιὸν σχῶσιν ἐπιθυμοῦντάς τε διδάσκειν αὐτοὺς καὶ παρακαλοῦντας, ὑπακοῦσαί ποτε καὶ παρασχεῖν δύνασθαι τὰ ὦτα, μήτοι γε δὴ καταδέξασθαι τῇ ψυχῇ τὰ λεχθέντα. ἀλλ’ οὐκ ἐκείνοις γε ταῦτα γεγράψεται. τοῦτο τοίνυν σφάλματος αὐτῶν αἰτία πρώτη καὶ μάλιστ’ ἐστὶν, ἡ τῆς τῶν νοσημάτων διαφορᾶς ἄγνοια. τριταῖος μὲν γὰρ, ὡς εἴρηται νῦν, εἴωθε κινεῖσθαί τε καὶ τὰς ὥσπερ ἡλικίας αὐτοῦ διανύειν, οὐ μὴν ὁμοίαν γε κίνησιν ἔχει πᾶν νόσημα· διόπερ οὔθ’ ἡμεῖς ὀρθῶς, ἃ περὶ τριταίων εἰρήκαμεν, ἐπὶ πάντα μετοίσομεν, οὔτ’ ἄλλος τις ἀπ’ ἄλλου πάθους ὁρμηθεὶς, ἕνα κοινὸν ἀξιώσει λόγον ἁπάντων ὑπάρχειν. αὕτη μὲν οὖν ἡ πρώτη καὶ μεγίστη τῆς ἁμαρτίας αὐτῶν αἰτία.

Τὰς δ’ ἄλλας ἐφεξῆς ἐρῶ, κατὰ τὴν τῆς χρείας τάξιν, ἐπειδὰν πρότερον ὀνόματα θῶ τοῖς εἰρημένοις τῆς τριταίας περιόδου καιροῖς. Ἱπποκράτους γοῦν εἰρηκότος· οἱ πυρετοὶ ὁκόσοι μὴ διαλείποντες διὰ τρίτης ἰσχυροὶ

420
γίνονται, ἐπικίνδυνοι· ὅτῳ δ’ ἂν τρόπῳ διαλίπωσι, σημαίνει, ὅτι ἀκίνδυνοι· τὸ διαλιπεῖν οὐκ ἔστιν ἐπ’ ἄλλου δέξασθαι μέρους τῆς περιόδου, τὴν ἀπυρεξίαν ὑπερβάντα. οὐ γὰρ δὴ τοῦτό γέ φησιν, ὅτῳ δ’ ἂν τρόπῳ παρακμάζωσιν, οὐ γὰρ ἀληθὲς τοῦτο. χείριστος γὰρ πυρετῶν ὑπάρχων ὁ ἡμιτριταῖος, ὅμως εἰς παρακμὴν ἀφικνεῖται σαφῆ τοῖς πολλοῖς, καὶ ἐν ἄλλοις ἅπασι κατά γε τοῦτο παραπλησίως, ὅτι μὴ τοῖς συνόχοις ὠνομασμένοις· οὗτοι γὰρ μόνοι πυρετοὶ οὐκ ἔχουσι παρακμὴν αἰσθητὴν, ὥσπερ οὐδὲ τὴν ὅλην περίοδον, οὔτε τινα ἄλλην διαφορὰν τῶν προειρημένων, ἀλλ’ οἵαν ἔφαμεν εἶναι τῶν τριταίων τὴν ἐπὶ τοῦ μεγέθους ἔν τινι χρόνῳ στάσιν, ἐκεῖνοι τοιαύτην ἔχουσιν ὀλίγου δεῖν ἅπασαν αὐτῶν τὴν διέξοδον. εἴπερ οὖν, ὡς ἔφην, ἀκίνδυνοι κατά γε τὴν ἑαυτῶν φύσιν εἰσὶν οἱ εἰς ἀπυρεξίαν λήγοντες, ὡς ἐν τοῖς περὶ αὐτῶν λόγοις ἐπεδείξαμεν, οὐκ ἄλλό τι τὸ διαλιπεῖν Ἱπποκράτης ὠνόμασεν, ἢ τὸ λήγειν εἰς ἀπυρεξίαν. ὥστ’ εὐλόγως ἄν τις ἑπόμενος τῇ παλαιᾷ συνηθείᾳ διάλειμμα καλέσειεν ἐν ταῖς τῶν τριταίων περιόδοις τὸν καιρὸν τῆς ἀπυρεξίας· ὥσπέρ γε 
421
καὶ τὴν ἐπὶ τοῦ μεγίστου μεγέθους στάσιν, ὡς πρὸς τὴν αἴσθησιν ἡμῶν τῶν ἁπτομένων, αὐτῶν τε τῶν καμνόντων, ἀκμήν. οὕτω γοῦν καὶ ἡ τῶν ἡλικιῶν ἀκμὴ τὸ τελεώτατόν ἐστι, καὶ φαίνεται καὶ τούτῳ τῷ ὀνόματι, καθάπερ καὶ τῷ διαλείπειν ὁ Ἱπποκράτης χρώμενος. ἀλλὰ καὶ τὸ πρῶτον μέρος τῆς περιόδου κατά γε τὴν πρώτην ἡμέραν γενόμενον ἐπὶ τῇ μεταπτώσει τοῦ κατὰ φύσιν, ἔν τε τῇ τρίτῃ καὶ τῇ πέμπτῃ καὶ ταῖς ἀνάλογον, ὡσαύτως περιοδίζον ἐπὶ τῷ διαλείμματι, καλοῦσιν ἀρχὴν, οὐχ Ἱπποκράτης μόνον, ἀλλὰ καὶ οἱ ἄλλοι σχεδὸν ἅπαντες ἰατροί. μετὰ δὲ τὴν ἀρχὴν ἐναργῶς γνωριζομένην τῇ ψύξει δεύτερος ἦν καιρὸς ὁ τῆς ἀνωμαλίας, καὶ τρίτος ὁ τῆς αὐξήσεως, ἄχρι τῆς ἀκμῆς. ἐπικοινωνοῦντας δ’ αὐτοὺς ἀλλήλοις οὐκ ἀκριβῶς ἐθεάσαντο πάντες, ἰδέᾳ διαφέροντας· ὀνομάζουσί τε τὸ συγκείμενον ἐξ ἀμφοῖν, ὡς ἓν ὅλον, οἱ μὲν ἐπίδοσιν, οἱ δ’ αὔξησιν, οἱ δ’ ἀνάβασιν παροξυσμοῦ. καὶ μέντοι καὶ λέγουσιν ἀληθές τι· μετὰ γὰρ τὸν πρῶτον καιρὸν, ἐν ᾧ καταψύχεται μὲν τὰ ἐκτὸς, εἰς δὲ τὸ βάθος ἐναργῶς φαίνεται τὸ αἷμα συῤῥέον, ἕτερός ἐστι καιρὸς ὅλος, ὅλῳ τῷδε κατ’ ἀντίθεσιν ὑφιστάμενος,
