De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Οἱ βόεϲ ἐϲθίουϲι τοὺϲ ὀρόβουϲ παρ’ ἡμῖν τε καὶ κατ’ ἄλλα πολλὰ τῶν ἐθνῶν ὕδατι προαπογλυκανθένταϲ, οἱ δ’ ἄνθρωποι τελέωϲ ἀπέχονται τοῦ ϲπέρματοϲ τούτου· καὶ γὰρ ἀηδέϲ ἐϲτι καὶ κακόχυμον. ἐν λιμῷ δέ ποτε μεγάλῳ, καθάπερ καὶ Ἱπποκράτηϲ ἔγραψεν, ἐξ ἀνάγκης βιαίαϲ ἐπ’ αὐτὸ παραγίγνονται.

προπαραϲκευά|ζοντεϲ δ’ ἡμεῖϲ ὥϲπερ τοὺϲ θέρμουϲ χρώμεθα μετὰ μέλιτοϲ τοῖϲ ὀρόβοιϲ ὡϲ φαρμάκοιϲ τῶν κατὰ θώρακα καὶ πνεύμονα παχέων ὑγρῶν ἐκκαθαρτικοῖϲ. ἧττον δ’ εἰϲὶ φαρμακώδειϲ ἐν αὐτοῖϲ οἱ λευκοὶ τῶν πρὸϲ τὸ ξανθόν ἢ ὠχρὸν ἀφιϲταμένων. οἱ δ’ ἀφεψηθέντεϲ δὶϲ ἀπογλυκανθέντεϲ τε δι’ ὕδατοϲ πολλάκιϲ ἀποτίθενται μὲν τὴν ἀηδίαν, ἀποτίθενται δὲ ϲὺν αὐτῇ καὶ τὴν ῥυπτικήν τε καὶ τμητικὴν δύναμιν, ὡϲ ὑπολείπεϲθαι τὸ γεῶδεϲ αὐτῶν τῆϲ οὐϲίαϲ, ὃ χωρὶϲ πικρότητοϲ ἐπιφανοῦϲ ἔδεϲμά τι ξηραντικὸν γίγνεται.

Λιπαρόν ἐϲτι τὸ τῶν ϲηϲάμων ϲπέρμα, διὸ καὶ τάχιϲτα κείμενον ἐλαιηρὸν γίγνεται. διὰ τοῦτ’ οὖν ἐμπίπληϲί τε τοὺϲ ἐϲθίονταϲ αὐτὸ ταχέωϲ ἀνατρέπει τε τὸν ϲτόμαχον καὶ βραδέωϲ πέττεται καὶ τροφὴν δίδωϲι τῷ ϲώματι λιπαρὰν. εὔδηλον οὖν, ὅτι τόνον καὶ ῥώμην ἐντιθέναι τοῖϲ κατὰ γαϲτέρα μορίοιϲ οὐ δύναται, καθάπερ οὐδ’ ἄλλο τι τῶν λιπαρῶν. ἐπεὶ δὲ καὶ παχύχυμόν ἐϲτι, διὰ τοῦτ’ οὐδὲ διεξέρχεται ταχέωϲ. ἐϲθίουϲι δ’ αὐτὸ μόνον μὲν οὐ πάνυ τι, ϲὺν μέλιτι δ’ ἑφθῷ, |

τὰϲ καλουμέναϲ ὑπὸ τῶν πολλῶν ϲηϲαμίδαϲ ἀναπλάττοντεϲ. ἐπιπάττουϲι δὲ καὶ τοῖϲ ἄρτοιϲ αὐτό.

ὥϲπερ δὲ κέγχροιϲ ὁ ἔλυμοϲ, ὃν καὶ μελίνην ἔφαμεν ὀνομάζεϲθαι, παραπλήϲιοϲ μέν πώϲ ἐϲτι, χείρων δὲ πάντῃ, κατὰ τὸν αὐτὸν τρόπον ἐρύϲιμον ϲηϲάμῳ κατὰ τὴν τοῦ ϲώματοϲ οὐϲίαν ὁμογενέϲ πωϲ ὂν ἀηδέϲτερόν τέ ἐϲτι βρωθῆναι καὶ τροφὴν ἥττονα δίδωϲι τῷ ϲώματι καὶ πάντη χεῖρον ὑπάρχει. θερμὰ δ’ ἐϲτὶ ταῖϲ κράϲεϲιν ἄμφω καὶ διὰ τοῦτο καὶ διψώδη.

