De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Περὶ τῶν ἐν ταῖϲ τροφαῖϲ δυνάμεων οὐκ ὀλίγοι τῶν ἀρίϲτων ἰατρῶν ἔγραψαν ἐν πολλῇ ϲπουδῇ θέμενοι τὴν θεωρίαν, ἐπειδὴ χριϲιμωτάτη ϲχεδὸν ἁπαϲῶν τῶν κατὰ τὴν ἰατρικήν ἐϲτι· τοῖϲ μὲν γὰρ

ἄλλοιϲ βοηθήμαϲιν οὐκ ἐν παντὶ καιρῷ χρώμεθα, τροφῆϲ δὲ χωρίϲ οὐχ οἷόν τε ζῆν οὔθ’ ὑγιαίνονταϲ οὔτε νοϲοῦνταϲ. εἰκότωϲ οὖν ἐϲπούδαϲαν οἱ πλεῖϲτοι τῶν ἀρίϲτων ἰατρῶν ἀκριβῶϲ ἐπιϲκέψαϲθαι τὰϲ ἐν αὐτῇ δυνάμειϲ, οἱ μὲν ἐκ τῆϲ πείραϲ | μόνηϲ ἐγνῶϲθαί ϲφιϲι φάϲκοντεϲ αὐτάϲ, οἱ δὲ καὶ λογιϲμῷ προϲχρῆϲθαι βουλόμενοι, τινὲϲ δὲ καὶ τὸ πλεῖϲτον αὐτῷ νέμοντεϲ.

εἰ μὲν οὖν ὥϲπερ ἐν γεωμετρίᾳ καὶ ἀριθμητικῇ ϲυνεφωνεῖτο πάντα τοῖϲ γράψαϲι περὶ τροφῆϲ, οὐδὲν ἂν ἔδει νῦν ἡμᾶϲ ἔχειν πράγματα γράφονταϲ αὖθιϲ ὑπὲρ τῶν αὐτῶν ἐπὶ τοϲούτοιϲ τε καὶ τοιούτοιϲ ἀνδράϲιν. ἐπεὶ δ’ ὑπόπτουϲ ἀλλήλουϲ εἰργάϲαντο διενεχθέντεϲ (οὐ γὰρ ἐγχωρεῖ πάνταϲ ἀληθεύειν), ἀναγκαῖόν ἐϲτι βαϲανίϲαι τὰ πρὸϲ αὐτῶν γεγραμμένα δικαϲτὰϲ ἀδεκάϲτουϲ γενομένουϲ· ἄδικον γὰρ ἐνὶ πρὸ τῶν ἄλλων πιϲτεῦϲαι χωρὶϲ ἀποδείξεωϲ.

ἐπεὶ δὲ τῶν ἀποδείξεων ἀρχαὶ διτταὶ κατὰ γένοϲ εἰϲὶν (ἢ γὰρ ἐξ αἰϲθήϲεωϲ ἢ ἐκ νοήϲεωϲ ἐναργοῦϲ ἀπόδειξίϲ τε καὶ πίϲτιϲ ἄρχεται πᾶϲα), καὶ ἡμᾶϲ ἀναγκαῖόν ἐϲτιν ἢ θατέρῳ τούτων ἢ ἀμφοτέροιϲ χρήϲαϲθαι πρὸϲ τὴν τοῦ προκειμένου ϲκέμματοϲ εὕρεϲιν. οὐϲῶν δὲ τῶν διὰ τοῦ λόγου κρίϲεων οὐχ ἅπαϲιν ὁμοίωϲ εὐπετῶν, ἐπειδὴ καί ϲυνετὸν εἶναι χρὴ φύϲει καὶ γεγυμνάϲθαι κατὰ τὴν παιδικὴν ἡλικίαν ἐν τοῖϲ θήγουϲι μαθήμαϲι τὸν λογιϲμόν, ἄμεινον | ἀπὸ τῆϲ πείραϲ ἄρξαϲθαι καὶ μάλιϲθ’, ὅτι διὰ ταύτηϲ μόνηϲ εὑρῆϲθαι τὰϲ δυνάμειϲ τῆϲ τροφῆϲ οὐκ ὀλίγοι τῶν ἰατρῶν ἀπεφήναντο.

