De sanitate tuenda

Galen

Galen, De sanitate tuenda, Claudii Galeni Opera Omnia, Kühn, Volume 6, 1823

Ἐπεὶ τοίνυν ἤδη διώρισται πάνθ’ ἡμῖν, ὧν ἔμπειρον εἶναι χρὴ τὸν ὑγιεινὸν, ἐπὶ τὰ τῶν γυμνασίων εἴδη καιρὸς ἰέναι, καὶ πρῶτον μὲν διελέσθαι, τί τὸ κοινὸν ἅπασιν ὑπάρχει, καὶ τί καθ’ ἕκαστον ἴδιον, ἐφεξῆς δὲ τοὺς καιροὺς τῆς τρίψεως ἀφορίσασθαι. τὸ μὲν δὴ κοινὸν ἁπάντων γυμνασίων ἐστὶ θερμότητος αὔξησιν ἐξ αὐτῶν τοῖς ζώοις ἐργάζεσθαι. θερμαίνεται γὰρ ἡμῶν τὰ σώματα κατὰ τε τὰ βαλανεῖα, καὶ κατὰ θερμῶν ὑδάτων λουτρὰ, καὶ τὰς θερμὰς ὥρας τοῦ ἔτους, ἡλιοθερούντων τε καὶ παρὰ πυρὶ θαλπομένων, καὶ θερμοῖς φαρμάκοις ἀνατριβομένων. ἀλλ’

138
ἔξωθεν αἱ τοιαῦται πᾶσαι θερμότητος, οὐκ ἔνδοθεν, οὐδ’ ἐκ τῆς οἰκείας ἀρχῆς ἀνάπτονται καὶ αὐξάνονται. κατὰ δὲ τὰ γυμνάσια τῆς ἐμφύτου θερμότητος τοῖς ζώοις αὔξησίς ἐστιν, ἐξ αὐτῶν τῶν ἰδίων σωμάτων γιγνομένη. καὶ τοῦτο κοινὸν μὲν ἁπάντων τῶν γυμνασίων, οὐ μὴν ἴδιόν γέ ἐστιν, εἴ γε δὴ καὶ τοῖς θυμωθεῖσι, καὶ τοῖς ἀγωνιῶσι, καὶ τοῖς αἰδεσθεῖσιν αὔξησις τῆς ἐμφύτου γίγνεται θερμότητος. ὁ μέν γε θυμὸς οὐδ’ ἁπλῶς αὔξησις, ἀλλ’ οἷον ζέσις κατὰ τὴν καρδίαν θερμοῦ· διὸ καὶ τὴν οὐσίαν αὐτοῦ τῶν φιλοσόφων οἱ δοκιμώτατοι τοιαύτην εἶναί φασι. συμβεβηκὸς γάρ τι καὶ οὐκ οὐσία τοῦ θυμοῦ ἐστιν ἡ τῆς ἀντιτιμωρήσεως ὄρεξις. αὐξάνεται δὲ καὶ τοῖς αἰδεσθεῖσιν ἡ ἔμφυτος θερμότης, εἴσω μὲν τὰ πρῶτα δραμόντος ἅπαντος τοῦ θερμοῦ, μετὰ ταῦτα δὲ ἀθροισθέντος ἐν τῷ βάθει, κᾄπειτα αὐξηθέντος, καὶ δι’ ἄθροισιν μὲν τὴν ἐνταῦθα, καὶ διὰ τὴν κίνησιν δὲ τὴν συνεχῆ. οὐ γὰρ ἡσυχάζει τὸ πνεῦμα τῶν αἰδουμένων, ἀλλ’ ἔνδοθέν τε καὶ περὶ αὑτὸ μετὰ τοῦ σύμπαντος αἵματος κυκᾶται πολυειδῶς,
139
ὥσπερ καὶ τὸ τῶν ἀγωνιώντων. εἰρήσεται δ’ ἐπὶ πλέον ὑπὲρ τῶν τοιούτων ἁπάντων παθῶν τῆς ψυχῆς ἐπὶ προήκοντι τῷ λόγῳ. νυνὶ μὲν γὰρ διὰ τὸ κοινὸν ἕπεσθαι σύμπτωμα τούτοις τε τοῖς πάθεσι καὶ τοῖς γυμνασίοις ἠναγκάσθην αὐτῶν μνημονεῦσαι, δεικνὺς, ὡς ἁπάντων κοινὸν γυμνασίων ἐστὶν ἡ τῆς ἐμφύτου θερμότητος αὔξησις ἔνδοθέν τε καὶ ἐξ αὐτῆς, οὐ μὴν ὅτι γε μόνοις ὑπάρχει τοῦτο γυμνασίοις, ἀλλὰ καὶ τοῖς εἰρημένοις ἄρτι πάθεσιν. ἤδη δ’ ἐπὶ τὰ καθ’ ἕκαστα τῶν γυμνασίων ἴδια τὸν λόγον ἄγειν καιρὸς, ἐπισημῃνάμενόν γε πρότερον, ὡς καὶ κατὰ ταῦτα πλείους εἰσὶν αἱ διαφοραί. τὰ μὲν γὰρ ἄλλοτε ἄλλο τι μέρος, ἕτερον ἑτέρου μᾶλλον γυμνάζει, καὶ τὰ μὲν ἐλιννυόντων γίγνεται, τὰ δὲ ὀξύτατα κινουμένων, καὶ τὰ μὲν εὐτόνως, τὰ δὲ ἀτόνως, καὶ πρὸς τούτοις γ’ ἔτι τὰ μὲν σφοδρῶς, τὰ δὲ ἀμυδρῶς. εὔτονον μὲν γυμνάσιον ὀνομάζω τὸ βιαίως ἄνευ τάχους διαπονοῦν, σφοδρὸν δὲ τὸ βιαίως τε καὶ σὺν τάχει· βιαίως δὲ ἢ ῥωμαλέως
140
λέγειν οὐ διοίσει. τὸ μὲν οὖν σκάπτειν εὔτονόν τε καὶ ῥωμαλέον ἐστὶν, οὕτω δὲ καὶ τὸ τέτταρας ἵππους ἅμα κατέχειν ἡνίαις εὔτονον μὲν ἱκανῶς γυμνάσιον, οὐ μὴν ὠκύ γε. κατὰ δὲ τὸν αὐτὸν τρόπον, εἴ τις ἀράμενος ὁτιοῦν μέγιστον φορτίον ἢ μένοι κατὰ χώραν, ἢ προβαίνοι σμικρὰ, καὶ οἱ ἀνάντεις περίπατοι, τούτου τοῦ γένους εἰσίν. ἀναφέρεται γοῦν καὶ ἀναβαστάζεται κατ’ αὐτοὺς ὑπὸ τῶν πρώτων κινουμένων ὀργάνων ἅπαντα τὰ λοιπὰ μόρια τοῦ σώματος, ὥσπερ τι φορτίον. οὕτω δὲ καὶ ὅς τις ἀναῤῥιχᾶται διὰ σχοινίου, καθάπερ ἐν παλαίστρᾳ γυμνάζουσι τοὺς παῖδας, εἰς εὐτονίαν παρασκευάζοντες. ὡσαύτως δὲ καὶ ὅς τις ἢ σχοινίου λαβόμενος ἤ τινος ὑψηλοῦ ξύλου μέχρι πλείστου κατέχει κρεμάμενος ἐξ αὐτοῦ, ῥωμαλέον μέν τι καὶ ἰσχυρὸν γυμνάζεται γυμνάσιον, οὐ μὴν ὠκύ γε, καὶ ὅς τις προτείνας ἢ ἀνατείνας τὼ χεῖρε πὺξ ἔχων ἀτρεμίζει μέχρι πλείστου. εἰ δὲ καὶ παραστήσας τινὰ κελεύει καθέλκειν κάτω τὼ χεῖρε, μὴ ἐνδιδοὺς αὐτὸς, ἔτι δὴ μᾶλλον οὗτος εἰς εὐρωστίαν παρασκευάζει τούς τε μῦς καὶ τὰ νεῦρα·