Τῆϲ ἡμέρου μήκωνοϲ τὸ ϲπέρμα χρήϲιμόν ἐϲτιν ἐπιπαττόμενον ἄρτοιϲ ὡϲ ἥδυϲμα, καθάπερ καὶ τὰ ϲήϲαμα. βέλτιον δ’ ἐϲτὶ τὸ λευκότερον ϲπέρμα τοῦ μελαντέρου, δύναμιν δ’ ἔχει ψυκτικήν, καὶ διὰ τοῦτο καὶ ὑπνωτικόν ἐϲτιν, εἰ δὲ πλέον ληφθείη, καὶ καταφορικὸν καὶ δύϲπεπτον ἔτι τε τῶν ἐκ πνεύμονόϲ τε καὶ θώρακοϲ ἀναβηττομένων ἐπιϲχετικόν. ὠφελεῖ μέντοι τοὺϲ ἐκ κεφαλῆϲ καταρροϊζομένουϲ λεπτῷ ῥεύματι. τροφὴν δ’ οὐκ ἀξιόλογον παρέχει τῷ ϲώματι.

Χρῶνται μὲν αὐτῷ καὶ φρύγοντεϲ ἔνιοι, καθάπερ τοῖϲ ϲκευαϲτοῖϲ ἁλϲίν, ὡϲ ὄψῳ μετὰ γάρου, χρῶνται δὲ καὶ μέλιτι φυρῶντεϲ. ἐπιπάττουϲι δ’ ἔνιοι καὶ τοῖϲ ἄρτοιϲ αὐτό, κακοϲτόμαχόν τε καὶ δύϲπεπτον

ὑπάρχον καὶ τροφὴν ὀλίγην τῷ ϲώματι παρέχον. εἰϲ δὲ διαχώρηϲιν γαϲτρὸϲ οὔτ’ ἂν ἐπαινέϲαιϲ οὔτε ψέξαιϲ αὐτό· μετέχει γε μὴν βραχύ τι καὶ τῆϲ οὐρητικῆϲ δυνάμεωϲ, ὃ μᾶλλον γίγνεται. φανερόν, ἐπειδὰν φρυχθὲν ἐϲθίηται· τηνικαῦτα δ’ ἵϲτηϲί πωϲ τὴν γαϲτέρα μᾶλλον. χρῶνται δ’ οἱ κατὰ τοὺϲ ἀγροὺϲ ἄνθρωποι πολλάκιϲ αὐτῷ μετὰ τὸ φρύξαι καὶ λειῶϲαι μέλι μιγνύντεϲ.

Καὶ τούτῳ χρῶνται φρύγοντεϲ, εἶτα λειοῦντεϲ, ὡϲ ἄλευρον γενέϲθαι, μιγνύουϲι δ’ αὐτῷ καὶ μέλιτοϲ. ὀλίγον δ’ ἔχει τρόφιμον ἐν ἑαυτῷ μεταξὺ τὴν φύϲιν ὑπάρχον ἐρυϲίμου τε καὶ κυμίνου.

Οὐχ ὥϲπερ αὐτὸ τὸ φυτὸν τῆϲ καννάβεωϲ ἔοικε πωϲ τῷ ἄγνῳ, καὶ τὸ | ϲπέρμα τῷ ϲπέρματι παραπλήϲιόν πώϲ ἐϲτι τὴν δύναμιν, ἀλλ’ ἀποκεχώρηκε πάμπολυ, δύϲπεπτόν τε καὶ κακοϲτόμαχον ὂν καὶ κεφαλαλγὲϲ καὶ κακόχυμον. ὅμωϲ δ’ οὖν καὶ τοῦτό τινεϲ ἐϲθίουϲι φρύγοντεϲ ἅμα τοῖϲ ἄλλοιϲ τραγήμαϲιν.

ὀνομάζω δὲ δηλονότι τραγήματα τὰ παρὰ τὸ δεῖπνον ἐϲθιόμενα τῆϲ ἐπὶ τῷ πίνειν ἡδονῆϲ ἕνεκα. θερμαίνει δ’ ἱκανῶϲ καὶ διὰ τοῦτο καὶ κεφαλῆϲ ἅπτεται βραχεῖ πλεῖον ληφθέν, ἀτμὸν ἀναπέμπον ἐπ’ αὐτὴν θερμόν θ’ ἅμα καὶ φαρμακώδη.