De placitis Hippocratis et Platonis

Galen

Galen, De placitis Hippocratis et Platonis, Claudii Galeni Opera Omnia, Kühn, Volume 5, 1823

    Ταῦτ’ οὖν ἐχρῆν ἐκλέγειν μόνα τὸν Χρύσιππον, εἴπερ ὅλως κατὰ μάρτυρας ἐγνώκει διαιρεῖν τὸν ἀγῶνα. τὸ δὲ πλείω μὲν ἐκεῖνα, ταυτὶ δ’ ἐλάττω γράψαι, τῷ μὲν τὸ ἀληθὲς τῆς ἱστορίας ἐπιδεικνύντι καλῶς ἂν γίγνοιτο· πλείω γὰρ ὄντως ἐστὶν ἐκεῖνα· τὸ δ’, ὅπερ ὁ Χρύσιππος σπουδάζει, κατασκευάζειν ἐπιχειροῦντι πρὸς ἐναντιώματος ἂν εἴη, καὶ μάλισθ’ ὅσα φανερῶς ἐπιτιμῶντα ποιεῖ τὸν λογισμὸν τῷ θυμῷ, καθάπερ καὶ τάδε.

  1. Στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·
  2. Τέτλαθι δὴ, κραδίη, καὶ κύντερον ἄλλο ποτ’ ἔτλης.
  3. ταυτὶ γὰρ Ὅμηρος· ἐποίησε τὸν Ὀδυσσέα λέγοντα πρὸς ἑαυτὸν, ἡνίκ’ ἐφ’ οἷς ἑώρα κατὰ τὴν οἰκίαν πραττομένοις ὑπὸ τῶν θεραπαινῶν ἀνέζεσέ τε τὸ κατὰ τὴν καρδίαν αὐτοῦ θερμὸν, ἔμελλέ τε νικήσας ὁ θυμὸς τὸν λογισμὸν ἐπ’ ἄκαιρον κόλασιν ἄξειν αὐτὸν τῶν γυναικῶν. ὃν γὰρ ἱππεὺς πρὸς ἵππον, ἢ κυνηγέτης πρὸς κύνα λόγον ἔχουσιν, τοῦτον ὁ λογισμὸς πρὸς θυμόν. ἄρχειν μὲν γὰρ ἐν

    303
    ἅπασι καὶ κρατεῖν ἐστι δικαιότερον τὸ φύσει κρεῖττον, ἱππεὺς μὲν ἵππου, κυνηγέτης δὲ κυνὸς, λογισμὸς δὲ θυμοῦ, συμβαίνει δ’ οὐκ ἀεὶ νόμῳ φύσεως διοικεῖσθαι τὴν συζυγίαν, ἀλλ’ ἵππος μὲν ἐνίοτε δυσπειθὴς οὐ κατὰ κόσμον ἐκφερόμενος συναπήνεγκεν αὑτῷ τὸν ἀναβάτην ἀῤῥωστίᾳ δυνάμεως ἢ ἐπιστήμης ἱππικῆς ἀμαθίᾳ νικηθέντα, θυμὸς δὲ ἰσχυρὸς καὶ ἐπὶ τιμωρίαν ἄκαιρον ἐξορμήσας σφοδρότερον ἔστιν ὅτε συνεπεσπάσατο λογισμὸν ἄῤῥωστον ἢ ἀμαθῆ. εἰ μὲν γὰρ καὶ ῥώμην καὶ ἐπιστήμην ἔχοι, κρατήσει πάντως ὅ τε λογισμὸς |τοῦ θυμοῦ καὶ ὁ ἡνίοχος τοῦ ἵππου· εἰ δ’ ἤτοι θατέρου τούτων ἢ ἀμφοῖν στεροῖτο, κίνδυνος ἐνταῦθα τοῦ φύσει κρείττονος ἐπικρατῆσαι τὸ χεῖρον, ὥσπερ ἐν Σκύθαις τε καὶ Γαλάταις καὶ πολλοῖς ἄλλοις βαρβάροις ἔθνεσιν ὁ θυμὸς κρείττων τοῦ λογισμοῦ, παρ’ ἡμῖν δὲ ἔν τε παισὶ καὶ τοῖς ἀπαιδεύτοις ἀνθρώποις. Ὅμηρος δὲ δὴ τοῦτ’ αὐτὸ ἐπιδεῖξαι βουλόμενος Ἕκτορα μὲν καὶ Ἀχιλλέα καί τινας ἑτέρους τοιούτους θυμῷ
    304
    δουλεύοντας ὑποτίθεται νεανίσκους· Ὀδυσσέα δὲ καὶ Πολυδάμαντα καὶ Νέστορα τῷ λογισμῷ κρατοῦντας τοῦ θυμοῦ, πολλάκις μὲν οὕτως ἰσχυρῶς, ὡς μηδ’ ἐξορμῆσαι πρὸς ἄλογόν τινα πρᾶξιν τὸν θυμὸν, ἔστιν ὅτε δ’ ὁρμῶντα μὲν, ἀλλ’ ὑπὸ τοῦ λογισμοῦ κατεχόμενον, ὥσπερ κᾀν τοῖσδε τοῖς ἔπεσιν Ὀδυσσέα πεποίηκεν. ἅπαντα δ’ ἐφεξῆς αὐτὰ παραγράψω.

  4. Ἔνθ’ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ
  5. Κεῖτ’ ἐγρηγορέων· ταὶ δ’ ἐκ μεγάροιο γυναῖκες
  6. Ἤϊσαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάροιθεν,
  7. Ἀλλήλοισι γέλωτα καὶ εὐφροσύνην παρέχουσαι.
  8. Τοῦ δ’ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι.
  9. Πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμὸν,
  10. Ἠὲ μεταΐξας θάνατον τεύξειν ἑκάστῃ,
  11. Ἢ ἔτ’ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι
  12. Ὕστατα καὶ πύματα· κραδίη δέ οἱ ἔνδον ὑλάκτει.
  13. Ὡς δὲ κύων ἁπαλοῖσι περὶ σκυλάκεσσι βεβῶσα
  14. Ἄνδρ’ ἀγνοιήσασ’ ὑλάει μέμονέν τε μάχεσθαι,
  15. 305
  16. Ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαζομένου κακὰ ἔργα.
  17. Στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·
  18. Τέτλαθι δὴ, κραδίη, καὶ κύντερον ἄλλο ποτ’ ἔτλης,
  19. Ἤματι τῷ, ὅτε τοι μένος ἄσχετος ἤσθιε Κύκλωψ
  20. Ἰφθίμους ἑτάρους, σὺ δὲ ἔτλης, ὄφρα σε μῆτις
  21. Ἐξάγαγ’ ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι.
  22. Ὣς ἔφατ’ ἐν στήθεσσι καθαπτόμενος φόλον ἦτορ.
  23. εἰ μὴ σαφῶς ἐν τούτοις Ὅμηρος ἐκδιηγεῖται μάχην θυμοῦ πρὸς λογισμὸν ἀνδρὶ φρονίμῳ, καἰ νίκην μὲν τοῦ λογισμοῦ, τοῦ θυμοῦ δ’ εὐπείθειαν πρὸς αὐτὸν, οὐδ’ ἄλλ’ οὐδὲν ἄν τις ἡμῖν συγχωρήσειεν ἐκμανθάνειν τοῦ ποιητοῦ. τῶν γὰρ οὕτως ἐναργῶς λεγομένων εἰς ἀμφιβολίαν ἀχθέντων, οὐδὲ τοῖς ἄλλοις ἂν ἔχοι τις ὅ τι χρήσαιτο. τὰς γὰρ θεραπαίνας ἁμαρτανούσας ὁρῶν Ὀδυσσεὺς ὑπὸ μὲν τοῦ θυμοῦ βιαίως εἵλκετο πρὸς τὴν τιμωρίαν αὐτῶν, ὑπὸ δὲ τοῦ λογισμοῦ κατείχετο τὴν ἀκαιρίαν ἐκδιδάσκοντος. ἐπεὶ δ’ οὐκ ἠδύνατο ῥᾳδίως πείθειν ὁ λογισμὸς τὸν θυμὸν ἀναβάλλεσθαι