422
διαμαχομένου μὲν τοῦ θερμοῦ τῇ ψύξει; ἀποτεινομένου δὲ πρὸς τὰ ἐκτὸς τοῦ αἵματος. καὶ εἴ γ’ οὕτως αὐτὸν ἕνα λέγοιεν, ὡς εἴρηται νῦν, οὐ διοίσει καλεῖν τοῦτον ὅλον τὸν καιρὸν ἀνάβασιν· εἰ δ’ οὕτω καλέσαντες, ἄτμητον ἐάσειαν, οὐ σμικρὰ βλάψουσι τὴν τέχνην. ὁ γὰρ τῆς ἀνωμαλίας ἐν αὐτῷ καιρὸς ὁ πρῶτος ἑτέρων ἔνδειξιν ἔχει βοηθημάτων, καὶ οὐ πάντῃ τῶν αὐτῶν τῷ μετ’ αὐτὸν καιρῷ, καθ’ ὃν ὁμαλὴς μὲν ἡ τοῦ παντὸς σώματος κατάστασίς ἐστιν, αὔξησις δὲ τῶν ὄντων, ἐπὶ τῆς αὐτῆς ἰδέας μενόντων, ἄχρι τῆς ἀκμῆς· λοιπὴ δὲ ἡ παρακμὴ καιρὸς εἷς ἐστιν ὅμοιος ἑαυτῷ κατὰ τὴν ἰδέαν, ὅτι μὴ τῷ μᾶλλόν τε καὶ ἧττον αὐτὰ τὰ μόρια διαφέρει. ἀλλὰ τοῦτό γε καὶ τῷ πρώτῳ καιρῷ τῆς ἀρχῆς, καὶ τῷ δευτέρῳ τῷ τῆς ἀνωμαλίας, καὶ ἔτι τῷ τρίτῳ τῆς ἀναβάσεως ὑπάρχει. καὶ γὰρ τούτων ἑκάστῳ διαφορά τίς ἐστι κατὰ μέρος αἰσθητῶς ὑπαλλαττομένῳ. οὐ γὰρ ὁμοία κατὰ πάντα ἐστὶν ἑκάστου τῶν εἰρημένων καιρῶν ἡ ἀρχὴ τῇ τελευτῇ, διαφέρουσι δ’ ἀλλήλων τε καὶ τοῦ μέσου καιροῦ σαφῶς. ἡ γοῦν ἀρχὴ τοῦ παροξυσμοῦ βραχύ τι τῆς κατὰ φύσιν
423
ἀποκεχώρηκε καταστάσεως, ὥσπερ ἡ τελευτὴ πλεῖστον· ὅπου δὲ ταῦτα μεγίσταις διαφοραῖς ἀλλήλων ἀποκεχώρηκε, πάντως δή που καὶ μέσος τίς ἐστιν αὐτῶν καιρὸς, πλεῖον μὲν τῆς ἀρχῆς ἀπέχων τοῦ κατὰ φύσιν, ἔλαττον δὲ τῆς τελευτῆς. οὕτω δὲ καὶ ἡ τῆς ἀνωμαλίας ἀρχὴ μικρόν τι διαλλάττει τῆς συναπτούσης αὐτῇ τοῦ πρώτου καιροῦ τελευτῆς, ἐπιπλέον δ’ ἀφισταμένη, καὶ μέση οὖσα, μεταξύ πως ἥνωται τῇ εἰρημένῃ τοῦ πρώτου καιροῦ τελευτῇ καὶ τῇ ἀρχῇ τοῦ τρίτου. κατὰ δὲ τὸν αὐτὸν, οἶμαι, λόγον καὶ ὅσα συνάπτει τοῦ δευτέρου καιροῦ τοῦδε τῆς ἀνωμαλίας ταῖς ἀρχαῖς τοῦ τρίτου καιροῦ, παραπλησίαν ἐκείνοις ἔχει τὴν κατάστασιν. οὕτω δὲ καὶ τοῦ τρίτου πάλιν αὐτοῦ καιροῦ τὰ μὲν πρῶτα τῶν ὑστάτων τοῦ δευτέρου βραχὺ παραλλάττει, τὰ δ’ ὕστατα παραπλήσιά πώς ἐστι τῇ τῆς ἀκμῆς ἰδέᾳ, τὸ μέσον δ’ ἀμφοῖν ἴσον ἑκατέρων τῶν ἄκρων ἀφέστηκεν. ὥστ’ οὐδὲν θαυμαστὸν, ὥσπερ τούτων ἑκάστου τῶν καιρῶν, οὕτω καὶ τῆς παρακμῆς τὸ μὲν ἀρχὴν εἶναι, τὸ δὲ τελευτὴν, τὸ δὲ μεσότητα. καλεῖν δέ γε, εἰ βούλοιτό τις, ἕκαστον αὐτῶν ἰδίᾳ προσηγορίᾳ δύναται. ἀκούω γοῦν ἑκάστοτε τῶν ἰατρῶν λεγόντων, ἀπέκλινεν
424