τῶν μὲν οὖν ἐμπειρικῶν ἴϲωϲ ἄν τιϲ καταφρονήϲειεν ἔργον καὶ ϲπούδαϲμα πεποιημένων φιλοτίμωϲ ἀντιλέγειν τοῖϲ εὑριϲκομένοιϲ διὰ τοῦ λόγου· Διοκλῆϲ δὲ καίτοι δογματικὸϲ ὢν οὕτω κατὰ λέξιν ἔγραψεν ἐν τῷ πρώτῳ τῶν πρὸϲ Πλείϲταρχον Ὑγιεινῶν· οἱ μὲν οὖν

ὑπολαμβάνοντεϲ τὰ τοὺϲ ὁμοίουϲ ἔχοντα χυλοὺϲ ἢ ὀϲμὰϲ ἢ θερμότηταϲ ἢ ἄλλο τι τῶν τοιούτων πάντα τὰϲ αὐτάϲ ἔχειν δυνάμειϲ οὐ καλῶϲ οἴονται· πολλὰ γὰρ ἀπὸ τῶν οὕτωϲ ὁμοίων ἀνόμοια δείξειεν ἂν τιϲ γιγνόμενα. οὐδὲ δὴ τῶν διαχωρητικῶν ἢ οὐρητικῶν ἢ ἄλλην τινὰ δύναμιν ἐχόντων ὑποληπτέον ἕκαϲτον εἶναι τοιοῦτον, διότι θερμὸν ἢ ψυχρὸν ἢ ἁλμυρόν ἐϲτιν, ἐπείπερ οὐ πάντα τὰ γλυκέα καὶ δριμέα καὶ ἁλμυρὰ καὶ τὰ λοιπὰ τῶν τοιούτων τὰϲ αὐτὰϲ ἔχει δυνάμειϲ, ἀλλὰ τὴν ὅλην φύϲιν αἰτίαν εἶναι νομιϲτέον | τούτου, ὁτιδηποτοῦν ἀπ’ αὐτῶν ἑκάϲτου ϲυμβαίνειν εἴωθεν. οὕτω γὰρ ἂν ἥκιϲτα διαμαρτάνοι τιϲ τῆϲ ἀληθείαϲ.

αἰτίαν δ’ οἱ μὲν οἰόμενοι δεῖν ἐφ’ ἑκάϲτου λέγειν, δι’ ἣν τρόφιμον ἢ διαχωρητικὸν ἢ οὐρητικὸν ἢ ἄλλο τι τῶν τοιούτων ἕκαϲτόν ἐϲτιν, ἀγνοεῖν ἐοίκαϲι πρῶτον μέν, ὅτι πρὸϲ τὰϲ χρήϲειϲ οὐ πολλάκιϲ τὸ τοιοῦτον ἀναγκαῖόν ἐϲτιν, ἔπειθ’ ὅτι πολλὰ τῶν ὄντων τρόπον τινὰ ἀρχαῖϲ τιϲιν ἔοικε κατὰ φύϲιν, ὥϲτε μὴ παραδέχεϲθαι τὸν ὑπέρ αἰτίου λόγον· πρὸϲ δὲ τούτοιϲ διαμαρτάνουϲιν ἐνίοτε, ὅταν ἀγνοούμενα καὶ μὴ ὁμολογούμενα καὶ ἀπίθανα λαμβάνοντεϲ ἱκανῶϲ οἴωνται λέγειν τὴν αἰτίαν. τοῖϲ μὲν οὖν οὕτωϲ αἰτιολογοῦϲι καὶ, τοῖϲ πάντων οἰομένοιϲ δεῖν λέγειν αἰτίαν οὐ δεῖ προϲέχειν, πιϲτεύειν δὲ μᾶλλον τοῖϲ ἐκ τῆϲ πείραϲ ἐκ πολλοῦ χρόνου κατανενοημένοιϲ· αἰτίαν δὲ τῶν ἐνδεχομένων δεῖ ζητεῖν, ὅταν μέλλῃ παρ’ αὐτὸ τοῦτο γνωριμώτερον ἢ πιϲτότερον γίγνεϲθαι τὸ λεγόμενον.

