De sanitate tuenda

Galen

Galen, De sanitate tuenda, Claudii Galeni Opera Omnia, Kühn, Volume 6, 1823

Τὰς μὲν συνεχῶς ὀδυνωμένας διὰ τὴν τῶν νεύρων εὐαισθησίαν, ὅσα τῆς κεφαλῆς ἐκφυόμενα τῷ πλείστῳ μὲν ἑαυτῶν μέρει τὸ τῆς γαστρὸς στόμα διαπλέκει, φέρεται δέ τις αὐτῶν μοῖρα καὶ πρὸς τὴν λοιπὴν γαστέρα, τῆς ὑγιεινῆς τέχνης ἔργον ἰάσασθαι, μᾶλλον δ’, ὅπως μηδ’ ὅλως γίγνηται ταῦτα, παρασκευάζειν, ἀρίστῃ προφυλακῇ προνοουμένων ἡμῶν τὸν χολώδη χυμὸν ἤτοι μηδ’ ὅλως συῤῥεῖν εἰς τὴν κοιλίαν, ἢ ὅτι τάχιστα κενοῦσθαι. τοῦ μὲν οὖν μηδ’ ὅλως συῤῥεῖν ἡ πρόνοια γίγνεται διὰ τοῦ θᾶττον ἐσθίειν. ὅταν μὲν γὰρ ἡ μὲν ὅλου τοῦ σώματος κρᾶσις ᾖ χολωδεστέρα, τὰ δὲ κατὰ κοιλίαν ἀτονώτερα, στηρίζεσθαι δεῖται διὰ τροφῆς εὐστομάχου. μὴ γενομένου δὲ τούτου, καταῤῥέουσιν ἰχῶρες εἰς αὐτὴν, οὓς ἀθροίζει τὸ σῶμα περιττούς. ἐκ δὲ τῆς τούτων ἀναθυμιάσεως οὐ μόνον αἱ κεφαλαλγίαι γίνονταί τισιν, ἀλλὰ καὶ τὰ τῶν ὑποχεομένων

426
συμπτώματα, καί τισιν αὐτῶν ἐπιληπτικοὶ σπασμοί. τούτοις οὖν ἅπασιν ἡ μὲν ὅλη δίαιτα πρὸς τὸ ψυχρότερον μᾶλλον καὶ ὑγρότερον ὑπαλλαχθήτω, κενούσθω δὲ τὰ συῤῥέοντα δι’ ἐμέτων τε καὶ γαστρὸς ὑπαγωγῆς, ῥωννύσθω δ’ ὁ στόμαχος ἐδέσμασι μὲν ἑκάστης ἡμέρας, πρὶν ἐκχολωθῆναι, φαρμάκοις δ’ ἐκ διαλειμμάτων μακροτέρων, ἀψινθίου τε κόμης, καὶ διὰ τῆς ἀλόης, ἣν καλοῦσι πικράν. ἐκκαθαίρει γὰρ τοῦτο καὶ τὸ διὰ βάθους χολῶδες ἐν τοῖς χιτῶσι τῆς γαστρὸς, οὐ πάνυ τι τοῦ ἀψινθίου δυναμένου ποιεῖν τοῦτο· ῥυπτικαί τε γὰρ αὐτῷ καὶ στυπτικαὶ δυνάμεις εἰσὶ μόναι, ὥστε τὸ μὲν, ὡς ἂν εἴποι τις, ῥύπον τῶν χιτώνων τῆς γαστρὸς ἀποσπᾷν, οὐ μὴν, εἴ τι κατὰ βάθος αὐτοῦ ἐστιν, ἕλκειν ἔξω τοῦτο καὶ κενοῦν, ὥσπερ ἡ ἀλόη. τὰ δ’ ἔξωθεν τοῦ σώματος χρίσματα τῆς γαστρὸς ἐπὶ ταύτῃ ἔστω μετρίως στύφοντα. μήλινον δέ ἐστι, καὶ μαστίχινον, καὶ νάρδινον, καὶ τὰ τοιαῦτα· θέρους μὲν τὸ μήλινον μᾶλλον, ἐν χειμῶνι δὲ ἡ νάρδος, ἦρος δὲ τὸ μαστίχινον· ἐν τῷ μέσῳ γὰρ τοῦτό ἐστι μηλίνου τε καὶ ναρδίνου μύρου,
