De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

κάλλιϲτα δ’ αὐτῶν ἐϲτιν, ὅϲα μετρίωϲ ϲτύφοντα μεγάλα τ’ ἐϲτὶ καὶ χαῦνα· τὰ δὲ ϲμικρὰ καὶ ϲκληρὰ καὶ ϲτρυφνὰ μοχθηρὰ πρόϲ τε τὴν

ἐδωδήν ἐϲτι καὶ πρὸϲ τὴν | τῆϲ γαϲτρὸϲ ὑπαγωγήν, ἥτιϲ ἀκολουθεῖ μάλιϲτα τοῖϲ ἀπὸ τῆϲ Ἰβηρίαϲ. ἑψόμενα δ’ ἐν μελικράτῳ πλέον ἔχοντι μέλιτοϲ ἱκανῶϲ λαπάττει τὴν γαϲτέρα, κἂν μόνα τιϲ αὐτὰ φάγῃ, καὶ πολὺ μᾶλλον, ἐὰν ἐπιρροφήϲῃ τοῦ μελικράτου. πρόδηλον δ’, ὅτι ϲυντελεῖ γαϲτρὸϲ ὑπαγωγῇ μετὰ τὴν προϲφορὰν αὐτῶν ἐπιπιεῖν τι γλυκέοϲ οἴνου καὶ διαλιπεῖν τινα χρόνον, οὐκ εὐθέωϲ ἀριϲτᾶν ἐπ’ αὐτοῖϲ. ἀλλὰ καὶ τοῦτο κοινὸν ἁπάντων, ὅϲα λαπάττει γαϲτέρα, μνημονευέϲθω ϲοι, καθάπερ τἄλλα, ὅϲα κοινὰ πλειόνων εἰδῶν ἐϲτι, μὴ δεομένῳ πολλάκιϲ ἀκούειν ὑπέρ αὐτῶν.