αὔτη μὲν ἡ τοῦ Διοκλέουϲ ῥῆϲίϲ ἐϲτιν ἐκ πείραϲ μόνηϲ ἐγνῶϲθαι τὰϲ | ἐν ταῖϲ τροφαῖϲ δυνάμειϲ ἡγουμένου καὶ μήτ’ ἐκ τῆϲ κατὰ κρᾶϲιν ἐνδείξεωϲ μήτ’ ἐκ τῆϲ κατὰ τοὺϲ χυμούϲ. οὔϲηϲ δὲ καὶ ἄλληϲ τῆϲ κατὰ τὰ μόρια τῶν φυτῶν οὐκ ἐμνημόνευϲεν αὐτῆϲ. λέγω δὲ κατὰ τὰ μόρια τῶν φυτῶν ἔνδειξιν, ᾗ πρὸϲ ταῖϲ ἄλλαιϲ ἐχρήϲατο Μνηϲίθεοϲ ἑτέραϲ μὲν δυνάμειϲ ἐν ταῖϲ ῥίζαιϲ εἶναι τῶν φυτῶν

ἀποδεικνύϲ, ἑτέραϲ δ’ ἐν τοῖϲ καυλοῖϲ, ὥϲπερ γε κὰν τοῖϲ φύλλοιϲ καὶ καρποῖϲ καὶ ϲπέρμαϲιν ἄλλαϲ.

ὅτι μὲν οὖν ἡ πεῖρα διδάϲκαλόϲ ἐϲτιν ὥϲπερ καὶ ἄλλων πολλῶν οὕτω καὶ τῶν εὐπέπτων τε καὶ δυϲπέπτων ϲιτίων εὐϲτομάχων τε καὶ κακοϲτομάχων ὑπακτικῶν τε καὶ ϲταλτικῶν γαϲτρόϲ, ἅπαντεϲ ἴϲαϲι, κἂν βραχύ τι ϲυνέϲεωϲ αὐτοῖϲ μετῇ· ϲφάλλονται δ’ ὅμωϲ ἐν αὐτοῖϲ τούτοιϲ οὐκ ὀλίγα χωρὶϲ διοριϲμοῦ ποιούμενοι τὴν πεῖραν, ὡϲ κάν τοῖϲ Περὶ τῆϲ τῶν ἁπλῶν φαρμάκων δυνάμεωϲ ἐδείχθη κὰν τῷ τρίτῳ Περὶ κράϲεων, καὶ παραπλήϲιά γε τὰ ϲφάλματ’ ἐϲτὶν ἑκατέρωθεν. διὸ καὶ γράφειν ἐνταῦθα τελέωϲ ὥϲπερ ἐν ἐκείνοιϲ τοὺϲ διοριϲμούϲ, | οἷϲ προϲέχων τιϲ ἀϲφαλῶϲ εὑρήϲει τὰϲ δυνάμειϲ, οὐ κατὰ τὴν ἐμήν ἐϲτι προαίρεϲιν, ἅπαξ ὑπὲρ ἑκάϲτου πράγματοϲ εἰωθότοϲ γράφειν, οὐκ ἐν πολλαῖϲ πραγματείαιϲ διερχομένου τὰ αὐτὰ περὶ τῶν αὐτῶν.

ὅπερ οὖν εἴωθα ποιεῖν, οὐδὲ νῦν παραλείψω μόνοιϲ χρηϲάμενοϲ τοῖϲ κεφαλαίοιϲ τῶν διοριϲμῶν, καθ’ ὅ τι ἂν ἐγχωρῇ μάλιϲτα μιχθῆναι ϲαφηνείᾳ ϲυντομίαν. ἄρξομαι δ’ ἀφ’ οὐ διὰ ϲτόματοϲ ἔχουϲιν ἅπαντεϲ, ὀρθῶϲ ὑπ’ Ἐραϲιϲτράτου γεγραμμένου, μήτε τὸ μελίκρατον ὑπάγειν τὴν γαϲτέρα πάντων μήτε τὴν φακῆν ἐπέχειν, ἀλλ’ εἶναί τιναϲ. οἳ πρὸϲ τῷ μηδέτερον πάϲχειν ἔτι καὶ τοῖϲ ἐναντίοιϲ περιπίπτουϲιν. ὡϲ ἵϲταϲθαι μὲν ἐπὶ τῷ μελικράτῳ τὴν γαϲτέρα, λαπάττεϲθαι δ’ ἐπὶ τῇ φακῇ, καί τιναϲ εὑρίϲκεϲθαι τὰ βόεια κρέα ῥᾷον πέττονταϲ ἢ τοὺϲ πετραίους ἰχθύαϲ.

