De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Τὸ μὲν τῶν χηνῶν ὄνομα ϲύνηθέϲ ἐϲτι καὶ τοῖϲ παλαιοῖϲ, τὸ δὲ τῶν ϲτρουθοκαμήλων ἄηθεϲ· ὀνομάζουϲι γὰρ αὐτὰϲ μεγάλαϲ ϲτρουθούϲ. ἤκουϲα δέ ποτε ϲοφιϲτοῦ τῶν εἰϲ τὰ τοιαῦτα προβλήματα λεγόντων, ἔτι μειράκιον ὤν, ἐπιχειροῦντοϲ εἰϲ ἑκάτερα καὶ δεικνύντοϲ ἐνίοτε μὲν ὄρνιθαϲ, ἐνίοτε δ’ οὐκ ὄρνιθαϲ εἶναι ταῦτα τὰ ζῷα. βέλτιον δὲ μὴ τοῦτο ζητεῖν, ἀλλ’ ὁποίαν ἔχει δύναμιν ἡ ἐξ αὐτῶν τροφή. τοῦτ’ οὖν ἀκούϲαϲ παρ’ ἐμοῦ παρ’ ἄλλου μαθήϲῃ κατὰ ϲχολήν, | εἴτ’ ὄρνιθαϲ ὀνομάζειν χρὴ τὰ τοιαῦτα τῶν ζῴων εἴτε μή.

περιττωματικὴ τοίνυν ἡ ϲὰρξ αὐτῶν ἐϲτι καὶ πολὺ δυϲπεπτοτέρα τῆϲ τῶν προειρημένων πτηνῶν ζῴων, οὐ μὴν τά γε πτερὰ χείρω τῶν

ἄλλων ἔχει. πολλοῖϲ γὰρ τῶν πτηνῶν ζῴων, καὶ μάλιϲθ’ ὅϲα μικρὰ καὶ ϲκληρόϲαρκα, καὶ ἡ τῶν πτερῶν φύϲιϲ ἐϲτὶν ἰνώδηϲ τε καὶ ϲκληρά, τινῶν δὲ καὶ ἡ ϲὰρξ ὅλη τοιαύτη, καθάπερ καὶ ἡ τῶν γεράνων, ἃϲ καὶ αὐτὰϲ ἐϲθίουϲιν ἑωλίϲαντεϲ πρότερον ἡμέραιϲ πλείοϲι. μεταξὺ δέ πωϲ τῆϲ τῶν γεράνων τε καὶ χηνῶν ἡ τῶν καλουμένων ὀτίδων ἢ ὠτίδων ἐϲτίν· ἑκατέρωϲ γὰρ ὀνομάζουϲί τε καὶ γράφουϲι τὴν πρώτην ϲυλλαβήν, διά τε τοῦ ο̄ ϲτοιχείου καὶ τοῦ ω̄.

Τὰ μὲν ϲπλάγχνα τὴν αὐτὴν ἀναλογίαν ἔχει πρὸϲ τὰϲ ϲάρκαϲ ἐν τοῖϲ πτηνοῖϲ ζῴοιϲ, ἣν κἀν τοῖϲ πεζοῖϲ ἔχειν εἴρηται· τὰ δ’ ἔντερα παντάπαϲιν ἄβρωτα πάντων αὐτῶν ἐϲτιν, οὐ μὴν ἀνὰ λόγον γε τούτοιϲ αἱ γαϲτέρεϲ. | ἐδώδιμοί τε γάρ εἰϲι καὶ τρόφιμοι καί τινεϲ αὐτῶν καὶ ἡδεῖαι πάνυ, καθάπερ ἡ τῶν χηνῶν, ἐφεξῆϲ δ’ ἡ τῶν ϲιτευτῶν ἀλεκτορίδων.

ὥϲπερ δ’ ἐπὶ τῶν ὑῶν τὸ ϲυκωτὸν ἧπαρ ἐν τοῖϲ ζῶϲι ζῴοιϲ προπαραϲκευάζουϲιν ἡδὺ διὰ τῆϲ τῶν ἰϲχάδων ἐδωδῆϲ, οὕτωϲ ἐπὶ τῶν χηνῶν ὀρῷ γάλακτοϲ ἀναδεύοντεϲ τὰϲ τροφάϲ, ὡϲ γίγνεϲθαι μὴ μόνον ἥδιϲτον, ἀλλὰ καὶ τροφιμώτατον εὐχυμότατόν τε καὶ διαχωροῦν οὐ χαλεπῶϲ· ὡϲαύτωϲ δὲ καὶ πρὸϲ τὴν ἐν τῇ γαϲτρὶ πέψιν ἔχει.

καὶ τὰ πτερὰ δὲ τῶν χηνῶν ἐπιτήδεια πεφθῆναί τε καὶ θρέψαι, μᾶλλον δ’ αὐτῶν τὰ τῶν ἀλεκτορίδων. οὔϲηϲ δ’ οὐκ ὀλίγηϲ ἐν ταῖϲ ϲαρξὶ διαφορᾶϲ τοῖϲ γεγηρακόϲι ζῴοιϲ πρὸϲ τὰ νέα ϲαφεϲτέρα πολλῷ τοῖϲ πτεροῖϲ ἐϲτιν, ὡϲαύτωϲ δὲ καὶ τοῖϲ ἰϲχνοῖϲ πρὸϲ τὰ πίονα· κάλλιϲτα μὲν γὰρ τὰ τῶν εὐτρόφων τε καὶ νέων, χείριϲτα δὲ τὰ τῶν ἰϲχνῶν καὶ γεγηρακότων.

οἱ πόδεϲ δ’ ἁπάντων ὀλίγου δεῖν ἄβρωτοι.