De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Τὴν ὑϲτάτην ϲυλλαβὴν τοῦ τῶν ἀράκων ὀνόματοϲ διὰ τοῦ κ̄̄ γεγραμμένην εὑρίϲκομεν ἐν ταῖϲ Ἀριϲτοφάνουϲ Ὁλκάϲιν, ἔνθα φηϲίν·

ἀράκουϲ πυροὺϲ πτιϲάνην χόνδρον ζειὰϲ αἴραϲ ϲεμίδαλιν.
παραπλήϲιον δ’ ἐϲτὶ τὸ ϲπέρμα τῷ τῶν λαθύρων, καί τινέϲ γ’ οὐχ ἕτερον εἶναι γένοϲ ἐκείνων νομίζουϲιν αὐτό. καὶ γὰρ καὶ ἡ χρῆϲιϲ ἅπαϲα καὶ ἡ δύναμιϲ αὐτοῦ παραπληϲία τῇ τῶν λαθύρων ἐϲτί, πλὴν ὅϲα ϲκληρότεροί τε καὶ δυϲεψητότεροι καὶ διὰ τοῦτο καὶ δυϲπεπτότεροι τῶν λαθύρων εἰϲὶν οἱ ἄρακοι.