De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Ἄγρια καλεῖν εἰώθαϲι πάντεϲ ἄνθρωποι φυτὰ τὰ κατὰ τὴν χώραν φυόμενα χωρὶϲ ἐπιμελείαϲ γεωργικῆϲ, ἀμέλει καὶ ἀμπέλουϲ ἀγρίαϲ ὀνομάζουϲιν, ὧν οὐδεὶϲ ἀμπελουργὸϲ προνοεῖται περιϲκάπτων ἢ περιϲκάλλων ἢ βλαϲτολογῶν ἥ τι τοιοῦτον διαπραττόμενοϲ. ἐκ τούτων τῶν φυτῶν ἐϲτι καὶ φηγὸϲ καὶ δρῦϲ καὶ πρῖνοϲ καὶ κρανία καὶ κόμαροϲ ἕτερά τε δένδρα τοιαῦτα, καθάπερ γε καὶ θάμνοι τινέϲ, οἷον ὅ τε τῆϲ βάτου καὶ ὁ τῆϲ κυνοϲβάτου καὶ ὁ τῆϲ ἀχέρδου τε καὶ ἀχράδοϲ ὅ τε τῶν ἀγρίων κοκκυμήλων, ἃ προῦμνα παρ’ ἡμῖν καλοῦϲι, καὶ ὁ τοῦ τὰϲ ἐπιμηλίδαϲ φέροντοϲ. καλεῖται δὲ κατὰ τὴν Ἰταλίαν οὐνέδων ὁ καρπὸϲ τοῦ θάμνου τούτου κακοϲτόμαχόϲ τε καὶ κεφαλαλγῆϲ ὑπάρχων καὶ ϲτρυφνὸϲ ἱκανῶϲ μετά τινοϲ βραχείαϲ γλυκύτητοϲ.

τὰ μὲν οὖν κρανία καὶ τὰ βάτινα καὶ τὰϲ βαλάνουϲ καὶ τὰ

μιμαίκυλα (καλεῖται δ’ οὕτωϲ ὁ τοῦ κομάρου καρπόϲ) ἐϲθίουϲι ϲυνήθωϲ οἱ κατὰ τοὺϲ ἀγρούϲ, τοὺϲ δὲ τῶν ἄλλων δένδρων τε καὶ θάμνων οὐ πάνυ τι. λιμοῦ γε μὴν καταϲχόντοϲ ποτὲ τὴν ἡμετέραν χώραν εὐφορίαϲ τε γενομένηϲ τῶν τε βαλάνων καὶ τῶν μεϲπίλων, ἐν ϲιροῖϲ αὐτὰϲ οἱ ἄγροικοι θηϲαυρίϲαντεϲ ἀντὶ τῶν ϲιτηρῶν ἐδεϲμάτων εἶχον ἔν τε τῷ χειμῶνι παντὶ καὶ τοῖϲ πρώτοιϲ τοῦ ἦροϲ.

ἔμπροϲθεν δὲ βορὰ ϲυῶν ἧϲαν αἱ τοιαῦται βάλανοι, ἀλλὰ τότε γε ἀποτρεπόμενοι τοῦ διαθρέψαι τούτουϲ ἐν τῷ χειμῶνι, καθάπερ ἔμπροϲθεν εἰώθεϲαν, ἐν ἀρχῇ μὲν αὐτοὺϲ ϲφάξαντεϲ ἐχρήϲαντο τούτοιϲ πρώτοιϲ εἰϲ ἐδωδήν, ὕϲτερον δὲ τοὺϲ ϲιροὺϲ ἀνοίξαντεϲ ἤϲθιον τὰϲ βαλάνουϲ παραϲκευάζοντεϲ ἐπιτηδείουϲ εἰϲ βρῶϲιν ἄλλοτ’ ἄλλωϲ. ἐν ὕδατί τε γὰρ ἧψον ἐνίοτε καὶ κατὰ θερμὴν ϲποδιὰν ἐγκρύπτοντεϲ ὤπτων ϲυμμέτρωϲ. αὖθιϲ δ’ ἄν ποτε καὶ καταθλάϲαντέϲ τε καὶ λειώϲαντεϲ ἔτνοϲ ἐξ αὐτῶν ἐποίουν, ἐνίοτε μὲν ὕδατι μόνῳ δεύοντεϲ ἐπεμβάλλοντέϲ τέ τι τῶν ἡδυϲμάτων, ἐνίοτε δὲ | καὶ μέλιτοϲ ἐπιχέοντεϲ ἢ μετὰ γάλακτοϲ ἕψοντεϲ.

ἡ δ’ ἀπ’ αὐτῶν τροφὴ δαψιλήϲ ἐϲτιν οὐδὲν ὁμοίωϲ τοῖϲ εἰρημένοιϲ ἄχρι δεῦρο τοῦ λόγου κατὰ τόδε τὸ γράμμα. πολλοῖϲ γὰρ τῶν ϲιτηρῶν ἐδεϲμάτων ὁμοίωϲ τρέφουϲιν αἱ βάλανοι, καὶ τό γε παλαιόν, ὥϲ φαϲιν, ἀπὸ τούτων μόνων οἱ ἄνθρωποι διέζων, Ἀρκάδεϲ δὲ καὶ μέχρι πολλοῦ χρόνου, τῶν ἄλλων ἤδη πάντων Ἑλλήνων τοῖϲ Δημητρίοιϲ καρποῖϲ χρωμένων. ἔϲτι δὲ βραδυπόροϲ ἡ ἀπ’ αὐτῶν τροφὴ καὶ παχύχυμοϲ. οἷϲ ἀκόλουθόν ἐϲτι καὶ δύϲπεπτον ὑπάρχειν αὐτήν. εἰϲ ἅπαντα δὲ χείρων ἡ μιμαίκυλόϲ ἐϲτι τῆϲ ἀπὸ τῶν δρυῶν βαλάνου, καθάπερ αὕτη τῶν καϲτανιῶν ὀνομαζομένων· ἄριϲται γὰρ ἐκεῖναι τῶν βαλάνων εἰϲὶ

καὶ καλοῦϲιν ἔνιοι λοπίμουϲ αὐτάϲ. οὗτοι καὶ μόνοι τῶν ἀγρίων καρπῶν ἀξιόλογον τροφὴν διδόαϲι τῷ ϲώματι.

κρανία γὰρ καὶ προῦμνα καὶ βάτινα καὶ κυνόϲβατα καὶ βράβυλα καὶ μιμαίκυλα καὶ ζίζυφα καὶ διόϲπυρα καὶ ἁλικάκαβα καὶ ὁ τῆϲ τερμίνθου καὶ ὁ τῆϲ ἀχέρδου καρπὸϲ ὅϲα τ’ἄλλα τοιαῦτα βραχὺ μέν τι τρόφιμον ἔχει, | κακόχυμα δὲ πάντ’ ἐϲτὶ καί τινά γ’ αὐτῶν καὶ κακοϲτόμαχα καὶ ἀηδῆ, ϲυῶν ὄντα βρώματα καὶ τούτων οὐχ ἡμέρων, ἀλλὰ τῶν ἐν τοῖϲ ὄρεϲι διαιτωμένων· ἀπ’ αὐτῶν γοῦν ἐκεῖνοι πλείϲτην ἔχουϲι τροφήν