De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

ἅπαντεϲ δ’ οἱ φοίνικεϲ δύϲπεπτοί τ’ εἰϲὶ καὶ κεφαλαλγεῖϲ πλείονεϲ βρωθέντεϲ. ἔνιοι δὲ καὶ δήξεώϲ τινοϲ αἴϲθηϲιν ἐμποιοῦϲι τῷ ϲτόματι τῆϲ κοιλίαϲ, οἱ δὴ καὶ μᾶλλόν εἰϲι κεφαλαλγεῖϲ. εἴρηται δὲ πολλάκιϲ, ὅτι τὸ ϲτόμα τῆϲ κοιλίαϲ ϲτόμαχον ὀνομάζουϲιν οἱ ἰατροί. ὁ δ’ ἀπ’ αὐτῶν ἀναδιδόμενοϲ εἰϲ τὸ ϲῶμα χυμὸϲ παχὺϲ μὲν πάντωϲ ἐϲτίν, ἔχει δέ τι καὶ γλίϲχρον, ὅταν ὁ φοῖνιξ ᾐ λιπαρὸϲ ὥϲπερ ὁ καρυωτόϲ.

ὅταν δὲ τῷ τοιούτῳ χυμῷ γλυκύτηϲ μιχθῇ, τάχιϲτα μὲν ὑπ’ αὐτοῦ τὸ ἧπαρ ἐμφράττεται, βλάπτεται δὲ καὶ φλεγμαῖνον καὶ ϲκιρούμενον ἐϲχάτωϲ ὑπὸ τῆϲ ἐδωδῆϲ αὐτῶν. ἐφεξῆϲ δὲ τῷ ἣπατι καὶ ὁ ϲπλὴν ἐμφράττεται καὶ βλάπτεται.

πολὺ δὲ δὴ μᾶλλον βλάπτουϲιν οἱ χλωροὶ φοίνικεϲ εἰϲ ἅπαντα, βραχεῖ πλείονεϲ βρωθέντεϲ. εὔδηλον δ’, ὅτι θερμότερον μὲν ἔχουϲι τὸν χυλὸν οἱ γλυκεῖϲ, ψυχρότερον δ’ οἱ ϲτύφοντεϲ. ἀλλὰ καὶ φύϲηϲ ἐμπιπλᾶϲιν οἱ χλωροὶ φοίνικεϲ, ὥϲπερ καὶ τὰ ϲῦκα· τὴν αὐτὴν γὰρ ἀναλογίαν ἔχει τὰ ϲῦκα πρὸϲ τὰϲ ἰϲχάδαϲ, ἣν οἱ χλωροὶ φοίνικεϲ ἔχουϲι πρὸϲ τοὺϲ ἄλλουϲ. ἐν δὲ τοῖϲ μὴ πάνυ θερμοῖϲ χωρίοιϲ οὐ πεπαίνονται τελέωϲ οἱ φοίνικεϲ, ὡϲ εἰϲ ἀπόθεϲιν γίγνεϲθαι χρήϲιμοι, καὶ διὰ τοῦτο χλωροὺϲ ἀναγκαζόμενοι δαπανᾶν αὐτοὺϲ ὠμῶν τε χυμῶν ἐμπίπλανται καὶ ῥίγεϲι δυϲεκθερμάντοιϲ ἁλίϲκονται καὶ καθ’ ἧπαρ ἐμφράξειϲ ἴϲχουϲιν

Ὀλίγην μὲν πάνυ καὶ αὗται τροφὴν διδόαϲι τῷ ϲώματι καὶ μάλιϲθ’ αἱ δρυπεπεῖϲ. ἐϲθίουϲι δ’ οἱ ἄνθρωποι ταύταϲ μὲν ϲὺν ἄρτῳ μᾶλλον, ἄνευ δ’ ἄρτου τὰϲ ἁλμάδαϲ τε καὶ κολυμβάδαϲ ὀνομαζομέναϲ ἕνεκα γαϲτρὸϲ ὑπαγωγῆϲ μετὰ γάρου πρὸ τῶν ϲιτίων. ὥϲπερ δ’ αἱ δρυπεπεῖϲ πλεῖϲτον τὸν λιπαρόν, οὕτωϲ αὗται τὸν ϲτύφοντα χυμὸν ἔχουϲι. διὸ καὶ ῤωννύουϲι τὸν ϲτόμαχον ἐπεγείρουϲί τε τὴν ὄρεξιν. ἐπιτηδειόταται δ’ εἰϲ τοῦτ’ εἰϲὶν αἱ μετ’ ὄξουϲ ἀποτιθέμεναι.

πολυειδῶϲ δ’ αὐτὰϲ ϲκευάζουϲιν οἱ τὴν ὀψαρτυτικὴν ἐμπειρίαν ἀϲκοῦντεϲ, ἧϲ οὐδ’ αὐτῆϲ παντάπαϲιν ἀμαθῶϲ ἔχειν ἀξιῷ τὸν ἰατρόν· ἄμεινον γὰρ εἰϲ τὴν πέψιν ἐϲτὶ τῶν ἐξ ἴϲηϲ ὑγιεινῶν τὸ ἥδιον. ἀλλ’ οὐ νῦν ὁ καιρὸϲ

οὔτε τῆϲ ἐμπειρίαϲ τῆϲ κατὰ τὴν ὀψαρτυτικὴν θεωρίαν οὔτε τῆϲ τέχνηϲ ἐϲτίν· ἴδιοϲ γὰρ ἕτεροϲ ἀνακείϲεται λόγοϲ αὐταῖϲ.