De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

ἐπιϲκοπεῖϲθαι τοίνυν ἀϲφαλέϲτερόν ἐϲτιν ἕκαϲτον τῶν ἐν τοῖϲ φυτοῖϲ μορίων αὐτὸ καθ’ ἑαυτό, γευόμενον μὲν καὶ ὀϲμώμενον πρότερον, εἶτα καὶ διὰ τῆϲ ἐδωδῆϲ πειρώμενον. ἡ μὲν γὰρ ὄϲφρηϲίϲ τε καὶ γεῦϲιϲ, ὁποῖόν τινα τὸν χυμόν τε καὶ τὸν ἀτμὸν ἔχει τὸ μόριον τοῦ φυτοῦ, διδάϲκουϲαι ϲυνενδείκνυνται τούτοιϲ εὐθέωϲ καὶ τὴν ὅλην κρᾶϲιν αὐτοῦ. διὰ δὲ τῆϲ πείραϲ, | ἐάν γέ τιϲ αὐτὴν ποιῆται μετὰ τῶν οἰκείων διοριϲμῶν, ἀκριβῶϲ ἡ δύναμιϲ εὑρίϲκεται, ϲυνενδεικνυμένηϲ αὐτοῖϲ ἐνίοτε καὶ τῆϲ ϲυϲτάϲεωϲ τοῦ φυτοῦ μετὰ τοῦ κατ’αὐτὸ χυλοῦ.

τινὰ μὲν γὰρ ὑγρὸν καὶ ὑδατώδη, τινὰ δὲ παχὺν ἢ γλίϲχρον ἔχει τὸν χυμόν, ὧν καὶ αὐτῶν ἰδίᾳ πάλιν γεύεϲθαι προϲῆκεν. ἔνιοι μὲν γὰρ αὐτῶν εἰϲι δριμεῖϲ ἢ ὀξεῖϲ ἢ πικροί, ἔνιοι δ’ ἁλυκοί τε καὶ ἁλμυροί, καθάπερ γε καὶ τινὲϲ μὲν αὐϲτηροί, τινὲϲ δὲ ϲτρυφνοί, τινὲϲ δ’ ὑδατώδειϲ ἢ γλυκεῖϲ. οὔκουν χρὴ πειϲθένταϲ τῷ Μ νηϲιθέῳ πιϲτεύειν ὡϲ ὑγιεῖ καθόλου τῷ λόγῳ, πειρᾶϲθαι δὲ μᾶλλον ἑκάϲτου τῶν ἐν τοῖϲ φυτοῖϲ μορίων αὐτοῦ καθ’ ἑαυτό.