    306
    τὴν τιμωρίαν εἰς ἐπιτηδειότερον καιρὸν, σφοδρότερον αὐτῷ προσφέρεται, καθάπερ ἵππον ἐκφερόμενον ἡνίοχος ἀντισπῶν βιαίως ἰσχυρῷ χαλινῷ, καὶ δὴ καὶ ταῦτά φησι πρὸς ἑαυτὸν, καρτέρει κατὰ τὸ παρὸν΄, ὦ γενναιοτάτη καρδία, καθάπερ που καὶ πρότερον ἐκαρτέρησας ἐπὶ Κύκλωπα, ὁρῶσα τοὺς ἑταίρους ὑπ’ αὐτοῦ διαφθειρομένους. ἐμοὶ μὲν δὴ τούτων τῶν ἐπῶν εὐκαιρότατα μὲν ὁ Πλάτων δοκεῖ μνημονεύειν ἐν τετάρτῳ πολιτείας, ἀκαιρότατα δ’ ὁ Χρύσιππος, ἔτι δὲ μᾶλλον ὧν Εὐριπίδης ἐποίησε λέγουσαν τὴν Μήδειαν, ἡνίκα καὶ κατὰ τὴν ἐκείνης ψυχὴν ὁ λογισμὸς ἐστασίαζε πρὸς τὸν θυμόν. ᾔδει μὲν γὰρ, ὡς ἀνόσιόν τι καὶ δεινὸν ἔργον ἐργάζοιτο τῇ τῶν παίδων ἐπιχειροῦσα σφαγῇ, καὶ διὰ τοῦτ’ ὤκνει τε καὶ ἀνεβάλλετο, καὶ οὐκ εὐθὺς ὁρμήσασα ἔπραξε τοὖργον. αὖθις δ’ αὐτὴν ὁ θυμὸς, ὥσπερ τις ἵππος δυσπειθὴς νικήσας τὸν ἡνίοχον, ἐπὶ τοὺς παῖδας εἷλκε βίᾳ. καὶ ἔπειτα πάλιν ὁ λογισμὸς ἀντέσπα τε καὶ ἀπῆγεν, εἶτ’ αὖθις ἀνθεῖλκεν ὁ θυμὸς, εἶτ’ αὖθις ὁ λογισμός. ὥστε πολλάκις ἄνω καὶ κάτω πρὸς ἀμφοῖν ἀγομένη ὡς συνεχώρησε
    307
    τῷ θυμῷ, τηνικαῦτα ποιεῖ λέγουσαν ὁ Εὐριπίδης αὐτήν·

  24. Καὶ μανθάνω μὲν, οἷα δρᾷν μέλλω κακὰ,
  25. Θυμὸς δὲ κρείττων τῶν ἐμῶν βουλευμάτων.
  26. μανθάνει μὲν δή πού τι τὸ μέγεθος ὧν μέλλει δράσειν κακῶν, ὑπὸ τοῦ λογισμοῦ διδασκομένη, κρείττονα δ’ εἶναι φησι αὐτοῦ τὸν θυμὸν, καὶ διὰ τοῦθ’ ὑπ’ ἐκείνου πρὸς τοὖργον ἀπάγεσθαι βιαίως, ἔμπαλιν Ὀδυσσεῖ τῷ λογισμῷ τὸν θυμὸν ἐπισχόντι. βαρβάρων μὲν γὰρ καὶ ἀπαιδεύτων ἀνθρώπων ἔθετο παράδειγμα τὴν Μήδειαν Εὐριπίδης, οἷς ὁ θυμὸς ἰσχυρότερος τοῦ λογισμοῦ· Ἑλλήνων δὲ καὶ πεπαιδευμένων, οἷον περ αὖ πάλιν ὁ ποιητὴς ὑπέθετο τὸν Ὀδυσσέα, κρείττων ὁ λογισμὸς τοῦ θυμοῦ. πολλάκις μὲν οὖν ὁ λογισμὸς εἰς τοσοῦτον τοῦ θυμοειδοῦς μέρους τῆς ψυχῆς κρείττων ἐστὶν, ὡς μηδέποτε μάχην αὐτοῖς γίγνεσθαι πρὸς ἀλλήλους, ἀλλὰ τὸν μὲν ἄρχειν, τὸν δὲ ἄρχεσθαι. καὶ τοῦτο μὲν τοῖς εἰς τέλος ἥκουσι φιλοσοφίας ὑπάρχει. πολλάκις δ’ ὁ θυμὸς τοῦ λογισμοῦ κρατεῖ τοσοῦτον, ὡς

    308
    ἄρχειν τε καὶ ἡγεῖσθαι διὰ παντός. ὁρᾶται δ’ ἔν τε πολλοῖς τῶν βαρβάρων τοῦτο καὶ τῶν παίδων τοῖς φύσει θυμικοῖς, ἔτι δὲ θηρίων οὐκ ὀλίγοις, καὶ ἀνθρώπων τοῖς θηριώδεσιν. ἔστιν ὅτε δὲ οὐδέτερον εἰς τοσοῦτον ἰσχυρότερόν ἐστιν, ὡς ἐφέλκεσθαι παραχρῆμα θάτερον, ἀλλ’ ἐναντιοῦταί τε πρὸς ἄλληλα καὶ διαμάχεται, καὶ νικᾷ τῷ χρόνῳ θάτερον, ἐπ’ Ὀδυσσέως μὲν ὁ λογισμὸς, ἐπὶ Μηδείας δ’ ὁ θυμὸς, ὡς δύο ὄντα αὐτὰ μόρια τῆς ψυχῆς, ἢ, εἰ μὴ μόρια, πάντως γε δυνάμεις τινές. ὁ δὲ Χρύσιππος οὔτε μόρια ψυχῆς ταῦτ’ εἶναι νομίζων, οὔτε δυνάμεις ἀλόγους ἑτέρας τῆς λογικῆς, ὅμως οὐκ ὀκνεῖ τῶν Ὀδυσσέως τε καὶ Μηδείας ἐπῶν μνημονεύειν, ἐναργῶς καταβαλλόντων τὴν δόξαν αὐτοῦ. πῶς ἂν οὖν τις ἔτι διαλέγοιτο τοιούτοις ἀνδράσι μήτε τῶν ἐναργῶς φαινομένων φροντίζουσιν, ὡς ἤδη πολλάκις ἔδειξα, καὶ τῶν ἐξελεγχόντων τὰ δόγματ’ αὐτῶν ὡς μαρτυρούντων μνημονεύουσιν; ἐμπέπλησται γὰρ ὁ περὶ ἡγεμονικοῦ λόγος ὑπὸ Χρυσίππου γεγραμμένος ἐπῶν ποιητικῶν ἤτοι τὰ πάθη περὶ τὸν θώρακά τε καὶ τὴν καρδίαν
    309
    συνίστασθαι μαρτυρούντων, ἢ δύο εἶναι τῆς ψυχῆς δυνάμεις ὅλῳ τῷ γένει διαφερούσας ἀλλήλων, τὴν μὲν ἄλογον, τὴν δὲ λογικήν. ὥσπερ γὰρ ἐξ Ὁμήρου καὶ Ἡσιόδου βραχέα παρεθέμην ὀλίγῳ πρόσθεν ὧν ὁ Χρύσιππος ἔγραψεν, οὕτω ἐξ Ὀρφέως καὶ Ἐμπεδοκλέους καὶ Τυρταίου καὶ Στησιχόρου καὶ Εὐριπίδου καὶ ἑτέρων ποιητῶν ἐπῶν μνημονεύει παμπόλλων ὁμοίαν ἐχόντων ἀτοπίαν, οἷον καὶ ὅταν εἴπῃ Τυρταῖον λέγοντα·