141
τούτων γὰρ ἴδια τὰ τοιαῦτα μάλιστα ἅπαντα γυμνάσια· πολὺ δὲ δὴ μᾶλλον, εἴ τι βάρος ταῖς χερσὶν ἄκραις περιλαβὼν ἑκατέραις καταμόνας, οἷοί περ οἱ κατὰ παλαίστραν εἰσὶν ἁλτῆρες, ἀτρέμας ἔχει προτείνας ἢ ἀνατείνας αὐτάς. εἰ δὲ δὴ καὶ κελεύσειάς τινι καθέλκειν τε καὶ κάμπτειν βιαίως, αὑτὸν ἀκίνητόν τε καὶ ἄκαμπτον, οὐ ταῖς χερσὶ μόνον, ἀλλὰ καὶ τοῖς σκέλεσι καὶ τῇ ῥάχει διαφυλάττων, οὐ σμικρὸν γυμνάσεται γυμνάσιον εἰς εὐτονίαν ὀργάνων. οὕτω τοι λόγος ἔχει κᾀκεῖνον τὸν Μίλωνα γυμνάζειν ἑαυτὸν, ἐνίοτε μὲν ἀποσαλεῦσαί τε καὶ μετακινῆσαι τῆς ἕδρας ἐπιτρέποντα τῷ βουλομένῳ, (ἀλλὰ τοῦτο μὲν σκελῶν ἂν εἴη μάλιστα γυμνάσιον,) ἐνίοτε δὲ, εἰ τὰς χεῖρας γυμνάζειν βούλοιτο, τὴν πυγμὴν διαλύειν κελεύοντα· αὖθις δ’ ἂν, ὥς φασιν, ἐν ταῖς χερσὶν ἔχων ἢ ῥοιὰν, ἤ τι τοιοῦτον ἕτερον, ἀφαιρεῖσθαι τῷ βουλομένῳ παρεῖχε. ταυτὶ μὲν οὖν τὰ γυμνάσια μεγίστης ἰσχύος ἐπίδειξίν τε ἅμα καὶ ἄσκησιν ἔχει. τόνον δὲ μορίων γυμνάζει τε καὶ ῥώννυσι, κᾀπειδὰν, ἤτοι διαλαβὼν ἕτερόν τινα μέσον, ἢ διαληφθεὶς
142
αὐτὸς, ἐπηλλαγμένων πρὸς ἀλλήλας τῶν χειρῶν τε καὶ τῶν δακτύλων, ἤτοι τῷ κρατουμένῳ προστάξειε διαλύειν, ἢ αὐτὸς λύοι τοῦ κρατοῦντος· οὕτω δὲ κᾀπειδὰν, ἑτέρου προσνεύσαντος, ἐκ πλαγίων αὐτῷ προσελθὼν, ἐν κύκλῳ τοῖς λαγόσι περιβαλὼν τὰς χεῖρας, ὥσπερ τι φορτίον ἀράμενος ἀναφέροι τε ἅμα καὶ προφέροι τὸν ἀρθέντα, καὶ μᾶλλον εἰ ἐπινεύοι τε καὶ ἀνανεύοι βαστάζων· ᾧδε γὰρ ἂν ἀκριβῶς τις ἅπασαν τὴν ῥάχιν εἰς ῥώμην παρασκευάσειεν. οὕτω δὲ καὶ ὅσοι τὰ στέρνα πρὸς ἀλλήλοις ἀπερεισάμενοι βιαίως ὠθοῦσιν εἰς τοὐπίσω, καὶ ὅσοι τῶν αὐχένων ἐκκρεμάμενοι κατασπῶσιν, εἰς εὐτονίαν παρασκευάζουσιν. ἀλλὰ τὰ μὲν τοιαῦτα καὶ χωρὶς παλαίστρας ἢ βαθείας κόνεως δύναται γίγνεσθαι καθ’ ὁτιοῦν χωρίον ἐπίκροτον, ὀρθῶν καὶ ἑστώτων· ὅσα δὲ παλαίοντες εἰς ἀλλήλους δρῶσιν ἀσκοῦντες τὸν τόνον, ἤτοι κόνεως βαθείας, ἢ παλαίστρας δεῖται. ἔστι δὲ τὰ τοιαῦτα τοιάδε· περιπλέξαντες τοῖς ἑαυτῶν δυοῖν σκέλεσι τὸ ἕτερον σκέλος τοῦ προσπαλαίοντος, ἔπειθ’ ἅψαντες πρὸς ἀλλήλας τὼ χεῖρε,
143
τὴν μὲν ἐπὶ τὸν αὐχένα βιαίως ἐρείδειν, ἥ τις ἂν ᾖ κατ’ εὐθὺ τοῦ κατειλημμένου σκέλους, τὴν δ’ ἑτέραν ἐπὶ τὸν βραχίονα. δύναιτο δ’ ἂν καὶ περὶ τὴν κεφαλὴν ἄκραν τὸ ἅμμα περιθεὶς ἀνακλᾷν εἰς τοὐπίσω βιαζόμενος. τὰ τοιαῦτα γὰρ παλαίσματα πρὸς εὐτονίαν ἑκάτερον τῶν παλαιόντων ἀσκεῖ, καθάπερ γε καὶ ὅσα ζώσαντος τοῖς σκέλεσι θατέρου τὸ ἕτερον ἢ κατ’ ἀμφοῖν ἄμφω καθέντος γίνεται, καὶ γὰρ καὶ ταῦτ’ ἀμφότερα εἰς ῥώμην παρασκευάζει. μυρία δὲ τοιαῦτα ἕτερα κατὰ παλαίστραν ἐστὶν εὔτονα γυμνάσια, περὶ ὧν ἁπάντων τὴν ἐμπειρίαν τε ἅμα καὶ τριβὴν ὁ παιδοτρίβης ἔχει, ἕτερος δέ τις ὢν ὅδε τοῦ γυμναστοῦ, καθάπερ ὁ μάγειρος τοῦ ἰατροῦ. καί πως ἔοικεν αὖ καὶ τοῦθ’ ἡμῖν ἥκειν εἰς σκέμμα· περὶ οὗ λέλεκται μὲν ἤδη καὶ κατ’ ἐκεῖνο τὸ βιβλίον, ὃ Θρασύβουλον ἐπιγράφομεν, εἰρήσεται δὲ καὶ νῦν ὅσον αὔταρκες εἰς τὸν παρόντα, πρότερόν γε διελθόντων ἡμῶν τὰς διαφορὰς τῶν γυμνασίων. ὅσα μὲν οὖν εὔτονα, καὶ δὴ λέλεκται.