ἀρτίως ἡ ἀκμὴ, νῦν ὑφίησι, νῦν ἐνδίδωσι, νῦν ἀνίεται· εἴπερ οὖν ταῦτα λέγουσιν, οὐκ ἀδύνατον αὐτοῖς τὰ πρῶτα τῆς παρακμῆς ὀνομάζειν ἀπόκλισιν, ἢ ὕφεσιν, ἢ ἔνδοσιν, ἢ ἄνεσιν, ἢ καί τινα τούτων, ἢ καὶ πάντα. καὶ μέντοι καὶ τὰ μέσα καλεῖν ἔξεστιν ὀνόματι τῶν εἰρημένων ἑνὶ, καὶ τελευταῖα κατὰ τὸν αὐτὸν τρόπον· ὥσπερ καὶ ὁ Ἀρχιγένης ἄνεσιν ὀνομάζει τὸ τελευταῖον τῆς παρακμῆς. ἀλλ’ ἐκεῖνος φαύλως γε πράττει, νομίζων αὐτὴν ἕτερον εἶναι καιρὸν ἰδέᾳ τινὶ διαφέροντα τῆς παρακμῆς. ἀμέλει πάντων τῶν μερῶν τῆς ὅλης περιόδου τὸ μὲν ἀρχὴν ποιούμενος, τὸ δὲ τελευτὴν, τὸ δὲ μέσον· οὕτω καὶ αὐτῆς τῆς ἀνέσεως ποιεῖται τὴν τομὴν, ὡς ἰδίου τινὸς ὄντος καιροῦ τῶν κατὰ τὴν πρώτην διαίρεσιν, ὅσοι διαφέρουσιν ἀλλήλων ἰδέαις τισὶν, οὐ μόνον τῷ μᾶλλόν τε καὶ ἧττον. ἐν ἀμφοτέροις οὖν ἁμαρτάνει προφανῶς, ἐξαίρων τε τὴν ἀνάβασιν τῆς πρώτης τομῆς, ἣν ἐναργέστερον ἅπαντες οἱ ἄνθρωποι νοοῦσι τῆς ἀρχῆς, καὶ προστιθεὶς τὴν ἄνεσιν ἐν τῷ τέλει τῆς περιόδου. εἰ μὲν γὰρ εἰς ἀπυρεξίαν ἀφικνοῖτο, σαφὴς ἂν εἴη ἡ διαφορὰ τοῦ τοιούτου καιροῦ
425
πρὸς τοὺς ἄλλους ἅπαντας· εἰ δὲ ἐπιλαμβάνει τὴν παρακμὴν ἡ εἰσβολὴ τοῦ δευτέρου παροξυσμοῦ τριχῆ τμηθεῖσα, ἐν τῷδε τὸ τῆς ὅλης παρακμῆς μέρος ἔξεστι καλεῖν ἄνεσιν, οὐ μὴν ἄλλόν γέ τινα νομίζειν εἶναι καιρὸν ἰδίᾳ τινὶ φύσει χαρακτηριζόμενον, ὥσπερ τοὺς ἔμπροσθεν εἰρημένους. ὅτι μὲν οὖν ἔξεστι τὰ πάντα μέρη τῆς τριταίας περιόδου σαφέσι διαφοραῖς ἀλλήλων ὁρᾷν χωριζόμενα, πρόδηλον παντὶ τῷ θεασαμένῳ κᾂν ἕνα τινὰ τῶν οὕτω καμνόντων ἀῤῥώστων· εἰ δέ τινες αὐτῶν ἀνονόμαστοι, πρὸς μὲν τοὺς ἐριστικοὺς ἐροῦμεν, καιρὸς πρῶτος, καὶ δεύτερος, καὶ τρίτος, καὶ τέταρτος, καὶ πέμπτος, εἶθ’ ἕκτος, ὁ τῆς ἀπυρεξίας· πρὸς δὲ τοὺς εἰδότας ὀνομάτων χρῆσιν αὐτοὶ συντιθέμενοι τὰ ἐπιτήδεια. καὶ τῷ μὲν πρώτῳ καιρῷ τὸ τῆς ἀρχῆς ἴδιον ὄνομα κείσθω· τῷ δὲ δευτέρῳ τὸ τῆς ἀνωμαλίας· τῷ δὲ τρίτῳ τὸ τῆς ἀναβάσεως· καὶ τῷ τετάρτῳ τὸ τῆς ἀκμῆς· καὶ τῷ πέμπτῳ τὸ τῆς παρακμῆς· ὁ δὲ ἕκτος, ὁ τῆς ἀπυρεξίας, διάλειμμα προσαγορευέσθω.

Ἔξεστι δὲ καὶ κατ’ ἄλλον τινα τρόπον εἰς μείζω μέρη διελεῖν ὅλην τὴν περίοδον, εἴ γε εἰς δύο 

426
δυνατὸν αὐτὴν ὅλην διελεῖν, ἓν μὲν τὸ τοῦ πρώτου παροξυσμοῦ ποιοῦντας, ἀπὸ τῆς πρώτης εἰσβολῆς ἄχρι τῆς ἐσχάτης ἀνέσεως· τὸ δὲ (μετὰ) μεταξὺ (ἐστὶ) τῆς παρακμῆς καὶ τῆς εἰσβολῆς τοῦ δευτέρου παροξυσμοῦ. καλῶ δὲ εἰσβολὴν παροξυσμοῦ τὸν ἀκριβῶς ἤδη πρῶτον χρόνον ἀπλατῆ, τὸν δ’ αὐτὸν τοῦτον ἐπισημασίαν εἰώθασιν ὀνομάζειν. καὶ τό γε πρὸς Ἱπποκράτους εἰρημένον· ἐν τοῖσι παροξυσμοῖσιν ὑποστέλλεσθαι· κατὰ ταύτην ἡγοῦμαι λελέχθαι τὴν τομήν. προειπὼν γὰρ, ὡς προσήκει, οἷς μὲν αὐτίκα ἡ ἀκμὴ, αὐτίκα λεπτῶς διαιτᾷν, οἷς δ’ ὕστερον, εἰς εἰκεῖνο μὲν καὶ πρὸ ἐκείνου λεπτῶς, ἔμπροσθεν δὲ πιότερον διαιτᾷν, ὡς ἂν ἐξαρκέσοι ὁ νουσέων, ἐπήνεγκεν· ἐν δὲ τοῖσι παροξυσμοῖσιν ὑποστέλλεσθαι χρή· διδάσκων ἡμᾶς δηλονότι μόνον ἐκεῖνον τὸν καιρὸν φυλάττεσθαι, τὸν ὑπ’ αὐτοῦ καλούμενον παροξυσμόν. οὐδέποτε γὰρ ἐν αὐτῷ τρέφομεν, ἐν δὲ τῷ λοιπῷ παντὶ τῆς ἀνέσεως ἄλλοτε κατ’ ἄλλο μόριον αὐτοῦ· ποτὲ μὲν γὰρ ἁπλοῦς ἐστιν ἐκ παρακμῆς μόνον ὑπάρχων, ἐνίοτε δ’ ἐκ παρακμῆς καὶ διαλείμματος σύγκειται. αὕτη μέν ἐστιν ἡ εἰς δύο μέρη τομὴ τῆς μιᾶς
