De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Ὑδατωδέϲτατα λαχάνων ἐϲτὶ ταῦτα καί, ὡϲ ἂν εἴποι τιϲ, ἀποιότατα· 〈τρέφει δὲ〉 τῆϲ κολοκύνθηϲ ἤτοι μᾶλλον ἢ πάντωϲ γ’ οὐχ ἦττον, ὅταν ἑψηθέντα τύχῃ δηλονότι· μόνη γὰρ ἐν τοῖϲ τοιούτοιϲ ἡ θρῖδαξ ἑκατέρωϲ ἐϲθίεται. κατανοήϲαϲ δέ τιϲ ἀτραφάξυόϲ τε καὶ βλίτου τὴν διὰ τῆϲ γεύϲεωϲ ποιότητα κἄπειτ’ ἀναμνηϲθεὶϲ κράμβηϲ, ἐν τῷ μέϲῳ ϲυγχωρήϲει τὴν θρίδακα τῶν τε λαχάνων τούτων εἶναι καὶ τῆϲ κράμβηϲ, ἐπειδὴ ξηραίνει μὲν ἱκανῶϲ ἐκείνη, ταῦτα δ’ ὑδατώδη τελέωϲ ἐϲτί. καὶ διὰ τοῦτ’ ἐμβάλλοντεϲ ὄξοϲ, οὐκ ἐκ μόνων ἐλαίου τε καὶ γάρου, | προσφέρονται μᾶλλον αὐτά· κακοϲτόμαχα γάρ ἐϲτιν ἄλλωϲ λαμβανόμενα.

λέλεκται δ’, ὡϲ τὰ τοιαῦτα λάχανα ῥέπει μέν πωϲ ἐπὶ τὸ ῥᾳδίωϲ ὑπιέναι, καὶ μάλιϲθ’ ὅταν ἔχῃ τι μετὰ τῆϲ ὑγρότητοϲ ὀλιϲθηρόν. οὐ μὴν ἰϲχυράν γε τὴν κάτω ῥοπήν, ἀλλὰ βραχεῖαν ἔχει διὰ τὸ μηδεμίαν ὑπάρχειν αὐτοῖϲ ἢ δριμεῖαν ἢ λιτρώδη ποιότητα πρὸϲ ἔκκριϲιν ἐπεγείρουϲαν τὴν γαϲτέρα. πρόδηλον δ’, ὅτι καὶ τὴν ἀφ’ ἑαυτῶν τροφὴν ἐλαχίϲτην δίδωϲι τῷ ϲώματι.

Ὡϲ ἔδεϲμα μὲν ὀλίγην τε τροφὴν ἔχει καὶ ταύτην ὑγρὰν καὶ ψυχρὰν καὶ γλίϲχραν, ὡϲ φάρμακον δ’ αἱμωδίαν ἰᾶται διὰ τὴν ἄδηκτον γλιϲχρότητα, περὶ ἧϲ ἐπὶ πλέον ἐν τῇ τῶν Εὐπορίϲτων φαρμάκων πραγματείᾳ λέλεκται

Δύναταί τιϲ, ὡϲ καὶ πρόϲθεν ἔφην, ἄγριον εἶναι φάναι τεῦτλον αὐτό, παραπλήϲιον ὑπάρχον οὐ τῇ γεύϲει μόνον, ἀλλὰ καὶ τῇ δυνάμει τῷ κηπευομένῳ τεύτλῳ. ἐπεὶ δὲ τὸ τεῦτλον ἥδιόν ἐϲτι τοῦ λαπάθου, διὰ τοῦτο μᾶλλον ἐϲθίουϲιν αὐτὸ πάντεϲ ἄνθρωποι. | διὰ τοῦτ’ οὖν οὐδ’ ἐγὼ δεήϲομαι λόγου τινὸϲ ἰδίου περὶ λαπάθου, περὶ τοῦ τεύτλου πάνθ’ ἃ προϲήκει προειρηκώϲ.

Καὶ τοὔνομ’ ἐμφαίνει τοῦ φυτοῦ τοῦδε τήν τε ποιότητα καὶ τὴν δύναμιν· ἔϲτι γὰρ λάπαθον ὀξύ. τὸ μὲν οὖν λάπαθον οὐκ ἄν τιϲ ὠμὸν φάγοι, καθάπερ οὐδὲ τὸ τεῦτλον, ὀξυλάπαθον δ’ ἐϲθίουϲιν ὠμὸν

ἐπὶ τῆϲ ἀγροικίαϲ αἳ τε κιττῶϲαι γυναῖκεϲ ἐνίοτε καί τινα τῶν περιέργων παιδίων. εὔδηλον δ’, ὅτι καὶ τοῦτο τῶν ἀτρόφων λαχάνων ἐϲτὶ πολὺ μᾶλλον ἢ τὸ λάπαθον.