De sanitate tuenda

Galen

Galen, De sanitate tuenda, Claudii Galeni Opera Omnia, Kühn, Volume 6, 1823

Περὶ δὲ τῆς ἀρίστης ἤδη λέγωμεν, ἧς ἕκαστον μόριον ἄμεμπτον ἔχει τὴν σύμπασαν οὐσίαν. ὁ δή

32
τοιοῦτος ἄνθρωπος, ὑπὸ τὴν ὑγιεινὴν ἀγόμενος τέχνην, εὐτυχὴς μὲν ἂν εἴη τις, εἰ μετὰ τὴν πρώτην ἀποκύησιν ἐπιστατοῖτο πρὸς αὐτῆς· οὕτω γὰρ ἄν τι καὶ εἰς τὴν ψυχικὴν ὀνίναιτο, τῆς χρηστῆς διαίτης ἤθη χρηστὰ παρασκευαζούσης· οὐ μὴν ἀλλὰ καὶ εἰ κατὰ τινα τῶν ἑξῆς ἡλικιῶν εἰς χρείαν τῆς τέχνης ἀφίκοιτο, καὶ οὕτως ὀνήσεται τὰ μέγιστα. εἰρήσεται δὲ πρῶτον μὲν, ὡς ἄν τις ἐξ ἀρχῆς παραλαβὼν ἄνθρωπον τοιοῦτον ὑγιαίνοντα διὰ παντὸς ἀποδείξειε τοῦ βίου, πλὴν εἰ μή τι τῶν ἔξωθεν αὐτῷ συμπίπτοι βίαιον, οὐδὲν γὰρ τοῦτό γε πρὸς τὸν τῆς ὑγιεινῆς τέχνης ἐπιστήμονα· δεύτερον δὲ, ὅπως ἄν τις, εἰ καὶ μὴ νεογενὲς εἴη τὸ παιδίον, ἀλλ’ ἤδη παιδεύεσθαι δυνάμενον, ἐπιστατήσειεν αὐτοῦ· καὶ οὕτως καθ’ ἑκάστην τῶν ἄλλων ἡλικιῶν. τὸ τοίνυν νεογενὲς παιδίον, τοῦτο δὴ τὸ ἄμεμπτον ἁπάσῃ τῇ παρασκευῇ, πρῶτον μὲν σπαργανούσθω, συμμέτροις ἁλσὶν περιπαττόμενον, ὅπως αὐτοῦ πυκνότερον καὶ στεῤῥότερον εἴη τὸ δέρμα τῶν ἔνδον μορίων.
33
ἐν γὰρ τῷ κυΐσκεσθαι πάνθ’ ὁμοίως ἦν μαλακὰ, μήτε ψαύσαντος αὐτοῦ τινος ἔξωθεν σκληροτέρου σώματος, μήτ’ ἀέρος ψυχροῦ προσπεσόντος, ὑφ’ ὧν συναγόμενόν τε καὶ πιλούμενον γένοιτ’ ἂν αὑτοῦ τε καὶ τῶν ἄλλων μορίων σκληρότερόν τε καὶ πυκνότερον. ἐπειδὰν δ’ ἀποκυηθῇ, ἐξ ἀνάγκης ὁμιλεῖν μέλλει καὶ κρύει καὶ θάλπει καὶ πολλοῖς σκληροτέροις ἑαυτοῦ σώμασι. προσήκει διὰ ταῦτα τὸ σύμφυτον αὐτῷ σκέπασμα παρασκευασθῆναί πως ὑφ’ ἡμῶν ἄριστον εἰς δυσπάθειαν. ἱκανὴ δὲ ἡ διὰ μόνων τῶν ἁλῶν παρασκευὴ τοῖς γε κατὰ φύσιν ἔχουσι βρέφεσι. ὅσα γὰρ ἤτοι μυρίνης φύλλων ξηρῶν περιπαττομένων, ἢ τινος ἑτέρου τοιούτου δεῖται, μοχθηρῶς δή που διάκειται. πρόκειται δ’ ἡμῖν