427
περιόδου, τὸ μὲν ἕτερον μέρος αὐτῆς τὸ πρότερον, ὀνομαζόντων ἡμῶν παροξυσμὸν, τὸ δὲ ἐπ’ αὐτῷ δεύτερον, ἤτοι γε ἄνεσιν, ὡς ἀρτίως, ἢ ὡς ἔνιοι, διάλειμμα. διάλειμμα γὰρ καλοῦσιν οὐκ ὀλίγοι τῶν ἰατρῶν τὸ μετὰ τὴν ἀκμὴν ἅπαν, ὅπως ἂν ἔχῃ φύσεως, εἶτ’ οὖν εἰς ἀπυρεξίαν παυόμενον, εἴτε καὶ μή. ἀλλ’ ἡμῖν γε φυλαττέσθωσαν αἱ προειρημέναι κλήσεις, ὑπὲρ τοῦ μηδεμίαν ἀσάφειαν γίνεσθαι κατὰ τὸν λόγον, καὶ προσαγορευέσθω τὸ μετὰ τὸν παροξυσμὸν ἅπαν ἄνεσις, οὐ κωλυόντων ἡμῶν, ὡς ἔφην, εἰ καὶ διάλειμμά τις αὐτὸν καλεῖν ὅλον, ἢ παρακμὴν, ἢ ἔνδοσιν, ἢ ὕφεσιν, ἢ ἀφαίρεσιν ἐθέλοι. πρόκειται γὰρ οὐ περὶ τῶν ὀνομάτων ζυγομαχεῖν, ἀλλὰ τὰ μέρη τῆς περιόδου σκοπεῖν ὁπόσα τε τὸν ἀριθμόν ἐστι καὶ ὅπῃ διενήνοχεν ἀλλήλων.

Αὐτὴ μὲν οὖν ἡ τομὴ τῶν εἰς ἀπυρεξίαν ληγόντων ἁπάντων ἐστὶ πυρετῶν, ἀμφημερινῶν, τριταίων, τεταρταίων, ὡς ἓξ ἐχόντων τὰ μέρη διαφέροντα ἀλλήλων ἰδέαις εὐσήμοις· ἑτέρα δὲ, τῶν μὴ διαλειπόντων, εἰς πέντε μέρη διαιρουμένων. εἰσὶ δὲ καὶ οὗτοι πάμπολλοι, τινὲς μὲν

428
ἑκάστης ἡμέρας παροξυνόμενοι, τινὲς δὲ διὰ τρίτης· οὐ μὴν οἵ γε διὰ τετάρτης πολλάκις, ἀλλ’ ἐν τῷ σπανίῳ, φαίνονται γινόμενοι· τὸ πλεῖστον γὰρ αὐτῶν γένος εἰς ἀπυρεξίαν παύεται. διττὴ δὲ καὶ τούτων ἐστὶν ἡ ἰδέα τῶν εἰς ἀπυρεξίαν μὴ παυομένων, ἀμφημερινῶν, τριταίων, τεταρταίων. ἔνιοι μὲν γὰρ αὐτῶν καὶ τὸ μέγεθος ἀποτίθενται τοῦ σφυγμοῦ καὶ τὸ τάχος καὶ τὴν πυκνότητα καὶ τὴν σκληρότητα· τινὲς δὲ τὰ μὲν ἄλλα τρία πρὸς τὸ κατὰ φύσιν ἐπανάγουσι, φυλάττουσι δὲ ταχύτητα οἱ μὲν πλεῖον, οἱ δὲ ἧττον. ἀλλ’ οὐ τοῦ νῦν παρόντος λόγου περὶ ἐκείνων διαιρεῖσθαι· πρόκειται γὰρ ἐξαριθμῆσαι τὰ μόρια τῆς περιόδου καθ’ ἕκαστον γένος νοσήματος. εἰρηκότες οὖν ὀλίγον ἔμπροσθεν, ὡς ἕξ εἰσι τὰ πάντα κατὰ τοὺς διαλείποντας πυρετοὺς, ἑξῆς διερχόμεθα τὰ μέρη τῶν μὴ διαλειπόντων, πέντε εἶναι λέγοντες, ὅταν τὰ μὲν ἄλλα παραπλησίως αὐτοῖς ὑπάρχῃ, μόνον δὲ λείπῃ τὸ τῆς ἀπυρεξίας. ἡ δ’ ἐν τοῖς ἄλλοις μέρεσιν ὁμοιότης ἔξ ἀνάγκης ἐστὶ, τὸ τῆς εἰσβολῆς τῶν παροξυσμῶν μετὰ συστολῆς γίγνεσθαι, ὀνομάζω δ’ οὕτω τὸ μετὰ τοῦ ψύχεσθαι, τούτῳ γὰρ ἕπεται κατὰ τοὺς σφυγμοὺς
429
εἴσω μᾶλλον κινεῖσθαι μετὰ μικρότητος, ἀποχωροῦντος εἰς τὰ σπλάγχνα τοῦ αἵματος, ᾧ πάλιν ἐξ ἀνάγκης ἕπεται τὸ τῆς ἀνωμαλίας, εἶθ’ ἑξῆς τὸ τῆς ἀναβάσεως, ἀκμῆς τε καὶ παρακμῆς. ἐφ’ ὧν μέντοι χωρὶς αἰσθητῆς συστολῆς εἰσβολὴ γίγνεται παροξυσμοῦ, τοὺς τρεῖς καιροὺς εἰς ἕνα μεταπίπτειν ἀναγκαῖόν ἐστι, καὶ γίγνεσθαι τὸ σύμπαν μέχρι τῆς ἀκμῆς ἀνάβασιν. ὅπου γὰρ οὐκ ἐγένετο συστολὴ, δῆλον ὡς οὐδ’ ἀνωμαλία. τὴν δὲ ἀκμὴν οὐδ’ ἄν