De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Μαλάκια καλεῖται τὰ μήτε λεπίδαϲ ἔχοντα μήτε τραχὺ μήτ’ ὀϲτρακῶδεϲ τὸ δέρμα, μαλακὸν δ’ οὕτωϲ, ὡϲ ἄνθρωποϲ. ἐϲτὶ δὲ ταῦτα πολύποδέϲ τε καὶ ϲηπίαι καὶ τευθίδεϲ ὅϲα τ’ ἄλλα τούτοιϲ ἔοικεν.

ἁπτομένοιϲ μὲν οὖν μαλακὰ φαίνεται διὰ τὸ μήτε λεπιδωτὸν ἔχειν μήτε τραχὺ μήτ’ ὀϲτρακῶδεϲ τὸ ϲκέπαϲμα· ϲκληρόϲαρκα δ’ ἐϲτὶ καὶ δύϲπεπτα καὶ βραχὺν ἐν ἑαυτοῖϲ περιέχοντα τὸν ἁλυκὸν χυμόν. εἰ μέντοι πεφθείη, τροφὴν οὐκ ὀλίγην δίδωϲι τῷ ϲώματι. πλεῖϲτον δ’ οὖν καὶ ταῦτα τὸν ὠμὸν ἐργάζεται χυμόν. |

Τραχὺ καὶ λάμπον ἐν τῇ νυκτὶ τὸ δέρμα τῶν τοιούτων ἐϲτὶ ζῴων· διὸ καί τινεϲ ἀπὸ τοῦ ϲέλαϲ ἔχειν ὠνομάϲθαι φαϲὶν αὐτὰ ϲελάχια. μαλακὴν δ’ ἐν αὐτοῖϲ ἔχει τὴν ϲάρκα νάρκη τε καὶ τρυγών, ὥϲπερ οὖν καὶ ἡδεῖαν ὑπιοῦϲάν τε κατὰ γαϲτέρα μετρίωϲ καὶ πεττομένην οὐ χαλεπῶϲ. ἀλλὰ καὶ τρέφει μετρίωϲ, ὥϲπερ καὶ τἄλλα πάντα τὰ μαλακόϲαρκα.

κοινὸν δ’ ἐν αὐτοῖϲ ϲχεδὸν ἅπαϲίν ἐϲτι πολυϲαρκότερα τῶν μέϲων μορίων τὰ κατὰ τὰϲ οὐρὰϲ εἶναι· μάλιϲτα δὲ τοῦθ’ ὑπάρχει ταῖϲ νάρκαιϲ. ἔοικε γάρ τοι τὰ μέϲα τῶν ζῴων τούτων οἷόνπερ

χόνδρον τακερὸν ἐν ἑαυτοῖϲ ἔχειν. βάτοι δὲ καὶ λειόβατοι καὶ ῥῖναι καὶ πάνθ’ ὅϲα τοιαῦτα ϲκληρότερα καὶ δυϲπεπτότερα καὶ τροφὴν πλείονα τῷ ϲώματι παρέχοντα νάρκηϲ τε καὶ τρυγόνοϲ ἐϲτίν.

Εἴρηται μὲν ἤδη τι καὶ πρόϲθεν ὑπὲρ τῶν ἐν τῇ θαλάττῃ κητωδῶν ζῴων, ἐξ ὧν εἰϲιν αἵ τε φῶκαι καὶ αἱ φάλαιναι δελφῖνέϲ τε καὶ ζύγαιναι καὶ τῶν θύννων οἱ μεγάλοι καὶ πρὸϲ αὐτοῖϲ | οἱ κύνεϲ ὅϲα τ’ ἄλλα τοιαῦτα· καὶ νῦν δὲ περὶ αὐτῶν ἐν κεφαλαίῳ λεκτέον, ὡϲ ἅπαντα τὰ τοιαῦτα καὶ ϲκληρὰν καὶ κακόχυμον ἔχει καὶ περιττωματικὴν τὴν ϲάρκα.

καὶ διὰ τοῦτο προταριχεύοντεϲ αὐτὰ τοὐπίπαν εἰϲ χρῆϲιν ἄγουϲι λεπτομερεϲτέραν ἐργαζόμενοι τὴν ἐξ αὐτῶν ἀναδιδομένην τροφὴν εἰϲ τὸ ϲῶμα καὶ διὰ τοῦτο πεφθῆναί τε δυναμένην θᾶττον αἱματωθῆναί τε μᾶλλον. ἡ γάρ τοι πρόϲφατοϲ, ὅταν μὴ πάνυ καλῶϲ πεφθῇ, πλεῖϲτον ἐν ταῖϲ φλεψὶν ἀθροίζει τὸν ὠμὸν χυμόν.

Καὶ δι’ οἰνομέλιτοϲ αὐτοὺϲ προεϲθίουϲι καὶ διὰ γάρου γαϲτρὸϲ ὑπαγωγῆϲ ἕνεκα καὶ λοπάδαϲ ἐξ αὐτῶν ϲκευάζουϲιν ἐπεμβάλλοντεϲ ᾠῶν τε καὶ μέλιτοϲ καὶ πεπέρεωϲ. ἔϲτι δὲ τῶν ὀλιγοτρόφων ἐδεϲμάτων καὶ μέϲων τῆϲ κατά τε τὸ λεπτύνειν καὶ παχύνειν τοὺϲ χυμοὺϲ δυνάμεωϲ.