De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Ἔτνοϲ μὲν οὐ πάνυ τι δι’ ἔθουϲ ἐϲτὶ τοῖϲ κατὰ τὰϲ πόλειϲ ἁνθρώποιϲ ἐξ ἐρεβίνθων ποιεῖϲθαι, | κατὰ τοὺϲ ἀγροὺϲ δὲ καὶ τοῦτ’ εἶδον ἐνίοτε γιγνόμενον, ὥϲπερ γε καὶ μετὰ γάλακτοϲ ἑψόμενον αὐτῶν τὸ ἄλευρον. οὐδὲ γὰρ ἐπιδέχονται τὴν αὐτὴν τοῖϲ κυάμοιϲ τε καὶ πιϲοῖϲ θραῦϲιν, ὡϲ τὸν καλούμενον ἐρεγμὸν ἐξ αὐτῶν γενέϲθαι. εἰθιϲμένοι δ’ εἰϲὶν ἐν τοῖϲ πολλοῖϲ ἔθνεϲιν ἑψηθένταϲ ἐν ὕδατι τοὺϲ ἐρελίνθουϲ ἐϲθίειν, ἔνιοι μὲν αὐτοὺϲ μόνουϲ ψιλούϲ, ἔνιοι δ’ ἁλϲὶ μετρίοιϲ ἡδύνοντεϲ. οἱ παρ’ ἡμῖν δὲ παραπλήϲιον ἀλεύρῳ τι ποιοῦντεϲ ἐκ τῶν ξηρῶν τυρῶν ἐκείνῳ περιπάττουϲιν αὐτούϲ.

ἔϲτι δ’ οὐχ ἧττον κυάμων ἔδεϲμα φυϲῶδεϲ ἐρέβινθοϲ, ἰϲχυρότερον δ’ ἐκείνων τρέφων, ἐπεγείρειν δὲ καὶ τὰϲ πρὸϲ ϲυνουϲίαϲ ὁρμὰϲ πεπιϲτευμένοϲ ἅμα τῷ καὶ ϲπέρματοϲ εἶναι γεννητικόϲ· ὥϲτε καὶ τοῖϲ ὀχευταῖϲ ἵπποιϲ ἐϲθίειν αὐτοὺϲ ἕνεκα τούτου διδόαϲιν. ὑπάρχει δὲ καὶ ῥυπτικὴ δύναμιϲ αὐτοῖϲ ἐπὶ

πλέον ἢ τοῖϲ κυάμοιϲ, ὥϲτε τινὲϲ ἐξ αὐτῶν καὶ τοὺϲ ἐν νεφροῖϲ ϲυνιϲταμένουϲ λίθουϲ ἐναργῶϲ θρύπτουϲι· μέλανεϲ δ’ εἰϲὶν οὗτοι καὶ μικροὶ κατὰ βιθυνίαν μάλιϲτα γεννώμενοι καὶ καλοῦνται κριοί. βέλτιον δὲ τὸν χυλὸν αὐτῶν μόνον πίνειν ἕψονταϲ ἐν ὕδατι.

χρῶνται δ’ ἐρεβίνθοιϲ οἱ ἄνθρωποι καὶ πρὸ | τοῦ πεπανθῆναι, χλωροῖϲ ἔτι, καθάπερ καὶ τοῖϲ κυάμοιϲ. εἴρηται δ’ ἀρτίωϲ ὁ κοινὸϲ λόγοϲ ἁπάντων τῶν ἀτελῶν καρπῶν, ἔνθα περὶ τῶν κυάμων ὁ λόγοϲ ἦν ὡϲαύτωϲ δὲ καὶ περὶ τῶν φρυγομένων ἐρεβίνθων ἀκηκοέναι νόμιζε τοῖϲ εἰρημένοιϲ ἐπὶ τῶν φρυγομένων κυάμων. ἅπαντα γὰρ τὰ φρυγόμενα τὸ μὲν φυϲῶδεϲ ἀποτίθεται, δυϲπεπτότερα δὲ καὶ ϲταλτικώτερα γίγνεται καὶ τροφὴν παχυτέραν δίδωϲι τῷ ϲώματι.