ποτε εἶδον ἀπολείπουσαν, ἀλλ’ ἀεὶ διαμένουσαν αἰσθητὴν ἰσότητα κατὰ πάντας τοὺς πυρετοὺς ἐπί τινα χρόνον· εἰσβολὴν μέντοι μυριάκις ἐθεασάμην ἄνευ τῶν εἰρημένων τῆς ἀρχῆς συμπτωμάτων, ὧν τὸ μὲν κυριώτατον ἦν ἁπάσαις ὀλίγου δεῖν ταῖς ἀρχαῖς ἡ ψύξις συνοῦσα τῶν παροξυσμῶν, ὥσπερ καὶ ἡ ἐπὶ τὰ ἔσω τῶν ἀρτηριῶν κίνησις, ὑπὲρ ἧς εἴρηται μὲν ἐπιπλέον ἐν τῇ περὶ τῶν σφυγμῶν πραγματείᾳ, κατὰ δὲ τὸν ἐνεστῶτα λόγον ἀρκεῖ τῷ τάχει τῆς συστολῆς ἀφορίζειν αὐτήν. ὅσα δ’ ἄλλα συμπτώματά τε καὶ σημεῖα τῆς ἀρχῆς τῶν παροξυσμῶν ἐστιν ἴδια, προείρηται τὰ μὲν ἐπιγινόμενα τῇ περιψύξει, τὰ δ’ ἄλλα ἄλλως συμβαίνειν· σμικρότης μὲν τῶν σφυγμῶν καὶ ἀραιότης καὶ βραδυτὴς διαστολῆς ἐπὶ τῇ καταψύξει,
430
ῥῖγος δ’ ἐπ’ ἄλλαις προφάσεσιν, ἃς ἐν ταῖς τῶν συμπτωμάτων αἰτίαις εἴπομεν. ἀλλ’ ὅλον τὸ γένος τοῦτο τῶν παροξυσμῶν παντάπασιν, ὡς ἔφην, ἀπόλλυται, καὶ πολλοὺς πολλάκις ἡμεῖς ἐκωλύσαμεν ὑπὸ τῶν θαυμαστῶν τούτων ἰατρῶν ἤτοι γ’ ἐπὶ τὸ λουτρὸν πεμφθέντας, ἢ τροφὴν προσενέγκασθαι κελευθέντας, ὡς ὑπερβεβηκότας ἤδη τὰς ὑπόπτους ὥρας τοῦ παροξυσμοῦ. συμβαίνει δὲ αὐτοὺς ἀγνοοῦντας ἀκριβῶς ἅπτεσθαι τῆς ἀρτηρίας, ἐν τοῖς τοιούτοις σφάλμασι καθίστασθαι. ἅπασι γὰρ τοῖς οὕτω παροξυνομένοις ἡ συστολὴ θάττων γίγνεται· γνωρίζειν δ’ αὐτὴν οὐ παντός ἐστιν, ἀλλὰ δεῖται μάλιστα τοῦτο τὸ ἔργον, εἴπερ τι καὶ ἄλλο τῆς τέχνης, ἀσκήσεως ἱκανῆς, ἣν οὐχ οὐχ οἷόν τε ποιήσασθαι, πρὶν τεχνωθῆναι τὸν εἰρημένον ὑφ’ ἡμῶν τρόπον ἐν τῷ πρώτῳ τῆς διαγνώσεως τῶν σφυγμῶν. εἰ μὲν οὖν τις εἴη γνωστικὸς τῆς συστολῆς τῶν ἀρτηριῶν, ἐγχωρεῖ τούτῳ τίθεσθαι τοῦτ’ αὐτὸ τὸ μέρος τοῦ παροξυσμοῦ, καθ’ ὃ τὴν συστολὴν ὠκυτέραν ἐγνώρισε γεγενημένην ἄνευ τῆς διαστολῆς, ἀρχὴν τῆς περιόδου· τὸ δ’ ἐφεξῆς τῷδε ἐπανάβασιν, ἄχρι τῆς ἀκμῆς· εἰ δὲ μὴ γνωρίζοι μηδὲ τοῦτο, 
431
φαίνοιτο δὲ ἀθλίπτως αὐτῷ παντοίως ἡ εἰσβολὴ γεγενημένη, τὸ μέχρι τῆς ἀκμῆς μέρος τοῦ παροξυσμοῦ πᾶν ἐπανάβασιν, ἢ ἐπίδοσιν, ἢ αὔξησιν ὀνομάσει· τέμνων δ’ αὐτὴν εἰς πρῶτα καὶ τελευταῖα καὶ μέσα κατὰ τὸ μᾶλλόν τε καὶ ἦττον, οὐκ εἴδεσι διαφόροις, ὡς ἔμπροσθεν ἔλεγον ἐπὶ τῶν αἰσθητῶν περιψύξεων. ἐν τοῖς τοιούτοις οὖν πυρετοῖς οἱ πάντες ἔσονται καιροὶ τρεῖς, αὔξησις, ἀκμὴ, μείωσις· οὐδὲν γὰρ χεῖρον οὐδὲ μείωσιν ὀνομάζειν τὸν καιρὸν ἐκεῖνον, ἐν ᾧ τοῦ μεγέθους ἀφαιρεῖταί τι τοῦ πυρετοῦ· ἐν ὅσοις δ’ οὐκ ἔστι περίοδος, οἷον καὶ τοῖς συνόχοις ὀνομαζομένοις, τούτοις τοῖς πυρετοῖς οὔτε παροξυσμὸς ὅλως τίς ἐστιν, οὔτε τὰ προειρημένα μέρη, τὰ μέντοι τῆς ὅλης νόσου μόρια κατὰ διαφέροντας χρόνους καὶ τούτοις ἐστὶν, ἑτέροις τρόποις διαγινωσκόμενα παρὰ τοὺς ἐν τοῖς παροξυσμοῖς καιροὺς, οὓς ὀλίγον ὕστερον ἐρῶ, καὶ μάλιστα ὅτι σφάλλονται πάντες ἐν αὐτοῖς ἰατροὶ, καίτοιγε Ἱπποκράτους ὀρθότατα διδάξαντος ὑπὲρ αὐτῶν.