τό γε νῦν εἶναι περὶ τῶν ἄριστα κατεσκευασμένων τὸν λόγον ποιεῖσθαι. ταῦτ’ οὖν, ὡς εἴρηται, σπαργανωθέντα γάλακτί τε χρήσθω τροφῇ, καὶ λουτροῖς ὑδάτων χρηστῶν, ὑγρᾶς γὰρ χρῄζει τῆς συμπάσης διαίτης, ἅτε καὶ τὴν κρᾶσιν ὑγροτέραν ἔχοντα τῶν ἐν ταῖς ἄλλαις ἡλικίαις. ἔοικε δὲ τοῦτο πρῶτον εὐθὺς ἥκειν σκέμμα
34
τῶν ἀναγκαίων εἰς δίαιταν ὑγιεινήν. εἰσὶ γὰρ οἳ νομίζουσιν, ἀεὶ δεῖσθαι ξηραίνεσθαι τὰς ὑγροτέρας φύσεις, ὥσπερ γε καὶ θερμαίνεσθαι μὲν τὰς ψυχροτέρας, ὑγραίνεσθαι δὲ τῆς ξηροτέρας, ψύχεσθαι δὲ τὰς θερμοτέρας· ὑπὸ γὰρ τῶν ὁμοίων ἑκάστην τῶν ἀμετριῶν αὐξάνεσθαι, κολάζεσθαι δὲ καὶ καθαιρεῖσθαι πρὸς τῶν ἐναντίων, ἑνὶ δὲ λόγῳ τὰ ἐναντία τῶν ἐναντίων ὑπάρχειν ἰάματα. ἐχρῆν δὲ αὐτοὺς μὴ τοῦτο μόνον Ἱπποκράτους ἀνεγνωκέναι τε καὶ μνημονεύειν, ὡς τὰ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάματα, ἀλλὰ κἐκεῖνα, δι’ ὧν φησιν· αἱ ὑγραὶ πᾶσαι δίαιται τοῖς πυρετταίνουσι ξυμφέρουσι, μάλιστα δὲ παιδίοισι, καὶ τοῖσιν οὕτως εἰθισμένοισι διαιτᾶσθαι. φαίνεται γὰρ ἐνταῦθα παράλληλα θεὶς ἐφεξῆς τρία, νόσημά τε καὶ ἡλικίαν καὶ ἔθος. ἀπὸ μὲν οὖν τοῦ νοσήματος ἔνδειξιν λαμβάνει τῶν ἐναντίων, ἀπὸ δὲ τῆς ἡλικίας τε καὶ τοῦ ἔθους τῶν ὁμοίων. τῷ μὲν γὰρ πυρετῷ (νόσημα δέ ἐστι τοῦτο θερμὸν καὶ αὐχμῶδες) αἱ ὑγραὶ δίαιται χρησταί· τοῖς δὲ παιδίοις (οὐ γὰρ νόσημα τούτοις γε, ἀλλὰ κατὰ φύσιν ἢ
35
ἡλικίαν) τὸ ὁμοιότατον ὠφελιμώτατον. οὕτω δὲ καὶ τοῖς ἔθεσιν, ὡς ἂν καὶ αὐτοῖς ἐπικτήτους τινὰς ἐν τοῖς σώμασι φύσεις ἐργαζομένοις, ἡ τῶν ἐναντίων προσφορὰ βλαβερωτάτη. καὶ δεόντως τοῖς μὲν κατὰ φύσιν ἔχουσι σώμασι φυλάττεσθαι χρὴ τὴν οἰκείαν ἕξιν, τοῖς δὲ νοσοῦσιν ἀλλοιοῦσθαί τε καὶ πρὸς τοὐναντίον ἐπάγεσθαι. φυλάττεται μὲν οὖν ἕκαστον ὑπὸ τῶν ὁμοίων, ἀλλοιοῦται δὲ ὑπὸ τῶν ἐναντίων. οὔκουν ξηραίνειν χρὴ τοὺς παῖδας, ὅτι μὴ παρὰ φύσιν αὐτοῖς ἡ ὑγρότης, ὥσπερ ἐν βράγχοις τε καὶ κορύζαις καὶ κατάῤῥοις, ἀλλ’ ἐν τοῖς φύσει διαιτᾷν, ὑγραίνοντά τε λουτροῖς ποτίμων ὑδάτων, (ὅσα γὰρ ἐμφαίνει τινὰ φαρμακώδη ποιότητα, ξηραίνει πάντα, καθάπερ τὰ θειώδη, καὶ ἀσφαλτώδη, καὶ στυπτηριώδη,) καὶ τροφὴν καὶ ποτὰ παρέχοντα ὅτι μάλιστα κράσεως ὑγροτάτης. οὕτω καὶ ἡ φύσις αὐτὴ προὐνοήσατο τῶν παίδων, τροφὴν ὑγρὰν αὐτοῖς παρασκευάσασα τὸ γάλα τῆς μητρός. ἄριστον μὲν οὖν ἴσως καὶ
36
τοῖς ἄλλοις ἅπασι βρέφεσι τὸ τῆς μητρός ἐστι γάλα, πλὴν εἰ μὴ τύχῃ νενοσηκὸς, οὐχ ἥκιστα δὲ καὶ τῷ τῆς ἀρίστης κράσεως, ὑπὲρ οὗ νῦν ὁ λόγος ἐστί. εἰκὸς γάρ που τῆς τούτου μητρὸς ἄμεμπτον εἶναι τό τε σύμπαν σῶμα καὶ τὸ γάλα. ἐξ αἵματος μὲν οὖν ἔτι κυουμένοις ἡμῖν ἡ τροφή· ἐξ αἵματος δὲ καὶ ἡ τοῦ γάλακτος γένεσις, ὀλιγίστην μεταβολὴν ἐν μαστοῖς προσλαβόντος. ὥσθ’ ὅσα παιδία τῷ τῆς μητρὸς γάλακτι τρέφεται, συνηθεστάτῃ τε ἅμα καὶ οἰκειοτάτῃ χρῆται τροφῇ. φαίνεται δὲ οὐ μόνον παρασκευάσασα τὴν τοιαύτην τροφὴν ἡ φύσις τοῖς βρέφεσιν, ἀλλὰ καὶ δυνάμεις αὐτοῖς εὐθὺς ἐξ ἀρχῆς συμφύτους παρασχοῦσα ἕνεκα τῆς χρήσεως αὐτοῦ. καὶ γὰρ καὶ γεννηθεῖσι εἴ τις ἐνθείη παραχρῆμα τῷ στόματι τὴν θηλὴν τοῦ μαστοῦ, βδάλλει τε τὸ γάλα καὶ καταπίνει προθυμότατα· καὶ ἢν ἀνιώμενά τε καὶ κλαυθμυριζόμενα τύχῃ, τῆς λύπης αὐτοῖς οὐκ ἐλάχιστον ἴαμα ὁ τιτθὸς τῆς τρεφούσης ἐστὶν ἐντιθέμενος τῷ στόματι. τρία γὰρ οὖν ἤδη ταῦτα ταῖς τροφοῖς ἐξεύρηται τῶν παιδίων τῆς λύπης ἰάματα τῇ πείρᾳ διδαχθείσαις,
37
ἓν μὲν τὸ νῦν δὴ λεγόμενον, ἕτερα δὲ δύο, κίνησίς τε μετρία καὶ φωνῆς ἐμμέλειά τις, οἷς χρώμεναι διαπαντὸς οὐ καταπραΰνουσι μόνον, ἀλλὰ καὶ εἰς ὕπνοι αὐτὰ ἀπάγουσι, δηλούσης αὖ κᾀν τῷδε τῆς φύσεως, ὅτι πρὸς μουσικὴν καὶ γυμναστικὴν οἰκείως διάκεινται. καὶ ὅς τις οὖν ἱκανός ἐστι καλῶς χρῆσθαι ταῖς τέχναις ταύταις, οὗτος καὶ σῶμα καὶ ψυχὴν παιδεύσει κάλλιστα.