144

Μεταβαίνειν δὲ καιρὸς ἐπὶ τὰ ταχέα χωρὶς εὐτονίας καὶ βίας. δρόμοι δ’ εἰσὶ ταῦτα, καὶ σκιομαχίαι, καὶ ἀκροχειρισμοὶ, καὶ τὸ διὰ τοῦ κωρύκου τε καὶ τῆς σμικρᾶς σφαίρας γυμνάσιον, ὅταν ἐκ διεστώτων τε καὶ διαθεόντων γίγνηται. τοιοῦτον δέ τι καὶ τὸ ἐκπλεθρίζειν, καὶ τὸ πιτυλίζειν. τὸ δὲ ἐκπλεθρίζειν ἐστὶν, ἐπειδάν τις ἐν πλέθρῳ πρόσω τε ἅμα καὶ ὀπίσω διαθέων ἐν μέρει πολλάκις ἐφ’ ἑκάτερα χωρὶς καμπῆς ἀφαιρῇ τοῦ μήκους ἑκάστοτε βραχὺ, καὶ τελευτῶν εἰς ἓν καταστῇ βῆμα· τὸ δὲ πιτυλίζειν, ἐπειδὰν ἐπ’ ἄκρων τῶν ποδῶν βεβηκὼς, ἀνατείνας τὼ χεῖρε, κινῇ τάχιστα, τὴν μὲν ὀπίσω φέρων, τὴν δὲ πρόσω. μάλιστα δὲ τοίχῳ προσιστάμενοι γυμνάζονται τοῦτο τὸ γυμνάσιον, ἵν’, εἰ καί ποτε σφάλλοιντο, προσαψάμενοι τοῦ τοίχου ῥᾳδίως ὀρθῶνται· καὶ οὕτω δὲ γυμναζομένων λανθάνει τε τὰ σφάλματα καὶ ἀσθενέστερον γίνεται τὸ γυμνάσιον. ὠκεῖαι δὲ κινήσεις εἰσὶν, οὐ μὴν βίαιοί γε, καὶ ὅσαι κατὰ παλαίστραν ἐπιτελοῦνται κυλινδουμένων ὀξέως

145
καθ’ ἑτέρων τε καὶ καταμόνας. ἐγχωρεῖ δὲ καὶ ὀρθοὺς ἐνειλουμένους τε ἅμα καὶ μεταβάλλοντας ἐν τάχει τὸν πέλας ὀξὺ γυμνάσασθαι γυμνάσιον. ἐγχωρεῖ δὲ καὶ διὰ τῶν σκελῶν μόνων ὀρθὸν ἐφ’ ἑνὸς χωρίου γυμνάσασθαι γυμνάσιον ὀξὺ, πολλάκις μὲν εἰς τοὐπίσω μόνον ἀφαλλόμενον, ἔστιν ὅτε δὲ καὶ εἰς τοὔμπροσθεν ἀναφέροντα τῶν σκελῶν ἑκάτερον ἐν μέρει. καὶ μὲν δὴ καὶ διὰ τῶν χειρῶν ἔνεστιν ὀξὺ γυμνάσιον ὁμοιόῤῥοπον γυμνάσασθαι χωρὶς τοῦ κατέχειν ἁλτῆρας, ἐπισπεύδοντα τὰς κινήσεις αὐτῶν εἰς πυκνότητά τε ἅμα καὶ τάχος, εἴτε πὺξ ἐθέλοι τις, εἴτε χωρὶς πυγμῆς ἀναχθήσειεν ἁπλῶς. τοιοῦτον μὲν δὴ καὶ τὸ ταχὺ γυμνάσιόν ἐστιν, ἐν οἷς εἴπομεν εἴδεσιν ἀφωρισμένον. ἐπὶ δὲ τὸ σφοδρὸν ἰέναι καιρός. ἔστι δ’, ὡς εἴρηται, τοῦτο σύνθετον ἐξ εὐτόνου τε καὶ ταχέος. ὅσα γὰρ εὔτονα τῶν γυμνασίων εἴρηται, τούτοις ἅπασιν ὡς σφοδροῖς ἄν τις χρῷτο, κινήσεις ταχείας προστιθείς. οὐχ ἥκιστα δὲ καὶ τὰ τοιαῦτα γυμνάσια σφοδρὰ, σκάψαι, καὶ δισκεῦσαι, καὶ κινῆσαι, καὶ πηδῆσαι συνεχῶς, ἄνευ τοῦ διαναπαύσασθαι.
146
οὕτω δὲ καὶ τὸ ἀκοντίζειν ὁτιοῦν τῶν βαρέων βελῶν συνείροντα τὴν ἐνέργειαν, ἢ βαρέσιν ὅπλοις ἐσκεπασμένον ἐνεργεῖν ὀξέως. ἀμέλει καὶ οἱ γυμναζόμενοι διά τινος τῶν τοιούτων ἀναπαύονται κατὰ βραχύ. καί σοι ἡ κατὰ τὸ συνεχές τε καὶ διαλεῖπον γυμνάσιον ἤδη πως γινωσκέσθω διαφορά. τὰ γὰρ εἰρημένα νῦν δὴ πάντα διαλείποντες μᾶλλον εἰς χρείαν ἄγουσι, καὶ μάλισθ’ ὅσα πόνοι τινές εἰσι καὶ ἔργα, μὴ μόνον γυμνάσια, καθάπερ τὸ ἐρέσσειν τε καὶ σκάπτειν. ὅσα δ’ ἀσθενέστερα τῶν γυμνασίων ἐστὶν, ἄνευ τοῦ διαναπαύεσθαι γίνεται μᾶλλον, ὥσπερ δολιχός τε καὶ αἱ ὁδοιπορίαι.

Ταῦτ’ οὖν ἅπαντα γυμνασίων ἐστὶν εἴδη, τάς τε νῦν εἰρημένας ἔχοντα διαφορὰς, καὶ πρὸς τούτοις ἔτι τὸ τὰ μὲν ὀσφῦν μᾶλλον, ἢ χεῖρας, ἢ σκέλη διαπονεῖν, τὰ δὲ τὴν ῥάχιν ὅλην, ἢ τὸν θώρακα μόνον, ἢ τὸν πνεύμονα μόνον. βάδισις μέν γε καὶ δρόμος ἴδια σκελῶν γυμνάσια, ἀκροχειρισμοὶ δὲ καὶ σκιομαχία ἴδια χειρῶν, ὀσφύος δὲ τὸ ἐπικύπτειν τε καὶ ἀνακύπτειν συνεχῶς,

147
ἢ αἴροντά τι βάρος ἀπὸ τῆς γῆς, ἢ ἐν ταῖν χειροῖν βαστάζοντά τι διαπαντός. ἔνιοι μὲν καταθέντες ἁλτῆρας ἐν τῷ πρόσθεν διεστῶτας ἀλλήλων ὀργυιὰν, εἶτ’ ἐν μέσῳ στάντες αὐτῶν, ἀναιροῦνται προκύπτοντες, τῇ μὲν δεξιᾷ χειρὶ τὸν ἐν τοῖς ἀριστεροῖς, τῇ δὲ ἀριστερᾷ τὸν ἐν τοῖς δεξιοῖς, καὶ αὖθις ἑκάτερον εἰς τὴν οἰκείαν κατατίθενται χώραν, καὶ τοῦτο δρῶσιν ἐφεξῆς πολλάκις ἀτρεμίζοντες τῇ βάσει. τὰ δὲ πλάγια μέρη τῆς ῥάχεως ἡ κίνησις ἥδε διαπονεῖ μᾶλλον, ὥσπερ ἡ προειρημένη τὰ κατ’ εὐθύ. θώρακος δὲ καὶ πνεύμονος αἱ μέγισται τῶν ἀναπνοῶν οἰκεῖα γυμνάσια, καθάπερ καὶ αἱ μέγισται φωναὶ, πρὸς τοῖς εἰρημένοις ἁπάντων τῶν φωνητικῶν ὀργάνων. εἴρηται δ’ ὁ κατάλογος αὐτῶν ἐν τοῖς περὶ φωνῆς ὑπομνήμασι. ἐπεὶ δ’ ἐνταῦθα τοῦ λόγου γεγόναμεν, οὐ χεῖρον ὑπὲρ ἁπάντων διελθεῖν τοῦ ζώου τῶν μορίων, ὅσα τε κινήσεις τινὰς ἐναργεῖς ἔχει καὶ ὅσα βραχείας τε καὶ ἀμαυρὰς, καὶ τίνα μὲν ἐξ ἑαυτῶν κινεῖται, τίνα δὲ ὑφ’ ἑτέρων· ἡ γὰρ τοιαύτη διαίρεσις οὐ σμικρὰν εὐπορίαν παρέξει τῷ γυμναστῇ πρὸς τὸ κινεῖν
