De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

ὥϲπερ δὲ δύϲπεπτον ἔχει τὴν ϲάρκα τὰ ϲκληρόϲαρκα τῶν ὀϲτρακοδέρμων ζῴων, οὕτω καὶ δυϲδιάφθαρτον· αἱρούμεθά τε διὰ τοῦτο διδόναι πολλάκιϲ αὐτὰ | τοῖϲ διαφθείρουϲιν ἐν τῇ κοιλίᾳ τὴν τροφὴν ὑπὸ κακοχυμίαϲ ἤτοι γ’ ἐξ ἥπατοϲ εἰϲ αὐτὴν καταρρεούϲηϲ ἢ περιεχομένηϲ ἐν τοῖϲ χιτῶϲιν αὐτῆϲ. ἔχει δὲ πάντα μέν, ὡϲ εἶπον, ἁλυκὸν χυμόν, ὑπακτικὸν τῆϲ γαϲτρόϲ, ἥττονα μέντοι τῶν ὀϲτρέων τὰ ϲκληρόϲαρκα. διὸ καὶ δίδομεν αὐτὰ τοῖϲ διαφθείρουϲι τὴν τροφὴν ἕψοντεϲ δὶϲ ἢ τρὶϲ ἐν ὕδατι καλλίϲτῳ, μεταθέντεϲ εἰϲ τὸ καθαρόν, ὅταν ἤδη τὸ πρότερον ἁλμυρὸν φαίνηται.

γεννᾶται δ’ ἐξ αὐτῶν ὁ καλούμενοϲ ὠμὸϲ χυμὸϲ πάμπολυϲ, ἐκ δὲ τῶν μαλακοϲάρκων καὶ τὸ φλέγμα. καθάπερ οὖν ἀποθεμένων αὐτῶν τὸν ἁλυκὸν χυμὸν ἡ ϲὰρξ ὥϲπερ δύϲφθαρτοϲ οὕτω καὶ ϲταλτικὴ γίγνεται γαϲτρόϲ, ὡϲαύτωϲ, ἐὰν ἀρτύϲαϲ δι’ ἁλῶν ἢ γάρου, καθάπερ εἰώθαϲι τὰϲ χήμαϲ, ἐκπίῃ τιϲ τὸν γενόμενον ζωμόν, ὑπαχθήϲεται μὲν ἡ γαϲτὴρ ἱκανῶϲ, οὐδεμίαν δὲ τροφὴν ἐξ αὐτοῦ τὸ ϲῶμα τἀνθρώπου λήψεται.