Ταῖς γοῦν τροφοῖς αἱ τῶν παιδίων κινήσεις ἔν τε λίκνοις καὶ σκίμποσι καὶ ταῖς σφῶν αὐτῶν ἀγκάλαις ἐξεύρηνται. καί πως τοῦθ’ ἕτερον ἡμῖν σκέμμα πρὸς ὑγιείας τήρησιν ἀναγκαιότατον, Ἀσκληπιάδου μὲν ἄντικρυς κᾀκ τοῦ φανερωτάτου κατεγνωκότος γυμνασίων, Ἐρασιστράτου δὲ ἀτολμότερον μὲν ἀποφῃναμένου, τὴν δ’ αὐτὴν Ἀσκληπιάδῃ γνώμην ἐνδεικνυμένου, τῶν δ’ ἄλλων σχεδὸν ἁπάντων ἰατρῶν ἐπαινούντων οὐ πρὸς εὐεξίαν μόνον, ἀλλὰ καὶ πρὸς ὑγίειαν αὐτά. τριττὰ δ’ ἐστὶ γένη τά γε πρῶτα τῶν γυμνασίων, ὅσαι περ καὶ αἱ τῶν κινήσεων διαφοραί· ἢ γὰρ ἐξ ἑαυτῶν, ἢ ὑφ’ ἑτέρων, ἢ διὰ

38
φαρμάκων κινούμεθα. τὸ μὲν δὴ τρίτον εἶδος τῆς κινήσεως οὐδαμῶς ὑγιαίνουσι πρέπον· ἡ δ’ ὑφ’ ἑτέρου κίνησις ἐν τῷ πλεῖν, καὶ ἱππεύειν, καὶ ὀχεῖσθαι, καὶ, ὡς ἀρτίως λέλεκται, διά τε λίκνων καὶ σκιμπόδων καὶ ἀγκαλῶν γίνεται. τοῖς μὲν οὖν νεογενέσι παιδίοις οὔπω δεῖ κινήσεως τηλικαύτης, ἡλίκη διά τε τῶν ὀχημάτων καὶ πλοίων καὶ τοῖς ἱππαζομένοις γίνεται· τοῖς δ’ ἤδη τὸ τρίτον ἢ τὸ τέταρτον ἔτος ἀπὸ τῆς πρώτης γενέσεως ἄγουσιν ἐγχωρεῖ καὶ δι’ ὀχημάτων καὶ πλοίων κινεῖσθαι τὸ μέτρια· ἑπταετῆ δὲ γινόμενα τὰ παιδία καὶ τῶν ἰσχυροτέρων ἀνέχεται κινήσεων, ὥστε καὶ ἱππεύειν ἐθίζεσθαι. δι’ ἑαυτῶν δὲ κινεῖσθαι τὰ παιδία τηνικαῦτα δύναται πρῶτον, ὅταν ἕρπειν ἀπάρξηται, καὶ μᾶλλον, ἐπειδὰν βαδίζειν· μὴ βιάζεσθαι δὲ αὐτὰ πρὸ τοῦ δέοντος, ὅπως μὴ διαστραφείη τὰ κῶλα. δηλοῖ δὲ κᾀν τῷδε τῆς ἡλικίας, εἰς ὅσον ἡ φύσις ἡμῶν ᾠκείωται γυμνασίοις. οὐ γὰρ ἂν, οὐδ’ εἰ κατακλείσαις παιδία, οἷός τε εἴης κωλύειν διαθέειν τε καὶ σκιρτᾷν ὡσαύτως γε τοῖς πώλοις τε καὶ
39
τοῖς μόσχοις. ἱκανὴ γὰρ ἡ φύσις ἐν ἅπασι τοῖς ζώοις ὁρμὰς οἰκείας ἐνθεῖναι πρὸς ὑγίειάν τε καὶ σωτηρίαν. ἀλλ’ οἱ περὶ τὸν Ἀσκληπιάδην οὐδὲν τούτων ἐννοήσαντες ἐπὶ πολλῆς σχολῆς σοφίσματα πλέκουσιν, ἐπιδεικνύναι πειρώμενοι τὰ γυμνάσια μηδὲν εἰς ὑγίειαν συντελοῦντα. πρὸς ἐκείνους μὲν δὴ καὶ αὖθις εἰρήσεται τὰ εἰκότα, ὡς τῆς ἀδολεσχίας ἐπὶ τέλους εἰρησομένης· πρόκειται γάρ μοι νῦν οὐ σοφιστῶν ἀδολεσχίας ἐλέγχειν, ἀλλ’ αὐτὸ τὸ χρήσιμον εἰς ὑγίειαν ἐκδιδάσκειν. ἐπὶ δὲ τοὺς παῖδας ἐπάνειμι τοὺς ἄριστα κατεσκευασμένους τὰ σώματα. τούτους δὲ εἰκὸς εἶναί που καὶ τὸ τῆς ψυχῆς ἦθος ἀμέμπτους· ὡς, ὅσοι γε θυμικώτεροι τοῦ δέοντός εἰσιν, ἢ ἀθυμότεροι, ἢ εὐαισθητότεροι, ἢ ἀναισθητότεροί τινες, ἢ λιχνότεροι τοῦ προσήκοντος, ἀνάγκη τούτους οὐκ ὀρθῶς κεκρᾶσθαι τοῖς μέρεσιν ἐκείνοις τοῦ σώματος, οἷς ἐνεργοῦμεν ἕκαστα τῶν εἰρημένων. γέγραπται δὲ ὑπὲρ αὐτῶν ἐπὶ πλέον ἐν τοῖς περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ὑπομνήμασιν. ἀλλ’ ὅ γε νῦν ἡμῖν προκείμενος ἐν τῷ λόγῳ παῖς ἄριστός ἐστι τὰ πάντα.