148
ἅπαντα τοῦ ζώου τὰ μόρια, ποτὲ μὲν ἐξ ἑαυτῶν τε καὶ κατὰ τὰς οἰκείας δυνάμεις, ἔστιν ὅτε δ’ ὑφ’ ἑτέρων τε καὶ δι’ ἑτέρων. αἱ γὰρ κατὰ προαίρεσιν ἐνέργειαι πᾶσαι μυῶν τε καὶ νεύρων καὶ τενόντων ἴδιαι κινήσεις εἰσίν· εἰ δὲ καὶ σφοδρότεραι γίγνοιντο, τὰ μὲν εἰρημένα μόρια πρῶτά τε καὶ μάλιστα γυμνάζουσι, κατὰ δὲ τὸ συμβεβηκὸς καὶ τὰς ἀρτηρίας. ὀστᾶ δὲ καὶ φλέβες καὶ σάρκες καὶ σύνδεσμοι καὶ τὰ ἄλλα σύμπαντα τοῦ ζώου μόρια συγκινοῦνται τοῖς προειρημένοις. αἱ δ’ ἄλλαι κινήσεις ἐν τοῖς τῶν ζώων σώμασιν, ὅσαι μὴ κατὰ κοινὴν προαίρεσιν, ἀλλ’ ἤτοι φυσικαί τινες, ἢ κατὰ τὰ τῆς ψυχῆς γίγνονται πάθη, διτταὶ μέν εἰσι κατὰ γένος· αἱ μὲν ἕτεραι καρδίας καὶ ἀρτηριῶν, αἱ δὲ ἕτεραι φλεβῶν τε καὶ ἥπατος ἐνέργειαι, πρῶτον μὲν τούτων καὶ μάλιστα, δεύτερον δὲ τῶν ἄλλων ἁπάντων μορίων, ἐπειδὴ πάντα τέτταρσι φυσικαῖς διοικεῖται δυνάμεσιν. ἡ μὲν δὴ τῶν ἀρτηριῶν τε καὶ τῆς καρδίας κίνησις οὐκ ἔστιν ὅτ’ ἐκλείπει τὸ πάμπαν, ἐπιτείνεται μέντοι καὶ ἀνίεται κατὰ μέγεθος καὶ σμικρότητα καὶ τάχος καὶ βραδυτῆτα
149
καὶ σφοδρότητα καὶ ἀμυδρότητα παρὰ πολλὰς αἰτίας, ἃς συμπάσας μὲν ἐν τῇ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν πραγματείᾳ διῆλθον, ἀρκεῖ δ’ ἐν τῷ παρόντι τὰ κεφάλαια μόνον αὐτῶν εἰπεῖν τὰ πρῶτα. μία μὲν οὖν αἰτία τῆς μεταβολῆς τῶν σφυγμῶν ἐστιν αὔξησίς τε καὶ μείωσις τῆς ἐμφύτου θερμότητος, ἑτέρα δὲ ἡ κατὰ τὴν ποσότητα τοῦ ψυχικοῦ πνεύματος ἀλλοίωσις, τρίτη δὲ ἡ κατὰ τὴν τῆς δυνάμεως εὐρωστίαν τε καὶ ἀῤῥωστίαν, τετάρτη δὲ ἡ κατὰ τὰ τῶν ὀργάνων πάθη. ἀλλὰ περὶ μὲν ταύτης οὐ νῦν διδάσκειν καιρός· ἤδη γὰρ νοσεῖν ἀνάγκη τὸ ζῶον ἐν τοῖς τοιούτοις πάθεσιν· αἱ δὲ ἄλλαι πᾶσαι τῶν σφυγμῶν ἀλλοιώσεις καὶ ἐν τοῖς ὑγιαίνουσι γίγνονται. παρὰ μὲν τὴν αὔξησίν τε καὶ μείωσιν τῆς ἐμφύτου θερμότητος ἥ τε παρὰ τὰς ὥρας καὶ τροφὰς καὶ πόματα καὶ λουτρὰ καὶ τρίψεις καὶ ὕπνους καὶ ἐγρηγόρσεις, ἔτι τε τὰ ψυχικὰ πάθη καὶ τὰς κατὰ προαίρεσιν ἐνεργείας· ἡ δὲ παρὰ τὴν τοῦ ψυχικοῦ πνεύματος ἀλλοίωσιν ἐν ταῖς τῶν καθ’ ὁρμὴν κινήσεων διαφοραῖς ἡ δὲ παρὰ τὴν τῆς δυνάμεως εὐρωστίαν τε καὶ
150
ἀῤῥωστίαν ἐν ταῖς εὐκρασίαις τε καὶ δυσκρασίαις αὐτοῦ τοῦ σώματος τῆς τε καρδίας καὶ τῶν ἀρτηριῶν. αἱ δὲ τῶν φλεβῶν ἐνέργειαι σὺν καὶ τοῖς ἄλλοις ἅπασιν ὀργάνοις, ὅσα περὶ τὴν τῆς τροφῆς οἰκονομίαν ὑπὸ τῆς φύσεως ἐγένετο, κατὰ τὰς ἐδωδάς τε καὶ πόσεις, ἀναδόσεις τε καὶ πέψεις καὶ θρέψεις ἀλλοιοῦνται· μέρος δέ τι ταύταις ἐστὶν κᾀν ταῖς ἀρτηρίαις. ὅσαι δὲ τῶν κινήσεων οὐκ εἰσὶν ἐνέργειαι, τριττὴ τούτων ἡ διαφορά· τινὲς μὲν γὰρ ἐξ ἑαυτῶν τοῖς ζώοις ἐγγίνονται, τινὲς δὲ ἔξωθεν προσέρχονται, τινὲς δὲ ὑπὸ φαρμάκων καταναγκάζονται. ἐξ ἑαυτῶν μὲν, ἃς ἔμπροσθεν εἶπον· ἔξωθεν δὲ κατὰ τοὺς πλοῦς, καὶ τὰς ἱππασίας, καὶ τὰς αἰωρήσεις, ὅσαι τ’ ἐκ τῶν ὀχημάτων γίγνονται, καὶ ὅσαι διὰ σκιμπόδων ἐκκρεμαμένων, ἢ λίκνων σειομένων, ἢ ἐν ταῖς τροφῶν ἀγκάλαις τοῖς βρέφεσιν. ἐκ δὲ τῶν ἔξωθεν κινήσεων εἴη ἂν καὶ ἡ ἀνάτριψις, εἴθ’ οὕτως τις αὐτὴν ὀνομάζειν ὁμοίως τοῖς παλαιοῖς, εἴτε καὶ χωρὶς τῆς ἀνά προθέσεως ὡσαύτως τοῖς νεωτέροις βούλοιτο· διαφέρει γὰρ οὐδὲν εἰς τὰ παρόντα.