  27. Αἴθωνος δὲ λέοντος ἔχων ἐν στήθεσι θυμόν.
  28. ὅτι μὲν γὰρ ἔχει ὁ λέων θυμὸν, ἀκριβῶς ἅπαντες ἄνθρωποι καὶ πρὶν ἀκοῦσαι Τυρταίου γιγνώσκομεν, οὐ μὴν Χρυσίππῳ γ’ ἔπρεπε παραθέσθαι τὸ ἔπος ἀφαιρουμένῳ τοὺς λέοντας τὸν θυμόν. οὐδὲν γὰρ, ὡς οἴεται, τῶν ἀλόγων ζώων οὔτε τὸ θυμοειδὲς, οὔτε τὸ ἐπιθυμητικὸν, οὔτε τὸ λογιστικὸν ἔχει, ἀλλ’, ὡς εἴρηταί μοι καὶ κατὰ τὸ πρῶτον γράμμα, παρὰ πᾶσαν τὴν ἐνέργειαν ἀφαιροῦνται τῶν εἰρημένων ἁπάντων αὐτὰ σχεδὸν ἅπαντες οἱ Στωϊκοί. Τυρταῖος δέ γε,

    310
    καθάπερ οὖν καὶ Ὅμηρος καὶ Ἡσίοδος, καὶ ἁπλῶς εἰπεῖν ἅπαντες οἵ ποιηταὶ σφοδρότατον ἔχειν φασὶ τοὺς λέοντας τὸν θυμὸν, ὥστε καὶ τῶν ἀνθρώπων ὅστις ἂν ᾖ θυμοειδέστατος, εἰκάζουσι λέοντι, καὶ χωρὶς δὲ τῶν ποιητῶν ἅπαντες ἄνθρωποι τοὺς θυμικωτάτους λέοντας ὀνομάζουσιν. οὕτως οὐδὲ τοῖς ἀθληταῖς παύονται καθ’ ἑκάστην ἡμέραν οὕτως ἐγκελευόμενοι· καὶ τοὐναντίον ἔοικεν ἅπαν ἢ βούλεται συμπίπτειν τῷ Χρυσίππῳ. τῶν γὰρ ἀπὸ τῆς φύσεως αὐτοῦ τοῦ ζητουμένου πράγματος ἐπιχειρημάτων ἀποχωρῶν ἑκάστοτε, καὶ ῥητορικῶς μᾶλλον ἢ φιλοσόφως ἐν πλήθει μαρτύρων τὸ νικᾷν θέμενος, ὑπ’ αὐτῶν ὧν ἐπικαλεῖται προπαραδίδοται.

Καὶ γὰρ οὖν, ὅταν εἴπῃ, διὰ τοῦτο λέγεσθαί τινας ἀκαρδίους, ὅτι πεπιστεύκασιν ἅπαντες ἄνθρωποι τὸ ἡγεμονικὸν τῆς ψυχῆς ἐν τῇ καρδίᾳ περιέχεσθαι, θαυμάζειν ἄξιον τἀνδρὸς, εἰ μὴ ἄχρι τοσούτου παρακολουθεῖ τοῖς λεγομένοις, ὡς γνωρίζειν, ὅτι μηδένα τῶν ἀνοήτων τε καὶ ἀσυνέτων ἀκάρδιον ὀνομάζουσιν, ἀλλ’ ἐκείνους μὲν ἅπαντας,