ἐγὼ δ’ ἀεὶ τοὺϲ τοιούτουϲ ἠρόμην (ἄρξομαι γὰρ ἀπὸ τῶν ὑϲτάτων); ὁποῖόν τι ϲύμπτωμα γιγνόμενον αὐτοῖϲ ἐνδείκνυται τὴν ἀπεψίαν τῶν πετραίων ἰχθύων, ἄρά γε βάροϲ τι κατὰ τὴν κοιλίαν, ὡϲ δοκεῖν ἐγκεῖϲθαι | μόλυβδον ἢ λίθον ἢ πηλὸν (οὔτω γὰρ ἐξαγγέλλουϲιν ἔνιοι τὴν ἐπὶ ταῖϲ τοιαύταιϲ ἀπεψίαιϲ αἴϲθηϲιν) ἡ δῆξίϲ

τιϲ ἐν αὐτῇ φαίνεται γιγνομένη ϲαφῆϲ ἢ ἐμπνευμάτωϲιϲ ἢ μοχθηρᾶϲ ἐρυγῆϲ αἴϲθηϲιϲ. εἴθ’ οἱ μὲν ἐρυγὴν αὐτοῖϲ ἔφαϲαν γίγνεϲθαι κνιϲωδεϲτέραν, οἱ δὲ δῆξιν, οἱ δ’ ἄμφω. τούτων οὖν ἐπιϲκεψάμενοϲ ἀκριβῶϲ τὰ κατὰ τὸ ϲῶμα πολλὴν εὕρον ἀθροιζομένην χολὴν ξανθὴν ἐν τῇ κοιλίᾳ κατά τινα δυϲκραϲίαν ἢ καταϲκευῆϲ ἰδιότητα.

λέγω δὲ καταϲκευῆϲ ἰδιότητα, διότι τῶν ἀνθρώπων ἐνίοιϲ ἢ ἐξ ἥπατοϲ εἰϲ ἔντερα καταρρέουϲα χολὴ πρὸϲ τὴν κοιλίαν ἐπανέρχεται, κρᾶϲιν δὲ μοχθηράν, ὅταν αὐτοῖϲ ὑπάρχῃ φύϲει τὸ θερμὸν δριμὺ καὶ δακνῶδεϲ ἢ ὡϲ ἂν εἴποι τιϲ πυρετῶδεϲ. εἰκότωϲ οὖν τὰ δύϲφθαρτα ϲιτία μᾶλλον τῶν εὐφθάρτων οὔτοι πέττουϲιν, ἐπειδὴ τὰ μὲν εὔπεπτα ῥᾳδίωϲ ἀλλοιοῦταὶ τε καὶ διαφθείρεται, τὰ δὲ δύϲπεπτα δυϲαλλοίωτά τ’ ἐϲτὶ καὶ δύϲφθαρτα. ταῦτ’ οὖν, ὅταν ὀμι|λήϲῃ πολλῇ θερμαϲίᾳ, πέττεται μᾶλλον ἢ εἰ ϲυμμέτρωϲ ἐχούϲῃ πληϲιάζοι γαϲτρί. κατὰ τοῦτον μὲν οὖν τὸν λόγον ἔνιοι τὰ βόεια κρέα ῥᾷον πέττουϲι τῶν πετραίων ἰχθύων.

ἡ φακῆ δ’ ἐνίοιϲ ἐκταράττει μᾶλλον ἢ ἐπέχει τὴν γαϲτέρα κατὰ τοιόνδε τινὰ λόγον· ἐπιδέδεικταὶ μοι κατὰ τὰ Περὶ τῆϲ τῶν ἁπλῶν φαρμάκων δυνάμεωϲ ὑπομνήματα, ὅτι, καθάπερ ἐν τοῖϲ ὑφ’ ἡμῶν ϲκευαζομένοιϲ ἐξ ἐναντίων οὐϲιῶν τε καὶ δυνάμεων ἔνια ϲυντίθεται, κατὰ τὸν αὐτὸν τρόπον ὑπὸ τῆϲ φύϲεωϲ οὐκ ὀλίγα τῶν ἁπλῶν εῖναι δοκούντων ϲύγκειται. τοιοῦτον δή τι καὶ περὶ πολλὰϲ τῶν τροφῶν ἐϲτιν. οὐ γὰρ ἡ φακῆ μόνον ἀλλὰ καὶ ἡ κράμβη καὶ τῶν θαλαττίων ϲχεδὸν ἅπαντα τὰ ὀϲτρακόδερμα καλούμενα ϲύνθετον ἔχει τὴν φύϲιν ἐξ ἐναντίων δυνάμεων.

