De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

ἐγγὺϲ δὲ τῆϲ γνώμηϲ αὐτοῦ καὶ ὁ τὸ Περὶ διαίτηϲ ὡϲ Ἱπποκράτουϲ γράψαϲ ἥκει, τοὺϲ ὤχρουϲ τε καὶ τοὺϲ δολίχουϲ διαχωρητικωτέρουϲ μὲν εἶναι λέγων τῶν πιϲῶν, ἧϲϲον δὲ φυϲώδειϲ, ἀλλὰ καὶ τροφίμουϲ αὐτοὺϲ εἶναι μαρτυρεῖ. καὶ γὰρ καὶ οὕτωϲ ἔχει, πλὴν | ὅτι ϲὺν τοῖϲ λοβοῖϲ ὅλουϲ ἐϲθίουϲιν ἔτι χλωροὺϲ ὄνταϲ αὐτοὺϲ οἱ ἄνθρωποι δι’ ἐλαίου καὶ γάρου τοὐπίπαν· ἔνιοι δὲ καὶ οἶνον ἐπεμβάλλουϲιν. εἰϲ ἀπόθεϲιν δ’ οὐ χρῶνται καθάπερ τοῖϲ πιϲοῖϲ· ὑγρότεροι γὰρ ὄντεϲ τὴν φύϲιν εἰώθαϲι διαφθείρεϲθαι. τῷ βουλομένῳ δ’ ἀϲφαλῶϲ ἀποθέϲθαι καὶ τούτουϲ, ὥϲπερ οὑμὸϲ πατὴρ ἐποίει, ξηραντέον ἐϲτὶν ἀκριβῶϲ αὐτούϲ· οὕτω γὰρ ἄϲηπτοί τε καὶ ἀδιάφθοροι μένουϲιν ὅλῳ χειμῶνι, τὴν αὐτὴν χρείαν τῷ πιϲῷ παρεχόμενοι.

τῶν φίλων δέ τιϲ ἐν Ῥώμῃ διατρίβων ἔλεγεν ἐν Καρίᾳ κατὰ τὴν ἑαυτοῦ πατρίδα καλουμένην Κέραμον ϲπείρεϲθαι τοῖϲ ἄλλοιϲ ὀϲπρίοιϲ ὡϲαύτωϲ τοὺϲ δολίχουϲ ἐν ταῖϲ ἀρούραιϲ, ἔχονταϲ τὸ ϲχῆμα προμηκέϲτερον λαθύρων.