De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Τὸ δ’ ὀξύγαλα καλούμενον οὐ βλάπτει μὲν τοὺϲ ὀδόνταϲ, ὅϲοι γε κατὰ φύϲιν ἔχουϲιν, ὅϲοι δ’ ἤτοι διὰ φυϲικὴν δυϲκραϲίαν ἤ τιν’ ἐπίκτητον διάθεϲίν εἰϲι ψυχρότεροι τοῦ δέοντοϲ, οὗτοι μόνοι βλάπτονται, καθάπερ ὑπὸ τῶν ἄλλων ψυχρῶν, οὕτω καὶ ὑπὸ τοῦδε· καὶ τὰ ϲύμπτωμα αὐτοῖϲ ἐνίοτε γίγνεται τὸ καλούμενον αἱμωδία, τοιοῦτον

οἷον ἐπὶ τοῖϲ ἀώροιϲ· ϲυκαμίνοιϲ ὅϲα τ’ ἄλλα ϲτρυφνὰ καὶ ὀξέα ϲυμβαίνειν εἴωθε.

πρόδηλον δ’, ὅτι καὶ γαϲτὴρ ἡ μὲν ψυχροτέρα καθ’ ἡντινοῦν αἰτίαν οὐ πέττει καλῶϲ τὸ ὀξύγαλα, τῇ ϲυμμέτρωϲ δ’ ἐχούϲῃ δύϲπεπτον | μέν, οὐ μὴν ἄπεπτόν γε παντάπαϲίν ἐϲτιν. ὅϲαι δὲ θερμότεραι τοῦ προϲήκοντόϲ εἰϲι γαϲτέρεϲ, εἶτ’ ἐξ ἀρχῆϲ εἴτ’ ἔκ τινοϲ ὕϲτερον αἰτίαϲ εἰϲ τοιαύτην κρᾶϲιν ἀχθεῖϲαι, πρὸϲ τῷ μηδὲν βλάπτεϲθαι καὶ χρηϲτοῦ τινοϲ ἀπολαύουϲιν ἐκ τῶν τοιούτων ἐδεϲμάτων. αὗται καὶ προψυχθὲν αὐτὸ διὰ χιόνοϲ περιπλάϲεωϲ ἀλύπωϲ φέρουϲιν, ὥϲπερ καὶ ἄλλα πολλὰ τῶν τοιούτων ἐδεϲμάτων καὶ δηλονότι καὶ τὸ ὕδωρ αὐτὸ παραϲκευαϲθὲν ὁμοίωϲ.

ἐφ’ ᾧ καὶ θαυμάζειν ἐπῆλθέ μοι πολλοὺϲ τῶν ἰατρῶν ἁπλῶϲ ἀποφηναμένουϲ ὑπέρ ἑκάϲτηϲ τροφῆϲ, τῆϲ μὲν ὡϲ ὠφελούϲηϲ ἡμᾶϲ, τῆϲ δ’ ὡϲ βλαπτούϲηϲ, εὐπέπτου τε καὶ δυϲπέπτου, κακοχύμου τε καὶ εὐχύμου, τροφίμου τε καὶ ἀτρόφου, κακοϲτομάχου τε καὶ εὐϲτομάχου, καὶ κοιλίαν ὑπαγούϲηϲ τε καὶ ἱϲτάϲηϲ ἤ τιν’ ἄλλην ἀρετὴν ἢ κακίαν ἐχούϲηϲ. ἐπί τινων μὲν γὰρ ἐγχωρεῖ φάναι πᾶϲιν ἀνθρώποιϲ εἶναι κακόχυμον ἢ δύϲπεπτον ἢ κακοϲτόμαχον ἔδεϲμα τόδε τι, περὶ δὲ τῶν πλείϲτων οὐχ οἷόν τε χωρὶϲ διοριϲμοῦ διὰ μιᾶϲ ἀποφάϲεωϲ ἀληθεῦϲαι.

