De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Τῆϲ ἡμέρου μήκωνοϲ τὸ ϲπέρμα χρήϲιμόν ἐϲτιν ἐπιπαττόμενον ἄρτοιϲ ὡϲ ἥδυϲμα, καθάπερ καὶ τὰ ϲήϲαμα. βέλτιον δ’ ἐϲτὶ τὸ λευκότερον ϲπέρμα τοῦ μελαντέρου, δύναμιν δ’ ἔχει ψυκτικήν, καὶ διὰ τοῦτο καὶ ὑπνωτικόν ἐϲτιν, εἰ δὲ πλέον ληφθείη, καὶ καταφορικὸν καὶ δύϲπεπτον ἔτι τε τῶν ἐκ πνεύμονόϲ τε καὶ θώρακοϲ ἀναβηττομένων ἐπιϲχετικόν. ὠφελεῖ μέντοι τοὺϲ ἐκ κεφαλῆϲ καταρροϊζομένουϲ λεπτῷ ῥεύματι. τροφὴν δ’ οὐκ ἀξιόλογον παρέχει τῷ ϲώματι.

Χρῶνται μὲν αὐτῷ καὶ φρύγοντεϲ ἔνιοι, καθάπερ τοῖϲ ϲκευαϲτοῖϲ ἁλϲίν, ὡϲ ὄψῳ μετὰ γάρου, χρῶνται δὲ καὶ μέλιτι φυρῶντεϲ. ἐπιπάττουϲι δ’ ἔνιοι καὶ τοῖϲ ἄρτοιϲ αὐτό, κακοϲτόμαχόν τε καὶ δύϲπεπτον

ὑπάρχον καὶ τροφὴν ὀλίγην τῷ ϲώματι παρέχον. εἰϲ δὲ διαχώρηϲιν γαϲτρὸϲ οὔτ’ ἂν ἐπαινέϲαιϲ οὔτε ψέξαιϲ αὐτό· μετέχει γε μὴν βραχύ τι καὶ τῆϲ οὐρητικῆϲ δυνάμεωϲ, ὃ μᾶλλον γίγνεται. φανερόν, ἐπειδὰν φρυχθὲν ἐϲθίηται· τηνικαῦτα δ’ ἵϲτηϲί πωϲ τὴν γαϲτέρα μᾶλλον. χρῶνται δ’ οἱ κατὰ τοὺϲ ἀγροὺϲ ἄνθρωποι πολλάκιϲ αὐτῷ μετὰ τὸ φρύξαι καὶ λειῶϲαι μέλι μιγνύντεϲ.