De venereis

Galen

Galen, De venereis, Kühn, Cnobloch, 1823

Ἀφροδισίων μὲν κατὰ μὲν Ἐπίκουρον οὐδεμία χρῆσις ὑγιεινή· κατὰ δὲ τἀληθὲς ἐκ διαλειμμάτων τηλικούτων, ὡς ἐπὶ ταῖς χρήσεσιν ἄνθρωπον αὐτὸν αὑτοῦ κουφότερον καὶ εὐπνούστερον δοκεῖν γεγονέναι. ὁ δὲ καιρὸς τῆς χρήσεως, ὅταν ἀκριβῶς μέσον ᾖ τῶν ἔξωθεν περιστάσεων ἁπασῶν τὸ σῶμα, μήθ’ ὑπερπεπληρωμένον, μήτ’ ἐνδεὲς, μήθ’ ὑπερεψυγμένον, μήθ’ ὑπερτεθερμασμένον, μήτ’ ἐξηρασμένον, μήθ’ ὑγρασμένον ἀμέτρως. εἰ δὲ καὶ διαμαρτάνοιέν ποτε κατά τι, μικρὸν μὲν ἔστω τὸ ἁμαρτανόμενον. ἄμεινον δὲ τῷ τεθερμασμένῳ

912
μᾶλλον ἢ ἐψυγμένῳ, καὶ πεπληρωμένῳ μᾶλλον ἢ κεκενωμένῳ, καὶ ὑγρασμένῳ μᾶλλον ἢ ἐξηρασμένῳ τῷ σώματι χρῆσθαι τοῖς ἀφροδισίοις. οἱ μὲν οὖν τὴν ἀσθενῆ δύναμιν ἔχοντες ἀπὸ τῆς λαγνείας εἰς ἐσχάτην ἀῤῥωστίαν ἀφικνοῦνται· οἱ δὲ ἰσχυρὰν καὶ νοσοῦντες ἀπὸ φλέγματος περιουσίας τῷ διαφορεῖν ἐπιπλέον τοὺς χυμοὺς ἀβλαβῆ ἔχουσι τὴν χρῆσιν αὐτῶν· οὕτω γὰρ τοῖς ὑγροῖς καὶ θερμοῖς ἐστι, καὶ ὅσοι φύσει πολύσπερμοι. ἀλλὰ καὶ θερμαίνει τὸ σῶμα τοῖς ἐῤῥωμένην ἔχουσι τὴν δύναμιν ἡ λαγνεία, τοῖς δὲ ἀσθενέσιν ἐν μὲν τῷ παραχρῆμα θερμαίνει, ψύχει δὲ μετὰ ταῦτα γενναίως. ἔνιοι μὲν οὖν εὐθέως ἐπὶ ταῖς συνουσίαις ἀπὸ νεότητος ἀσθενεῖς γίνονται, τινὲς δὲ, εἰ μὴ συνεχῶς χρῶνται, βαρύνονται τὴν κεφαλὴν, ἀσώδεις τε καὶ πυρετώδεις γίνονται, καὶ χεῖρον ὀρέγονται, καὶ ἧττον πέττουσι. τοιαύτης γοῦν ἐνίους ὄντας φύσεως, εἶτ’ ἐγκρατεῖς ἀφροδισίων χρήσεως γενομένους, ναρκώδεις τε καὶ δυσκινήτους ἔγνωμεν ἀποτελεσθέντας, ἐνίους δὲ καὶ σκυθρωποὺς ἀλόγως καὶ δυσέλπιδας ὁμοίως
913
τοῖς μελαγχολικοῖς· ταῦτα δὲ παυόμενα ταχέως ἐπὶ ταῖς τῶν ἀφροδισίων χρήσεσι. ταῦτ’ ἀναλογιζομένῳ μοι μεγάλως φαίνεται βλάπτειν ἡ τοῦ σπέρματος ἐπίσχεσις, ἐφ’ ὧν αὐτό τε φύσει κακοχυμότερον καὶ πλέον, ἀργότερός τε ὁ βίος, καὶ τῶν ἀφροδισίων μὲν ἡ χρῆσις πρότερον μὲν ἱκανὴ πάνυ, μετὰ ταῦτα δὲ ἀθρόως ἐγκρατεῖς ἐγενήθησαν, ἰσχυροί τε καὶ νέοι. τούτοις ἡ τοῦ σώματος ἕξις εἰς ἀραιότητα πλέον ἤπερ ἡ δύναμις εἰς ἀῤῥωστίαν ἀλλοιοῦται· καί τις ἐπανόρθωσις διὰ τῶν συναγόντων καὶ σφιγγόντων γίνεται αὐτοῖς, ὁποῖόν ἐστι παρασκευαστικὸν γυμνάσιον. εἰ δὲ δὴ καὶ ψύξις τις ἐπὶ τοῖς ἀφροδισίοις ἐγγίγνοιτο, καὶ κατὰ τοῦτ’ ἂν εἴη τῷ παρασκευαστικῷ γυμνασίῳ χρηστέον, ἐπεγείρει γὰρ τὴν θερμότητα. τῆς δὲ ὥρας τοῦ ἔτους ἐπιτρεπούσης, οὐδὲ τῆς ψυχρολουσίας ἀφεκτέον. ἐδέσματα δὲ τῷ πλήθει μὲν ἐλάττω, τῇ ποιότητι δὲ καὶ ὑγρότερα δοτέον, ἵνα καὶ πέψῃ καλῶς αὐτὰ, καὶ τὴν ἀφροδισίων ἐπανορθώσηται ξηρότητα. χρὴ δὲ οὐδὲ ψυχρότερα τὴν κρᾶσιν, ἀλλὰ τῆς μέσης ἰδέας
914
τῶν θερμαινόντων ὑπάρχειν αὐτά. διότι γὰρ ἐξ ἀφροδισίων ἀραιότερον ἅμα καὶ ἀσθενέστερον, ψυχρότερόν τε καὶ ξηρότερον ἀποτελεῖται τὸ σῶμα, χρὴ δήπου τὰ πυκνοῦντα καὶ θερμαίνοντα καὶ τὴν δύναμιν ἀναῤῥωννύντα προσφέρεσθαι, καὶ τούτους εἶναι σκοποὺς ἐπ’ αὐτοῖς.