De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Ἀκραῖα μόρια τῶν πεζῶν ζῴων ἐϲθίουϲιν οἱ ἄνθρωποι πόδαϲ καὶ ῥύγχη καὶ ὦτα, καὶ τοὐπίπαν γε δι’ ὕδατοϲ ἕψοντεϲ αὐτὰ προϲφέρονται μετ’ ὄξουϲ καὶ γάρου καί ποτε | καὶ νάπυοϲ, ἔνιοι δὲ καὶ δι’ ἐλαίου καὶ γάρου προϲεπιχέοντεϲ οἶνον, εἰϲὶ δ’ οἳ καὶ μετὰ λαχάνων, ἤτοι γ’ ἐξ ὕδατοϲ ἡψημένων ἢ κατὰ τὰϲ λοπάδαϲ ἠρτυμένων.

οἱ πόδεϲ δ’ ἐπιτηδειότατοι τῶν χοίρων εἰϲὶν ἐπεμβληθέντεϲ ἑψομένῃ πτιϲάνῃ κἀκείνην ἐργάϲαϲθαι κρείττονα καὶ αὐτοὶ μαλακώτεροι γενέϲθαι καὶ διὰ τοῦτο βελτίουϲ εἴϲ τε τὴν ἐν τῷ ϲτόματι καὶ τῇ γαϲτρὶ κατεργαϲίαν.