40
τούτου τοίνυν ἐπανορθοῦσθαι μὲν οὐδὲν χρὴ τῶν ἠθῶν τῆς ψυχῆς, φυλάττειν δ’, ὅπως μὴ διαφθαρῇ. φυλάττεται δὲ ἅπαν ὑπὸ τῶν αὐτῶν κατὰ γένος, ὑφ’ ὧν περ καὶ διαφθείρεται. διαφθείρεται δὲ τὸ τῆς ψυχῆς ἦθος ὑπὸ μοχθηρῶν ἐθισμῶν ἐν ἐδέσμασί τε καὶ πόμασι, καὶ γυμνασίοις, καὶ θεάμασι, καὶ ἀκούσμασι, καὶ τῇ συμπάσῃ μουσικῇ. τούτων τοίνυν ἁπάντων ἔμπειρον εἶναι χρὴ τὸν τὴν ὑγιεινὴν μετιόντα, καὶ μὴ νομίζειν, ὡς φιλοσόφῳ μόνῳ προσήκει πλάττειν ἦθος ψυχῆς· ἐκείνῳ μὲν γὰρ δι’ ἕτερόν τι μεῖζον τὴν αὐτῆς τῆς ψυχῆς ὑγίειαν, ἰατρῷ δὲ ὑπὲρ τοῦ μὴ ῥᾳδίως εἰς νόσους ὑποφέρεσθαι τὸ σῶμα. καὶ γὰρ θυμὸς καὶ κλαυθμὸς, καὶ ὀργὴ, καὶ λύπη, καὶ πλεῖον τοῦ δέοντος φροντὶς, ἀγρυπνία τε πολλὴ ἐπ’ αὐτοῖς γινομένη πυρετοὺς ἀνάπτουσι, καὶ νοσημάτων μεγάλων ἀρχαὶ καθίστανται, ὥσπερ καὶ τοὐναντίον ἀργία διανοίας, καὶ ἄνοια, καὶ ψυχὴ παντάπασι ῥᾴθυμος ἀχροίας τε καὶ ἀτροφίας ἐργάζεται πολλὰς ἀῤῥωστίᾳ τῆς ἐμφύτου θερμότητος. χρὴ μὲν γὰρ φυλάττειν παντὸς μᾶλλον ἐν ὅροις ὑγιεινοῖς
41
τὴν σύμφυτον ἡμῖν θερμότητα. φυλάττεται δὲ ὑπὸ τῶν συμμέτρων γυμνασίων, οὐ κατὰ τὸ σῶμα μόνον, ἀλλὰ κατὰ τὴν ψυχὴν γιγνομένων. αἱ δ’ ἄμετροι κινήσεις ἐν διαλογισμοῖς τε καὶ ἐπιθυμίαις καὶ θυμοῖς, αἱ μὲν ὑπερβάλλουσαι χολωδέστερον ἀποφαίνουσι τὸ ζῶον, αἱ δ’ ἐλλείπουσαι φλεγματικώτερον καὶ ψυχρότερον. καὶ δὴ καὶ ταῖς μὲν προτέραις ἕξεσιν οἵ τε πυρετοὶ καὶ ὅσα θερμότερα παθήματα, ταῖς δ’ ἑτέραις ἐμφράξεις καθ’ ἧπάρ τε καὶ σπλάγχνα, ἐπιληψίαι τε καὶ ἀποπληξίαι, καὶ συνελόντι φάναι, τὰ καταῤῥοϊκά τε καὶ ῥευματικὰ νοσήματα συμπίπτει πάντα. καὶ οὐκ ὀλίγους δ’ ἡμεῖς ἀνθρώπους νοσοῦντας ὅσα ἔτη διὰ τὸ τῆς ψυχῆς ἦθος ὑγιεινοὺς ἀπεδείξαμεν, ἐπανορθωσάμενοι τὴν ἀμετρίαν τῶν κινήσεων. οὐ σμικρὸς δὲ τοῦ λόγου μάρτυς καὶ ὁ πάτριος θεὸς ἡμῶν Ἀσκληπιὸς, οὐκ ὀλίγας ᾠδάς τε γράφεσθαι καὶ μίμους γελοίων καὶ μέλη τινὰ ποιεῖν ἐπιτάξας, οἷς αἱ τοῦ θυμοειδοῦς κινήσεις σφοδρότεραι γινόμεναι θερμοτέραν τοῦ δέοντος ἀπειργάζοντο τὴν κρᾶσιν τοῦ σώματος, ἑτέροις δέ τισιν,