427
θερμαίνοντος μὲν τοῦ ναρδίνου, καὶ μάλισθ’ ὅταν ἀμώμου πλέον ἔχῃ, ψύχοντος δὲ τοῦ μηλίνου. ταῖς δὲ πλουσίαις γυναιξὶν ὑπάρχει νάρδου κρεῖττον χρίσμα, φουλιάτον τε καὶ τὰ καλούμενα σπικάτα, θερμαίνοντα καὶ ῥωννύντα τὴν γαστέρα. ἐὰν δὲ μὴ μόνον ἡ κεφαλὴ θερμοὺς ἰχῶρας ἐπιπέμπῃ τοῖς κατὰ γαστέρα χωρίοις, ἀλλὰ καὶ αὐτὴν τύχῃ θερμὴν δυσκρασίαν ἔχειν, τοῖς ἐμψύχουσιν ἐδέσμασί τε καὶ πόμασιν ἀεὶ χρῆσθαι προσήκει, τὸ μᾶλλόν τε καὶ ἧττον ἐν αὐτοῖς ὑπαλλάττοντα κατὰ τὰς ὥρας τοῦ ἔτους, οὐ πρὸς τοὐναντίον ἀφικνουμένους, ὥσπερ ἐπὶ τῶν εὐκράτων ἐργαζόμεθα, χειμῶνος μὲν θερμαίνοντες, θέρους δὲ ψύχοντες. ὡσαύτως δὲ, εἰ καὶ ἀμφότερα τὰ μόρια τὴν ψυχρὰν ἔχει δυσκρασίαν, ἀεὶ μὲν χρῆσθαι τοῖς θερμοῖς ἐδέσμασί τε καὶ πόμασι καὶ χρίσμασιν, ὑπαλλάττειν δὲ αὐτὰ κατὰ τὴν ὥραν, ἐπιτείνοντας καὶ ἀνιέντας. χαλεπὴ δὲ γίνεται μίξις, ὅταν ἤτοι γε εἰς θερμὴν γαστέρα καταῤῥέωσιν ἐκ τῆς κεφαλῆς οἱ ψυχροὶ καὶ φλεγματώδεις ἰχῶρες, εἰς τὴν ψυχρὰν
428
δὲ οἱ θερμοί· καὶ τούτων γ’ ἀμφοτέρων |ἐπειράθην ἀεὶ δυσμεταχειριστοτέρας οὔσης τῆς ἑτέρας, καθ’ ἣν εἰς θερμὴν κοιλίαν οἱ φλεγματώδεις τε καὶ ψυχροὶ καταφέρονται χυμοί. χειρίστη δὲ, ὅταν οὕτως ἔχῃ κατασκευῆς τε καὶ φύσεως ὁ ἄνθρωπος, ὡς μήτ’ εὔλυτον ἔχειν γαστέρα, μήτ’ ἐμεῖν ἑτοίμως. διαφθείρονται γὰρ οἱ φλεγματώδεις χυμοὶ, κατὰ τὴν γαστέρα χρονίζοντες, ὡς δάκνειν ταύτην, ἀναπέμπειν τε πρὸς τὴν κεφαλὴν ἀτμοὺς ἔστιν ὅτε μοχθηρούς. ὡς ἐάν γε φλεγματώδεις χυμοὶ ἐκ τῆς κεφαλῆς εἰς ψυχρὰν φύσει γαστέρα καταῤῥέωσι, ῥᾷστα τοῖς τοιούτοις βοήθεια γίγνεται, λαμβάνουσιν ἕωθεν τοῦ διὰ τριῶν πεπέρεων ἁπλοῦ φαρμάκου. καὶ πέπερι δὲ μόνον ἀκριβῶς λεῖον ὕδατι μίξαντα πίνειν ἐγχωρεῖ· κάλλιον δ’ ἐστὶ καὶ εὐστομαχώτερον εἰς αὐτὰ τὸ λευκόν. ἀψινθίου δὲ πόσις ἐναντιωτάτη τοῖς οὕτω διακειμένοις· ἐμπλάττει γὰρ αὐτῶν τῇ γαστρὶ τὸν φλεγματώδη χυμὸν, ὡς ἂν οὐκ ἔχον ἀξιόλογον ἐν ἑαυτῷ δύναμιν ῥυπτικήν. οὐ μὴν οὐδ’ ἀλόη τούτους ὀνίνησιν, ἑλκτικὴν δύναμιν ἔχουσα χολώδους