Ἀλλὰ νῦν ἐπὶ τοὺς κατὰ περίοδόν τινα παροξύνοντας ἐπανέλθωμεν τῷ λόγῳ, πᾶν ὅσον ὑπόλοιπον

432
ἐν αὐτοῖς ἄσκοπον ἀφεῖται διαιροῦντες. ἑνὸς μὲν δὴ καὶ πρώτου μεμνῆσθαι κελεύω, τοῦ γεγονέναι τὸν λόγον ἡμῖν ἅπαντα τὸν ἀπ’ ἀρχῆς ἄχρι δεῦρο περὶ τῶν ἁπλῶν περιόδων. ἐν γὰρ ταῖς ἐπιπεπλεγμέναις ὁ μετὰ τὴν ἀκμὴν καιρὸς ἐνίοτε στενοῦται, φθανούσης εἰσβάλλειν ἐπισημασίας ἑτέρου παροξυσμοῦ, πρὶν τὴν προτέραν περίοδον ἀκριβῶς πληρωθῆναι, καὶ πολλάκις γε κατὰ μὲν τὴν ἑαυτοῦ φύσιν ὁ πυρετὸς ἐκ τοῦ τῶν διαλειπόντων ἐστὶ γένους, ὥσπερ ὁ τριταῖος, ἡ δ’ ἐπιπλοκὴ χρόνον ἀπυρεξίας οὐδένα καταλείπει τῇ προτέρᾳ περιόδῳ, φθάσαντος εἰσβαλεῖν τοῦ δευτέρου παροξυσμοῦ, πρὶν ἀπολυθῆναι τὸν πρότερον. εἴρηται δέ μοι περὶ τῶν τοιούτων ἐπιπλοκῶν ἐν δύο πραγματείαις, τῇ τε περὶ κρίσεων καὶ τῇ περὶ διαφορᾶς τῶν πυρετῶν, ἔνθα καὶ διώρισται μίξις ἐπιπλοκῆς. ὁ γοῦν ἡμιτριταῖος ἐκ μίξεώς τε καὶ κράσεως ἐδείχθη γιγνόμενος ἀμφημερινοῦ τε καὶ τριταίου πυρετοῦ. πολλάκις δὲ καὶ αὐτῷ τῷ ἡμιτριταίῳ τῶν ἁπλῶν εἷς ἐπιπλέκεται πυρετῶν, ἤτοι τριταῖος, ἢ ἀμφημερινὸς, ἀλλ’ οὐκ ἔστιν ἡ τοιαύτη ποικιλία τῆς ἐνεστώσης οἰκεία πραγματείας, ἀρκεῖ γὰρ ἐνταῦθα τοὺς ἰδίους ἑκάστου τῶν πυρετῶν
433
καιροὺς ἀκριβῶς διαρθρῶσαι· τὸ γὰρ τὸ συμπλεκόμενον αὐτῶν ἑτοίμως δύνασθαι διακρίνειν οὕτως ἂν ἡμῖν μάλισθ’ ὑπάρξειεν. οἱ μὲν οὖν ἀκριβῶς ἁπλοῖ προείρηνται, περὶ δὲ τῶν ἐπιμίκτων ἑξῆς ἐρῶ. γίνεται τοίνυν ἐνίοτε φρικώδης εἰσβολὴ, τὰ τῆς ἀρχῆς ἴδια γνωρίσματα πάντα ἔχουσα, πλὴν ῥίγους, ἔστι δ’ ὅτε καὶ τούτου τὴν ἔμφασιν· ἡ γάρ τοι σφοδρὰ φρίκη δόξειεν ἂν ἤτοι γε ἀρχή τις εἶναι ῥίγους, ἢ μικρὸν ῥῖγος, ἀλλὰ τό γε ἀκριβὲς ῥῖγος, οἷον ἐν τριταίοις τε καὶ τεταρταίοις πυρετοῖς ἐστιν, ὁ τοιοῦτος μὴ λαμβάνει, καὶ διὰ τοῦτ’ οὖν αὐτὸν ὀνομάζω φρικώδη· καὶ πολύ γε μᾶλλον ὅτι προδείξας τινὰ σημεῖα τοῦ δευτέρου καιροῦ, πάλιν ἀρχὴν ἑτέρας εἰσβολῆς ἐργάζεται φρικώδη, ὃ καλοῦσιν ἔνιοι μὲν ἐπανάληψιν, ἔνιοι δ’ ἐπαναδίπλωσιν· ἔστιν ὅτε δὲ καὶ δεύτερον ἐργάζεται τοῦτο, καί τισιν ἐνίοτε καὶ τρίτον, εἶτα μόγις ὕστερον ὁμαλῶς ἐξαπλοῦται μέχρι τῆς ἀκμῆς ἀναβαίνων. οὗτος ὁ πυρετὸς εἰς ἀπυρεξίαν οὐδέποτε παύεται. ὅ τε γὰρ ἄχρι τῆς ἀκμῆς αὐτῷ χρόνος ὑπάρχει πάμπολυς ἥ τε παρακμὴ χωρὶς αἰσθητῆς διαπνοῆς· πολὺ δὲ δὴ μᾶλλον ἀποδεῖ τοῦ μεθ’ ἱδρῶτος
434
εἰς ἀπυρεξίαν ἰέναι. ὥσπερ οὖν ὁ ἀπὸ τῆς πρώτης εἰσβολῆς παροξυσμὸς ἄχρι τῆς ἀκμῆς ἐν πολλῷ χρόνῳ παραγίνεται, κατὰ τὸν αὐτὸν τρόπον ἀπὸ τῆς ἀκμῆς κατὰ βραχὺ μειοῦται. καὶ τοίνυν ἐπὶ τῆς ὑστεραίας ἕτερος αὐτοῖς ἐπιγίνεται παροξυσμὸς, φρικώδης μὲν ὁμοίως, ἀλλ’ οὐκ ἔχων τὰς ἐπαναλήψεις ὡσαύτως τῷ πρόσθεν, ἢ εἴποτε κατὰ τὸ σπάνιον σχοίη, μίαν ποιήσαιτο μόνην, ὀλιγοχρόνιόν τε καὶ σμικράν. ἀναβαίνει δὲ καὶ οὗτος ὁ παροξυσμὸς ἐπὶ τὴν ἀκμὴν ἐν χρόνῳ πολλῷ, καὶ παρακμάζει ὡσαύτως ἐν οὐκ ὀλίγῳ χρόνω, καὶ διὰ τοῦτ’ αὐτὸ ἐπὶ τῆς τρίτης ἡμέρας ὁ αὐτὸς τῷ κατὰ τὴν πρώτην ἐκδέχεται παροξυσμὸς, εἶτ’ αὖθις ὁ κατὰ τὴν τετάρτην ὁ αὐτὸς τῷ κατὰ τὴν δευτέραν, καὶ τοῦτο ἐφεξῆς ἀεί. τοῦτον ἐγὼ τὸν πυρετὸν ἕνεκα συντόμου καὶ σαφοῦς διδασκαλίας ἑνὶ προσαγορεύειν βουλόμενος ὀνόματι, τέθεικα κατ’ αὐτοῦ κλῆσιν ἡμιτριταῖον. εἰ μὲν οὖν καὶ Ἱπποκράτης τὸν τοιοῦτον πυρετὸν ἡμιτριταῖον ἐκάλει, καθάπερ ἐγὼ πείθομαι, δύο ἂν ἐκ τοῦ λόγου κερδαίνοις, ὅτι τε πρᾶγμα μανθάνεις ἰατρικὸν, ὅτι τε τοὔνομα παλαιὸν ἐπιφέρεις αὐτῷ· εἰ δ’ ἡγεῖταί τις ἕτερόν τινα πυρετὸν ὑφ’