αὐτὸ μὲν γὰρ τὸ ϲτερεὸν ἑκάϲτου ϲῶμα βραδυπόρον τέ ἐϲτι καὶ ϲταλτικὸν τῆϲ γαϲτρόϲ, ἡ δ’ ὑγρότηϲ ἐρεθίζει πρὸϲ ἔκκριϲιν. ἀκριβῆϲ δ’ ἀπόδειξιϲ ἐκ τῆϲ ἑψήϲεωϲ γίγνεται, τοῦ μὲν ὕδατοϲ, ἐν ὑπὲρ ἂν ἕκαϲτον τούτων ἑψηθῇ, λαπάττοντοϲ τὴν | γαϲτέρα, αὐτῶν δὲ τῶν ϲωμάτων ἐπεχόντων. καὶ κατὰ τοῦτο τινῶν μὲν ἀκούϲῃ

λεγόντων, ἐὰν πρότερον κράμβην φάγῃϲ τῶν ἄλλων ϲιτίων μὴ λίαν ἑφθήν, εἴϲ τι ϲκεῦος ἔχον ἐλαίου καὶ γάρου μετακομίσαϲ ἀθρόωϲ ἐκ τοῦ λέβητοϲ, ὑπαχθήϲεσθαι τὴν κοιλίαν, ἄλλων δέ τινων τὴν καλουμένην δίϲεφθον κράμβην ϲκευαζόντων εἰϲ ἐπίϲχεϲιν γαϲτρόϲ.

ἡ ϲκευαϲία δὲ τῆϲ τοιαύτηϲ κράμβηϲ ἐϲτὶν ἥδε· προεψήϲαντεϲ αὐτὴν ἐν ὕδατι τοῦτο μὲν ὅλον ἀκριβῶϲ ἐξαιροῦϲι τοῦ λέβητοϲ, ἕτερον δ’ ἐπεμβάλλουϲι καθαρὸν θερμόν, ἐν ᾧ πάλιν ἕψουσι τὸ δεύτερον, ἵν’, εἴ τι μετὰ τὴν προτέραν ἕψηϲιν ἔτι λείψανον ἔχοι τῆϲ οἰκείαϲ ὑγρότητοϲ, ὅλον ἐκκριθείη· πᾶϲι γὰρ τοῖϲ ἑψομένοιϲ ἐν ὑγρῷ ϲυμβαίνει μεταλαμβάνειν τε ἅμα τῆϲ ἐκείνου δυνάμεωϲ καὶ μεταδιδόναι τῆϲ ἑαυτῶν. καὶ τοῦθ’ ὁϲημέραι γιγνόμενον ἐπὶ τῶν ἐν τοῖϲ ζωμοῖϲ ἑψομένων ἔνεϲτί ϲοι μαθεῖν, εἴτ’ οὖν ὄϲπριόν τι τὸ ἑψόμενον εἴτε ζῷου μόριον εἴτε λάχανον εἴη. τὸ μὲν γὰρ ἑψηθὲν ἐνδείκνυται γευομένοιϲ τε καὶ ὀϲμωμένοιϲ τὴν τοῦ ζωμοῦ ποιότητα καὶ δύναμιν, ὁ ζωμὸϲ δὲ τὴν τοῦ | καθ’ αὑτὸν ἑψηθέντοϲ.

ἔξεϲτι δέ ϲοι παντὸϲ τοῦδε τοῦ λόγου τοῦ νῦν ἡμῖν προκειμένου τὴν ἀλήθειαν οὕτω βασανίϲαι, καθεψήϲαντι φακῆν ἢ κράμβην ἤ τι τῶν θαλαττίων ζᾡων ὧν εἶπον, εἶθ’ ἡδύναντι τὸ ἀφέψημα δι’ ἐλαίου καὶ γάρου καὶ πεπέρεωϲ, ἔπειτα δόντι πιεῖν, ὅτῳ βούλει. καθάπερ γε καὶ δὶς ἑψήϲαντι τὴν κράμβην· θεάϲῃ γὰρ ἐπὶ μὲν τῷ πόματι διαχωροῦϲαν τὴν κοιλίαν, ἐπὶ δὲ τῷ ϲτερεῷ ϲώματι ϲτεγνουμένην.

