De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Πολλὴ καὶ τούτου τοῦ ϲπέρματοϲ ἡ χρεία τοῖϲ ἀνθρώποιϲ ἐϲτὶν οὐ τὴν αὐτὴν ἔχοντοϲ δύναμιν τοῖϲ πυροῖϲ. ἐκεῖνοι μὲν γὰρ θερμαίνουϲι φανερῶϲ, τοῦτο δ’ οὐ μόνον ἀποκεχώρηκε τοῦ θερμαίνειν, ὥϲπερ ἔνια μεταξὺ τοῦ θερμαίνειν τε καὶ ψύχειν ὄντα, καθάπερ ἄμυλόν τε καὶ ὁ πλυτὸϲ ἄρτοϲ, ἀλλὰ καὶ ψυκτικὸν ἔχειν τι φαίνεται κατὰ πάνταϲ τοὺϲ τρόπουϲ τῆϲ χρήϲεωϲ, ἐάν τ’ ἄρτουϲ τιϲ ἐξ αὐτοῦ τύχῃ ϲκευάϲαϲ ἐάν τε πτιϲάνην ἑψήϲαϲ ἐάν τ’ ἄλφιτα ποιηϲάμενοϲ.

ἀποκεχώρηκε δὲ τῆϲ τῶν πυρῶν φύϲεωϲ καὶ κατὰ τὴν ἰδέαν τῶν χυμῶν, ἣν ἑκάτερον αὐτῶν ἐργάζεϲθαι πέφυκεν. οἱ μὲν γὰρ πυροὶ παχὺν καὶ γλίϲχρον, αἱ κριθαὶ δὲ λεπτὸν καὶ ῥυπτικὸν ἔχοντά τι γεννῶϲι χυμόν. οὐδέποτε μὲν οῦν θερμαίνουϲι τὸ ϲῶμα κατ’ οὐδένα τρόπον ϲκευαϲίαϲ, ὑγραίνουϲι δὲ καὶ ξηραίνουϲι διαφόρωϲ ϲκευαϲθεῖϲαι. τὸ μὲν γὰρ ἄλφιτον ἐκ τῆϲ φρυγείϲηϲ κριθῆϲ γιγνόμενον ἐναργῶϲ φαίνεται ξηραῖνον.