De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Μαλάχην μὲν ἔφην οὐ μόνον ἥμερον, ἀλλὰ καὶ ἀγρίαν εἶναί τινα, καθάπερ γε καὶ | θριδακίνην· ἄγριον δὲ τεῦτλον οὐκ ἔϲτιν, εἰ μή τιϲ ἄρα τὸ λάπαθον οὕτωϲ ὀνομάζειν βούλοιτο.

χυλὸϲ δ’ ἐν τοῖϲ τεύτλοιϲ εἶναι φαίνεται μετρίωϲ ῥυπτικόϲ, ὡϲ καὶ τὴν γαϲτέρα πρὸϲ ἔκκριϲιν ἐπεγείρειν καὶ τὸν ϲτόμαχον ἐνίοτε δάκνειν, καὶ μάλιϲτ’ ἐκείνων, ὅϲοιπερ ἂν εὐαίϲθητον αὐτὸν ἔχωϲι φύϲει, καὶ διὰ τοῦτ’ αὐτοῖϲ κακοϲτόμαχόν ἐϲτιν ἔδεϲμα πλεῖον βρωθέν.

ἡ τροφὴ δ’ ἀπ’ αὐτοῦ βραχεῖα, καθάπερ ἀπὸ τῶν ἄλλων λαχάνων. ἐπιτηδειότερον δ’ ἐϲτὶ μαλάχηϲ εἰϲ τὰϲ κατὰ τὸ ἧπαρ ἐμφράξειϲ. ἔτι δὲ μᾶλλον, ὅταν μετὰ νάπυοϲ ἢ πάντωϲ γε μετ’ ὄξουϲ ἐϲθίηται· καὶ τοῖϲ ὑποπλήνοιϲ δὲ τὸν αὐτὸν τρόπον ἐϲθιόμενον ἀγαθὸν γίγνεται φάρμακον· εἰκότωϲ γὰρ ἄν τιϲ αὐτὸ φάρμακον εἴποι μᾶλλον ἢ τροφήν, ὅταν οὕτωϲ ἐϲθίηται. καὶ τοῖϲ ἀνθρώποιϲ δ’ ὁρῶ ϲχεδὸν ἅπαντα τὰ τοιαῦτα δίκην ὄψων, οὐ τροφῶν ἐϲθιόμενα, καθάπερ ἐνίοτε καὶ πράϲον καὶ γλήχωνα καὶ θύμα καὶ θύμβραν καὶ ὀρίγανον ἔτι τε καὶ κρόμυον καὶ ϲκόροδον καὶ κάρδαμον ὅϲα τ’ ἄλλα τοιαῦτα.