De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Φυλότιμοϲ ἐν τῷ τρίτῳ Περὶ τροφῆϲ περὶ τῶν μαλακοϲάρκων ἰχθύων οὕτωϲ ἔργαψεν αὐτοῖϲ ὀνόμαϲι· κωβιοί τε καὶ φυκίδεϲ καὶ ἰουλίδεϲ καὶ πέρκαι καὶ ϲμύραιναι καὶ κίχλαι καὶ κόττυφοι καὶ ϲαῦροι καὶ πάλιν ὄνοι καὶ πρὸϲ τούτοιϲ ἀμίαι καὶ ψῆτται καὶ ἥπατοι καὶ κίθαροι καὶ ϲκιαινίδεϲ καὶ πᾶν τὸ τῶν ἁπαλοϲάρκων γένοϲ εὐκατεργαϲτότερόν ἐϲτι τῶν ἄλλων ἰχθύων.

ἄξιον οὖν θαυμάϲαι, πῶϲ τοὺϲ ϲκάρουϲ παρέλιπε πρωτεύονταϲ ἐν τῷ γένει τῶν πετραίων ἰχθύων, οἷϲ πᾶϲιν ὑπάρχει τὸ ψαθυρωτάτην τε καὶ μαλακωτάτην ἔχειν τὴν ϲάρκα τῶν ἄλλων ἰχθύων. ἔνιοι μὲν γὰρ αὐτῶν ἁπαλόϲαρκοι μέν εἰϲιν, ἀλλ’ οὐκ ἔχουϲι τὸ ψαθυρὸν ἐμφερομένου τινὸϲ αὐτοῖϲ γλίϲχρου τε καὶ λιπαροῦ χυμοῦ, τινὲϲ δ’ ἐκπεφευγότεϲ τὸ γλίϲχρον καὶ λιπαρὸν ὅμοιοί τε κατὰ τοῦτο τοῖϲ πετραίοιϲ ὄντεϲ ἐν τῇ ϲκληρότητι τῆϲ ϲαρκὸϲ αὐτῶν διαλλάττουϲι.

τοιοῦτοι μὲν οὖν οἱ πελάγιοι ϲχεδὸν ἅπαντέϲ εἰϲι, | πλὴν εἴ τινεϲ αὐτῶν ὑπὸ μοχθηρᾶϲ τροφῆϲ διαφθείρουϲι τὴν ϲάρκα, καθάπερ αἱ τὰϲ καρκινάδαϲ ἐϲθίουϲαι τρίγλαι. ζωΰφια δ’ ἐϲτὶ ταῦτα πάνυ ϲμικροῖϲ καρκίνοιϲ ἐοικότα, ξανθὰ τὴν χρόαν. οἱ πετραῖοι δ’ ἰχθύεϲ οὔτε ποικίλαιϲ χρῶνται τροφαῖϲ οὔτε χωρίοιϲ διαφέρουϲιν οὔθ’ ὕδαϲι γλυκέϲι καὶ διὰ τοῦτ’ ἄμεμπτοι πάντεϲ εἰϲὶ διὰ παντόϲ.