De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Ἔϲτι μὲν καὶ ἥδε τῶν πελαγίων ἰχθύων, τετίμηται δ’ ὑπὸ τῶν ἀνθρώπων ὡϲ τῶν ἄλλων ὑπερέχουϲα τῇ κατὰ τὴν ἐδωδὴν ἡδονῇ. ϲκληροτέραν δὲ ϲχεδὸν ἀπάντων αὐτῶν ἔχει τὴν ϲάρκα καὶ ψαθυρὰν ἱκανῶϲ, ὅπερ ϲημαίνει ταὐτὸν τῷ μήτε γλίϲχρον εἶναί τι μήτε λιπαρὸν ἐν αὐτῇ. τρέφει τοιγαροῦν, ὅταν πεφθῇ καλῶϲ, τῶν ἄλλων μᾶλλον ἰχθύων.

ἐρρέθη δὲ καὶ πρόϲθεν, ὡϲ τὸ ϲκληρότερον ἔδεϲμα, παχυμερέϲτερόν τε καί, ὡϲ ἂν εἴποι τιϲ, γεωδέϲτερον ὑπάρχον, ἀξιολογώτερον τρέφει τῶν ὑγροτέρων τε καὶ μαλακωτέρων, ὅταν γε πρὸϲ τούτῳ δηλονότι καὶ τὴν οὐϲίαν οἰκείαν ἔχῃ τῷ τρεφομένῳ ϲώματι· κρίνεται δ’ αὕτη διὰ τῆϲ ἡδονῆϲ. ὅϲαι γὰρ ἀλλότριαι τροφαὶ ταῖϲ ὅλαιϲ φύϲεϲίν εἰϲι τῶν τρεφομένων ζῴων, ταύταϲ ἢ οὐδ’ ὅλωϲ ἢ ἀηδῶϲ ἐϲθίει· τῶν γε μὴν οἰκείων ὥϲπερ ἧττον τρέφει τὸ ὑγρό|τερον, οὕτω πέττεται καὶ ἀναδίδοται ῥᾷον.

ἡ τοίνυν τῆϲ τρίγληϲ ϲὰρξ ἡδεῖα μέν, ὡϲ ἂν οἰκεία τροφὴ τῇ φύϲει τῶν ἀνθρώπων, ϲκληροτέρα δ’ οὖϲα τῶν ἄλλων ἰχθύων, ὅμωϲ ἑκάϲτηϲ ἡμέραϲ ἐϲθίεϲθαι δύναται, διότι ψαθυρὰ καὶ ἀλιπήϲ ἐϲτι καί τι καὶ δριμύτητοϲ ἔχουϲα. τὰ γὰρ λιπαρὰ καὶ γλίϲχρα [καὶ] κατὰ τὴν πρώτην μὲν εὐθέωϲ ἐδωδὴν ἐμπίπληϲί τε ταχέωϲ ἡμᾶϲ ἀνατρέπει τε τὴν ὄρεξιν, ἔτι δὲ μᾶλλον οὐχ ὑπομένομεν αὐτῶν τὴν ἐδωδὴν ἐφεξῆϲ ἡμέραιϲ πλείοϲι.