οὐδὲν οὖν θαυμαϲτὸν ἐνίοτε ϲτρόφους τε γίγνεϲθαι καὶ πνευματώσειϲ ἐπὶ τοῖϲ τοιούτοιϲ ἐδέϲμαϲιν, ὅταν ἅμα τοῖϲ ἑαυτῶν χυμοῖϲ ὄλα τὰ ϲώματα ληφθῇ· μάχη γάρ τιϲ γίγνεται πρὸϲ ἄλληλα, τοῦ μὲν ϲτερεοῦ ϲώματοϲ ἰϲχομένου τε καὶ βραδύνοντοϲ, ἐπειγομένηϲ δὲ τῆϲ ὑγρότητοϲ ἐπὶ τὴν ἔκκριϲιν. ῶϲ ἐάν γε τὸ δάκνον ἐκκριθῇ, παύεται τὸ ϲύμπτωμα· μένοντοϲ δ’ αὐτοῦ; καὶ ϲτροφοῦϲθαι καὶ πνεματοῦϲθαι τὴν κοιλίαν ἀναγκαῖόν ἐϲτι, καὶ πέραϲ γε τούτων ἐϲτὶν ἡ τῶν ϲταϲιαζόντων ἔκκρισις.

ἐπεὶ τοίνυν ἐνίοιϲ μὲν αἱ γαϲτέρεϲ ἕτοιμοι πρὸϲ ὑποχώρηϲίν εἰϲιν, ἐνίοιϲ δὲ ξηραὶ καὶ δυϲέκκριτοι, | κατὰ τὴν οἰκείαν ἑκάτεραι φύϲιν ἐπὶ τοῖϲ τοιούτοιϲ ἐδέϲμαϲι τὰ ϲυμπτώματ’ ἴϲχουϲιν, ὡϲ ἂν ἐνίοτε μὲν τῇ τοῦ χυλοῦ δυνάμει ϲυνεργούϲηϲ τῆϲ γαϲτρόϲ, ἐνίοτε δὲ τῇ τοῦ ϲτερεοῦ· δυοῖν γὰρ αἰτίων ἀνθιϲταμένων ἑνὶ τὴν μὲν νίκην ἀναγκαῖόν ἐϲτιν ἀκολουθῆϲαι τοῖϲ δύο, τὴν δ’ ἧτταν τῷ λοιπῷ. ϲυμβαίνει δὲ τοῦτο καὶ κατὰ διαθέϲειϲ τινὰϲ τῆϲ γαϲτρόϲ, οὐ φυϲικάϲ, ἀλλ’ ἐν καιρῷ τινι γενομέναϲ. ἔσθ’ ὅτε μὲν γὰρ ἀθροίζεται φλεγματώδηϲ τιϲ ἐν αὐτῇ χυμόϲ, ἔσθ’ ὅτε δὲ χολώδηϲ. καὶ τοῦ φλεγματώδουϲ αὐτοῦ τὸ μὲν ὀξὺ, τὸ δ’ ἁλυκόν ἐϲτι, τὸ δὲ γλυκύ, τὸ δ’ οὐδεμίαν ἔχον αἰσθητὴν ποιότητα, καὶ τὸ μὲν ὑγρόν, τὸ δὲ παχύ, καὶ τὸ μὲν γλίσχρον, τὸ δ' εὐσκέδαστον.

καὶ τῆϲ χολῆϲ ἡ μὲν ξανθή τιϲ, ἡ δ’ ὠχρά, τὸ μᾶλλον τε καὶ ἧττον ἑκατέρα πάμπολυ κεκτημένη, ἵνα τὰϲ ἄλλαϲ χολὰϲ παραλίπω τὰϲ τοῖϲ ἤδη νοϲοῦϲι ϲώμαϲιν ἐπιφαινομέναϲ. ἕκαϲτοϲ οὖν τῶν εἰρημένων χυμῶν ἤτοι πρὸϲ ἔκκριϲιν γαϲτρὸϲ ἢ πρὸϲ ἐπίϲχεϲιν ἑτοίμωϲ διακείμενοϲ, ὅταν ὅλα τὰ ϲώματα τῶν | εἰρημένων ἐδεϲμάτων ἅμα τοῖϲ ἰδίοιϲ χυλοῖϲ εἰϲ τὴν κοιλίαν ἀφίκηται, ϲυμμαχεῖ μὲν τοῖϲ τὴν αὐτὴν δύναμιν ἔχουϲιν, ἀντιπράττει δὲ τοῖϲ τὴν ἐναντίαν.