311
ἐπειδὰν σκώπτωσιν, οὐκ ἔχειν ἐγκέφαλόν φασιν, τοὺς ἀτόλμους δὲ καὶ δειλοὺς ἀκαρδίους ὀνομάζουσιν. ἐξελέγχεται τοίνυν κᾀνταῦθα τὸ τοῦ Χρυσίππου δόγμα πρὸς αὐτῶν ὧν ἐπικαλεῖται μαρτύρων, ἐν ἐγκεφάλῳ μὲν ὑπολαμβανόντων εἶναι τὸ λογιζόμενον, ἐν καρδίᾳ δὲ τὸ θυμοειδές. ἀλλὰ νὴ Δία θαυμασίως ὅπως ἐξηγεῖται τοὔνομα τὸ ἀκάρδιον, ἢ τίνι διανοίᾳ λέγουσιν οἱ πολλοὶ, συνάπτων εὐθὺς αὐτῷ καὶ τὸ ἄσπλαγχνον· ἔχει δὲ ἡ ῥῆσις ᾧδε. παραβάλλουσι δὲ τοῖς εἰρημένοις καὶ τὰ τοιαῦτα τῶν λεγομένων, οἷον τοὺς ἀσπλάγχνους, καθ’ ὅ φαμεν μὴ ἔχειν τινὰς ἐγκέφαλον καὶ ἔχειν, οὕτως ἡμᾶς ὑπονοοῦντες λέγειν καὶ μὴ ἔχειν καρδίαν τινὰς καὶ ἔχειν κατὰ τὰ προειρημένα, τῶν μὲν ἀσπλάγχνων τάχα λαμβανομένων κατὰ τὸ μηδὲν ἔχειν ἔνδον συναλγοῦν κατὰ τὰ ἐναντία, καὶ ἀπὸ τῆς καρδίας οὕτως αὐτῶν κοινότερον λεγομένων, τοῦ δ’ ἐγκεφάλου λαμβανομένου, ἤτοι κατὰ τὰ αὐτὰ ὁμοίου τινὸς ὄντος, ἢ διὰ τὸ καὶ τοῦτον ἔχειν τινὰ κυρίαν τοῖς σπλάγχνοις ὁμοίαν. ἡ μὲν ῥῆσις αὕτη. χρὴ δ’ αὐτὴν ἀναγνῶναί τινα καὶ τρὶς καὶ τετράκις
312
ἐπὶ σχολῇ πολλῇ ἀκριβῶς προσέχοντα τὸν νοῦν τοῖς λεγομένοις. οὕτω γὰρ μόνως, οἶμαι, πεισθήσεται τὸ κατὰ τὴν παροιμίαν λεγόμενον ὑπάρχειν αὐτῇ, τὸ, ΛΑΒΕ ΜΗΔΕΝ, ΚΑΙ ΚΡΑΤΕΙ ΚΑΛΩΣ. ἔγωγ’ οὖν ἐν πολλοῖς πολλάκις βιβλίοις ἀνεγνωκὼς ῥήσεις, ἐν αἷς ὀνόματα καὶ ῥήματα συνάπτεται μηδεμίαν ἔχοντα διάνοιαν, οὐδαμόθεν τοῦτ’ ἀκριβούμενον εἶδον οὕτως, ὡς κατὰ τήνδε τὴν νῦν ἡμῖν προγεγραμμένην λέξιν. αἴνιγμα γάρ ἐστιν ὁ λόγος τοῦ Χρυσίππου θαυμαστῇ τινι καταπεπλεγμένον ἀσαφείᾳ μετὰ συντομίας ἀκαίρου. καίτοι τήν γε συντομίαν οὐδὲ καθ’ ἕνα τῶν ἑαυτοῦ λόγων ἐζήλωκεν, ἀλλ’ οὕτω μακρός ἐστιν, ὡς πολλάκις ἐν ὅλῳ βιβλίῳ πολυειδῶς ὑπὲρ τῶν αὐτῶν ἄνω τε καὶ κάτω τοὺς λόγους ἑλίττειν. τὸ μὲν δὴ τῆς ἀσαφείας αὐτῷ σύνηθες, ἀσθενείᾳ τῆς ἑρμηνευτικῆς δυνάμεως ἑπόμενον. καί μοι δοκεῖ καὶ αὐτὸς αἰσθανόμενος αὐτῆς τρὶς καὶ τετράκις ὑπὲρ τῶν αὐτῶν ἐπὶ πλεῖστον ἐκτείνειν τοὺς λόγους οὐκ ὀκνεῖ. τὸ δὲ τῆς βραχυλογίας ἄηθές τε καὶ σπανίως ὑπ’ αὐτοῦ γιγνόμενον, ἐν οἷς ἂν μάλιστα
313
λόγοις ἄφυκτον αἰσθάνηται τὸ σφάλμα τῶν ἑαυτοῦ δογμάτων. βούλεται γὰρ, οἶμαι, παρατρέχειν αὐτὸ διὰ ταχέων, ἄλλο ὑπομένων ἐξελέγχεσθαι. καί μοι δοκεῖ, καθάπερ ἐν τοῖς ἄλλοις λόγοις ἀγωνίζεται σαφῶς ἑρμηνεύειν, οὕτως ἐν οἷς ἐξελέγχεται συγκρύπτειν τὸν λόγον ἀσαφείᾳ μετὰ βραχυλογίας, ἵνα δηλαδὴ δοκῇ μὲν ἀπολελογῆσθαι πρὸς τοὔγκλημα, καὶ μὴ παρεληλυθέναι τελέως αὐτὸ, μηδὲν δὲ ἡμεῖς ἔχωμεν ἀντιλέγειν τοῖς εἰρημένοις, ὧν οὐδ’ ὅλως μανθάνομεν. αὐτίκα γέ τοι κατὰ τὴν προγεγραμμένην ῥῆσιν, ἐν ᾗ τὸ ἄσπλαγχνον καὶ ταὶ τὸ μὴ ἔχειν ἐγκέφαλον ὅπως οἱ πολλοὶ λέγουσιν ἐξηγεῖται, ἐμοὶ μὲν δοκεῖ τοιόνδε τι δηλοῦν. ἀσπλάγχνους μὲν καλοῦσιν ἐνίους ἐν ἴσῳ τῷ ἀκαρδίους, ἐπειδὴ σπλάγχνον ἡ καρδία, τὸ δ’ ἐγκέφαλον μὴ ἔχειν ἐν ἴσῳ τῷ ἄσπλαγχνον εἶναι λέγουσιν, ἐπειδὴ καὶ οὗτος σπλάγχνον τ’ ἐστὶ καὶ κύριον. οὐ μὴν προσίενταί γε πάντες οἱ Στωϊκοὶ τὴν τοιαύτην ἐξήγησιν, ἀλλ’ ἕτερον μέν τι λέγεσθαί φασιν, οὐ δηλοῦσι δὲ αὐτὸ, τῶν ἐσωτερικῶν ὑπάρχον δηλονότι, καὶ ἐπιτιμῶσιν ἡμῖν εὐθέως ὡς προπετῶς
314
ἀντιλέγουσι, πρὶν γνῶναι τὸ λεγόμενον. οἱ δὲ καὶ λοιδοροῦντες σφοδρότερον ἀνεισάκτους τε καὶ φιλονείκους ἀποκαλοῦσιν, οὔ φασί τε διδάξειν τὸ λεγόμενον ἀπαιδεύτους ἀνθρώπους. καίτοι τά γ΄ ἄλλα καὶ μὴ βουλομένων ἡμῶν διεξέρχονται μακρῶς. ἀλλ’ ὅταν, ὡς εἶπον, ἐπί τι τοιοῦτον ἀφίκωνται, μηδεμίαν ἔχον εὐπορίαν φλυαρίας, οἱ μὲν γράφοντες τὰ βιβλία ταχέως θ’ ἅμα καὶ σαφῶς παρατρέχουσιν, οἱ δ’ ἐξηγούμενοι τὰ τούτων συγγράμματα φθόνου μᾶλλον ὑπόνοιαν εἰς τοὺς ἀκούοντας ἐκπέμπειν ἕτοιμοι γίγνονται, προσποιούμενοι μὴ βούλεσθαι διδάσκειν ἡμᾶς, ἤπερ ὁμολογοῦντες νενικῆσθαι. ἀλλὰ τοὺς μὲν ἀσπλάγχνους τε καὶ ἀνεγκεφάλους ἤδη παρέλθωμεν, ἵνα μὴ λυπῶμεν ἐπὶ πλέον τοὺς περὶ τὸν Χρύσιππον ἐναργῶς καταμαρτυρουμένους ὑφ’ ὧν ἐπικαλοῦνται μαρτύρων· ὅθεν δ’ ἀπελίπομεν, ἐκεῖσε πάλιν ἐπανέλθωμεν. ἐμπλήσας ὁ Χρύσιππος ὅλον τὸ βιβλίον ἐπῶν Ὁμηρικῶν καὶ Ἡσιοδείων, καὶ Στησιχορείων, Ἐμπεδοκλείων τε καὶ Ὀρφικῶν, ἔτι δὲ πρὸς τούτοις ἐκ τῆς τραγῳδίας, καὶ παρὰ Τυρταίου, καὶ τῶν