42
οὐκ ὀλίγοις οὐδὲ τούτοις, κυνηγετεῖν, καὶ ἱππάζεσθαι, καὶ ὁπλομαχεῖν. εὐθὺς δὲ τούτοις διωρίσατο τό τε τῶν κινήσεων εἶδος, οἷς τοῦτο προσέταξε, καὶ τὸ τῆς ὁπλίσεως, οἷς δι’ ὅπλων ἐκέλευσε τὰ γυμνάσια ποιεῖσθαι. οὐ γὰρ μόνον ἐπεγείρειν αὐτὸ τὸ θυμοειδὲς ἐβουλήθη, ἀῤῥωστότερον ὑπάρχον, ἀλλὰ καὶ μέτρον ὡρίσατο τῇ τῶν γυμνασίων ἰδέᾳ. οὐ γὰρ ὡσαύτως θήγεται τὸ θυμοειδὲς εἰς ἀγρίους σῦς, ἢ ἄρκτους, ἢ ταύρους, ἤ τι τῶν οὕτως ἀλκίμων θηρίων, ἢ ἐπὶ λαγωοὺς, ἢ δορκάδας, ἤ τι τῶν οὕτως δειλῶν, οὐδ’ ὡσαύτως ἐπί τε τῆς κούφης ὁπλίσεως καὶ τῆς βαρείας, ὥσπερ οὐδὲ ἐν τῷ θέειν ὠκέως, ἢ μετρίως κινεῖσθαι, καὶ μετὰ τοῦ φιλονεικεῖν ἑτέροις, ἢ καθ’ ἑαυτόν. οὕτως καὶ τὸ μὲν κεκραγότων τῶν ἐγκελευομένων τε καὶ παροξυνόντων ἐπὶ τοὺς πόνους ἢ σιωπώντων οὐκ ὀλίγον διαφέρει. ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς ἔπειτα λόγοις ἐπὶ πλέον εἰρήσεται. τὰ δὲ σμικρὰ παιδία, τὰ τὴν ἀρίστην ἔχοντα κρᾶσιν, (ὑπὲρ τούτων γὰρ ὁ λόγος ἦν,) οὐκ ὀλίγης ἐπιμελείας δεῖται πρὸς τὸ μηδεμίαν ἐν αὐτοῖς τῆς ψυχῆς ἄμετρον γίνεσθαι κίνησιν·
43
ἅτε γὰρ οὐδέπω λόγῳ χρώμενα, τῷ κλαίειν τε καὶ κεκραγέναι, καὶ θυμοῦσθαι, καὶ κινεῖν ἀτάκτως ἑαυτὰ διασημαίνει τὴν ἀνίαν. ἡμᾶς οὖν χρὴ στοχαζομένους, ὅτου δεῖται, παρέχειν ἑκάστοτε τοῦτο, πρὶν αὐξηθῆναι αὐτῶν τὴν λύπην, εἰς σφοδροτέραν τε καὶ ἄτακτον κίνησιν ὅλην ἐμβαλεῖν τὴν ψυχὴν ἅμα τῷ σώματι· ἤτοι γὰρ ἐξ ἑαυτῶν ὀδαξούμενα, ἢ πρός τινος ἔξωθεν ἀνιώμενα, ἢ ἀποπατεῖν ἢ οὐρεῖν, ἢ ἐσθίειν ἢ πίνειν ἐθέλοντα κλαίει τε καὶ κινεῖται πλημμελῶς, ὥσπερ σφαδάζοντα. γένοιτο δ’ ἄν ποτε καὶ θάλπους ἐπιθυμεῖν αὐτὰ κρύει ταλαιπωρούμενα, καὶ ἀναψύξεώς