De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Ἐν τῷ τῶν περϲικῶν γένει καὶ ταῦτ’ ἐϲτὶ διαφοράν τιν’ αὐτῶν ἔχοντα πρὸϲ τὸ βέλτιον· οὔτε γὰρ ὁμοίωϲ διαφθείρεται κατὰ τὴν κοιλίαν οὔτ’ ὀξύνεται. φαίνεται δὲ τοῖϲ πολλοῖϲ ἡδίω καὶ διὰ τοῦτο καὶ εὐϲτομαχώτερα· τοῖϲ γὰρ τἄλλα μὲν ὁμοίοιϲ, ἡδέϲι δὲ τοῦθ’ ὑπάρχει πᾶϲιν, ὥϲπερ τοῖϲ ἀηδέϲιν ὑπτιάζειν τε καὶ ἀνατρέπειν τὴν γαϲτέρα καὶ πρὸϲ ἔμετον ἐρεθίζειν ὀρεγομένην ὅτι τάχιϲτα τὸ λυποῦν ἀπορρῖψαι. καὶ τοίνυν καὶ ποιεῖ τοῦτο κατὰ τὴν ῥοπὴν τῶν λυπούντων. ὅϲα μὲν γὰρ κάτω ῥέπει, ταύτῃ διωθεῖται, τὰ δ’ ἐπιπολάζοντα δι’ ἐμέτων ἐκβάλλει, ταὐτὸν τοῦτο κἀπὶ τῶν ἐξ ὅλου τοῦ ϲώματοϲ εἰϲ αὐτὴν καταρρεόντων μοχθηρῶν χυμῶν ἐργαζομένη. καὶ γὰρ καὶ τούτων ὅϲοι μὲν εἰϲ τὴν ἄνω κοιλίαν ϲυρρέουϲιν, ἐκκενοῦνται δι’ ἐμέτων, ὅϲοι δ’ εἰϲ τὴν κάτω, διάρροιαν ἐργάζονται.

τροφὴ δ’ ὅτι βραχεῖα τοῖϲ τοιούτοιϲ καρποῖϲ ἅπαϲιν ὑπάρχει, λέλεκται πρόϲθεν. ἔϲτι μὲν οὖν ἀμείνω τὰ πραικόκκια καλούμενα τῶν Ἀρμενιακῶν. ὅϲοι δὲ φεύγουϲι τὴν τῶν πραικοκκίων προϲηγορίαν, Ἀρμενιακὰ μῆλα καλοῦϲιν ἀμφότερα, τινὲϲ δ’ Ἀρμένια διὰ τεττάρων ϲυλλαβῶν, οὐ πέντε.