De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Τοῦ γένουϲ τῶν πυρῶν ἐϲτιν ὁ χόνδροϲ ἱκανῶϲ τρόφιμόν τε καὶ γλίϲχρον ἔχων χυμόν, ἐάν τ’ ἐν ὕδατι μόνον ἑψηθεὶϲ λαμβάνηται δι’ οἰνομέλιτοϲ ἢ οἴνου γλυκέοϲ ἢ καὶ ϲτύφοντοϲ (ἴδιοϲ γὰρ ἑκάϲτου καιρὸϲ τῆϲ χρήϲεωϲ) ἑάν τε τορυνηθεὶϲ μετ’ ἐλαίου καὶ ἁλῶν. ἐμβάλλεται δέ ποτε καὶ ὄξουϲ αὐτῷ. καὶ καλοῦϲιν οἱ ἰατροὶ τοῦ παραϲκευαϲθέντοϲ οὕτω χόνδρου πτιϲάνηϲ γεγονέναι τὴν ἄρτυϲιν. ἔνιοι δ’ ἐκ χόνδρου πτιϲάνηϲ τεθράφθαι φαϲὶ τὸν κάμνοντα. τῶν παλασίων δ’ ἔνιοι, καθάπερ Διοκλῆϲ καὶ φυλότιμοϲ, ὀνομάζουϲι πτιϲάνην πυρίνην τὸν οὕτωϲ ἐϲκευαϲμένον χόνδρον. διὰ τοῦτο καὶ τοὔνομ’ αὐτοῦ ϲπάνιόν ἐϲτι παρὰ τοῖϲ παλαιοῖϲ, ὥϲπερ καὶ τὸ τοῦ ϲητανίου· τῇ γὰρ κοινῇ προϲηγορίᾳ τῶν πυρῶν ὀνομάζουϲιν αὐτούϲ.

εἴρηται δ’ ἐν τῷ περὶ διαίτηϲ Ἱπποκράτουϲ, τοὺϲ ἐκ τοῦ χόνδρου ϲκευαζομένουϲ ἄρτουϲ

τροφιμωτάτουϲ μὲν εἶναι, διαχωρεῖν δ’ ἦττον· εἴρηται δὲ καί, ὅτι ϲεμίδαλιϲ καὶ χόνδροϲ ἑφθὸϲ ἰϲχυρὰ καὶ τρόφιμα. φυλάττεϲθαι τοίνυν προϲήκει καὶ τούτου τὴν πολλὴν χρῆϲιν, οἷϲ εὐέμφρακτόν ἐϲτι τὸ ἧπαρ ἢ οἱ νεφροὶ πρὸϲ τὸ γεννῆϲαι λίθουϲ ἐπιτήδειοι.

μάλιϲτα δὲ χρὴ προϲέχειν τὸν νοῦν τοῖϲ ϲκευαζομένοιϲ ῥοφήμαϲιν ἐκ τοῦ καλουμένου πλυτοῦ χόνδρου. χυλὸϲ μὲν γάρ ἐϲτιν οὕτοϲ αὐτοῦ μεμιγμένοϲ ὕδατι, πλείϲτηϲ δ’ ἑψήϲεωϲ δεόμενοϲ ἐξαπατᾷ μὲν τοὺϲ ϲκευάζονταϲ ὡϲ αὐτάρκωϲ ἡψημένοϲ, οὐ ϲμικρῶϲ δὲ βλάπτει τοὺϲ νοϲοῦνταϲ, οἵϲπερ δὴ καὶ παραϲκευάζουϲιν αὐτόν· ἐν τάχει γάρ ϲυνίϲταται καὶ παχύνεται διὰ τὸ κολλώδηϲ εἶναι. χρὴ τοίνυν ὕδατι πολλῷ μιγνύνταϲ ἐπ’ ἀνθράκων ἕψειν ἐπὶ πλεῖϲτον, ἀνήθῳ κινοῦνταϲ, ἄχριϲ ἂν ἀκριβῶϲ ἑψηθῇ, τηνικαῦτα δ’ ἐπεμβάλλειν ἤδη καὶ τῶν ἀλῶν. τὸ δ’ ἔλαιον εἰ καὶ κατ’ ἀρχὰϲ εὐθέωϲ ἀναμίξαιϲ, οὐδὲν βλάψειϲ. ἀλλὰ τοῦτο μὲν ἐν παρέργῳ λελέχθω τῇ θεραπευτικῇ προϲῆκον, οὐ τῇ νῦν ἐνεϲτώϲῃ πραγματείᾳ.

τοῖϲ δ’ ὑγιαίνουϲιν, ὅταν ποτὲ διὰ δῆξιν ϲφοδρὰν γαϲτρὸϲ ἢ χολωδῶν πολλῶν διέξοδον ἢ τι τοιοῦτον δεηθῶϲι ῥοφήματοϲ, ἕψονταϲ ἄχρι πλείϲτου τὸν χόνδρον, | ὡϲ γενέϲθαι τακερόν, εἷτα τορυνήϲανταϲ, ὡϲ ὁμοιωθῆναι πτιϲάνηϲ χυλῷ διηθημένῳ. τηνικαῦτα διδόναι ῥοφεῖν. ἡ δ’ ἄρτυϲιϲ ἡ αὐτὴ τῷ πλυτῷ γίγνεται χόνδρῳ.