τινος ὑπὸ θάλπους ἀμέτρου διοχλούμενα, καί ποτε μὴ φέροντα τὸ πλῆθος τῶν ἐπιβεβλημένων ἱματίων· ἀνιᾷ γὰρ δὴ καὶ τοῦτο πολλὰ οὐ σμικρὰ, καὶ μάλιστα κατὰ τὰς ἐπιστροφὰς ὅλου τοῦ σώματος, ἢ τὰς τῶν κώλων κινήσεις. ἀλλὰ καὶ αὐτὸ τὸ ἡσυχάζειν ἐπὶ πλέον οὐ σμικρῶς λυπηρόν· οὐδενὸς γὰρ ἀμετρίᾳ χαίρει ζῶον οὐδὲν, ἀλλ’ ἀεὶ τοῦ συμμέτρου χρῄζει. σύμμετρον δὲ οὐχ ἓν ἅπασιν,
44
ἀλλ’ ἐν τῷ πρός τι πᾶσα συμμετρία. διὸ χρὴ τὸν ἐπιμελούμενον ἀνατροφῆς παιδίων, στοχαστικὸν ἀκριβῶς ὑπάρχοντα τοῦ συμμέτρου τε καὶ οἰκείου, παρέχειν ἑκάστοτε τοῦτο, πρὶν αὐξηθεῖσαν αὐτῷ τὴν λύπην εἰς ἀμετρίαν κινήσεως ἐμβαλεῖν τό τε σῶμα καὶ τὴν ψυχήν· εἰ δ’ ἄρα ποτὲ καὶ λάθοι τὸ λυποῦν αὐξηθὲν, ἐπανορθοῦσθαι πειρᾶσθαι τὴν λύπην αὐτῷ τε τῷ παρέχειν αὐτίκα τὸ ἐπιθυμηθὲν, ἢ ἐκκόπτειν τὸ ἀνιῶν, ἔτι τε τῇ κινήσει τῇ διὰ τῶν ἀγκαλῶν καὶ τοῖς μέλεσι τῆς φωνῆς, οἷς εἰώθασιν αἱ σοφώτεραι τῶν τροφῶν χρῆσθαι. ἔγωγ’ οὖν ποτε, δι’ ὅλης ἡμέρας παιδίου κλαίοντός τε καὶ θυμουμένου, καὶ σφοδρῶς καὶ ἀτάκτως ἑαυτὸ μεταβάλλοντος, ἐξεῦρον τὸ λυποῦν, ἀπορουμένης τῆς τροφοῦ· ὡς γὰρ οὔτε πρὸς τὸν τιτθὸν ἐντεθειμένον, οὔτε προϊσχομένης αὐτὸ τῆς τρεφούσης, εἰ ἀποπατεῖν ἢ οὐρεῖν ἐθέλοι, καθίστατο, παρηγορεῖτο δ’ οὐδὲν, οὐδ’ ὁπόταν ἐν ταῖς ἀγκάλαις ἐνθεμένη κατακλίνειν ἐπιχειρήσειεν, ἐθεασάμην δὲ τὴν στρωμνὴν αὐτοῦ καὶ τὰ
45
περιβλήματά τε καὶ ἀμφιέσματα ῥυπαρώτερα, καὶ αὐτὸ τὸ παιδίον ἤδη ῥυπῶν τε καὶ ἄλουτον, ἐκέλευσα λοῦσαί τε καὶ ἀποῤῥύψαι, καὶ τὴν στρωμνὴν ὑπαλλάξαι, καὶ πᾶσαν τὴν ἐσθῆτα καθαρωτέραν ἐργάσασθαι· καὶ τούτων γινομένων, αὐτίκα μὲν ἐπαύσατο τῶν ἀμέτρων κινήσεων, αὐτίκα δὲ καθύπνωσεν ἥδιστόν τε καὶ μακρότατον ὕπνον. εἰς δὲ τὸ καλῶς ἐστοχάσθαι πάντων τῶν ἀνιώντων τὸ παιδίον οὐκ ἀγχινοίας μόνον, ἀλλὰ καὶ τῆς περὶ τὸ τρεφόμενον αὐτὸ συνεχῶς ἐμπειρίας ἐστὶ χρεία.