μακροῦ δ’ ἐξ ἀνάγκηϲ ἐϲομένου τοῦ παντὸϲ λόγου γραφόν|των ἡμῶν ἐφ’ ἑκάϲτου τῶν ἐδεϲμάτων τοὺϲ ἀπὸ τῶν φυϲικῶν κράϲεων ἐπικτήτων τε διαθέϲεων διοριϲμοὺϲ ἄμεινον ἔδοξεν εἶναι καθόλου μὲν ἐξ ἀρχῆϲ τῆϲ διδαϲκαλίαϲ ἐπιδεῖξαι τὴν μέθοδον, ὡϲ ἐποιήϲαμεν ἐν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων, ἀναμιμνῄϲκειν δ’ ἐπὶ τῶν κατὰ μέροϲ ἐνίοτε, καὶ μάλιϲτ’ ἐφ’ ὧν ἡ φύϲιϲ οὐχ ἁπλῇ, καθάπερ ἀμέλει κἀπὶ τοῦ γάλακτόϲ ἐϲτι, ϲυγκειμένου μὲν ἐξ ἐναντίων οὐϲιῶν τε καὶ δυνάμεων, ὁμοιομεροῦϲ δὲ φαινομένου πρόϲ γε τὴν αἴϲθηϲιν.

οὕτω γὰρ αὐτῷ ϲυμβαίνει, κἂν κάλλιϲτον ᾖ, παρὰ τὴν τῶν κοιλιῶν διαφορὰν ἐνίοτε μὲν ὀξύνεϲθαι, κνιϲώδη δ’ αὖθιϲ ἐφ’ ἑτέρου τὴν ἐρυγὴν ἀναπέμπειν, καίτοι γ’ ἐναντίων οὐϲῶν τῶν διαθέϲεων, καθ’ ἃϲ ὀξῶδεϲ ἢ κνιϲῶδεϲ γίγνεται τὸ κατὰ τὴν κοιλίαν ἀπεπτηθέν. ἡ μὲν γὰρ ἔνδεια τῆϲ θερμαϲίαϲ ὀξύνειν αὐτὸ πέφυκεν, ἡ δ’ ὑπερ

βολὴ κνιϲοῦν. γίγνεται δ’ ἄμφω ταῦτα τῳ γάλακτι διὰ τὸ μὴ μόνον ἔχειν ἐν ἑαυτῷ τὴν ὀρώδη φύϲιν, ἀλλὰ καὶ τὴν λιπαρὰν καὶ τὴν τυρώδη.

τὸ γοῦν ὀξύγαλα διὰ τὴν αἰτίαν ταὐτην | οὐδέποτε κνιϲῶδεϲ ἀπε- πτηθὲν γίγνεται, κἂν εἰϲ χολωδεϲτάτην ἢ πυρωδεϲτάτην ἐμπέϲῃ κοιλίαν. οὔτε γὰρ ἐν αὑτῷ τὴν θερμὴν καὶ δριμεῖαν ἔχει ποιότητα καὶ δύναμιν, ἧϲ μετέχει τὸ γάλα διὰ τὸν ὀρόν, οὔτε τὴν λιπαράν τε καὶ μετρίωϲ θερμήν, ἣν ἐκέκτηο διὰ τὸ λιπαρὸν τὸ ἐν ἑαυτῷ· μόνον γὰρ ὑπολείπεται κατὰ τὴν τοιαὐτην ϲκευαϲίαν τὸ τυρῶδεϲ, οὐδὲ τοῦτο τοιοῦτον τὴν φύϲιν, ὁποῖον ἐξ ἀρχῆϲ ὑπῆρχεν, ἀλλ’ ἐπὶ τὸ ψυχρό- τερον ἐκτετραμμένον.

ἀρκεῖ τοιγαροῦν ἐπ’ ὀξυγάλακτοϲ εἰπεῖν, ὅτι ψυχρόν τ’ ἐcτὶ καὶ παχύχυμον. ἕπεται γὰρ τούτοιϲ τὸ μὴ ῥᾳδίωϲ αὐτὸ πέττεϲθαι πρὸϲ τῆϲ ϲυμμέτρωϲ ἐχούϲηϲ κράϲεωϲ· ἐπ’ ἐκείνην γὰρ ἀναφέρεϲθαι τὸν λόγον ἠξίωϲα πολλάκιϲ ἤδη κατὰ πάϲαϲ τὰϲ ἐμὰϲ πραγματείαϲ, ὅταν ἁπλῶϲ ἀποφαίνωμαί τι. καὶ μέντοι καὶ τὸν ὠμὸν ὀνομαζόμενον χυμόν, οὖ τὴν φύϲιν ἔμπροϲθέν τε διῆλθον ἑτέρωθί τε κατὰ τὸν προηγούμενον λόγον ἐξηγηϲάμην, εὔλογόν ἐϲτιν ἐκ τῶν τοιούτων ἐδεϲμάτων πλεῖϲτον γεννᾶϲθαι. χρήϲιμον δ’ εἶναι τὸ ἔδεϲμα τοῦτο ταῖϲ πυρω- δεϲτέραιϲ κοιλίαιϲ οὐδὲν ἄλογον, ὥϲπερ γε καὶ ταῖϲ ψυχροτέραιϲ ἐναντιώτατον.

