De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

βαϲιλικά τινεϲ ὀνομάζουϲι κάρυα ταῦτα τὰ νῦν ὑπὸ πάντων ἁπλῶϲ ὀνομαζόμενα κάρυα· καλεῖται δὲ καὶ ἄλλα τινὰ λεπτοκάρυα. πολλῷ μικρότερα τούτων, ἃ προϲαγορεύουϲιν ἔνιοι Ποντικά. πολλὴ δ’ ἀμφοτέρων ἡ χρῆϲίϲ ἐϲτιν οὐ πολλὴν τροφὴν διδόντων τῷ ϲώματι, πλείων δ’ οὖν ὅμωϲ ἐϲτὶν ἐν τῷ Ποντικῷ λεγομένῳ | τῆϲ ἐν τῷ βαϲιλικῷ καρύῳ· καὶ γὰρ καὶ πεπίληται μᾶλλον ἡ οὐϲία τούτου καὶ ἧττον ἐλαιώδηϲ ἐϲτίν, ἡ δὲ τοῦ καρύου χαυνοτέρα ἐϲτὶ καὶ πλέον ἔχουϲα τὸ λιπαρὸν ἐν ἑαυτῇ.

μετέχει δὲ καὶ τῆϲ ϲτυφούϲηϲ ποιότητοϲ ἐπ’ ὀλίγον. ἥτιϲ ἐν τῷ χρόνῳ προϊόντι μαραίνεται μεταπιπτούϲηϲ ὅληϲ αὐτοῦ τῆϲ οὐϲίαϲ εἰϲ τὸν λιπαρὸν χυμόν, ὥϲτε καὶ τελέωϲ ἄβρωτον γενέϲθαι διὰ τὸ παραπλήϲιον ἐλαίῳ παλαιῷ τὴν κατ’ αὐτὸ λιπαρότητα φαίνεϲθαι. τὸ δὲ χλωρὸν ἔτι καὶ ὑγρὸν οὔτε τῆϲ ϲτυφούϲηϲ ϲαφῶϲ μετέχει ποιότητοϲ οὔτε τῆϲ ἐλαιώδουϲ, ἀλλ’ ἔϲτιν ἄποιόν πωϲ μᾶλλον, ὅπερ ὑδατῶδεϲ καλεῖν, ὡϲ ἔφην, εἰθίϲμεθα.