Ταῦτ’ οὖν ἅπαντα περὶ τὸ παιδίον εἰς τρίτον ἔτος ἀπὸ τῆς πρώτης γενέσεως ἀξιῶ πραγματεύεσθαι, καὶ πρὸ τούτων ἔτι τῆς τρεφούσης αὐτὸ οὐ σμικρὰν ποιεῖσθαι πρόνοιαν, ἐδεσμάτων τε πέρι καὶ πομάτων, ὕπνων τε καὶ ἀφροδισίων, καὶ γυμνασίων, ὡς ἄριστον εἴη τὴν κρᾶσιν τὸ γάλα. γένοιτο δ’ ἂν τοιοῦτον, εἰ τὸ αἷμα χρηστότατον εἴη. ἔστι δὲ χρηστότατον τὸ μήτε πικρόχολον, μήτε μελαγχολικὸν, μήτε φλεγματῶδες, μήτ’ ὀῤῥώδει τινὶ μήθ’ ὑδατώδει συμμιγὲς ὑγρότητι. γεννᾶται δὲ τοιοῦτον ἐπί τε

46
τοῖς συμμέτροις γυμνασίοις καὶ τροφαῖς εὐχύμοις ἅμα καὶ κατὰ καιρὸν τὸν προσήκοντα καὶ κατὰ μέτρα τὰ δέοντα λαμβανομέναις, ὥσπερ οὖν καὶ ἐν πόμασίν ἐστιν εὐκαίροις τε καὶ μετρίοις· ὑπὲρ ὧν ἁπάντων ἐν τοῖς ἔπειτα λόγοις ἀκριβῶς διορισθήσεται. ἀφροδισίων τε παντάπασιν ἀπέχεσθαι κελεύω τὰς θηλαζούσας παιδία γυναῖκας. αἵ τε γὰρ ἐπιμήνιοι καθάρσεις ἐρεθίζονται μιγνυμέναις ἀνδράσι, καὶ οὐκ εὐῶδες ἔτι μένει τὸ γάλα. καί τινες αὐτῶν ἐν γαστρὶ λαμβάνουσιν, οὗ βλαβερώτερον οὐδὲν ἂν εἴη παιδίῳ γάλακτι τρεφομένῳ. δαπανᾶται γὰρ ἐν τῷδε τὸ χρηστότατον τοῦ αἵματος εἰς τὸ κυούμενον. ἅτε γὰρ ἀρχὴν ζωῆς ἐν ἑαυτῷ ἰδίαν περιέχον, ὑπὸ ταύτης τε διοικεῖται καὶ διὰ παντὸς ἐπισπᾶται τὴν οἰκείαν τροφὴν, ὡσανεὶ ἐνεῤῥιζωμένον τε τῇ μήτρᾳ καὶ ἀχώριστον ὑπάρχον ἀεὶ, νύκτωρ τε ἅμα καὶ μεθ’ ἡμέραν. ἔλαττόν τε εἰκότως ἐν τῷδε καὶ φαυλότερον ἀποτελεῖται τὸ τῆς κυούσης αἷμα, καὶ διὰ τοῦτο καὶ τὸ γάλα μοχθηρότερόν τε καὶ ὀλίγον ἐν τοῖς τιτθοῖς ἀθροίζεται. ὥστε ἔγωγε συμβουλεύσαιμι ἂν, εἰ κυήσειεν ἡ
47
θηλάζουσα τὸ παιδίον, ἑτέραν ἐξευρίσκειν τροφὸν, ἐπισκεπτομένους τε καὶ δοκιμάζοντας αὐτῆς ἀκριβῶς τὸ γάλα γεύσει, καὶ ὄψει, καὶ ὀσφρήσει. καὶ γὰρ γευομένοις καὶ ὀσμωμένοις ἡδὺ, λευκόν τε καὶ ὁμαλὸν καὶ μέσως ἔχον ὑγρότητός τε καὶ πάχους ὀφθήσεται τὸ ἄριστον γάλα· τὸ δὲ μοχθηρὸν ἤτοι παχὺ, καὶ τυρωδέστατον, ἢ ὑγρὸν, καὶ ὀῤῥῶδες, καὶ πελιδνὸν, καὶ ἀνώμαλον ἐν συστάσει καὶ χροιᾷ, καὶ γευομένοις πικρότατον, καὶ ἅλμης ἤ τινος ἑτέρας ἀλλοκότου ποιότητος ἔμφασιν ἕξει· τὸ δὲ τοιοῦτον οὐδὲ πρὸς τὴν ὀσμὴν ἡδύ. ταῦτα μὲν ἔστω σοι γνωρίσματα μοχθηροῦ τε καὶ χρηστοῦ γάλακτος, οἷς τεκμαιρόμενος, ὅταν ἤτοι κύησις, ἢ καὶ νόσημά τί ἐστι περὶ τὴν μητέρα γενόμενον, ἐφ’ ἑτέραν τροφὸν ἰέναι, τὴν κρίσιν τε καὶ τὴν αἵρεσιν ποιεῖσθαι.