429
χυμοῦ. καὶ διὰ τοῦτ’ ἐπενοήθη καλῶς ἡ καλουμένη πικρὰ, τῇ τῶν μιγνυμένων δριμύτητι καὶ θερμότητι τέμνουσα καὶ ῥύπτουσα τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς, ὁποῖόν ἐστι τὸ κιννάμωμον. ἀλλ’ οὐχ οἷόν τε τοιούτῳ φαρμάκῳ χρῆσθαι συνεχῶς, ὥσπερ τῷ διὰ τριῶν πεπέρεων, ἢ τῷ διὰ τῆς καλαμίνθης. εἰ γὰρ καὶ καθ’ ἑκάστην ἡμέραν χρῷτο τούτοις ὁ τὴν ψυχρὰν ἔχων γαστέρα, βλάβης οὐδεμιᾶς πειραθήσεται. τοὐπίπαν μὲν οὖν εἰς ρ΄ δραχμὰς τῆς ἀλόης ἓξ ἑκάστου τῶν ἄλλων μίγνυται, ὄντων καὶ αὐτῶν ἕξ. καὶ αὕτη γ’ ἐστὶν, ἣν ἅπαντες ἐν Ῥώμῃ σκευάζουσι πικράν. ἐγὼ δὲ καὶ δύο ἄλλας συντίθημι, κατὰ μὲν τὴν ἑτέραν αὐτῶν πλέονα μιγνὺς τὰ θερμαίνοντα, κατὰ δὲ τὴν ἑτέραν ἐλάττονα. πλέονα μὲν οὖν τἄλλα ἐμβληθήσεται, τῆς ἀλόης μόνης ἀφελόντων ἡμῶν τοῦ πλήθους, ὡς εἰς π΄ ἀλόης δραχμὰς ἐμβάλλεσθαι τῶν ἄλλων ἑκάστου τὰς ἕξ· ἐλάττονα δὲ, τῆς ἀλόης τὸ πλῆθος αὐξησάντων κ΄ δραχμαῖς, ὡς εἰς ρ΄ καὶ κ΄ τῆς ἀλόης ἑκάστου τῶν ἄλλων ἐμβάλλειν ἕξ. εὔδηλον δὲ, ὅτι κινναμώμου τις ἀπορῶν ἐμβάλλει κασίας τῆς
430
ἀρίστης τὸ διπλάσιον, ἔνιοι γὰρ εἰς τοσοῦτον ἥκουσι τῆς κασίας τῆς ἀρετῆς, ὡς μηδὲν ἀποδεῖν ἀτόνου κινναμώμου, τοῦ γὰρ εὐτόνου καὶ ἡ τοιαύτη κασία πολλῷ λείπεται. ἀλλ’ ὥσπερ, ὅταν ἀπορῶμεν ἄρτου καλοῦ, τὸν φαυλότατον ἐσθίομεν, οὕτω καὶ κασίας τῇ καλλίστῃ χρησόμεθα κατὰ τὴν ἀπορίαν τοῦ κινναμώμου. ἐφ’ ὧν μὲν οὖν σωμάτων ἡ γαστήρ ἐστι ψυχρὰ, ἤτοι γ’ εὔκρατος μὲν, ἀλλ’ ἐπὶ τὸ ψυχρότερον ῥέπουσα, ἐπιτήδειόν ἐστι τὸ Διοσπολιτικὸν καλούμενον φάρμακον, ὃ καὶ αὐτὸ διττῶς εἴωθα συντιθέναι, τοῖς μὲν ἐπεχομένοις τὴν γαστέρα, νίτρου τοῦ Βερενικαρίου καλουμένου μιγνὺς ἴσον τῷ τε κυμίνῳ καὶ τῷ πηγάνῳ καὶ τῷ πεπέρει, τοῖς δ’ εὔλυτον ἔχουσιν ἥμισυ. συμπεφώνηται γὰρ, ὑπὸ τούτου τοῦ φαρμάκου λεπτύνεσθαι μὲν τὸ φλέγμα, καὶ φυσώδη πνεύματα ἐκκενοῦσθαι. χαλεπὴ δ’ ἐστὶ καὶ δυσμεταχείριστος ἡ ἐπιπλοκὴ τῆς δυσκράτου κατὰ θερμότητα γαστρὸς τῇ ψυχρᾷ κεφαλῇ. τὸ μὲν γὰρ φλέγμα τὸ καταῤῥέον εἰς τὴν γαστέρα χρῄζει τοῦ διὰ τῶν τριῶν πεπέρεών τε καὶ καλαμίνθης, ὥσπερ γε καὶ τοῦ προειρημένου