435
Ἱπποκράτους ἡμιτριταῖον καλεῖσθαι, σφάλλεσθαί με νομίσας ἐν τῇ προσηγορίᾳ, τὸ πρᾶγμα αὐτὸ μανθανέτω. ὅτι γὰρ καὶ τοιοῦτός τις γίνεται πυρετὸς, ὁποῖον εἶπον, οὐκέτ’ ἐν τῷδε μάρτυρος οὔθ’ Ἱπποκράτους οὔτε ἄλλου τινὸς ὁ λόγος χρῄζει, μόνον οὐ καθ’ ἑκάστην ἡμέραν ὁρώντων ἡμῶν αὐτὸν, καὶ μάλιστ’ ἐν Ῥώμῃ. ὥσπερ γὰρ ἐν ἄλλοις ἄλλα χωρίοις, οὕτως ἐν τῇδε πόλει πλεονάζει τὸ κακὸν τοῦτο. παράκειται δ’ αὐτῷ τις ἄλλος, οὔτε τῇ δευτέρᾳ τῶν ἡμερῶν ἕτερον φέρων παροξυσμὸν, οὔτε κατὰ τὴν πρώτην καὶ τὴν τρίτην τὰς ἐπαναλήψεις. ἔστι δ’ οὐχ εἷς οὐδ’ ὁ τοῦδε τρόπος· ἐνίοτε μὲν γὰρ ἄνευ φρίκης, ἐνίοτε δὲ σὺν φρίκῃ ποιεῖται τὴν εἰσβολὴν, ἔστι δ’ ὅτε καὶ μετὰ καταψύξεως τῶν ἄκρων σαφῶς· ὦπται δὲ ἐνίοτε καὶ χωρὶς αἰσθητῆς περιψύξεως οὗτος ὁ πυρετὸς ἔχειν τοὺς πέντε καιροὺς, ἀρχὴν, ἀνωμαλίαν, ἐπίδοσιν, ἀκμὴν καὶ παρακμήν. τοῖς δὲ χρόνοις ἤδη διῃρημένοις ὀλιγοχρόνιος μὲν ἡ ἀρχὴ, ὀλιγοχρόνιος δέ ἐστιν αὐτοῦ καὶ ἡ ἀνωμαλία· τὰ δὲ τῆς ἀναβάσεως οὐχ ὁμοίως ἅπασιν, ἀλλ’ ἐνίοις μὲν (οὐκ) ὀλιγοχρόνια, ἐνίοις δὲ χρόνῳ πλείονι· καὶ μὲν δὴ καὶ ὁ τῆς ἀκμῆς καιρὸς ἐν χρόνῳ μὲν πάντως αἰσθητῷ 
436
καὶ πλατεῖ, διαφέρει δ’ οὐκ ὀλίγον ἐν τῷ μᾶλλόν τε καὶ ἧττον. οὕτω δὲ καὶ τὰ τῆς παρακμῆς ἐν χρόνῳ μὲν ἅπασι μακρῷ, διαφέρει δ’ ἐν τῷ τισὶ μὲν αἰσθητῶς ἀφαιρεῖν καὶ παρέχειν ἐλπίδα τοῦ διὰ ταχέων παύσασθαι, μετὰ ταῦτά θ’ ἵσταται φυλάσσων ἴσον τὸ ὑπόλοιπον μέγεθος τῆς παρακμῆς· τισὶ δὲ ὅλην ποιεῖται τὴν παρακμὴν ἀπ’ ἀρχῆς ἄχρι τῆς τελευτῆς βραδεῖαν, ὥστε καὶ ἐκ διαστημάτων χρόνου μακροτέρων ἁπτομένῳ σοι δόξει μὲν ἀφῃρηκέναι τι πάντως, ὀλίγιστον μέντοι τουτί. τοιαῦταί τινες καὶ ἄλλαι μερικαὶ διαφοραὶ τῶν διὰ τρίτης ἡμέρας παροξυνομένων πυρετῶν, οὓς ἅπαντας ὀνομάζω τριταιοφυεῖς, εἰς μὲν τὴν τῆς διαθέσεως, ὅθεν ἐξάπτονται, γνῶσιν χρησιμώταται, πρὸς δὲ τὴν νῦν ἐνεστῶσαν πραγματείαν ἄχρηστοι. πρόκειται γὰρ ἡμῖν ἐνταῦθα τούς τε ἐν ταῖς περιόδοις διορίσασθαι καιροὺς καὶ τοὺς ὅλου τοῦ νοσήματος, ἕνεκα τῆς τῶν βοηθημάτων εὐκαίρου χρήσεως, ἣν οὐδὲν ὀνίνησιν ἡ τοιαύτη ποικιλία, καθάπερ οὐδὲ ἡ τῶν ἐν ἀμφημερινοῦ σχήματι πεποικιλμένων· καὶ γὰρ καὶ τούτων οὐκ ὀλίγοι καθ’ ἑκάστην ἡμέραν παροξυνόμενοι διάλειμμα οὐδὲν ἴσχουσιν· ἐρῶ δ’ αὐτῶν ὅμως ἕνεκα παραδείγματος
437
ὀλίγας διαφορὰς, οὐχ ὡς χρησίμους εἰς τὴν ἐνεστῶσαν ὑπόθεσιν, ἀλλ’ ὅτι τῶν ἰατρῶν ἔνιοι παντάπασι φυσῶνται ἐξ ὧν ἀλόγως φλυαροῦσι, καὶ δόξαν ἀποφέρονται παρὰ τοῖς ἀσυνέτοις, ὡς ἐπιμελεῖς τε καὶ πονητικοὶ καί τι σοφώτερον ἐπιστάμενοι τῶν μόνα τὰ χρήσιμα γραφόντων.

