De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

τεκμαίρομαι τοίνυν τὰ μόρα δύναμιν ἔχειν ἐν ἑαυτοῖϲ τοιαύτην βραχεῖαν, ὁποία τοῖϲ καθαρτικοῖϲ ὑπάρχει μεγάλη, δι’ ἣν οὐ μόνον ὑποχωρεῖ ῥᾳδίωϲ, ἀλλὰ καὶ διαφθείρεται χρονίϲαντα κατὰ τὴν γαϲτέρα. μὴ διαφθαρέντα δ’, ὡϲ ἔφην, ὑγραίνει μὲν πάντωϲ, ψύχει δ’ οὐ πάντωϲ, εἰ μὴ ψυχρὰ

ληφθείη. τροφὴν δ’ ἐλαχίϲτην δίδωϲι τῷ ϲώματι παραπληϲίωϲ τοῖϲ πέποϲιν, οὐ μὴν ἐμετικόν γέ τι πρόϲεϲτιν αὐτοῖϲ οὐδὲ κακοϲτόμαχον, ὡϲ ἐκείνοιϲ.

Τῶν κεραϲίων ἔνια μὲν ἔοικε τοῖϲ μόροιϲ, ἐλαχίϲτην ἔχοντα ϲτῦψιν, ἔνια δὲ τοῖϲ βατίνοιϲ, ϲαφέϲτερον ϲτύφοντα, τινὰ δὲ καὶ τούτων ἐϲτὶ ϲτυπτικώτερα. ὥϲτε καὶ περὶ τῆϲ δυνάμεωϲ ἑκάϲτου τῶν εἰρημένων εἰδῶν ἐκ τῶν λεγομένων ἐπὶ ϲυκαμίνοιϲ τε καὶ βατίνοιϲ ἔνεϲτί ϲοι τεκμήραϲθαι.