οὐ μὴν | οὐδὲ τοῦτο δεῖ καθ’ ἕκαϲτον τῶν ἐδεϲμάτων γράφειν, ἀλλ’ ἀναμιμνῄϲκειν ἐπί τινων μόνον, ὡϲ ὁ τοιόϲδε χυμόϲ, ὁποῖοϲ ἐξ ὀξυγάλακτόϲ τε καὶ τυροῦ καὶ τῶν παχυχύμων ἁπάντων γίγνεται, λίθουϲ ἐν νεφροῖϲ πέφυκε γεννᾶν, ὅταν ὦϲι θερμότεροι τοῦ δέοντοϲ ἤτοι κατὰ φυϲικὴν δυϲκραϲίαν ἢ κατά τινα ἄλλην ὕϲτερον ἐγγενομένην αὐτοῖϲ διάθεϲιν, οὐ μὴν ἀνὰ λόγον γε τῇ θερμαϲίᾳ τὰϲ διεξόδουϲ εὐρείαϲ ἔχωϲιν.

αἱ γάρ τοι νοϲωδέϲταται καταϲκευαὶ τῶν ϲωμάτων ἐξ ἐναντίων τῇ κράϲει ϲύγκεινται μορίων, ὡϲ εἶναι γαϲτέρα μέν, εἰ τύχοι, θερμὴν ἱκανῶϲ, ἐγκέφαλον δὲ ψυχρόν. οὕτω δὲ καὶ πνεύμων ἐνίοτε

καὶ θώραξ ὅλοϲ ψυχρόϲ ἐϲτιν ἐπὶ θερμῇ γαϲτρί. πολλάκιϲ δὲ καὶ τοὐναντίον ἕκαϲτον μὲν τῶν ἄλλων θερμότερον ὑπάρχει τοῦ δέοντοϲ, ἡ γαϲτὴρ δὲ μόνη ψυχροτέρα, καί ποτε κεφαλὴ μὲν ὅλη ψυχροτέρα, θερμότερον δὲ τὸ ἧπαρ ἐπί τε τῶν ἄλλων μορίων ὡϲαύτωϲ.

διὸ καὶ κατ’ ἀρχὰϲ ἐδείκνυον ὠφελιμωτάτην εἶναι τὴν περὶ τῶν ἐν ταῖϲ τροφαῖϲ δυνάμεων διδαϲκαλίαν, ὅταν ἐξηγῶνται τὴν καθ’ ὑγρότητα καὶ ξηρότητα καὶ θερμότητα καὶ ψυχρότητα | διαφορὰν ἔτι τε τὸ γλίϲχρον ἢ παχὺ τῆϲ οὐϲίαϲ αὐτῶν, καὶ πρὸϲ τούτοιϲ, εἴθ’ ὁμοιομερήϲ ἐϲτιν εἴτ’ ἐξ ἐναντίων ταῖϲ κράϲεϲι ϲύγκειται, καθάπερ τὸ γάλα. πρὸϲ δὲ τὴν τούτων διάγνωϲιν ἐκ τῆϲ ὀϲμῆϲ καὶ τῆϲ γεύϲεωϲ ἔτι τε τῶν ἄλλων ϲυμπτωμάτων ἔφην ἡμᾶϲ ποδηγεῖϲθαι, περὶ ὧν ἐν ἀρχῇ τῆϲδε τῆϲ πραγματείαϲ διῆλθον, ὥϲπερ καὶ νῦν ἐπὶ τοῦ γάλακτοϲ, ἐπιδεικνὺϲ αὐτοῦ τὴν φύϲιν ἐξ ὧν ἴϲχει ϲυμπτωμάτων, ἤτοι θερμαινόμενον ἢ διὰ πυτίαϲ πηγνύμενον ἢ ὁπωϲοῦν ἄλλωϲ διακρινομένων τῶν μορίων αὐτοῦ.