431
Διοσπολιτικοῦ, τὸ δὲ στόμα τῆς γαστρὸς ὑπὸ τῶν ἐκπυρούντων βλάπτεται. τέμνειν οὖν τῶν οὕτω διακειμένων καὶ ἀποῤῥύπτειν τὸ φλέγμα πειρᾶσθαι χρὴ διὰ τῶν μὴ θερμαινόντων, ὁποῖόν ἐστι καὶ ὀξύμελι. χαλεπὴ δὲ καὶ δυσδιάθετός ἐστιν ἐπιπλοκὴ καὶ ἡ τῶν τοιούτων κατασκευῶν τοῦ σώματος, ἐν αἷς ἄτονον μέν ἐστι καὶ ναυτιῶδες τὸ στόμα τῆς κοιλίας, ὃ δὴ καὶ στόμαχον ὀνομάζουσιν, ἴσχεται δὲ ἡ γαστήρ. ὅσα γὰρ αὐτὴν προτρέπει, πάντα εὐθέως ἀνατρέπει τὸν στόμαχον, ὡς ἐπιπολάζειν τε αὐτοῦ τὰ σιτία καὶ ναυτίαν ἐργάζεσθαι πολλάκις· οἷς ἐξ ἀνάγκης ἕπεται τὸ μὴ πέττεσθαι καλῶς τὴν τροφήν. ἐὰν δὲ πάλιν εὐστόμαχα διδῷς αὐτοῖς ἐδέσματα, καὶ τρίτης καὶ τετάρτης ἡμέρας ἡ γαστὴρ ἐπέχεται. τοῖς τοιούτοις οὖν ἓν εἶδος εὗρον διαίτης ἁρμόττειν, ἐν ἀρχῇ προσφερομένοις λάχανά τε δι’ ἐλαίου καὶ γάρου, καὶ τἄλλα, ὅσα μαλάττειν εἴωθε τὴν γαστέρα, μετὰ δὲ τὴν αὐτάρκη τροφὴν ἐπιλαμβάνουσί τι τῶν τονούντων τὸν στόμαχον. ἔστι δὲ δὴ μῆλόν τε καὶ
432
ἄπιον καὶ ῥοιά· ἔνια γάρ ἐστι τοιαῦτα γένη, χωρὶς ὀξύτητος στύφοντα. αὐτὸς δὲ ὁ ἄνθρωπος, ἁπάντων αὐτῷ ἐν μέρει πειραθέντων, ὅπερ ἂν ἀβλαβέστατόν τε καὶ ἥδιστον εὑρίσκῃ, τούτῳ χρήσθω. μὴ πάνυ δὲ τούτων ἑκάστου λαμβάνειν, ἀλλ’ ὅσον, ὡς ἔφην, ἰάσασθαι τὴν ἀτονίαν τοῦ στομάχου· τῆς γὰρ τοιαύτης αὐτῶν χρήσεως ἐπειράθην, εὔλυτον ἐργαζομένης τὴν κοιλίαν. καὶ μᾶλλόν γε τοὐπίπαν οἱ οὕτω διακείμενοι διαχωροῦσιν, ἐπιφαγόντες τι τῶν στυφόντων, ἢ εἰ μηδ’ ὅλως ἐχρήσαντο. τονωθὲν γὰρ αὐτῶν τὸ στόμα τῆς κοιλίας ὠθεῖ κάτω τά τ’ ἐπιπολάζοντα καὶ σὺν αὐτοῖς τὰ καθ’ ὅλην τὴν ἄνω γαστέρα, καὶ τήν γε φορὰν τῶν σιτίων ὑποδεχόμενα τὰ ἔντερα διαφυλάττει, προωθοῦντα καὶ αὐτὰ τὸ περιγινόμενον ἐκ τῶν ὑπερκειμένων εἰς αὐτά. φαίνεται γὰρ ἡ προωστική τε καὶ ἀποκριτικὴ δύναμις, κᾂν ἐκ τῶν κατὰ τὴν ἕδραν χωρίων ὁρμήσῃ τι πρὸς τὴν ἄνω φορὰν, ἄχρι πλείστου διαφυλάττουσα, καίτοι παρὰ φύσιν οὔσης ἐν ζώῳ τῆς τοιαύτης ὁδοῦ. ὅτι δὲ
