De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Ὠμὴν μὲν αὐτὴν ἐϲθίουϲι μόνην τοὐπίπαν οἱ κατὰ τὰϲ πόλειϲ ἄνθρωποι | πρώτην ἁπάντων μετὰ γάρου γαϲτρὸϲ ὑπαγωγῆϲ ἕνεκεν, ὀλίγοι δὲ καὶ ὄξουϲ ἐπιχέουϲιν. οἱ δ’ ἐν τοῖϲ ἀγροῖϲ καὶ μετ’ ἄρτου πολλάκιϲ προϲφέρονται παραπληϲίωϲ τοῖϲ ἄλλοιϲ αὐτοφυέϲιν ὄψοιϲ, ἐξ

ὧν ἐϲτι καὶ ὀρίγανοϲ ἡ χλωρὰ καὶ κάρδαμον καὶ θύμα καὶ θύμβρα καὶ γλήχων καὶ ἕρπυλλοϲ ἡδύοϲμόϲ τε καὶ καλαμίνθη καὶ πύρεθρον καὶ εὔζωμον. ἅπαντα γὰρ ταῦτα τῶν ἐδωδίμων ἐϲτὶν ἐν ὄψων χώρᾳ μετὰ τῶν τροφῶν ἐϲθιόμενα, τῶν ποωδῶν φυτῶν ὄντα

τῆϲ ῥαφανῖδοϲ δὲ καὶ τὸν καυλὸν μὲν ἐϲθίουϲι καὶ τὰ φύλλα κατ’ ἀνάγκην μᾶλλον ἢ ἑκόντεϲ. ἡ μέντοι ῥίζα τῶν ϲυνεχῶϲ ἐϲθιομένων. ἐϲτὶν ὡϲ ὄψον μᾶλλον ἢ τροφή, τῆϲ λεπτυντικῆϲ δυνάμεωϲ οὖϲα καὶ αὐτὴ δηλονότι μετὰ τοῦ θερμαίνειν ϲαφῶϲ· ἐπικρατεῖ γὰρ ἡ δριμεῖα ποιότηϲ ἐν αὐτῇ. κατὰ δὲ τὸ ἔαρ εἴωθε καυλόν τινα γεννᾶν εἰϲ ὕψοϲ ἀνερχόμενον, ὥϲπερ καὶ τἄλλα τὰ μέλλοντα καρποφορήϲειν, ὅντινα καυλὸν ἕψοντεϲ ἐϲθίουϲι δι’ ἐλαίου τε καὶ γάρου καὶ ὄξουϲ, ὥϲπερ καὶ τὸν τῆϲ γογγυλίδοϲ καὶ τὸν τοῦ νάπυοϲ καὶ τὸν τῆϲ θριδακίνηϲ.

καὶ τρέφει μὲν δηλονότι μᾶλλον ὁ καυλὸϲ οὖτοϲ τῆϲ ὠμῆϲ | ῥαφανῖδοϲ, ὡϲ ἂν ἀποτιθέμενοϲ ἐν τῷ ὕδατι τὴν δριμύτητα, βραχυτάτην δ’ ὅμωϲ καὶ αὐτὸϲ ἔχει τροφήν. ἔνιοι δ’ οὐ μόνον τὸν καυλὸν ἀλλὰ καὶ αὐτὰϲ ἕψοντεϲ ἐϲθίουϲι τὰϲ ῥαφανῖδαϲ ὁμοίωϲ ταῖϲ γογγυλίϲι. θαυμάϲαι δ’ ἔϲτι καὶ τῶν ἰατρῶν καὶ τῶν ἰδιωτῶν ἐκείνουϲ, ὅϲοι μετὰ τὸ δεῖπνον ὠμὰϲ ἐϲθίουϲιν αὐτὰϲ εὐπεψίαϲ ἕνεκεν. αὐτοὶ μὲν γὰρ ἱκανὴν ἐϲχηκέναι τούτου φαϲὶ πεῖραν, οἱ μιμηϲάμενοι δ’ αὐτοὺϲ ἅπαντεϲ ἐβλάβηϲαν.