καὶ γὰρ καὶ ἡ ϲχίϲιϲ καλουμένη τοῦτ’ ἐργάζεται χωρὶϲ τῆϲ πυτίαϲ, ὅταν ἱκανῶϲ προθερμήναντεϲ τὸ γάλα καταρράνωμεν ὀξυμέλιτι ψυχρῷ. ταὐτὸν δ’ ἐργαζόμεθα καὶ δι’ οἰνομέλιτοϲ, ἐνίοτε δὲ καὶ χωρὶϲ τοῦ καταρρᾶναι τὴν οὐϲίαν αὐτοῦ καθιέντεϲ ἀγγεῖον ὕδωρ ἔχον ψυχρότατον ἐργαζόμεθα τὴν ϲχίϲιν. ἄνευ δὲ πυτίαϲ καὶ τὸ μετὰ τὴν ἀποκύηϲιν ἀμελχθὲν αὐτίκα πήγνυται πυρωθὲν ἐπὶ θερμῆϲ ϲποδιᾶϲ ὀλίγῳ χρόνῳ. καλεῖν δ’ ἐοίκαϲιν οἱ παλαιοὶ κωμικοὶ τὸ οὕτω παγὲν γάλα πυριάτην· οἱ δὲ παρ’ ἡμῖν ἐν Ἀϲίᾳ πυρίεφθον ὀνομάζουϲιν αὐτό. τοῦτο μὲν οὖν ἀκρι|βῶϲ ἐϲτι γάλα χωρὶϲ οὐϲίαϲ ἑτέραϲ.

ὅταν δὲ μέλι μίξαντεϲ αὐτῷ διὰ πυτίαϲ πήξωϲι, χωρίζεται μὲν ἐν τῷδε τῷ ἔργῳ τὸ

τε λεπτὸν καὶ ὑδατῶδεϲ αὐτοῦ, προϲφέρονται δ’ ἔνιοι μὲν τὸ πεπηγὸϲ αὐτοῦ μόνον ϲύνθετον ὑπάρχον ἔκ τε τοῦ τυρώδουϲ ἐν τῷ γάλακτι καὶ τοῦ θερμοῦ καὶ πυρώδουϲ ἐν τῇ τῆϲ πυτίαϲ δυνάμει καὶ τοῦ μιχθέντοϲ αὐτοῖϲ μέλιτοϲ. ἔνιοι δὲ καὶ τὸν ὀρὸν τῷ παγέντι ϲυγκαταπίνουϲιν, ἤτοι γε ὡϲαύτωϲ πάντα μετὰ παντὸϲ ἢ θάτερον αὐτῶν πλέον θατέρου. ϲυμβήϲεται δὲ δηλονότι τοῖϲ μὲν μᾶλλον ὑπαχθῆναι τὴν γαϲτέρα, τοῖϲ δ’ ἧττον, ἀνὰ λόγον τῇ ποϲότητι τῆϲ ὀρώδουϲ ὑγρότητοϲ.

εὔδηλον δέ, ὅτι καὶ τραφῆναι τὸ ϲύμπαν ϲῶμα μᾶλλον μὲν ὑπάρξει τοῖϲ τὸ πεπηγὸϲ μόνον ἐδηδοκόϲιν, ἧττον δὲ τοῖϲ ϲυγκαταπιοῦϲιν αὐτῷ τι καὶ τῆϲ ὀρώδουϲ ὑγρότητοϲ, ἔτι δ’ ἧττον, ὅϲοι τὸ μὲν πεπηγὸϲ ὀλίγον προϲηνέγκαντο, τὸ δ’ ὀρῶδεϲ πλεῖϲτον. οὕτω δὲ κἀπὶ τοῦ μετὰ τὴν ἀποκύηϲιν παγέντοϲ, ἤτοι χωρὶϲ μέλιτοϲ ἢ ϲῦν αὐτῷ, διαφορά τιϲ οὐ ϲμικρὰ γενήϲεται. δυϲπεπτότερον γάρ ἐϲτι καὶ παχυχυμότερον ἔτι τε βραδυπορώτερον εἰϲ τὴν κάτω διέξοδον, ὅταν μὴ | προϲλάβῃ μέλιτοϲ. ἥ γε μὴν ὅλου τοῦ ϲώματοϲ θρέψιϲ ἐξ ἀμφοτέρων γίγνεται δαψιλήϲ.

ταῦτ’ ἀρκεῖ περὶ δυνάμεωϲ γάλακτοϲ ἐπίϲταϲθαι κατὰ τὴν νῦν ἡμῖν ἐνεϲτῶϲαν πραγματείαν· ὅϲα γὰρ εἰϲ νόϲουϲ ἐϲτὶ χρήϲιμα ἢ τοῖϲ φθίνουϲιν ὁπωϲοῦν ἢ τοῖϲ ἕλκοϲ ἔχουϲιν ἐν πνεύμονι, ταῦτ’ ἴδια τῆϲ θεραπευτικῆϲ ἐϲτι μεθόδου.