De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

τροφὴν δὲ τῷ ϲώματι παρέχουϲιν αἱ μὲν ῥόαι παντάπαϲιν ἐλαχίϲτην, ὥϲτ’ οὐδέποτ’ αὐτῶν ὡϲ τροφῆϲ χρῄζομεν, ἀλλ’ ἐν φαρμάκου μοίρᾳ μόνον. αἱ δ’ ἄπιοι καὶ μάλιϲθ’ αἱ μεγάλαι (καλοῦϲι δ’ αὐτὰϲ μναίαϲ οἱ παρ’ ἡμῖν) ἔχουϲί τι καὶ τρόφιμον, ὥϲτε καὶ τέμνοντεϲ αὐτὰϲ εἰϲ κυκλίϲκουϲ λεπτοτάτουϲ καὶ ξηραίνοντεϲ ἀποτίθενται, προϲφέρονται δὲ κατά τε τὸν χειμῶνα καὶ τὸ ἔαρ ἕψοντεϲ, ὅταν ᾖ λιμόϲ ἐν χρείᾳ ϲιτίων ὀλιγοτρόφων.

οἱ δ’ Ἀττικοὶ μὲν ἄνευ τοῦ ἰῶτα τὴν πρώτην τῶν ῥοιῶν λέγουϲι ϲυλλαβὴν μᾶλλον, οἱ Ἴωνεϲ δὲ μετὰ τοῦ ἰῶτα. χρήϲιμον δ’ οὐδὲν ἔχει τῷ βίῳ τῶν ἀνθρώπων, ὥϲπερ οὐδὲ περὶ τῶν οὔων, ἃ νῦν μὲν οὕτωϲ ὀνομάζουϲι πάντεϲ Ἕλληνεϲ, οὐ ϲυγχωροῦϲι δ’ οἱ ἀττικίζοντεϲ μετὰ τοῦ ὑ λέγειν αὐτά. καταλιπὼν οὖν ἐκείνοιϲ ὑπὲρ τῶν γραμμάτων ϲκοπεῖϲθαι περὶ τῆϲ δυνάμεωϲ τοῦ καρποῦ διαλέξομαι. |

Καὶ περὶ τούτων ὁ αὐτὸϲ λόγοϲ ἐϲτὶ τῷ προειρημένῳ· ϲτύφει μὲν γὰρ ἄμφω, πολὺ δὲ μᾶλλον τῶν οὔων τὰ μέϲπιλα· διὸ καὶ ῥεούϲῃ γαϲτρὶ ϲυμφορώτατον ἔδεϲμά ἐϲτιν· ἡδίω δ’ αὐτῶν εἰϲ ἐδωδὴν τὰ οὖα· τὴν ἀρχὴν γὰρ οὐδὲ ϲτρυφνὸν ἔχει τι τοῖϲ μεϲπίλοιϲ ὁμοίωϲ, ἀλλ’ ἔϲτιν ὁ κατ’ αὐτὰ χυμὸϲ αὐϲτηρὸϲ ἄνευ τοῦ ϲτρυφνὸϲ εἶναι.

πρόδηλον δ’, ὅτι τῶν τοιούτων ἁπάντων ὀλίγον ἐϲθίειν προϲήκει, οὐχ ὡϲ ϲύκων ἢ ϲταφυλῶν δαψιλῶϲ· οὐδὲ γὰρ ὡϲ τροφῆϲ αὐτῶν, ἀλλ’ ὡϲ

φαρμάκων μᾶλλον δεόμεθα. ταῦτά ϲοι χρηϲιμώτερά ἐϲτι τοῦ γνῶναι τὴν προτέραν ϲυλλαβὴν τοῦ τῶν οὔων ὀνόματοϲ ὑπὸ τῶν παλαιῶν Ἀθηναίων διὰ μόνου τοῦ ὁ γράμματοϲ γράφεϲθαί τε καὶ λέγεϲθαι.