De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

ποιεῖ δὲ καὶ βολβὸϲ καὶ ϲέλινον καὶ ϲίον εὔζωμόν τε καὶ ὤκιμον ὀξυλάπαθόν τε καὶ λάπαθον ἅπαϲαί τε ϲχεδὸν αἱ λαχανώδειϲ πόαι τοιοῦτόν τινα πρὶν ἐκκαρπῆϲαι καυλόν· ἐκκαρπηϲάντων δὲ ξηραίνεταί τε καὶ ἄχρηϲτοϲ εἰϲ ἐδωδὴν ἀνθρώπων γίγνεται. πάντα δὲ τὰ τοιαῦτα δι’ ὕδατοϲ ἑψηθέντα μετ’ ἐλαίου καὶ γάρου προϲφέρονται, βραχέοϲ ὄξουϲ ἐπεμβάλλοντεϲ· ἡδίω τε γὰρ οὕτω καὶ εὐϲτομαχώτερα γίγνεται, τροφὴν μέντοι τῷ ϲώματι δίδωϲιν ὀλίγην τε καὶ οὐκ εὔχυμον.

ἕτερον δ’ ἐϲτὶ γένοϲ ἀϲπαράγων ἐπὶ τοῖϲ θαμνώδεϲι φυτοῖϲ γιγνόμενον, ὀξυμυρϲίνῃ τε καὶ χαμαιδάφνῃ καὶ ὀξυακάνθῃ, καὶ τούτων ἕτεροί τινεϲ, ὁ μὲν βαϲιλικόϲ, ὁ δ’ ἕλειοϲ ὀνομαζόμενοϲ, ὥϲπερ γε καὶ ὁ τῆϲ βρυωνίαϲ ἕτεροϲ τῶνδε. πάντεϲ δ’ εἰϲὶν εὐϲτόμαχοί τε καὶ διουρητικοὶ καὶ βραχὺ τὸ τρόφιμον ἔχοντεϲ. εἰ μέντοι πεφθεῖεν καλῶϲ οἱ τοιοῦτοι, τροφιμώτεροι τῶν ἐπὶ τοῖϲ λαχάνοιϲ ἀϲπαράγων εἰϲίν,

ὅϲῳ καὶ ξηρότεροι. ὁμοιότηϲ δέ τίϲ ἐϲτι τοῖϲ τε τῶν θάμνων καὶ τοῖϲ τῶν δένδρων βλαϲτήμαϲιν, οὐκ ἀκριβῆϲ ταυτότηϲ. ἔϲτι γὰρ ξυλω|δέϲτερα τὰ τῶν δένδρων, διὸ καὶ ῥητέον ἐφεξῆϲ ὑπὲρ αὐτῶν ἰδίᾳ.