151
ἔνιαι μέντοι κινήσεις εἰσὶ μικταὶ, καθάπερ καὶ αἱ ἱππασίαι. οὐ γὰρ, ὥσπερ ἐν τοῖς ὀχήμασι, καὶ μάλιστα ἐν οἷς κατακλίναντες ἀτρεμίζομεν, οὕτω κᾀν τοῖς τῶν ἵππων ὀχήμασι συμπίπτει σείεσθαι μόνον ὑπὸ τοῦ φέροντος, ἐνεργοῦντα μηδὲν, ἀλλὰ τὴν ῥάχιν ὄρθιον ἀπευθύνειν χρὴ, καὶ τοῖς μηροῖς ἀμφοτέροις ἀκριβῶς ἔχεσθαι τῶν πλευρῶν τοῦ ἵππου, καὶ τετάσθαι τὰ σκέλη, καὶ προορᾶσθαι τὰ πρόσθεν· ἐν τούτῳ γὰρ καὶ ἡ ὄψις γυμνάζεται, καὶ ὁ τράχηλος πονεῖ. μάλιστα δ’ ἐν τῷ τοιούτῳ γυμνασίῳ σείεται τὰ σπλάγχνα· σείεται μὴν οὐδὲν ἧττον τὰ σπλάγχνα καὶ τοῖς ἁλλομένοις, ἐν μέντοι ταῖς ἐπὶ τῶν ὀχημάτων αἰωρήσεσιν ἧττον. ὥστε, εἴ τις ἐθέλοι τὰ κάτω φρενῶν σπλάγχνα κινῆσαι βιαιότερον, ἐπί τε τοὺς εἰρημένους ἡκέτω πόνους καὶ πρὸς τούτοις ὅσα διὰ τῆς τῶν ἁμμάτων περιθέσεως τρίβουσι. χρὴ δ’ ὄπισθεν εἶναι τὸν τρίβοντα, περιφέροντα τὼ χεῖρε ποτὲ μὲν ἐπ’ ἀριστερὰ, ποτὲ δ’ ἐπὶ δεξιὰ, συνεπικλινόμενα πρὸς ταῦτα καὶ τριβόμενα. συγκινοῦσι μέν πως τὰ κάτω τῶν φρενῶν σπλάγχνα
152
καὶ αἱ μέγισται τῶν ἀναπνοῶν τε καὶ φωνῶν, ὥσπερ γε καὶ αἱ ἐκφυσήσεις αἵ τε καταμόνας γιγνόμεναι καὶ αἱ μετὰ καταλήψεως ἐν αὐλήσεσί τε καὶ φωναῖς, καὶ αὐτὴ δ’ ἡ κατάληψις τοῦ πνεύματος γυμνάσιόν ἐστιν οὐχ ἧττον τῶν κατ’ ἐπιγάστριον ἢ τῶν κατὰ θώρακα μυῶν. ἀλλὰ περὶ μὲν ταύτης αὖθις εἰρήσεται· πρὸς γὰρ ταῖς εἰρημέναις ἄρτι καὶ ἄλλην οὐ σμικρὰν χρείαν ἔχει, ἧς ἕνεκεν ἐπὶ τελευτῇ τῶν γυμνασίων αὐτὴν παραλαμβάνομεν. ἐπὶ δὲ τὸ προκείμενον ἐπανιτέον, ὡς πολλαὶ τῶν ἐγγινομένων κινήσεων τοῖς τοῦ ζώου μορίοις οὔτ’ ἐνέργειαι τῶν μορίων αὐτῶν εἰσιν, οὔτ’ ἐνεργείαις ἀκολουθοῦσιν, ἀλλ’ ὑφ’ ἑτέρων τε καὶ δι’ ἑτέρων ἀποτελοῦνται, ὡς ἐπὶ τῶν ὀχουμένων γίγνονται, καὶ πλεόντων, καὶ τριβομένων, καὶ καθαιρομένων ὑπὸ φαρμάκων ἐμετηρίων τε καὶ ὑπηλάτων. ἀλλ’ ἡ τοιαύτη κίνησις οὐκ ἔστι τῆς ὑγιεινῆς πραγματείας, αἱ δ’ ἄλλαι πᾶσαι, καὶ μάλιστα ἡ διὰ τρίψεως ἀναγκαιοτάτη γινώσκεσθαι τοῖς ὑγιεινοῖς. τῆς γὰρ τούτων τέχνης ἐστὶν
153
ἁπασῶν τῶν κινήσεων ἐπίστασθαι τὰς δυνάμεις, ὥσπερ, οἶμαι, τῶν τεχνικῶν αὐτῶν ἁπάσας τὰς κατὰ μέρος· ἐκεῖνοι μὲν γὰρ τῆς κατὰ τὴν ὕλην ποικιλίας, ὁ γυμναστὴς δὲ τῆς δυνάμεως αὐτῶν ἔχει τὴν γνῶσιν. εἰ γοῦν τίς με κελεύσειεν ὁπλομαχικὰς κινήσεις ἢ ἕτερον διδάσκειν, ἢ αὐτὸν εὐρύθμως κινεῖσθαι, οὐκ ἂν δυναίμην καλῶς ἐνεργῆσαι μίαν ἐξ αὐτῶν τὴν ἐπιτυχοῦσαν· εἰ μέντοι παρείην τινὶ τῶν ὁπλομαχικῶν ἐνεργοῦντι, καὶ τίνα δύναμιν ἑκάστη τῶν ἐνεργειῶν ἔχει, καὶ τί μάλιστα μόριον ἐκπονεῖ, πάντων ἄν ἐκείνων ἀκριβέστερον εἰδείην. μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὁ μὲν ὁπλομαχικὸς οὐδὲν ἂν εἴποι τῆς δυνάμεως αὐτῶν, ὁ δὲ τὴν περὶ τὰ γυμνάσια τέχνην ἐπιστάμενος ἀκριβῶς ἁπάσας διαγνώσεται, πρὸς ὡρισμένους σκοποὺς ἀναφέρων. ἢ γὰρ βίαιοί τινές εἰσι, καὶ βαρεῖαι, καὶ εὔτονοι, ἢ κοῦφαι, καὶ ταχεῖαι, καὶ σύντονοι, ἢ βίαιοί τε ἅμα καὶ ὀξεῖαι. ταῦτα οὖν γνωρίσεις ῥᾳδίως ἐν αὐτῷ τῷ θεάσασθαι γινόμενα, καὶ πρὸς τούτοις ἔτι, τίνες μὲν ἐνέργειαι σκέλη μᾶλλον, ἢ χεῖρας, ἢ θώρακα,
154
τίνες δ’ ὀσφῦν, ἢ κεφαλὴν, ἢ ῥάχιν, ἢ γαστέρα, τίνες δ’ ὁτιοῦν ἄλλο μέρος ὑπὲρ τἄλλα διαπονοῦσιν. ὁ μὲν γὰρ ὁπλομαχικὸς εὐρύθμως μὲν ἐνεργήσει κινήσεις ταχείας, εἰ οὕτως ἔτυχεν, εὐτόνους τε ἅμα καὶ βαρείας, οὐ μὴν ὅτι γε πυκνοῦσιν καὶ ἰσχναίνουσιν αἱ τοιαῦται κινήσεις οἶδεν, ὥσπερ οὐδ’ ὅτι σαρκοῦσί τε καὶ ἀραιοῦσιν αἱ βραδύτεραι. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐνεργήσει μέν ποτε κινήσεις εὐτόνους τε ἅμα καὶ βραδείας καὶ βαρείας, οὐ μὴν ὅτι γε ῥώμην αὗται καὶ βάρος σώματος κατασκευάζουσιν οἶδεν. οὕτω δὲ καὶ ὁ ἡνίοχος ἐνεργήσει μὲν ἁπάσας τὰς κατὰ μέρος ἐνεργείας εὐρυθμότατά τε ἅμα καὶ τῇ χρείᾳ συμφορώτατα, ποῖαι δ’ αὐτῶν ἤτοι λεπτύνουσιν, ἢ σαρκοῦσιν, ἢ ῥώμην ἢ συντονίαν ἀποτελοῦσιν, ἢ μαλακὸν, ἢ σκληρὸν, ἢ πυκνὸν, ἢ ἀραιὸν ἐργάζονται τὸ σῶμα, παντάπασιν ἀγνοεῖ. κατὰ δὲ τὸν αὐτὸν τρόπον ὁ σφαιριστικὸς ἁπάσας μὲν ἐπίσταται τὰς τῆς σφαίρας βολάς τε καὶ λήψεις, οὐ μὴν ἥντινά γε διάθεσιν ἑκάστη τῷ σώματι περιποιεῖ. οὕτω καὶ ὁ παιδοτρίβης ἁπασῶν μὲν τῶν κατὰ παλαίστραν ἐνεργειῶν ἐπιστήμων ἐστὶν, ὅ τι
155
δὲ ἑκάστη πέφυκε δρᾷν, ἀγνοεῖ. καὶ συλλήβδην εἰπεῖν ἅπαντες ἄνθρωποι τεχνῖταί τε καὶ ἄτεχνοι, διὰ τῶν σωμάτων ἐνεργοῦντες, ἀγνοοῦσι τῶν ἐνεργειῶν τὰς δυνάμεις, ὀρχησταὶ, ναυτίλοι, τέκτονες, ἁλιεῖς, γεωργοὶ, χαλκεῖς, οἰκοδόμοι, σκυτοτόμοι, πάντες ἁπλῶς οἵ τι πράττοντες. ἀλλ’ ὁ γυμναστικὸς, ἀφ’ ὧν εἶπον ὀλίγον ἔμπροσθεν ὁρμώμενος, εἰ καὶ νῶν πρῶτον εἴη θεώμενος ἡντιναοῦν ἐνέργειαν, οὐκ ἀγνοήσει τὴν δύναμιν αὐτῆς. οἷον αὐτίκα τῶν ὀρχηστῶν αἱ σύντονοι κινήσεις, ἐν αἷς ἅλλονται μέγιστα, καὶ περιδινοῦνται στρεφόμενοι τάχιστα, καὶ ὀκλάσαντες ἐξανίστανται, καὶ προσσύρουσι, καὶ διασχίζουσιν ἐπὶ πλεῖστον τὰ σκέλη, καὶ ἁπλῶς εἰπεῖν ἐν αἷς ὀξύτατα κινοῦνται, λεπτὸν καὶ μυῶδες καὶ σκληρὸν καὶ πυκνὸν ἔτι τε σύντονον ἀποτελοῦσι τὸ σῶμα. κατὰ δὲ τὰς ἐκλύτους τε καὶ βραδείας καὶ μαλακὰς κινήσεις οὐ μόνον οὐκ ἂν γένοιτο τὸ σῶμα τοιοῦτον, οἷον εἴρηται νῦν, ἀλλ’ εἰ καὶ φύσει μυῶδές τε καὶ σύντονον ὑπάρχει, τὴν ἐναντίαν ἀμείψει διάθεσιν. ὅπερ οὖν ὀλίγον ἔμπροσθεν ἔλεγον, ὡς ὁ παιδοτρίβης
156
ὑπηρέτης ἐστὶ τοῦ γυμναστοῦ τοιοῦτος, οἷός περ ὁ μάγειρος ἰατροῦ, τοῦτο καὶ νῦν ἐπιδέδεικται. σκευάζει γὰρ ὁ μάγειρος ἢ τεῦτλον ἢ φακῆν ἢ πτισάνην ἄλλοτε ἀλλοίως, οὔτε τὸ σκευαζόμενον ὁποῖόν τι τὴν δύναμίν ἐστιν ἐπιστάμενος, οὔθ’ ἥτις τῶν σκευασιῶν βελτίστη· ὁ δ’ ἰατρὸς οὐδὲν μὲν τούτων ὁμοίως τῷ μαγείρῳ παρασκευάσαι δυνατός ἐστιν, παντὸς δὲ τοῦ παρασκευασθέντος ἐπίσταται τὴν δύναμιν.

