De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Ἐν μὲν τοῖϲ πυροῖϲ αἶραι πολλάκιϲ εὑρίϲκονται πολλαί· κατὰ δὲ τὰϲ κριθὰϲ γίγνονται μέν, ἀλλ’ ὀλίγαι, πολὺϲ δ’ ὁ καλούμενοϲ | αἰγίλωψ ἐν αὐταῖϲ, ὅταν δυϲτυχήϲωϲι κατὰ τὴν πρώτην αὔξηϲιν ἢ γένεϲιν.

ὁ δ’ ἐμὸϲ πατήρ, ἐν παρακμῇ τῆϲ ἡλικίαϲ φιλογέωργοϲ γενόμενοϲ, ἔϲπειρέ ποτε καὶ πυροὺϲ καὶ κριθάϲ, ἀκριβῶϲ ἐκλέξαϲ αὐτῶν ἅπαν ὅϲον ἑτερογενὲϲ ἐμέμικτο ϲπέρμα, χάριν τοῦ γνῶναι ϲαφῶϲ, εἰ κατὰ μεταβολὴν αὐτῶν ἡ γένεϲιϲ γίγνεται ταῖϲ αἴραιϲ τε καὶ τοῖϲ αἰγίλωψιν ἢ φύϲιν ἰδίαν ἔχει καὶ ταῦτα τὰ ϲπέρματα. γεννηθέντων δ’ ἅμα τοῖϲ καθαροῖϲ ϲπέρμαϲιν αἰρῶν μὲν πολλῶν κατὰ τύχην ἐν τοῖϲ πυροῖϲ, ὀλίγων δ’ ἐν ταῖϲ κριθαῖϲ, ἀλλ’ αἰγίλωποϲ δαψιλοῦϲ, ἐπεχείρηϲε καὶ τῇ τῶν ἄλλων ϲπερμάτων βαϲάνῳ τὸν αὐτὸν τρόπον. εὖρεν οὖν κὰν τοῖϲ φακοῖϲ ἐκ μεταβολῆϲ αὐτῶν γεννωμένουϲ ἀράκουϲ τε τοὺϲ ϲκληροὺϲ καὶ ϲτρογγύλουϲ καὶ πελεκίνουϲ, ἄβρωτα ϲπέρματα, τὴν δ’ ἀπαρίνην οὐ μόνον ἄβρωτον, ἀλλὰ κἀν τῷ φύεϲθαι περιπλεκομένην τοῖϲ φυτοῖϲ τῶν φακῶν ἄγχουϲάν τε καὶ πνίγουϲαν αὐτὰ καὶ καταϲπῶϲαν, ὥϲπερ ἡ ὁροβάγχη τοὺϲ ὀρόβουϲ.

ταῦτα μὲν οὖν πάνυ μοχθηρὰ ϲπέρματα. τὸ μελάμπυρον δὲ καλούμενον ἐκ μεταβολῆϲ μὲν καὶ αὐτὸ γεννᾶται τῶν πυρῶν, ἀπολείπεται δὲ πάμπολυ τῆϲ ἐν ταῖϲ αἴραιϲ κακίαϲ. εὖρε δὲ καὶ κατ’ ἄλλα ϲπέρματα τοιαύταϲ τινὰϲ γιγνομέναϲ μεταβολάϲ. ὅθεν ἐκέλευϲε τοὺϲ χρωμένουϲ αὐτοῖϲ ἐκλέγειν ἄπαν τὸ μοχθηρόν, ὅταν εἰϲ χρῆϲιν ὑγιεινὴν ἄγηται τὰ ϲπέρματα, καὶ μὴ καταφρονεῖν, ὥϲπερ οἱ ταῖϲ δήμοιϲ ὑπηρετούμενοι ϲιτοποιοί

μοχθηρᾶϲ γέ τοί ποτε γενομένηϲ ἀγωγῆϲ ἔτουϲ αἶραι πάμπολλαι κατὰ τοὺϲ πυροὺϲ ἐγεννήθηϲαν, ἃϲ οὐκ ἀκριβῶϲ οὔτε τῶν γεωργῶν

ἐκκαθαράντων τοῖϲ εἰϲ ταῦτ’ ἐπιτηδείοιϲ κοϲκίνοιϲ (ὀλίγοϲ γὰρ ὁ ϲύμπαϲ ἐγεωργεῖτο πυρόϲ) οὔτε τῶν ἀρτοποιῶν διὰ τὴν αὐτὴν αἰτίαν, ἐν μὲν τῷ παραχρῆμα κεφαλαλγεῖϲ ἐγίγνοντο πολλοί, τοῦ θέρουϲ δ’ εἰϲβάλλοντοϲ ἕλκη κατὰ τὸ δέρμα τῶν φαγόντων οὐκ ὀλίγοιϲ ἤ τι ϲύμπτωμα ἕτερον ἐγίγνετο κακοχυμίαϲ ἐνδεικτικόν.

οὔκουν ἀμελεῖν προϲήκει τοῦ καθαρὰ ποιεῖν ἅπαντα τὰ πρὸϲ ἐδωδὴν παραϲκευαζόμενα ϲπέρματα, γιγνώϲκονταϲ, εἰ καὶ τῆϲ καθ’ ἑκάϲτην ἡμέραν βλάβηϲ οὐκ αἰϲθανόμεθα διὰ βραχύτητα, τὸ γ’ ἀθροιζόμενον ἐξ αὐτῆϲ χρόνῳ πλείονι φανερὸν γενήϲεϲθαί ποτε.