De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Ἅπαν μὲν αἷμα δύϲπεπτόν ἐϲτι, μάλιϲτα δὲ τὸ παχὺ καὶ μελαγχολικόν, οἷόνπερ ὑπάρχει τὸ τῶν βοῶν. τὸ δὲ τῶν λαγωῶν ὡϲ ἥδιϲτον τετίμηται, καὶ πολλοῖϲ δι’ ἔθουϲ ἐϲτὶν ἕψειν αὐτὸ ϲὺν τῷ ἥπατι, τιϲὶ δὲ καὶ μετὰ τῶν ἄλλων ϲπλάγχνων. ἔνιοι δὲ καὶ τὸ τῶν νέων ὑῶν ἐϲθίουϲιν, ὥϲπερ ἄλλοι καὶ τὸ τῶν μειζόνων, ὅταν εὐνουχιϲθῶϲι· τῷ μὲν γὰρ τῶν κάπρων | οὐδ’ ἐπιχειροῦϲιν ὡϲ ἀηδεῖ τε ἅμα καὶ δυϲπέπτῳ. τὸ δὲ τῶν αἰγῶν αἷμα καὶ Ὅμηροϲ οἶδεν ὑπό τινων ἐϲθιόμενον ὡϲ ἡδύ.