433
ἀληθές ἐστιν ὃ λέγω, πάρεστι μαθεῖν ἑκάστῳ, τῶν πολλάκις ἡμῖν συμβαινόντων ἀναμνησθέντι. δακνώδης γ’ οὖν ἐνίοτε χυμὸς, εἰς τὰ κατὰ τὴν ἕδραν χωρία παραγενόμενος, ἐρεθίζει μὲν ἡμᾶς ἐπὶ τὴν ἔκκρισιν αὐτοῦ· κατασχεῖν δὲ αὐτὸν ἀναγκασθέντες, ἐπειδὰν ἐν πολιτικαῖς ὦμεν πράξεσιν, ἀπαλλαγέντες αὐτῶν, οὐκέτ’ ἀποκρίνομεν, αἰσθανόμεθά τε πολλάκις ἐκ τούτου τῆς κεφαλῆς ὀδυνηρᾶς γινομένης, ἀνατροπῆς γινομένης. εὐλόγως οὖν, εἰ καὶ τοῖς ὑπακτικοῖς σιτίοις ἐπιπολευομένου στομάχου, τὰ στύφοντα ληφθέντα, τόνον ἐποιήσαντο τοῖς ἄνω μέρεσι τῆς γαστρὸς, ἀρχὴν τῆς κάτω φορᾶς ἐργάζεται τοῖς ἐν αὐτῷ περιεχομένοις, ἣν διαδεχόμενα τὰ ἔντερα μέχρι τοῦ κάτω πέρατος εἴωθε φυλάττειν.

Αὐτάρκως οὖν εἰρημένων τούτων, ὥρα μεταβαίνειν ἐπ’ ἄλλην κατασκευὴν ἀνώμαλον, οὐδεμιᾶς τῶν πρόσθεν ἀπολειπομένην τῇ κακίᾳ, καθ’ ἣν οἱ μὲν νεφροὶ λίθους, ἢ πώρους, ἢ ὅπως οὖν ὀνομάζειν ἐθέλεις, γεννῶσιν, ἡ δὲ τοῦ σώματος ἅπαντος φύσις ἰσχνὴ τετύχηκεν οὖσα. χρῄζουσι μὲν γὰρ οὗτοι φαρμάκων καὶ διαιτημάτων λεπτυνόντων,

434
ἐναντιώτατα δ’ ἐστὶ ταῦτα τοῖς ἰσχνοῖς σώμασιν. ὥστε τις τῶν χρωμένων αὐτοῖς διὰ τοὺς νεφροὺς, δυσκινήτων τε καὶ δυσαισθήτων καὶ ὥσπερ ψοφούντων τι καπνηστὸν, ὡς αὐτὸς ὠνόμαζεν, αἰσθανόμενος τῶν δακτύλων, ἐκοινώσατο μὲν τὰ πρῶτα τοῖς κατὰ τὴν Καμπανίαν ἰατροῖς, ἔνθα διέτριβεν, οἱ δὲ, ὡς κατισχομένου αὐτοῦ ἐπὶ διαθέσει παράλυσιν ἀπειλούσῃ, τοῖς δι’ εὐφορβίου καὶ λιμνήσεως, ἣν ἀδάρκην τε καὶ ἄδαρκον ὀνομάζουσιν, ἐχρῶντο φαρμάκοις. ὡς δὲ πολὺ χείρων ἡ διάθεσις ἐγένετο, καὶ προανέβαινεν ἀεὶ τὰ συμπτώματα τοῖς ὑπερκειμένοις μέρεσι μετὰ τοῦ σφόδρα ὀδυνᾶσθαι, κατά τινα τύχην ἐπιδημήσαντί μοι τὴν Καμπανίαν δηλώσας ὁ κάμνων τὰ συμβάντα παρεκάλει βοηθεῖν. ἐγὼ δὲ, ὅτι μὲν ἐκ τῶν φαρμάκων ὧν εἶπεν ὑποξηρανθεὶς εἰς τοιαύτην ἧκε διάθεσιν, συνῆκα, ζητῶν δὲ, τίνα ἄν τις αὐτῷ δίαιταν εὕροι, καθ’ ἣν ἄνευ τοῦ βλάπτεσθαι τοὺς νεφροὺς ἰάσεται τῆς ξηρότητος, πτισάνης τε χυλὸν ἐπενόησα, καὶ τῶν ἰχθύων τοὺς πετραίους τε καὶ πελαγίους, ὅσοι τ’ ἄλλοι μηδὲν ἔχουσι γλίσχρον. οὕτω δὲ