315
ἄλλων ποιητῶν οὐκ ὀλίγα παραθέμενος, εἶτα μὴ συνεὶς τῆς θαυμαστῆς δὴ ταύτης ἀπεραντολογίας, (τοῦτο γὰρ αὐτῇ μᾶλλον ἡγοῦμαι προσήκειν τοὔνομα,) ταῦτα κατὰ λέξιν ἐπιφέρει· ταυτὶ μὲν φήσουσιν ἀδολεσχίαν εἶναι γραώδη, τυχὸν δὲ καὶ γραμμάτων διδασκάλου βουλομένου στίχους ὅτι πλείστους ὑπὸ τὸ αὐτὸ διανόημα τάξαι. καλῶς εἶπες, ὦ Χρύσιππε, ταῦτα, κάλλιον δ’ ἦν, εἰ μὴ μόνον εἶπες, ἀλλὰ καὶ παντάπασιν ἐφυλάξω τὴν γραώδη ταύτην ἀδολεσχίαν. τί γὰρ ἂν εἴη γραωδέστερον, ἢ ἀδολεσχότερον, ἢ γραμματιστῇ πρεπωδέστερον, ἢ πόῤῥω μᾶλλον ἀπεληλαμένον ἀποδείξεως προσηκούσης ἀνδρὶ φιλοσόφῳ, τοῦ μνημονεύσαντα κατ’ ἀρχὰς εὐθὺς τοῦ Πλάτωνος δόγματος ἐᾶσαι μὲν τοῦτο καὶ ἀποῤῥῖψαι παντάπασιν, οὐδ’ ὡς ὑπὸ τῶν μετ’ αὐτὸν κατεσκεύασται προσγράψαντα, παρελθεῖν δὲ καὶ τὴν πρὸς τοὺς ἠρωτημένους ὑπὸ τῶν ἀνδρῶν λόγους ἀντιλογίαν τε καὶ λύσιν, ἐφ’ ᾗ δίκαιον ἦν αὐτὸν ἀποδείξεσι χρησάμενον ἐπιστημονικαῖς ἐμπεδῶσαι τὸ ἑαυτοῦ δόγμα, ποιητῶν δὲ μεμνῆσθαι, καὶ πλῆθος ἰδιωτῶν καλεῖν μαρτυρῆσον, καὶ τί
316
λέγουσιν αἱ γυναῖκες, γράφειν, οὐδ’ οὖν οὐδὲ ἐν αὐτοῖς οἷς καλεῖ μάρτυσιν εὐτυχοῦντα; καὶ γὰρ οἱ ποιηταὶ καὶ κατ’ αὐτοῦ λέγουσιν ἅπαντες τὰ πλείω καὶ οἱ ἰδιῶται. τίς γοῦν οὐκ ἔγραψε ποιητὴς, ἐπιθυμεῖν τε καὶ θυμοῦσθαι πολλὰ τῶν ζώων ἀνθρώπου σφοδρότερον; τίς δ’ ἰδιώτης οὐχ οὕτω χρῆται τοῖς ὀνόμασιν, ὡς τὸ Πλάτωνος βούλεται δόγμα, τὸ μὲν ἀκάρδιον ἐν ἴσῳ τῷ δειλὸν καὶ ἄτολμον καὶ ἄνανδρον ὀνομάζων, καρδίαν δὲ λαβεῖν ἐγκελευόμενος, ἐπειδὰν εἰς ἀνδρείαν πρᾶξιν ἐπεγείρῃ τὸν πέλας, ἐπεγγελῶν δὲ τοῖς ἀνόητον εἰποῦσιν, ἀνεγκεφάλους καὶ ἀσυνέτους ὀνομάζων αὐτοὺς, ἑτέρους δ’ ἀγχίνους καὶ ἔννους φάσκων, οὓς ἂν ὡς συνετοὺς ἐπαινῇ, ἀσπλάγχνους δὲ ἀποκαλῶν τοὺς μὴ ἐλεοῦντας μηδένα, μήτε φιλοῦντας, μήθ’ ὅλως φροντίζοντας ἢ ἐπαινούντων ἢ ψεγόντων, ἢ ἀδικούντων ἢ ὠφελούντων, ἀλλ’ ὥσπερ λίθους ἀναισθήτους ὑπάρχοντας; οὓς γὰρ ἂν εἰς ἀναισθησίαν παντελῆ σκῶψαι βουληθῶσιν, ἀσπλάγχνους ὀνομάζουσιν, ὥσπερ τοὺς ἀνάνδρους μὲν ἀκαρδίους, ἀνεγκεφάλους δὲ τοὺς ἄφρονας. ἐπεὶ δ’ ἐστὶν καὶ τρίτον τι
317
σπλάγχνον, τὸ ἧπαρ, ἐν ᾧ τὸ ἐπιθυμητικὸν ἵδρυται τῆς ψυχῆς, καὶ χρὴ καὶ τούτῳ συμμετρίαν τινὰ τῶν οἰκείων ὑπάρχειν κινήσεων, εἰ μέλλοι τελέως κεκοσμῆσθαι τὴν ψυχὴν ὁ ἄνθρωπος, εἴη ἂν καὶ ὁ κατὰ τοῦτ’ ἀναίσθητος, ὡς ἐπὶ τοῖς ἄλλοις τοῖς δύο, καὶ μοχθηρῶς διακείμενος ἄσπλαγχνος ὀρθῶς ὀνομαζόμενος. ὁ δ’ ἐναντίος αὐτῷ μεγαλόσπλαγχνος λέγεται, καθάπερ ὁ Εὐριπίδης εἰσάγει τὴν Μήδειαν ὄντως μεγαλόσπλαγχνον, ἁπάσας τὰς τῶν τριῶν σπλάγχνων δυνάμεις τε καὶ κινήσεις ἰσχυρὰς ἔχουσαν. ἐπιθυμητικωτάτην μὲν γὰρ προτίθεται τὴν γυναῖκα, καὶ θυμικωτάτην ἅμα καὶ λογίσασθαι δεινήν. ἱκανὰ δὲ γνωρίσματα τοῦ μὲν ἐπιθυμητικοῦ τῆς ψυχῆς, εἰς ὅσον ἀμέτρου κινήσεως ἀφῖκται, τὰ περὶ τὸν ἔρωτα τοῦ Ἰάσονος, ὑφ’ οὗ νικηθεῖσα προὔδωκεν ἅμα καὶ κατέλιπε τοὺς οἰκείους, ἐπηκολούθησε δὲ καὶ τελέως ἐπίστευσεν ἑαυτὴν ἀνθρώπῳ ξένῳ· τοῦ δὲ θυμικοῦ τῆς σφοδρότητος, οἷά περ τοὺς παῖδας ἐμήνισεν, οὐ σμικρὰ γνωρίσματα· τοῦ δὲ λογιστικοῦ τῆς συνέσεως, (ὑποτίθεται γὰρ κᾀν τούτοις αὐτὴν ὁ Εὐριπίδης οὐ τὴν τυχοῦσαν,)
318
οὐ σμικρὰ σημεῖα τὰ πρὸς τὸ τιμωρήσασθαι τοὺς ἐχθροὺς ἐπινοηθέντα, καὶ ὅσα πρὸς ἑαυτὴν διεξέρχεται, καὶ στέλλουσα καὶ πείθουσα τὸν θυμὸν ἀποχωρεῖν ἔργων ἀνοσίων. ὥστ’ εὐλόγως ἐπ’ αὐτῆς ὁ Εὐριπίδης εἶπε·

