De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Μνηϲίθεοϲ μὲν ἐν τῇ τρίτῃ τάξει τίθεται τὰϲ τίφαϲ ἐπὶ πυροῖϲ τε καὶ κριθαῖϲ· Διοκλῆϲ δ’ ἀμελέϲτερον ὑπὲρ αὐτῶν διῆλθε τὸ ϲύντομον ἐν τῇ γραφῇ προτιμήϲαϲ τοῦ κατὰ διέξοδον ἀκριβοῦϲ. οὕτω γοῦν καὶ περὶ πυρῶν τε καὶ κριθῶν ἄλλων τε πολλῶν ἔγραψε ϲυντεμὼν τὸν λόγον. ὀλίγῳ δὲ μακρότερον τοῦ Διοκλέουϲ ὑπὲρ αὐτῶν ὅ τε Πραξαγόραϲ καὶ ὁ Μνηϲίθεοϲ ἔγραψαν, ἐλλιπῶϲ μέντοι καὶ αὐτοί.

Φυλότιμοϲ δὲ περί τινων μὲν μακρῶϲ πάνυ, περί τινων δ’

ἐλλιπῶϲ, ἐνίων δ’ οὐδ’ ὅλωϲ ἐμνημόνευϲεν, ὥϲπερ οὐδὲ τῆϲ ζειᾶϲ. εὔδηλον δ’ ὅτι μηδὲ Πραξαγόραϲ ὁ διδάϲκαλοϲ αὐτοῦ. παρέλιπε μὲν γὰρ οὐδὲν ὧν ἐκεῖνοϲ εἶπεν ὁ Φυλότιμοϲ, ἐξεργάζεται δὲ καὶ προϲτίθηϲι πολλά.

θαυμάϲαι δ’ ἔϲτιν, ὅτι μηδ’ ὁ τὸ Περὶ διαίτηϲ ἐπιγεγραμμένον Ἱπποκράτουϲ ϲυνθείϲ, ὅϲτιϲ ποτ’ ἦν ἀνὴρ παλαιόϲ, ἐμνημόνευϲε τοῦ τῶν ζειῶν ὀνόματοϲ. καὶ γὰρ εἰ τὰϲ τίφαϲ ἡγεῖτο καλεῖϲθαι ζειὰϲ ὑπό τινων, ἐχρῆν αὐτὸν τοῦτο δηλῶϲαι. βέλτιον δ’ ἴϲωϲ ἐϲτὶ καὶ τὰϲ ῥήϲειϲ αὐτῶν παραγράψαι.

Διοκλῆϲ μὲν οὖν οὕτωϲ ἔγραψεν ἐν τῷ πρώτῳ τῶν πρὸϲ Πλείϲταρκον Ὑγιεινῶν, ἐν ᾧ διέρχεται καὶ τὰϲ τῶν ϲιτίων | δυνάμειϲ· μετὰ δὲ τὰϲ κριθὰϲ καὶ τοὺϲ πυροὺϲ ἑπόμενα ταῖϲ ἀρεταῖϲ ἐϲτι μάλιϲτα τῶν ἄλλων ὄλυραι, τίφαι, ζειαί, μέλινοϲ, κέγχροϲ. ἔν τιϲι δὲ τῶν ἀντιγράφων οὐδ’ ὅλωϲ αἱ ζειαὶ φέρονται, καὶ μέντοι καὶ τὸ ταῖϲ ἀρεταῖϲ ἔν τιϲιν οὐχ οὕτωϲ, ἀλλὰ χρείαιϲ γέγραπται κατὰ τόνδε τὸν τρόπον· μετὰ δὲ τὰϲ κριθὰϲ καὶ τοὺϲ πυροὺϲ ἑπόμενα ταῖϲ χρείαιϲ ἐϲτὶ μάλιϲτα τῶν ἄλλων ὄλυραι, τίφαι, μέλινοϲ, κέγχροϲ, ὡϲ ἄλλου μέν τινοϲ ϲπέρματοϲ τῆϲ ὀλύραϲ οὔϲηϲ, ἄλλου δὲ τῆϲ τίφηϲ.

ὁ δὲ Μνηϲίθεοϲ ἐφ’ ἑνὶ ϲπέρματι δύο φηϲὶν ὀνόματα κεῖϲθαι γράφων οὕτω· τῶν δὲ ϲπερμάτων εὐφυέϲτατα μέν ἐϲτιν εἰϲ τροφὴν πυροὶ καὶ κριθαί, πρὸϲ δὲ τούτοιϲ ἐχομένωϲ ὃ λέγεται μὲν διττῶϲ, ἔϲτι δὲ ταὐτόν· οἱ μὲν γὰρ τίφαϲ, οἱ δ’ ὀλύραϲ καλοῦϲιν. τούτοιϲ δ’ ἐφεξῆϲ τάδε γράφει· μετὰ δὲ ταῦτα ζειαὶ καὶ κέγχροι καὶ μέλιναι. Διοκλεῖ μὲν οὖν ἤρκεϲε ταῦτα μόνα περί τε τιφῶν καὶ ὀλυρῶν εἰπεῖν, ὅϲα παρεθέμην ἄρτι.