435
καὶ τῶν πτηνῶν ζώων ὅσα παραπλήσιον ἔχει τὴν σάρκα. πολλὰ δέ ἐστι τῶν ὀρείων ὀνομαζομένων ὀρνίθων τοιαῦτα ταῖς κράσεσιν· ὅσα γὰρ ἐν ταῖς πόλεσι κατακλείσαντες ὑγραῖς καὶ πολλαῖς τροφαῖς πιαίνουσιν οἱ τὰ τοιαῦτα καπηλεύοντες, ἐναντιώτατα τούτοις ἐστί. ἀρίστη δὲ σὰρξ εἰς τὰς τοιαύτας διαθέσεις ἐστὶν, ὡς τῶν ὀρνίθων περδίκων, ἐπ’ αὐτοῖς δὲ τῶν ἀτταγήνων, καὶ ψάρων, καὶ κοττύφων, καὶ κιχλῶν. ἐὰν δὲ ἀπορῶμεν ὀρείων ὀρνίθων, ἐκ τῶν ἐν τοῖς ἀγροῖς τρεφομένων καὶ τῶν κατὰ τοὺς πύργους περιστερῶν νομάδων λαμβάνειν προσήκει, καθάπερ γε καὶ τῶν ἐν τοῖς πύργοις νεοττευόντων στρουθίων, οὓς ὀνομάζουσι πυργίτας· ἔστωσαν δὲ ἐν ὑψηλοῖς χωρίοις οἱ τοιοῦτοι τῶν πύργων· οὕτω γὰρ καὶ ταῖς ἀλεκτορίσι καὶ τοῖς ἀλεκτρυόσι τοῖς κατὰ τὰς ἐπαύλεις τρεφομένοις ἔνεστι χρῆσθαι. γάλακτος δὲ τοῦ μὲν τῶν ἄλλων ζώων εἴργειν τοὺς οὕτω διακειμένους, μόνῳ δ’ ἐπιτρέπειν χρῆσθαι τῷ τῶν ὄνων, ἐπειδὴ λεπτομερέστερόν ἐστι τοῦτο τῶν ἄλλων. καὶ συνελόντι φάναι, μεταξὺ τῆς τε λεπτυνούσης διαίτης καὶ τῆς παχυνούσης εἶναι χρή. τὴν δὲ τούτοις ἁρμόττουσαν
436
τὴν κατὰ μέρος ὕλην ἐν τοῖς περὶ τῶν τροφῆς δυνάμεων ὑπομνήμασιν ἔγραψα, καὶ προσέτι ἐν τῷ περὶ τῆς εὐχυμίας τε καὶ κακοχυμίας. διὸ καὶ μηκύνειν ἐν τῷ παρόντι περιττὸν, ἀρκεῖ γὰρ τοῦτο μόνον εἰπεῖν, ὡς καὶ τῆς τοῦ ὅλου σώματος ἀναθρέψεως ἐπὶ τῶν τοιούτων προνοεῖσθαι χρὴ δι’ ἧς ἔμπροσθεν εἶπον ἀγωγῆς, ἡνίκα ἐμνημόνευσα τοῦ πάντα μᾶλλον ὑπομένοντος παθεῖν, ἢ πιττώσασθαι. παχέος δὲ ὄντος τοῦ λιθιῶντος ἀνθρώπου, θαῤῥῶν ἂν προσφέροιτο τῇ λεπτυνούσῃ διαίτῃ. τὰ δ’ αὐτὰ νόμιζε καὶ περὶ τῶν ἀρθριτικῶν προϊέναι. πίνοντες γὰρ κᾀκεῖνοι τὰς ἀρθριτικάς τε καὶ ποδαγρικὰς ἀντιδόσεις, οἱ μὲν εὔσαρκοι καὶ παχεῖς καὶ πιμελώδεις οὐδὲν