  • Τί ποτ’ ἐργάσεται
  • Μεγαλόσπλαγχνος, δυσκατάπαυστος
  • Ψυχὴ δηχθεῖσα κακοῖσι;
  • αὕτη μὲν οὖν μεγαλόσπλαγχνος, ἄσπλαγχνος δὲ καὶ μικρόσπλαγχνος, ᾧ φαῦλα, καὶ μικρὰ, καὶ βραδυκίνητα, καὶ δυσκίνητα τὰ τρία τῆς ψυχῆς μόρια. μεταξὺ δέ μοι τῶν λόγων ὧν διεξέρχομαι τὸ παραστὰν οὐκ ὀκνήσω φράσαι· λέλεκται δὲ ὑπὸ τῶν παλαιῶν φιλοσόφων, ὡς οὐκ ἐνδέχεταί τινα διαλεγόμενον ἀδολέσχοις ἀνθρώποις ἀποσχέσθαι τελέως ἁπάσης ἀδολεσχίας. ἔγωγ’ οὖν ἠναγκάσθην ὑπὸ τοῦ Χρυσίππου προσχυθεὶς ἀδολεσχίας ἐξηγεῖσθαι τάς τε τῶν ἰδιωτῶν καὶ τὰς Εὐριπίδου φωνὰς, ὃ μήποτ’ ἂν ἑκὼν ἐτόλμησα πρᾶξαι περὶ τηλικούτου δόγματος ἀποδείξεις γράφων. οὐχ ὅπως γὰρ Εὐριπίδης, ἢ Τυρταῖος, ἤ τις ἄλλος ποιητὴς,