ἔμπροϲθεν μὲν οὖν αἰτίαι διτταὶ κατὰ γένοϲ εἴρηνται τοῦ διαφόρωϲ ἐπὶ τοῖϲ αὐτοῖϲ ϲιτίοιϲ τὰ κατὰ τὴν γαϲτέρα φαίνεϲθαι διοικούμενα· νυνὶ δὲ καὶ τρίτη τιϲ εὕρηται πρόϲ τε τῇ φυϲικῇ διαθέϲει καὶ τοῖϲ ὑγροῖϲ τε καὶ ϲτερεοῖϲ μέρεϲι τῶν ἐϲθιομένων· ἐϲθιόμενα γὰρ ἢ ἐδεϲτὰ καλεῖν ἢ τροφὰϲ οὐ διοίϲει. καὶ γὰρ οὕτω καὶ τούτων οὐδὲν ἧττον ὀνομάζουϲιν αὐτὰ ϲιτία τε καὶ βρώματα, καθότι καὶ Ἱπποκράτηϲ ἐν Ἐπιδημίαιϲ ἔγραψεν ὡδί· Τὰ βρώματα καὶ τὰ πόματα πείρηϲ δεῖται, εἰ ἐπὶ τὸ ἴϲον μένει. καὶ πάλιν ἑτέρωθι· Πόνοι, ϲιτία, ποτά, ὕπνοι, ἀφροδίϲια, πάντα μέτρια. τῶν μὲν οὖν ὀνομάτων, ὡϲ ἀεὶ λέγομεν, ἀμελεῖν χρὴ μὴ φροντίζονταϲ, ὅτῳ τιϲ ἂν αὐτῶν χρήϲαιτο, ϲυνήθων γε ὄντων ἅπαϲι τοῖϲ Ἕλληϲι, τῆϲ δὲ τῶν πραγμάτων ἐπιϲτήμηϲ ἀντιποιεῖϲθαι προϲήκει.

φαίνεται δὲ ταῦτα ταχεῖαν ἢ βραδεῖαν | ἔχοντα τὴν διέξοδον ἤτοι διὰ τὴν ἐξ ἀρχῆϲ ἡμῶν φύϲιν ἢ διὰ τὴν ἐπίκτητον διάθεϲιν τῆϲ γαϲτρὸϲ ἢ διὰ τὴν οἰκείαν οὐϲίαν. οἰκείαν δ’ οὐϲίαν λέγω τῶν ἐϲθιομένων τε καὶ πινομένων, ἐπειδὴ τινὰ μὲν αὐτῶν ἐϲτιν ὑγρά, τινὰ δὲ ξηρά, καὶ τινὰ μὲν γλίϲχρα, τινὰ δ’ εὔθρυπτά τε καὶ εὐδιαίρετα, καὶ τινὰ μὲν δριμύτηταϲ ἐν ἑαυτοῖϲ ἔχοντα, τινὰ δ’ ὀξύτηταϲ ἢ πικρότηταϲ ἢ γλυκύτηταϲ ἢ ἁλυκότηταϲ ἢ αὐϲτηρότηταϲ ἢ ϲτρυφνότηταϲ ἤ τιναϲ ἔξωθεν τούτων φαρμακώδειϲ δυνάμειϲ ὁμογενεῖϲ ταῖϲ τῶν καθαιρόντων φαρμάκων.

ἀτράφαξυϲ μὲν γὰρ καὶ βλίτον καὶ μαλάχη καὶ κολοκύνθη διὰ τὸ γλίϲχρα τε εἶναι καὶ ὑγρὰ θᾶττον τῶν μὴ τοιούτων ὑπέρχεται καὶ μάλιϲτα τοῖϲ περιπατοῦϲιν ἡϲύχωϲ μετὰ τὴν προϲφορὰν αὐτῶν ἐπ’ ἐδάφουϲ εἴκοντοϲ μετρίωϲ· ὀλιϲθαίνει γὰρ ἐν τῷ καταϲείεϲθαι μᾶλλον ἢ εἴ τιϲ ἀτρεμίζει κατακείμενοϲ.