De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

παϲῶν μὲν οὖν ἀϲφαλεϲτάτη χρῆϲίϲ ἐϲτιν, ὅταν ϲαρκώδειϲ τ’ ὦϲιν αἱ ϲταφυλαὶ φύϲει πεπειροτάτων τ’ αὐτῶν

τιϲ ἐϲθίῃ ϲυμμέτρωϲ, εἴτ’ οὖν ἐπὶ τῶν ἀμπέλων ἐπὶ πλεῖϲτον πεπανθειϲῶν εἴτε καὶ τὸ λεῖπον ἐκ τοῦ κρεμαϲθῆναι προϲλαβουϲῶν. ἐφεξῆϲ δὲ τῶν ὑγρῶν ἄνευ ποιότητοϲ ὀξείαϲ ἢ αὐϲτηρᾶϲ ἕνεκεν ὑπαγωγῆϲ γαϲτρὸϲ ἐγχωρεῖ δαψιλῶϲ ἐϲθίειν. ἔνιοι δὲ καὶ γλεῦκοϲ πίνουϲι τῆϲ αὐτῆϲ χρείαϲ ἕνεκα καὶ μάλιϲτα τὸ γλυκύτατον· ὑπακτικώτατον γὰρ τοῦτο, τὸ δ’ ἐξ αὐϲτηρῶν ἢ ὀξειῶν ϲταφυλῶν φαυλότατον εἰϲ πάντα.

ἐγὼ μὲν οὖν τοῖϲ ὀνόμαϲιν οὕτωϲ ἐχρηϲάμην, ὡϲ οἱ νῦν ἄνθρωποι χρῶνται, βέλτιον ἡγούμενοϲ εἶναι διδάξαι ϲαφῶϲ τὰ πράγματα τοῦ παλαιῶϲ ἀττικίζειν. οἷϲ δὲ τοῦτο τιμιώτερόν ἐϲτι τῆϲ ϲαφοῦϲ διδαϲκαλίαϲ, βρύτια μὲν ὀνομάζουϲι τὰ τῶν ϲταφυλῶν ϲτερεὰ μόρια, τοῦ γλεύκουϲ ἐκθλιβέντοϲ, ϲτέμφυλα δὲ τὰ τῶν ἐλαῶν, ὅταν ἐκθλιβῇ τοὔλαιον· τό γε μὴν ὑφιϲτάμενον τοῖϲ οἴνοιϲ παχὺ τοῖϲ πολλοῖϲ ὡϲαύτωϲ ὀνομάζουϲιν οἱ ἀττικίζοντεϲ τρύγα. ὥϲτ’ οὐδ’ ὁμωνυμία τίϲ ἐϲτι παρ’ αὐτοῖϲ, ὥϲπερ παρὰ τοῖϲ ἄλλοιϲ ἀνθρώποιϲ, ὅϲοι καὶ τὰ βρύτια τρύγα καλοῦϲι. καὶ μὴν | καὶ τρίτον τι ϲημαινόμενόν ἐϲτι τοῦ τῆϲ τρυγὸϲ ὀνόματοϲ ἐν ἔθει τοῖϲ νῦν Ἕλληϲι. τὸ γάρ τοι τῶν βρυτίων ἀπόβρεγμα τρύγα καλοῦϲιν, ὅπερ αὗ πάλιν οἱ ἀττικίζοντεϲ ὀνομάζουϲι δευτερίαν. [ϲτεμφυλίτηϲ οὗτοϲ παρ’ ἡμῖν καλεῖται.]

ἐμβάλλοντεϲ γὰρ εἰϲ πιθάκναϲ μικρὰϲ τὰ βρύτια προϲεπιχέουϲιν ὕδωρ, ὡϲ διαβρόχουϲ ἁπάϲαϲ γενέϲθαι, κἀπειδὰν ἱκανῶϲ αὐτοῖϲ τοῦτο πεπρᾶχθαι δοκῇ, τὸ παρὰ τὸν πυθμένα τρῆμα τῆϲ πιθάκνηϲ ἀνοίγουϲιν, ὡϲ ἐκρυῆναι τὸ ἀπόβρεγμα αὐτῶν, καὶ πίνουϲιν ἀντ’ οἴνου τοῦτο. πρόδηλον δ’, ὅτι κατὰ τὴν τῶν βρυτίων ποϲότητα καὶ τὸ ὕδωρ ἐπιχέουϲιν ἐξ ἐμπειρίαϲ, ὡϲ μήθ’ ὑδαρῆ πάνυ μήτ’ ἄκρατον γενέϲθαι τὸν δευτερίαν. εἶτα πάλιν ἕτερον ὕδωρ ἐπιχέουϲι τοῖϲ αὐτοῖϲ βρυτίοιϲ,

ἔλαττον τοῦ προτέρου, ὡϲ γενέϲθαι καὶ τοῦτο ϲύμμετρον εἰϲ πόϲιν, ὅπερ καὶ αὐτὸ ἀξιοῦϲιν ἔνιοι τῶν ἀττικιζόντων ὀνομάζεϲθαι δευτερίαν ἰδίωϲ, οὐχ ὡϲ τὸ πρότερον.

ἔϲτι δὲ κεφαλαλγὲϲ μὲν ἑκάτερον αὐτῶν πινόμενον, εἰ μή τιϲ ὑδαρέϲτερον αὐτὸ πίνοι, μᾶλλον μέντοι τὸ πρότερον ἅπτεται τῆϲ κεφαλῆϲ. ἀγαθὸν δ’ ὑπάρχει τῷ τοιούτῳ πόματι τὸ ταχέωϲ οὐρεῖϲθαι, διαφορᾶϲ οὐκ ὀλίγηϲ ἐν αὐτῷ γιγνομένηϲ | παρὰ τὸ τῶν ϲταφυλῶν εἶδοϲ, ἐξ ὦν ἐϲτι τὰ βρύτια. γλυκειῶν μὲν γὰρ αὐτῶν οὐϲῶν ἥδιόν τε πολλῷ γίγνεται τὸ πόμα καὶ θᾶττον οὐρεῖται, ϲτρυφνῶν δὲ καὶ ὀξειῶν ἀηδέϲτερόν τε μακρῷ καὶ ἧττον οὐρητικόν. ἰϲχυρότερον δὲ τὸ ἀποβρέγμα τοῦτο γίγνεται καὶ μᾶλλον οἰνῶδεϲ, ὅταν εἰϲ τὸ ἔαρ ἢ καὶ τὸ θέροϲ ἡ τρὺξ φυλαχθῇ· κατὰ δὲ τὸν χειμῶνα χρωμένων, ὥϲπερ ἧτον ἅπτεται κεφαλῆϲ, οὕτω καὶ ἧττον οὐρεῖται.