    319
    ἢ καὶ παντάπασιν ἰδιώτης ἱκανὸς πιστεύεσθαι περὶ δόγματος ἁπάσης ἀποδείξεως χωρὶς, ἀλλ’ οὐδ’ αὐτὸς ἁπάντων ἰατρῶν ὁμολογουμένως ἄριστος Ἱπποκράτης, ὥσπερ οὐδὲ ὁ πρῶτος ἁπάντων φιλοσόφων Πλάτων. οὐδὲ γὰρ ἂν ῥαγεῖεν ὑπὸ φθόνου σύμπαντες οἱ μετ’ αὐτὸν, οὐδ’ ἂν ὑπὸ φιλονεικίας ἀναίσχυντα σοφίζωνται, καθάπερ οἱ περὶ τὸν Χρύσιππον, ἢ τὴν δόξαν ὑπερβάλλεσθαί ποτε δυνήσονται τοῦ Πλάτωνος, ἢ τὸν τῶν ἀποδείξεων μιμήσασθαι κόσμον. ἀλλ’ ὅμως οὐδὲ τούτοις τοῖς ἀνδράσι τοσοῦτον ὑπὲρ τοὺς ἄλλους ἐπιστήμῃ τὴν ψυχὴν κεκοσμημένοις οὐδεὶς νοῦν ἔχων ἁπλῶς εἰποῦσιν ἀξιοῖ πιστεύειν, ἀλλ’ ἀναμένει τὴν ἀπόδειξιν. ὁ δέ γε Χρύσιππος ὧν μὲν οὗτοι λέγουσιν ἀποδείξεων ὑπὲρ τοῦ προκειμένου δόγματος οὔτε ἐμνημόνευσεν οὐδεμιᾶς, οὔτ’ ἐξελέγχειν ἐπεχείρησεν, οὐκ αἰδεῖται δὲ Τυρταῖόν τε καὶ Στησίχορον ἐπικαλούμενος μάρτυρας, οὓς εἰ καὶ ζῶντας ἤρετό τις περὶ τούτων τῶν δογμάτων ἐπιστήμης ἀμφισβητοῦσιν, ἐξωμολογήσαντο ἂν εὖ οἶδ’ ὅτι μηδὲν ἐπαΐειν αὐτῶν,
    320
    αὐτοὶ δὲ μᾶλλον ἂν, οἶμαι, παρὰ Χρυσίππου τι μαθεῖν, ἢ παρ’ αὐτῶν ἀποδεικνύειν ἠξίωσαν. εἶτα δηλαδὴ Χρύσιππος ἂν ἐπὶ τοὺς ἰδιώτας ἦγεν αὐτοὺς, ὁ σοφὸς ἐπὶ τοὺς ἀμαθεῖς, ὁ σώφρων ἐπὶ τοὺς μαινομένους, ὁ λόγων ἀκολουθίαν εἰδὼς ἐπὶ τοὺς διαφερομένους πρὸς ἀλλήλους τε καὶ ἑαυτοὺς κατὰ πάντα καιρὸν ἐν λόγοις τε ἅμα καὶ πράξεσιν. ἀλλ’ εἰ καὶ μαίνονται τὰ πάντα καὶ διαφέρονται πρὸς ἀλλήλους τε καὶ ἑαυτοὺς ἅπαντες οἱ ἰδιῶται, τοῦτο γοῦν, οἶμαι, σῶφρον ἔχουσι, τὸ μὴ καλεῖν ἐφ’ ἃ λέγουσι τοὺς καταμαρτυρήσοντας ἑαυτῶν. ἡ δὲ Χρυσίππου σοφία καὶ τῆς τῶν ἰδιωτῶν ἀμαθίας ἐπέκεινα προελήλυθεν· ἐπικαλεῖται γὰρ μάρτυρας, ὑφ’ ὧν κατακρίνεται. τούτου χάριν ἠναγκάσθην κᾀγὼ νῦν ἀδολεσχεῖν, ἵν’ ἐπιδείξω τὸν Χρύσιππον ἐν ἅπασι μέγιστα σφαλλόμενον. οὔτε γὰρ ἐμνημόνευσεν οὐδεμιᾶς τῶν ὑπὸ Πλάτωνός τε καὶ Ἱπποκράτους εἰρημένων ἀποδείξεων, οὔτε ἀντεῖπεν, οὔτ’ αὐτός τινα εἶπεν ἑτέραν ἀπόδειξιν, οὔτε οἶδεν, οὓς χρὴ καλεῖν μάρτυρας. ἐπεδείξαμεν οὖν ἤδη καὶ διὰ τοῦ πρώτου βιβλίου περὶ τῆς πρὸς ἑαυτὸν ἐναντιολογίας
    321
    τοῦ Χρυσίππου· πρόδηλος δὲ καὶ νῦν ἐστιν ἡ ἀναισθησία τἀνδρὸς, ἃ χρῆν ἀποκρύπτειν ἐναργῶς καταβάλλοντα τὸν λόγον αὐτοῦ, ταῦτ’ οὐ μόνον ἀποκρύπτοντος, ἀλλὰ καὶ μαρτυρεῖν ὑπολαμβάνοντος.

    Ἀποχωρήσαντες οὖν ἤδη τῶν τοιούτων, ἴδωμεν ἑξῆς ἅπαντας οὓς ἐρωτᾷ λόγους, ἐπὶ τὴν ἀρχὴν αὖθις ἀνελθόντες ἅπαντος τοῦ λόγου, πρὸς τὸ μηδὲν παρελθεῖν. παραθήσομαι δὲ τὴν ῥῆσιν ἅπασαν, εἰ καὶ μακροτέρα πώς ἐστιν, ἔχουσαν ᾧδε. τῆς μὲν οὖν ὀργῆς γιγνομένης ἐνταῦθα, εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας ἐνταῦθ’ εἶναι, καὶ ἤδη τὰ λοιπὰ πάθη, καὶ τοὺς διαλογισμοὺς, καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια. σαινόμενοι δὲ φήμῃ οἱ πολλοὶ τούτων, πολλὰ κατὰ τὴν ἀλήθειαν ἐπιλέγουσι τοιαῦτα ἐχόμενοι τῆς ῥηθείσης φορᾶς. πρῶτον μὲν γὰρ, ἵνα πάντες ἐντεῦθεν ἄρξωμαι, κατὰ τοῦτό φασιν ἀναβαίνειν τινὲς τὸν θυμὸν, καὶ καταπίνειν τὴν χολήν τινας ἀξιοῦσι λέγοντές τε καταπίνεσθαί τινα αὐτοῖς σπαράγματα, καὶ μὴ καταπίνεσθαι κατὰ τὴν τοιαύτην φορὰν λέγομεν. οὕτω δὲ λέγεσθαι,

