De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

μεγίϲτη δ’ ἐν τῇ ϲκευαϲίᾳ διαφορὰ γίγνεται καὶ κατὰ τὴν τῶν ἐπεμβαλλομένων αὐτοῖϲ δύναμιν, ἁπάντων μὲν ξηραινόντων, ἀλλ’ ἤτοι μᾶλλον ἢ ἦττον. ἔϲτι δὲ ταῦτα τὰ ϲπέρματα μὲν ἀνήθου καὶ ϲελίνου

καὶ κάρου καὶ λιβυϲτικοῦ | καὶ κυμίνου καί τινα τοιαῦθ’ ἕτερα, τῶν φυτῶν δ’ αὐτῶν πράϲα καὶ κρόμυα καὶ ἄνηθα καὶ θύμα καὶ θύμβρα καὶ γλήχων καὶ ἡ εὐώδηϲ μίνθη καὶ ὀρίγανοϲ ὅϲα τ’ ἄλλα τοιαῦτα τῆϲ ὀψαρτυτικῆϲ ὄντα πραγματείαϲ, ἣν νῦν οὐ πρόκειται διέρχεϲθαι.

τὴν παραβολὴν δὲ τῆϲ διαφορᾶϲ τῶν ζῴων ὥϲπερ ἔμπροϲθεν ἔφαμεν χρῆναι ποιεῖϲθαι τῶν ἄριϲτα ταῖϲ ἕξεϲιν ἐχόντων, οὕτω καὶ νῦν τῶν ἐϲκευαϲμένων ἄριϲτα γιγνέϲθω. ταῦτα μὲν οὖν αὐτάρκη ϲοι περὶ τῆϲ τῶν πεζῶν ζῴων ϲαρκὸϲ ἀκηκοέναι· περὶ δὲ τῶν ἄλλων μορίων, ὡϲ ἔχει τῆϲ δυνάμεωϲ, ἐφεξῆϲ ἀκούϲῃ μετὰ τὸν περὶ τῶν κοχλιῶν λόγον.