Εἰσβάλλει τοίνυν ὁ παροξυσμὸς τῶν καθ’ ἑκάστην ἡμέραν παροξυνομένων πυρετῶν ἐνίοτε μὲν ἄνευ σαφοῦς περιψύξεως, ἐνίοτε δὲ σὺν ταύτῃ, καὶ διαμένει γε τὰ τῆς ἀρχῆς ἴδια τοῖς μὲν ἐπὶ πλείονα, τοῖς δὲ ἐπ’ ἐλάττονα χρόνον· καὶ δὴ καὶ τὰ τῆς ἀνωμαλίας ὡσαύτως τοῖς μὲν ἐπὶ πλείονα, τοῖς δὲ ἐπ’ ἐλάττονα χρόνον· καὶ μετὰ ταῦτα ἀναβαίνει μέχρι τῆς ἀκμῆς ὁ πυρετὸς οὗτος ἐν πλείονι χρόνῳ τῶν διὰ τρίτης παροξυνομένων. ὑπάρχει δ’ αὐτῷ καί τι τοιοῦτον, ὃ κᾀκείνοις μὲν ἔστιν ὅτε γίγνεται σπανίως, πολὺ μᾶλλον δ’ ἐν τούτῳ φαίνεται· σαφῆ ποιούμενος ἀνάβασιν, ἵσταταί τινι χρόνῳ μηδὲν προστιθεὶς, εἶτ’ αὖθις προστίθησιν. οὕτω δὲ κᾀπὶ τῆς παρακμῆς ἤτοι γε ὁμαλὴν ποιεῖται τὴν ἀφαίρεσιν, ἢ μεταξὺ ἵστησιν ἐπὶ τοῦ αὐτοῦ μεγέθους, τοῖς

438
μὲν ὥραν μίαν, τοῖς δὲ δύο, μετὰ ταῦτα ἀφαιρεῖ. καὶ δὴ καὶ μέχρι τῆς εἰσβολῆς τοῦ δευτέρου παροξυσμοῦ τοῖς μὲν ἀφαιρεῖ, τοῖς δὲ ἐν ᾧπέρ ἐστι μεγέθει διαμένει. μᾶλλον δὲ τοῦτο τοῖς διὰ τρίτης ὑπάρχει, διότι καὶ ἡ περίοδος αὐτῶν ἐστι μακροτέρα. διπλασία γάρ πώς ἐστι τῷ χρόνῳ τῶν διὰ τρίτης παροξυνομένων πυρετῶν ἡ περίοδος, εἰ παραβάλλοιτο τῇ τῶν καθ’ ἑκάστην ἡμέραν. ὥστε ἐναργῶς διὰ τοῦτο χρονίζει τὸ λείψανον τῆς παρακμῆς αὐτῆς, ἐν ἴσῳ διαμένον μεγέθει. πολλοὶ δὲ καὶ ἄλλοι τρόποι περιόδων εἰσὶ, διαφοραῖς μερικαῖς ποικιλλόμενοι, περιττοὶ πρὸς τὰ νῦν ἐνεστῶτα. διὰ τοῦτο δὲ ἐνίων ἐμνημόνευσα, διότι τῶν ἰατρῶν οἱ μὴ γινώσκοντες, ὡς οὐκ ἔστιν οἰκεία τοῦ παρόντος σκέμματος ἡ τοιαύτη διδασκαλία, γεγράφασιν ὑπὲρ αὐτῶν, ἁμαρτάνοντες καὶ κατ’ αὐτῶν τὴν διήγησιν. ἀλλ’ οὐ νῦν καιρὸς ἐλέγχειν αὐτοὺς ἐν οὐκ οἰκείῳ σκέμματι· μαθήσῃ δ’ ἐπιστημονικῶς, ὅτι γε φλυαροῦσιν ἄχρηστα, καὶ ὅτι θαυμαστῶς Ἱπποκράτους εὑρόντος τὴν ἐν αὐτοῖς μέθοδον, οὔτ’ ἐξειργάσατό τις αὐτὴν, καὶ πρὸς τούτῳ καὶ διέφθειραν οἱ πλεῖστοι, κατ’ ἐκεῖνο μάλιστα
439
τοῦ λόγου τὸ χωρίον, ἔνθα συνάπτειν μέλλω τοῖς εἰρημένοις καιροῖς τὰ βοηθήματα. πραχθήσεται δέ μοι τοῦτο τοὺς ὅλου τοῦ νοσήματος ἐπιδείξαντι καιρούς· ἄχρι μὲν γὰρ τοῦδε τοὺς ἐν μέρει διῆλθον μόνους.