De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

καὶ μέντοι καὶ ϲκληρότερόϲ τε καὶ ξηρότερόϲ ἐϲτιν ὁ τῶν κέδρων καρπὸϲ τοῦ τῶν ἀρκεύθων, ὥϲπερ ἀμέλει καὶ μικρότεροϲ, οὐδὲ τὸ ἀρωματίζον ὁμοίωϲ ἔχων. εὔδηλον οὖν, ὅτι δακνώδηϲ τ’ ἐϲτὶν ἱκανῶϲ τοῦ ϲτομάχου καὶ κεφαλαλγήϲ, εἰ μὴ πάνυ τιϲ ὀλίγον αὐτοῦ προϲενέγκοιτο.

Εὔχυμοϲ καὶ παχύχυμοϲ καὶ τρόφιμόϲ ἐϲτιν ὁ τῶν κώνων καρπόϲ, οὐ μὴν εὔπεπτοϲ. καλοῦϲι δ’ οἱ νῦν Ἕλληνεϲ οὐ κώνουϲ, ἀλλὰ ϲτροβίλουϲ αὐτούϲ.

Μύρτα καλοῦϲι τὸν καρπὸν τοῦτον οἱ Ἕλληνεϲ, ὁμοίωϲ μὲν ἄτροφον ὄντα τῷ τῶν ἀρκεύθων, ἐναντίαν δὲ δύναμιν ἔχοντα. ϲτύφει γὰρ ἱκανῶϲ, καὶ διὰ τοῦτο καὶ τὴν κοιλίαν ἐπέχει. οὐ μὴν ἀνάλογόν γε τῇ ϲτύψει ψυχρόϲ ἐϲτι τὴν δύναμιν, ὅτι μηδὲ μόνην ἔχει τὴν ϲτῦψιν, ἀλλά τι καὶ δριμύτητοϲ αὐτῇ μέμικται. κοινὸν δὲ πᾶϲιν ἐδέϲμαϲιν, ὅϲα φαρμακώδη τιν’ ἔχει ποιότητα ϲφοδράν, ὅταν ἀπόθηται ταύτην ἑψήϲεϲιν ἢ ὀπτήϲεϲιν ἢ τέγξεϲιν, ὀλίγην τροφὴν διδόναι τῷ ϲώματι, πρότερον οὐδ’ ὅλωϲ διδόντα· ταὐτὸν γὰρ τοῦτο καὶ κρομύοιϲ καὶ πράϲοιϲ ϲυμβέβηκεν.

Εἴτε μῆλα καλεῖν ἐθέλειϲ περϲικὰ τὸν καρπὸν τοῦτον, εἴθ’ ἁπλῶϲ περϲικὰ τοῖϲ νῦν Ἕλληϲιν ὡϲαύτωϲ, εἴτ’ ἄλλο τι βούλει παλαιὸν ὄνομα ζητεῖν ἐπ’ αὐτοῖϲ, ἔξεϲτί ϲοι τοῦτο πράττειν ἐπὶ πολλῆϲ ϲχολῆϲ. ἤδη δ’ ἴϲθι τὸ τῶν ὀνομάτων χρηϲιμώτερον, ὡϲ καὶ τούτων ὁ χυλόϲ τε καὶ ἡ οἷον ϲὰρξ εὔφθαρτόϲ τ’ ἐϲτὶ | καὶ πάντῃ μοχθηρά.

ὥϲτ’ οὐ χρή, καθάπερ ἔνιοι, τελευταῖα τῆϲ ἄλληϲ τροφῆϲ αὐτὰ προϲφέρεϲθαι· διαφθείρεται γὰρ ἐπιπολάζοντα. μεμνῆϲθαι δὲ χρὴ τοῦδε κοινοῦ πάντων ὄντοϲ, ὡϲ τὰ κακόχυμα μέν, ὑγρὰ δὲ καὶ ὀλιϲθηρὰ καὶ ῥᾳδίωϲ ὑπιέναι

δυνάμενα διὰ τοῦτ’ ἐϲθίειν δεῖ πρότερα τῶν ἄλλων· οὕτω γὰρ αὐτὰ τε ταχέωϲ ὑπέρχεται κἀκείνοιϲ ποδηγεῖ· τὰ δ’ ὕϲτατα ληφθέντα ϲυνδιαφθείρει καὶ τἄλλα.

Ἐν τῷ τῶν περϲικῶν γένει καὶ ταῦτ’ ἐϲτὶ διαφοράν τιν’ αὐτῶν ἔχοντα πρὸϲ τὸ βέλτιον· οὔτε γὰρ ὁμοίωϲ διαφθείρεται κατὰ τὴν κοιλίαν οὔτ’ ὀξύνεται. φαίνεται δὲ τοῖϲ πολλοῖϲ ἡδίω καὶ διὰ τοῦτο καὶ εὐϲτομαχώτερα· τοῖϲ γὰρ τἄλλα μὲν ὁμοίοιϲ, ἡδέϲι δὲ τοῦθ’ ὑπάρχει πᾶϲιν, ὥϲπερ τοῖϲ ἀηδέϲιν ὑπτιάζειν τε καὶ ἀνατρέπειν τὴν γαϲτέρα καὶ πρὸϲ ἔμετον ἐρεθίζειν ὀρεγομένην ὅτι τάχιϲτα τὸ λυποῦν ἀπορρῖψαι. καὶ τοίνυν καὶ ποιεῖ τοῦτο κατὰ τὴν ῥοπὴν τῶν λυπούντων. ὅϲα μὲν γὰρ κάτω ῥέπει, ταύτῃ διωθεῖται, τὰ δ’ ἐπιπολάζοντα δι’ ἐμέτων ἐκβάλλει, ταὐτὸν τοῦτο κἀπὶ τῶν ἐξ ὅλου τοῦ ϲώματοϲ εἰϲ αὐτὴν καταρρεόντων μοχθηρῶν χυμῶν ἐργαζομένη. καὶ γὰρ καὶ τούτων ὅϲοι μὲν εἰϲ τὴν ἄνω κοιλίαν ϲυρρέουϲιν, ἐκκενοῦνται δι’ ἐμέτων, ὅϲοι δ’ εἰϲ τὴν κάτω, διάρροιαν ἐργάζονται.

τροφὴ δ’ ὅτι βραχεῖα τοῖϲ τοιούτοιϲ καρποῖϲ ἅπαϲιν ὑπάρχει, λέλεκται πρόϲθεν. ἔϲτι μὲν οὖν ἀμείνω τὰ πραικόκκια καλούμενα τῶν Ἀρμενιακῶν. ὅϲοι δὲ φεύγουϲι τὴν τῶν πραικοκκίων προϲηγορίαν, Ἀρμενιακὰ μῆλα καλοῦϲιν ἀμφότερα, τινὲϲ δ’ Ἀρμένια διὰ τεττάρων ϲυλλαβῶν, οὐ πέντε.