βλάπτονται, λεπτοὶ δὲ ὑπάρχοντες, ὅλον τε τὸ σῶμα ξηραίνοντες, καὶ πόδας αὐτοὺς ἐνίοτε καὶ τὰς χεῖρας, εἰ πρότερον ἐπεπόνθεισαν, εἰς χαλεπωτάτην ἄγουσι διάθεσιν. εἰδέναι μέντοι χρὴ, τὰς ποδαγρικὰς ταύτας ἀντιδότους πολλῷ τῶν νεφριτικῶν διαλλάττειν, οὐ μόνον τῷ λεπτύνειν τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς,
437
ἀλλὰ καὶ τῷ θερμαίνειν τε καὶ ξηραίνειν· ἐπὶ γάρ τοι τῶν νεφριτικῶν οὐδὲ τὴν ἀρχὴν ὅσα θερμήνειε σφοδρῶς διδόναι χρή. λέλεκται δὲ τελέως δηλονότι περὶ τῶν τοιούτων ἁπάντων ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ, κᾀν ταῖς περὶ τῶν φαρμάκων, διτταῖς οὔσαις καὶ ταύταις, προτέρας μὲν τῇ τάξει τῆς τῶν ἁπλῶν, δευτέρας δὲ τῆς τῶν συνθέτων, οὔτε μηδ’ ὅλως, οὔτ’ ἐπὶ πλέον μεμνῆσθαι προσήκει, διὰ τὸ καὶ τὰ τοιαῦτα σώματα μεταξὺ τῶν τε ἀκριβῶς ὑγιαινόντων καὶ τῶν ἤδη νοσούντων εἶναι· τὸ γάρ τοι προφυλακτικὸν ὀνομαζόμενον μέρος τῆς ἰατρικῆς τῶν οὕτω διακειμένων προνοεῖται σωμάτων. οὐδένα γοῦν τῶν ἄμεμπτον ἐχόντων τὴν τοῦ σώματος ἕξιν οὔτ’ ἀξιοῦμεν φάρμακα πίνειν, οὔτε λεπτυνούσῃ διαίτῃ χρῆσθαι· τοὺς δὲ διὰ φυσικὴν ἀσθένειαν ἤτοι τοῦ σώματος ἅπαντος ἢ μορίων τινῶν ἑτοίμως βλαπτομένους εἰς τὴν προφυλακτικὴν ὀνομαζομένην ἀγωγὴν ἀξιοῦμεν ἕλκεσθαι, τῆς ὑπόπτου διαίτης ἀφισταμένους, ὑφ’ ἧς οὐδὲν ὁρῶμεν βλαπτομένους, ὅσοι
438
καλῶς κατεσκευασμένοι τὰ σώματα φύσει διαπονεῖν οὐκ ὀκνοῦσι τὰ μέτρια.

Τοῖς μέντοι ῥᾳδίως πάσχουσιν, ὡς καὶ τοῖς μεγάλοις νοσήμασιν ἐμπίπτειν συνεχῶς, οἷον τοῖς ἐπιληπτικοῖς τε καὶ σκοτωματικοῖς καὶ κεφαλαλγικοῖς, ἔτι τε τοῖς ἄλλοις, ἐφ’ ὧν ἡ κεφαλὴ τοῖς ὑποκειμένοις μορίοις αἰτία γίγνεται τῶν συμπτωμάτων, ἐν οἷς εἰσιν ὀδόντες, οὖλά τε καὶ κίων, καὶ συλλήβδην εἰπεῖν ἅπαντα τὰ κατὰ τὸ στόμα καὶ τὸν φάρυγγα μόρια, καὶ πρὸς αὐτοῖς ὦτα, καὶ ὀφθαλμοὶ, καὶ στόμαχος, καὶ κοιλία, καὶ τὰ πνευματικὰ μόρια, λάρυγξ, καὶ τραχεῖα ἀρτηρία, καὶ πνεύμων, καὶ θώραξ, ὁ σκοπὸς τῶν διαιτημάτων κοινὸς, αὐτὴν μὲν καὶ πρώτην καὶ μάλιστα τὴν κεφαλὴν ἐργάζεσθαι δυσπαθῆ, μετὰ ταῦτα δὲ καὶ τῶν βλαπτομένων μορίων προνοεῖσθαι, γινώσκοντας, ὡς καὶ τοῦτ’ αὐτὸ πάλιν ἑτέρου δεῖται διορισμοῦ, λέγω δὲ τοῦ μὴ πάντα ῥωννύναι τὰ βλαπτόμενα μόρια. ἄριστος δὲ διορισμὸς ὁ εἰς τὴν χρείαν αὐτῶν ἀναγόμενος. ὀφθαλμῶν μὲν γὰρ καὶ ὤτων ἡ χρεία μεγάλη, καὶ διὰ

439
τοῦτο προσήκει τῶν ἐκ τῆς κεφαλῆς περιττωμάτων εἰς αὐτὰ φερομένων τὴν ὑφ’ Ἱπποκράτους ὀνομαζομένην παροχέτευσιν ἐργάζεσθαι, μάλιστα μὲν ἐπὶ ῥῖνα περισπῶντα τὸ φερόμενον ἐπ’ αὐτὰ ταύτης δ’ οὐχ ὑπακουούσης, εἰς τὸ στόμα διὰ τῶν ἀποφλεγματιζόντων φαρμάκων, ὥσπερ γε καὶ ἐπὶ τὴν ῥῖνα διὰ τῶν πταρμοὺς κινούντων, ὅσα τε πρὸς τὰς ἐμφράξεις αὐτῶν ἁρμόττει. ὀφθαλμοὺς δὲ τονώσεις τῷ διὰ τοῦ Φρυγίου λίθου χρώμενος ξηρῷ κολλυρίῳ, τοῖς βλεφάροις ἐπάγων τὴν μήλην χωρὶς τοῦ προσάπτεσθαι τοῦ κατὰ τὸν ὀφθαλμὸν ἔνδον ὑμένος. οὕτως γοῦν πράττουσιν ὁσημέραι καὶ αἱ στιμμιζόμεναι γυναῖκες. εἰς δὲ τὴν τῶν ὤτων ῥώμην ἀπόχρη μὲν καὶ τὸ γλαύκιον μόνον, ἀποτριβόμενον ἐπ’ ἀκόνης σὺν ὄξει, κᾄπειτα διὰ μήλης ἐκχεόμενον ἀτρέμα χλιαρὸν, ἢ διὰ τούτου δὴ τοῦ συνήθους ὀργάνου, καλουμένου δὲ ὑπὸ πάντων ὠτεγχύτου· κᾀπειδὰν ἤδη σοι δοκῇ τονοῦσθαι καλῶς, ὡς μηδὲν ἐπιῤῥεῖν αὐτοῖς, συνεχῶς ἐνστάζειν τι ναρδίνου μύρου τοῦ ἀρίστου, πρότερον μὲν ἐν Λαοδικείᾳ μόνῃ τῆς Ἀσίας σκευαζομένου καλλίστου, νυνὶ δὲ
440
καὶ κατ’ ἄλλας πόλεις. ἔτι δὲ μᾶλλον τὸ διὰ γλαυκίου καλούμενον κολλύριον ὀνήσει τε καὶ ῥώσει τὰ ὦτα, καὶ τὸ διὰ ῥόδων, καὶ τὸ κροκῶδες, καὶ τὸ νάρδινον, καὶ τὸ δι’ οἴνου, καὶ τῶν μύρων τὰ ἐν ῾Ρώμῃ σκευαζόμενα ταῖς πλουσίαις γυναιξὶν, ἃ φουλίατά τε καὶ σπικάτα προσαγορεύουσιν. εἰ δὲ πολὺ συνεχῶς ἐπὶ τὰ ὦτα φέροιτο τὸ ἀπὸ τῆς κεφαλῆς ῥεῦμα, καὶ πύον καὶ ἕλκωσις ἤδη γεγονυῖα τύχοι, τὴν μὲν ἕλκωσιν διά τε τοῦ Ἀνδρωνίου φαρμάκου καὶ τῶν ὁμοίων ἐκθεραπευτέον, ἐν δὲ τῷ ταῦτα πράττειν ἀντισπαστέον ἐπὶ ῥῖνά τε καὶ στόμα, καὶ μετὰ ταῦτα τοῖς εἰρημένοις χρηστέον.