Ὁ τοίνυν γυμναστὴς τοῦ προκειμένου ἐν τῷ λόγῳ μειρακίου, τοῦ τὴν ἀρίστην ἔχοντος κατασκευὴν, ἐπίσταται μὲν ἁπάντων γυμνασίων τὰς δυνάμεις, ἐκλέγεται δὲ καθ’ ἕκαστον εἶδος τὰ σύμμετρά τε καὶ μέσα τῶν ἀμετριῶν ἑκατέρων. οὔτε γὰρ ὀξέος οὔτε βραδέος ἡ ἀρίστη κατασκευὴ τοῦ σώματος, ἀλλὰ τοῦ μέσου τε καὶ συμμέτρου δεῖται γυμνασίου· κατὰ δὲ τὸν αὐτὸν λόγον οὔτε βιαίου καὶ σφοδροῦ, οὔτ’ ἐκλύτου καὶ ἀμυδροῦ, ἀλλὰ κᾀντεῦθεν τὸ σύμμετρον ἄριστον. οὐ γὰρ ὑπαλλάττειν προσήκει τὴν ἀρίστην κατασκευὴν τοῦ σώματος, ἀλλὰ φυλάττειν. εἴτ’ οὖν ἐν

157
ὅπλοις ἐθέλοι γυμνάζεσθαι τὸ τοιοῦτον μειράκιον, ὁ γυμναστὴς αὐτοῦ τὸν ἐμπειρότατον τῆς ὕλης τῶν ὁπλομαχικῶν ἐνεργειῶν παραλαβὼν, ἁπάσας αὐτῷ δειχθῆναι κελεύσει, κᾄπειτ’ αὐτὸς ἐκλέξεται, καὶ διακρινεῖ, καὶ προστάξει, κατὰ ποίας μὲν αὐτῶν ἐπὶ πλέον χρὴ γυμνάζεσθαι, κατὰ ποίας δ’ ὀλιγάκις, ἢ συμμέτρως, ἢ οὐδ’ ὅλως, ἢ διαπαντός. οὐ γὰρ δύναται λαθεῖν αὐτὸν, οὔθ’ ὅ τι μόριον ἑκάστη διαπονεῖ μᾶλλον, οὔθ’ ἥτις αὐτῆς ἐστιν ἡ ποιότης τε καὶ ἡ δύναμις. εἴτε διὰ σφαίρας ἐπιθυμήσειε γυμνάζεσθαι, κᾀνταῦθα πάλιν ἐξευρήσει τό τε εἶδος τῶν ἐνεργειῶν καὶ τὴν ποιότητα καὶ τὸ μέτρον, ὑπηρέτην λαβὼν τὸν σφαιριστικὸν ὑπὲρ τοῦ τὴν ὕλην ἅπασαν θεάσασθαι τῶν ἐνεργειῶν. αὐτῆς μὲν γὰρ τῆς κατὰ μέρος ὕλης ἑκάστης τῶν τεχνῶν ἄπειρός ἐστιν ὁ γυμναστὴς, ᾗ γυμναστής ἐστιν· εἰ δὲ ἅπαξ αὐτὴν θεάσαιτο, τήν τε ποιότητα καὶ τὴν δύναμιν αὐτίκα γνωρίζει. μυρίους γοῦν ἡμεῖς ἀσθενέστερά τινα μέρη τοῦ σώματος ἔχοντας, ὡς συνεχέστατα τοῖς
158
κατὰ ταῦτα νοσήμασιν ἁλίσκεσθαι, διὰ μόνης γυμναστικῆς ἀνεῤῥώσαμεν, οὐκ ἀπαγαγόντες ἀπὸ τῶν οἰκείων γυμνασίων, ἀλλ’ εἴτ’ ὀρχηστικὸς ἦν ὁ ἄνθρωπος, εἴθ’ ὁπλομαχικὸς, εἴτε παγκρατιαστικὸς, εἴτε παλαιστρικὸς, εἴθ’ ὁτιοῦν ἄλλο, τὰς ἐν ἐκείνῃ τῇ τέχνῃ κινήσεις ἁπάσας αὐτὸν ἐπιτάξαντες ἡμῶν παρόντων κινηθῆναι, κᾀξ αὐτῶν ἐκλεξάμενοι τὰς ἐπιτηδειοτάτας ἅμα καιρῷ τε καὶ μέτρῳ. περὶ μὲν δὴ τῶν τοιούτων ἐπανορθώσεων ἐπὶ προήκοντι τῷ λόγῳ διαλέξομαι κατ’ ἐκεῖνο τὸ μέρος τῆς πραγματείας, ἐν ᾧ περὶ τῶν μοχθηρῶν κατασκευῶν τοῦ σώματος διέξειμι. νυνὶ δὲ τὸ μὲν ἄριστον σῶμα πρόκειται φυλάττειν ἄριστον, ἐξ ἁπάντων δ’ ἐκλεκτέον αὐτῷ τὸ σύμμετρον, ἐκ τρίψεων, ἐκ γυμνασίων, ἐκ λουτρῶν, ἐκ τροφῶν, ἐξ ὕπνων, μήτε μαλακωτέραν αὐτοῦ τὴν ἕξιν τοῦ σώματος ἐργαζομένους, μήτε σκληροτέραν, (ἡ μὲν γὰρ εὐκίνητος ὑπὸ τῶν ἔξωθεν αἰτίων, ἡ δὲ τὴν αὔξησιν κωλύει,) μήτε πυκνοτέραν, ὡς ἴσχεσθαί τι τῶν κατὰ σάρκα περιττωμάτων, μήτε ἀραιοτέραν, ὡς ἀποῤῥεῖν τι καὶ τοῦ χρηστοῦ. κατὰ δὲ τὸν αὐτὸν
159
τρόπον οὐδ’ ἰσχνότερον ἑαυτοῦ ποιητέον οὐδὲ παχύτερον, εἴπερ ἄριστα διέκειτο, γινώσκοντας, ὡς τὸ μὲν ἰσχνότερον εὐεπηρέαστον ὑπὸ τῶν ἔξωθεν αἰτίων, τὸ δὲ παχύτερον ὑπὸ τῶν ἔνδοθεν ἐξ αὐτοῦ τοῦ σώματος ὁρμωμένων. ἢ τί δεῖ λέγειν, ὡς οὐδὲ θερμότερον αὐτὸ, ἢ ψυχρότερον, ἢ ξηρότερον, ἢ ὑγρότερον ἀποφαντέον, εἴπερ ἀμέμπτως ἐκέκρατο; εἷς οὖν ἐπὶ τοῦ τοιούτου σώματος ὁ σκοπὸς ἐν ἁπάσαις ταῖς ὑγιειναῖς ὕλαις τὸ σύμμετρόν τε καὶ μέτριον, ὅπερ ἀκριβῶς ἐστι μέσον ἑκατέρων τῶν ἀμετριῶν. ὡς δ’ ἄν τις μάλιστα τοῦ σκοποῦ τυγχάνοι, λέλεκται μὲν ἤδη καὶ πρόσθεν, ἀλλ’ οὐδὲν χεῖρον ὑπὲρ τῶν ἀναγκαιοτάτων ἀναμιμνήσκειν πολλάκις. ἡ μὲν γὰρ πρώτη τῶν ἡμερῶν πλατὺν ἔχει τὸν στοχασμὸν, ἡ δὲ δευτέρα, καὶ ἡ τρίτη, καὶ ἡ τετάρτη, καὶ τῶν λοιπῶν ἑκάστη κατὰ τὸ ἑξῆς ἀκριβέστερον. ἐν γὰρ τῇ πρώτῃ διὰ τῶν εἰρημένων σκοπῶν ἅπαντά σοι πραττέσθω. ἀποδυέσθω μὲν ἐπὶ πεπεμμένοις ἀκριβῶς τοῖς οὔροις, ὡς ὁ Αἰγίμιος ἐκέλευσεν.
