De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Ὑδατωδέϲτατα λαχάνων ἐϲτὶ ταῦτα καί, ὡϲ ἂν εἴποι τιϲ, ἀποιότατα· 〈τρέφει δὲ〉 τῆϲ κολοκύνθηϲ ἤτοι μᾶλλον ἢ πάντωϲ γ’ οὐχ ἦττον, ὅταν ἑψηθέντα τύχῃ δηλονότι· μόνη γὰρ ἐν τοῖϲ τοιούτοιϲ ἡ θρῖδαξ ἑκατέρωϲ ἐϲθίεται. κατανοήϲαϲ δέ τιϲ ἀτραφάξυόϲ τε καὶ βλίτου τὴν διὰ τῆϲ γεύϲεωϲ ποιότητα κἄπειτ’ ἀναμνηϲθεὶϲ κράμβηϲ, ἐν τῷ μέϲῳ ϲυγχωρήϲει τὴν θρίδακα τῶν τε λαχάνων τούτων εἶναι καὶ τῆϲ κράμβηϲ, ἐπειδὴ ξηραίνει μὲν ἱκανῶϲ ἐκείνη, ταῦτα δ’ ὑδατώδη τελέωϲ ἐϲτί. καὶ διὰ τοῦτ’ ἐμβάλλοντεϲ ὄξοϲ, οὐκ ἐκ μόνων ἐλαίου τε καὶ γάρου, | προσφέρονται μᾶλλον αὐτά· κακοϲτόμαχα γάρ ἐϲτιν ἄλλωϲ λαμβανόμενα.

λέλεκται δ’, ὡϲ τὰ τοιαῦτα λάχανα ῥέπει μέν πωϲ ἐπὶ τὸ ῥᾳδίωϲ ὑπιέναι, καὶ μάλιϲθ’ ὅταν ἔχῃ τι μετὰ τῆϲ ὑγρότητοϲ ὀλιϲθηρόν. οὐ μὴν ἰϲχυράν γε τὴν κάτω ῥοπήν, ἀλλὰ βραχεῖαν ἔχει διὰ τὸ μηδεμίαν ὑπάρχειν αὐτοῖϲ ἢ δριμεῖαν ἢ λιτρώδη ποιότητα πρὸϲ ἔκκριϲιν ἐπεγείρουϲαν τὴν γαϲτέρα. πρόδηλον δ’, ὅτι καὶ τὴν ἀφ’ ἑαυτῶν τροφὴν ἐλαχίϲτην δίδωϲι τῷ ϲώματι.