160
ἐφεξῆς δὲ τῆς μὲν ἀνατρίψεως ὁ σκοπὸς, ὡς μαλαχθῆναι τὰ μόρια· δηλώσει δὲ τό τε ἐπιτρέχον ἄνθος αὐτοῖς, καὶ τὸ ῥᾳδίως ἐπαλλάττειν τὰ κῶλα, καὶ τὸ πρὸς τὰς κινήσεις ἁπάσας ἑτοίμως ἔχειν. μετὰ ταῦτα δὲ ἤδη γυμναζέσθω, μέχρις ἂν εἰς ὄγκον αἴρηται τὸ σῶμα, καὶ εὐανθὲς ὑπάρχῃ, καὶ αἱ κινήσεις ἕτοιμοί τε καὶ ὁμαλαὶ καὶ εὔρυθμοι γίγνωνται. ἐν τούτῳ δὲ καὶ ἱδρῶτα θεάσῃ θερμῷ ἀτμῷ συμμιγῆ. παύσασθαι δὲ τηνικαῦτα πρῶτον, ἐπειδὰν ἕν τι τῶν εἰρημένων ἀλλοιωθῇ. καὶ γὰρ εἰ φανείη σοι συστελλόμενος ὁ τοῦ σώματος ὄγκος, αὐτίκα παύειν τὸ μειράκιον· εἰ γὰρ ἐπὶ πλέον γυμνάζοις, ἐκκενώσεις τι καὶ τῶν χρηστῶν, ὥστ’ ἰσχνότερον ἀποδείξεις τὸ σῶμα, καὶ ξηρότερον, καὶ ἀναυξέστερον. ὡσαύτως δὲ καὶ εἰ τὸ τῆς χρόας εὐανθὲς μαραίνοιτο, παύεσθαι· καὶ γὰρ καταψύξεις τὸ σῶμα καὶ διαφορήσεις ἐπὶ πλέον, εἰ γυμνάζοις ἔτι. καὶ μὲν δὴ καὶ τὸ κινήσεων ἕτοιμον ἢ εὔρυθμον ἢ ὁμαλὲς ἐπειδὰν ἐνδιδόναι προφαίνηται, καὶ ὀκλάζειν κατά τι, παύειν
161
αὐτίκα, καὶ εἰ περὶ τὸν ἱδρῶτα γίγνοιτό τις ἢ κατὰ τὸ πλῆθος ἢ κατὰ τὴν ποιότητα μεταβολή. πλέονα γὰρ ἀεὶ καὶ μᾶλλον αὐτὸν γίγνεσθαι χρὴ καὶ θερμότερον, εἰς ὅσον ἂν αἱ κινήσεις ἀνάγωνται πρὸς τὸ σφοδρότερον. ὅταν οὖν ἢ ἐλάττων ἢ ψυχρότερος γίγνηται, διαφορεῖται ἤδη τὸ σῶμα καὶ ψύχεται καὶ ξηραίνεται περαιτέρω τοῦ προσήκοντος. ἀκριβῶς οὖν προσέχειν τὸν νοῦν τῷ γυμναζομένῳ σώματι, καὶ διαπαύειν εὐθέως, ἐπειδὰν προφαίνηταί τι τῶν εἰρημένων σημείων, οὐ μὴν αὐτίκα γε ἀπολύειν λουσόμενον, ἀλλὰ τῆς μὲν ἀκμῆς τῶν γυμνασίων ἐπισχεῖν, καὶ στῆναι κελεῦσαι, καὶ εἰ βουληθείης κατοχῇ πνεύματος πληρῶσαι τὸν λαγόνα, περιχέοντα τοὔλαιον ἀποθεραπεύειν τοὐντεῦθεν. οἷον δέ τι πρᾶγμά ἐστιν ἡ ἀποθεραπεία, καὶ τίνες ἐν αὐτῇ σκοποὶ, καὶ τί τὸ μέτρον, ἐξ ὧν τε συμπληροῦνται κινήσεών τε καὶ τρίψεων, ἐν τῷ μετὰ ταῦτα λόγῳ δηλωθήσεται. νυνὶ μὲν γάρ μοι δοκῶ καταπαύειν ἤδη τὸν ἐνεστῶτα, αὔταρκες ἔχοντα μέτρον, ἐκεῖνο μόνον ἔτι προσθεὶς, ὡς καὶ τὸ λουτρὸν, τὸ ἀκριβῶς εὔκρατον, ἐπὶ
162
τῆς προκειμένης ἡλικίας τε καὶ φύσεως ἐκλέγεσθαι προσήκει. πρόκειται δ’, εἴ τι μεμνήμεθα, τρίτη τις ἑβδομὰς ἐτῶν ἀπὸ τῆς γενετῆς, τουτέστιν ἡ μετὰ τὸ τεσσαρεσκαιδέκατον ἔτος ἡλικία μέχρι τοῦ πρώτου καὶ εἰκοστοῦ, καθ’ ἣν οὐδέπω κελεύω ψυχρολουτεῖν τὸ μειράκιον, ἵν’ ἐπὶ πλεῖστον αὔξοιτο. τελειωθέντος δὲ κατὰ μέγεθος, ἐπισκεψόμεθά τι καὶ περὶ τῆς ψυχρολουσίας. ὡσαύτως δὲ καὶ περὶ τῶν ἐν κόνει γυμνασίων ἀκριβέστερον ἐπισκεψόμεθα κατὰ τὸν ἑξῆς λόγον. ἐν δέ γε τῷ παρόντι τοῦτο εἰπεῖν ἀρκέσει, τὸ μηδὲ κόνεως χρῄζειν τὸ μειράκιον, εἰ τὸν οἶκον, ἐν ᾧ γυμνάζεται, καθ’ ὃν ἐν ἀρχῇ τρόπον ἐκέλευσα παρεσκευασμένον ἔχοι. εἰ δέ γε θερμότερος εἴη, καὶ κόνει χρηστέον. εἰ μὲν δὴ κονίσεται, πάντως λουστέον· εἰ δὲ μὴ κονίσαιτο, δυνατόν καὶ μὴ λούσασθαι, καὶ μάλιστα χειμῶνος. ἐφεξῆς δέ καὶ ὅσα περὶ τροφὴν, ἢ ποτὸν, ἢ ὕπνον, ἢ περίπατον ἐστοχάσθαι χρὴ τὸν ἐπιστάτην τοῦ μειρακίου, καὶ λεχθήσεται μὲν ἐν τοῖς ἑξῆς· ἀδύνατον δ’ ἀκριβῶς ἐπιτυχεῖν αὐτῶν ἐν τῇ
163
πρώτῃ τῶν ἡμερῶν, ἀλλὰ κατὰ τὴν δευτέραν, ἐπὶ πόσοις γυμνασίοις ὅπως διῃτήθη γινώσκων, εἰ μὲν ἀκριβῶς φαίνοιτο διαφυλάττων τὴν ἑαυτοῦ φύσιν, ἐν τοῖς αὐτοῖς μέτροις διαιτήσει τε καὶ διαγυμνάσει, μὴ φυλάττοντα δὲ, καθότι ἂν ἐξίστηται τῶν ἀρχαίων, ἐπανάγειν πειράσεται μεταβάλλων τὰ μέτρα. καὶ τοῦτο οὐ παύσεται ποιῶν, ἄχρι περ ἂν ἐφ’ ἑκάστῳ τῶν πραττομένων ἀκριβὲς ὁρίσῃ τὸ μέτρον. ὁπόσαι δ’ εἰσὶ καὶ τίνες αἱ εἰς τὸ παρὰ φύσιν ἐκτροπαὶ, καὶ πῶς ἑκάστην χρὴ διαγινώσκειν τε καὶ θεραπεύειν, ὁ ἐφεξῆς λόγος ἐξηγήσεται.

164

Τῶν γραψάντων ὑγιεινὰς πραγματείας ἰατρῶν τε καὶ γυμναστῶν ἔνιοι μὲν ἅπασιν ἀνθρώποις κοινάς τινας ὑποθήκας ἐποιήσαντο, μηδὲν νοήσαντες ὅλως ὑπὲρ τῆς κατ᾿ εἶδος ἐν τοῖς σώμασιν ἡμῶν διαφορᾶς· ἔνιοι δ᾿, ὅτι μὲν οὐ μικρῷ τινι διαφέρομεν ἀλλήλων, ἐδήλωσαν, ὡς δ᾿ ἀδύνατον ἁπάσας ἐπελθεῖν τὰς διαφορὰς ἑκόντες παρέλιπον· ὀλίγοι δέ τινες εἴδεσί τε καὶ γένεσιν ἐπιχειρήσαντες ἀφορίσασθαι, πλέονα διήμαρτον ὧν κατώρθωσαν. ἡμεῖς δὲ κατὰ τὸ πρῶτον εὐθέως βιβλίον ἐδηλώσαμεν,

165
ὁπόσα τὰ πάντα ἐστὶν εἴδη τῶν ἀνθρωπίνων σωμάτων, ἐπηγγειλάμεθά τε καθ᾿ ἕκαστον ἰδίᾳ γράφειν ὑποθήκας ὑγιεινάς. ἠρξάμεθα δ᾿ ἀπὸ τοῦ τὴν κατασκευὴν ἄμεμπτον ἔχοντος. ἐπεὶ δὲ καὶ ὁ τοιοῦτος ἄνθρωπος ἐν περιστάσεσι πραγμάτων ἐνίοτε γινόμενος ἢ ἑκὼν ἢ ἄκων ἐμποδίζεται κατὰ τὰ προστάγματα τῆς ὑγιεινῆς τέχνης διαιτᾶσθαι, κάλλων ἔδοξεν ὑποθέσθαι πρῶτον αὐτὸν ἐλεύθερον ἀκριβῶς, αὐτῇ μόνον τῇ τοῦ σώματος ὑγείᾳ σχολάζοντα. ὅπως μὲν οὖν ἀνατρέφεσθαι χρὴ τὸν τοιοῦτον ἄνθρωπον, ὁ πρῶτος λόγος ἔδειξε, μέχρι τῆς τεσσαρεσκαιδεκαέτιδος ἡλικίας ἐκτείνας αὐτοῦ τὴν ἐπιμέλειαν· ὅπως δ᾿ ἀνδροῦσθαι, διὰ τοῦ δευτέρου γράμματος ἐδηλώσαμεν, ἐμηκύνθη δ᾿ ὁ λόγος εἰς κοινὰ κεφάλαια τῆς ὑγιεινῆς πραγματείας ἀφικόμενος, ὧν χωρὶς οὐχ οἷόν τ᾿ ἦν οὐδὲ περὶ τῆς ὑποκειμένης ἡλικίας τε καὶ φύσεως ἀκριβῶς διελθεῖν. ἁπάσας γὰρ ἐξηριθμησάμεθα τάς τε τῶν τρίψεων καὶ τῶν γυμνασίων διαφορὰς, οὐ μὰ Δία τὰς κατὰ μέρος, ὅτι μὴ πάρεργον ἕνεκα παραδείγματος εἰς χρείαν ἐλθούσας, ἀλλὰ
166
τὰς ἐν εἴδεσί τε καὶ γένεσιν ἀφωρισμένας· ἐν μὲν ταῖς τρίψεσι τὴν σκληρὰν, καὶ τὴν μαλακὴν, καὶ πρὸ τούτων γε τὴν σύμμετρον, ἥν τινα δύναμιν ἔχουσιν, ἐξηγησάμενοι, προσθέντες δ᾿ αὐταῖς τὰς κατὰ τὸ ποσὸν διαφορὰς, τρεῖς οὔσας καὶ αὐτὰς, εἶτα κατὰ συζυγίαν ἐννέα τὰς πάσας ἐπιδείξαντες, ἑκάστης τε τὴν δύναμιν εἰπόντες· ἐν δὲ τοῖς γυμνασίοις, τίνα μὲν ὀξέα τε καὶ ταχέα προσαγορεύομεν, τίνα δ᾿ ἀμβλέα τε καὶ βραδέα, καὶ τίνα τούτων μέσα τε καὶ πρῶτα κατά γε τὴν φύσιν ὑπάρχοντα, καὶ περὶ τῶν εὐτόνων, καὶ μαλακῶν, καὶ βαρέων δὲ καὶ κούφων ὁμοίως, ὅσα τε τούτων ἐστὶ τὰ μέσα διελθόντες ἐδείξαμεν, ὡς χρὴ τὴν ἀρίστην κατασκευὴν ἐν ἅπασι τοῖς μετρίοις τε καὶ συμμέτροις, ἃ δὴ καὶ μέσα τῶν ἀμέτρων ἐστὶ, διαιτᾶσθαι κατά τε τρίψεις, καὶ γυμνάσια, καὶ λουτρὰ, καὶ τροφὰς, ὅσα τ᾿ ἄλλα συμπληροῖ τὴν ὑγιεινὴν δίαιταν. ὑπεσχόμεθά τε, καθάπερ ἐπὶ τρίψεών τε καὶ γυμνασίων ἐποιήσαμεν, εἰς εἴδη τινὰ κοινὰ τὴν θεωρίαν ἀναγαγόντες, ὥστε εὐμνημόνευτόν τε ὰμα καὶ
167
μεθοδικὴν εἶναι τὴν διδασκαλίαν, οὕτω κᾀπὶ τῶν ἄλλων ἁπάντων ποιῆσαι· καὶ πρῶτόν γε περὶ τῆς καλουμένης ἀποθεραπείας, ἐπειδὴ ἔμπροσθεν ἐφεξῆς ἐτέτακτο, δηλώσαντες γὰρ, εἰς ὅσον ἐπιτείνειν τε καὶ παραύξειν χρὴ τὰ γυμνάσια πρὸς τὸ τέλος, ὡς ἐν ὑγιείας λόγῳ, ἀκολουθεῖν ἔφαμεν αὐτοῖς τὴν καλουμένην ἀποθεραπείαν, ὑπὲρ ἧς ἤδη λέγωμεν.