    322
    καὶ μηδὲν αὐτοῖς τούτων καταβαίνειν, καὶ ὅτι καταπιὼν τὸ ῥηθὲν, ἀπῆλθεν ὅ τε Ζήνων πρὸς τοὺς ἐπιλαμβανομένους, ὅτι πάντα τὰ ζητούμενα εἰς τὸ στόμα φέρειν ἔφησεν, ἀλλ’ οὐ πάντα καταπίνεται, οὔτε τῆς καταπόσεως ἄλλως ἂν οἰκειότερον λεγομένης, οὔτε τῆς καταβάσεως τῶν ῥηθέντων, εἰ μὴ περὶ τὸν θώρακα τὸ |ἡγεμονικὸν ἡμῶν ἦν, εἰς ὃ ταῦτα πάντα φέρεται. ἐν γοῦν τῇ κεφαλῇ ὄντος αὐτοῦ γελοίως ῥηθήσεται καὶ ἀλλοτρίως καταβαίνειν. ἀναβαίνειν δ’ ἂν οἶμαι οἰκειότερον αὐτῶν λεγομένων, καὶ οὐ καταβαίνειν τὸν προειρημένον τρόπον τῆς κατὰ τὴν ἀκοὴν αἰσθήσεως καταφερομένης περὶ τὴν διάνοιαν, ἐὰν ᾖ περὶ τὸν θώρακα, οἰκείως κατάβασις ῥηθήσεται· ἐὰν δὲ περὶ τὴν κεφαλὴν, ἀλλοτριώτερον. ἐν τούτοις πάλιν ὁ Χρύσιππος οὐκ αἰσθάνεται τοὺς ἰδιώτας ἐφ’ ἑαυτὸν καλῶν· τὸ γὰρ ἀναβαίνειν τὸν θυμὸν, ἢ καταβαίνειν τὴν χολὴν, ὅσα τ’ ἄλλα τοιαῦτα λέγεται, μαρτυρεῖ τοῖς τὸν θυμόν τε καὶ ὅλως τὰ πάθη κάτω που τετάχθαι νομίζουσιν, ὥσπερ ἐν τῇ κεφαλῇ τὸν λογισμόν. τηνικαῦτα γὰρ οἶδα καὶ τὸ μὴ
    323
    καταβαίνειν ἑαυτοῖς τὰ εἰρημένα λέγοντας τοὺς πολλοὺς, οὐκ ἐπειδὰν μὴ παρακολουθῶσι, μηδὲ μανθάνωσι τῶν λεγομένων, ἐπειδὰν λέγηται μὲν τινα ὡς ὀργὴν, ἢ λύπην, ἢ θυμὸν, ἤ τι τοιοῦτον πάθος ἐγκαλεσόμενα, μὴ φροντίζῃ δὲ αὐτῶν ὁ ἀκούων, μηδὲ κινῆται κατὰ πάθος. αὕτη μὲν οὖν ἡ ἀδολεσχία τοῦτο τὸ πέρας ἐχέτω. μετὰ ταῦτα δ’ ὁ Χρύσιππος τοιᾶσδ’ ἑτέρας μέμνηται. αἱ δὲ γυναῖκες καὶ μᾶλλόν τι τούτων ἐμφαίνουσιν. εἰ γὰρ μὴ καταβαίνει αὐταῖς τὰ λεγόμενα, πολλάκις τὸν δάκτυλον κατάγουσι ἕως τοῦ κατὰ τὴν καρδίαν τόπου, οὐ φάσκουσαι καταβαίνειν ᾧδε τὰ εἰρημένα. τοῦτο τὸ ἐπιχείρημα τοῖς ἔμπροσθεν ὁμογενές ἐστιν, δύο ἕτερα προσειληφὸς ἐπιχειρήματα πάνσοφα, τό τε γυναῖκας εἶναι τὰς λεγούσας αὐτὰ, καὶ μὴ, ὥσπερ τὰ πρόσθεν, τοὺς ἄνδρας, τό τε καὶ τῇ δείξει δηλοῦν ὥσπερ ὀρχουμένας, ἅπερ ὁ λόγος ἐπὶ τῶν ἀνδρῶν ἐδήλου. ἀλλά τοι κᾀνταῦθα, γενναιότατε Χρύσιππε, κατὰ σαυτοῦ καλεῖς τὰς γυναῖκας μάρτυρας. οὐδὲ γὰρ αὗται λέγουσιν οὕτως, οὐδ’
    324
    ὀρχοῦνται ταῖς χερσὶν, ὡς εἴρηκας, ἐπειδὰν ἀρνῶνται συνιέναι τῶν λεγομένων, ἀλλ’ ὅταν ὑπὸ λοιδορίας, ἢ ἀπειλῆς, ἤ τινος τοιούτου μήτε ὀργίζεσθαι φάσκωσι, μήτε θυμοῦσθαι, μήθ’ ὅλως ἀγανακτεῖν· ὅπερ οὐδ’ αὐτὸν, οἶμαι, λανθάνει τὸν Χρύσιππον. ἀντιφθεγγόμενος γοῦν κᾀνταῦθα ἑαυτῷ μετ’ ὀλίγον ὡδί πως γράφει. ἀφ’ ἧς τε φορᾶς λέγομεν μὴ καταβαίνειν τὰ λεγόμενα, εἴτε ἀπειλὰς, εἴτε λοιδορίας, ὥστε καθικέσθαι καὶ ἅπτεσθαι αὐτῶν, καὶ οὕτως κινεῖσθαι τὴν διάνοιαν ἀπὸ τῆς φορᾶς ταύτης, καὶ βαθείας τινάς φαμεν εἶναι, τὸ διὰ μηδὲν τῶν τοιούτων ἐφικέσθαι καταβῆναι αὐτῶν. ὅτι μὲν οὖν ἐπὶ τῶν ἀπειλούντων ἢ λοιδορούντων λέγεται τὸ μὴ καταβαίνειν εἰς τὸ στῆθος τὰ εἰρημένα, καὶ αὐτὸς ὁ Χρύσιππος μαρτυρεῖ. προσέῤῥιψε δὲ τῷ λόγῳ τὸ τῆς διανοίας ὄνομα, δέον εἰπεῖν θυμοῦ. τὸ μὲν γὰρ λογίζεσθαί τε καὶ νοεῖν τὰ λεγόμενα, καὶ τὸ μαχόμενον ἢ ἀκόλουθον ἐπίστασθαι τῆς λογιστικῆς δυνάμεως ἔργον· τὸ δὲ ἐπὶ λοιδορίαις ἢ ἀπειλαῖς μήτ’ ὀργισθῆναι μήτε
    325
    θυμωθῆναι τῆς θυμοειδοῦς ἴδιον. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς ἐφεξῆς ὁ Χρύσιππος λέγει. μεταξὺ δὲ ταύτης τῆς τε νῦν γεγραμμένης ῥήσεως καὶ ἧς ὀλίγον ἔμπροσθεν ἔγραψα περὶ τῶν γυναικῶν, ἑτέρα ῥῆσίς ἐστιν, ἣν ἤδη παραγράψω, πρὸς τὸ μηδὲν ὅλως ὑπερβαίνειν δοκεῖν· ἔχει δὲ ᾧδε. τούτοις δ’ ἀκολούθως ἀνεμεῖν τέ τινάς φαμεν τὰ φανέντα αὐτοῖς, καὶ ἔτι τὸν βαθὺν λέγομεν πολλῶν τοιούτων συμφώνως τοῖς εἰρημένοις, καταπιόντες γὰρ ὅμοιον εἰπεῖν, ὅτι ἡμέρα ἐστὶ, καὶ ἐναποθέμενοι τοῦτο εἰς τὴν διάνοιαν, καὶ πάλιν ἐκεῖνο λέγοντες, ὅτι οὐκ ἔστιν ἡμέρα, μενόντων τῶν πραγμάτων, οὐκ ἀλλοτρίως οὐδ’ ἀνοικείως ἀνεμεῖν λέγονται. τοῦτο τὸ ἀνεμεῖν ἐγὼ μὲν οὐδὲ ἤκουσά τινος λέγοντος, ἀλλὰ μᾶλλον ἀποπτύσαι, καὶ ἐκπτύσαι, καὶ ἐκβαλεῖν, καὶ ἀποῤῥῖψαι, καὶ ἀποθέσθαι λέγουσιν, ἐπειδὰν λέγωσί τινα δοξῶν ἀποστῆναι μοχθηρῶν. εἰ δ’ ἄρα καὶ τὸ ἐξεμέσαι λέγοιτο πρός τινων, εἴη ἂν ταὐτὸν τῷ ἀποπτύσαι, καὶ ἀποῤῥῖψαι, καὶ τοῖς ἄλλοις τοῖς ἐκ μεταφορᾶς λεγομένοις ὁμοίως ἔχον. ὅτι δ’ οὐ μόνον ἀνδρὶ φιλοσοφοῦντι τῶν
    326
    τοιούτων ἐπιχειρημάτων οὐδέν ἐστι μεταχειριστέον, ἀλλ’ οὐδὲ ῥητορικῷ, δέδεικται μὲν ἤδη μοι καὶ διὰ τῶν ἔμπροσθεν, οὐ μὴν ἀλλὰ καὶ νῦν ἔνεστιν ἐνδείξασθαι διὰ βραχέων, ἀναμνήσαντα τῶν ῥητορικῶν τεχνῶν, ἃς ἐκεῖνοι γράφουσι, διδάσκοντες ἡμᾶς τόπους ἐπιχειρημάτων εἰς ἑκάστην ὑπόθεσιν. οὐδενὸς γὰρ τοιούτων μνημονεύουσιν, οἴων ὁ Χρύσιππος ἐνέπλησε τὰ ἑαυτοῦ συγγράμματα. ἀλλὰ γὰρ εἴπερ πᾶσαν ῥῆσιν ἀκριβολογεῖσθαι βουληθείην, ὡς μηδὲν τῶν ἁμαρτημάτων ἀνέλεγκτον παραλιπεῖν, εἰς ἄπειρον ἄν τι μῆκος ἐκταθείη τὸ βιβλίον. ἀφέμενος οὖν ἤδη τῶν προγεγραμμένων, ἐπὶ τὰ ἐφεξῆς τρέψομαι, δι’ ὧν ὁ Χρύσιππος ἄρχεται παρατίθεσθαι τὰς τῶν ποιητῶν μαρτυρίας, μεταξὺ παρεντιθεὶς αὐτῶν ὀλίγους λόγους ἑαυτοῦ, πολλάκις μὲν ὥσπερ ἐξήγησιν ὧν ἡ ῥῆσις βούλεται, πολλάκις δ’ ὥσπερ ἐπιτομήν τινα καὶ οἷον καθόλου τι κεφάλαιον. ἀρξάμενος οὖν ἀπό τινος Ἐμπεδοκλείου ῥήσεως ἐξηγεῖταί τε αὐτὴν καί τινων κατὰ τὴν ἐξήγησιν ἀξιολογωτέρων ἄρχεται
    327
    λόγων, ἐν οἷς ἐστι καὶ ὁ περὶ τῆς φωνῆς, οὗ κατὰ τὸ δεύτερον ἐμνημόνευσα τῶνδε τῶν ὑπομνημάτων, ἐν ᾧ βιβλίῳ πάντας ἔδοξέ μοι κάλλιον εἶναι παραθέσθαι τοὺς λόγους, οἳ τὸ πιθανὸν ἔχουσι, καὶ οὐχὶ ἀπόβλητοι τελέως εἰσὶν, οὐδὲ γυναῖκας, οὐδὲ ἰδιώτας, οὐδὲ ἐτυμολογίας, ἢ φορὰς χειρῶν, ἢ ἐπινεύσεις, ἢ ἀνανεύσεις κεφαλῆς, ἢ ποιητὰς ἐπικαλοῦνται μάρτυρας· ἐφ’ ὧν καὶ μόνων ἐγνώκειν καταμεῖναι, μὴ προσθεὶς αὐτοῖς ταυτὶ τὰ νῦν μοι γραφόμενα. δόξαν δὲ τοῖς ἑταίροις ἄμεινον εἶναι, μηδ’ ὅσα παντάπασιν ἠδολέσχηται τῷ Χρυσίππῳ, μηδὲ ταῦθ’ ὑπερβῆναι παντελῶς, ἀλλ’ ἐπισημήνασθαί τε τὴν ἀτοπίαν αὐτῶν, ἐπιδεῖξαί τε πρὸς τὸ μηδὲν πλέον ἀνύειν αὐτὰ κατὰ τῶν Στωϊκῶν δογμάτων παρειλημμένα, διὰ τοῦτο προσέθηκα πάντα ταῦτα κατὰ τόδε τὸ βιβλίον. περὶ μὲν δὴ τῆς φωνῆς οὐδὲν ἔτι δέομαι λέγειν ἐν τῷδε, σύμπαντα τὸν τόπον ἱκανῶς ἐξειργασμένος ἐν τῷ πρὸ τούτου βιβλίῳ. ὅσα δὲ ἐφεξῆς ἔτι τοῦ περὶ ταύτης λόγου κατὰ τὸ τοῦ Χρυσίππου βιβλίον εἰρημένα, τούτων ἤδη μνημονεύσω. ἔστι δὲ
    328
    τά τε κατὰ τὰς φορὰς τῶν χειρῶν, ὅτε ἐφαπτόμεθα τῶν στέρνων ἡμᾶς αὐτοὺς δεικνύντες, ἔτι τε τὰ κατὰ τὴν ἐγὼ φωνὴν, ἃ δὴ κᾀντοῖς ἐτυμολογικοῖς εἶπεν ἔχειν τι φάσκων αὐτὰ δεικτικὸν ἐκ τοῦ φαινομένου διὰ τὸ κατὰ τὴν πρώτην ἐν αὐτῇ συλλαβὴν, ὡς ἐπὶ τὸ στῆθος ἀπάγεσθαι τήν τε κάτω γένυν καὶ τὸ χεῖλος. εἴρηταί μοι καὶ περὶ τούτων ἤδη κατὰ τὸ δεύτερον τῶνδε τῶν ὑπομνημάτων κᾀν τοῖς περὶ ὀνομάτων ὀρθότητος. ὅμοια δὲ τοῖς τοιούτοις ἐπιχειρήμασι καὶ τὰ κατὰ τὴν ἐτυμολογίαν εἰσὶ τοῦ τῆς καρδίας ὀνόματος, ἑξῆς τῶν προειρημένων ὑπὸ τοῦ Χρυσίππου γεγραμμένα κατὰ τὸ πρῶτον περὶ ψυχῆς, ᾧδέ πως ἔχοντα. τούτοις πᾶσι συμφώνως καὶ τοὔνομα τοῦτ’ ἔσχηκεν ἡ καρδία κατά τινα κράτησιν καὶ κυρείαν, ἀπὸ τοῦ ἐν αὐτῇ εἶναι τὸ κυριεῦον καὶ κρατοῦν τῆς ψυχῆς μέρος, ὡς ἂν κρατία λεγομένη. τὸ μὲν ὡς πρὸς τὴν ζωὴν ἡμῶν κυριώτατον εἶναι τὸ σπλάγχνον οὐδ’ ἡμεῖς ἀμφισβητοῦμεν, ὦ γενναιότατε Χρύσιππε, οὐ μὴν ἀπλῶς γε κυριώτατον εἶναι συγχωροῦμεν.
    329
    οὐ γὰρ ἄρχειν αὐτὸ καὶ δεσπόζειν τῶν ἄλλων ἡ φύσις ἔνειμεν, ὅταν γε προσηκόντως διοικήσαι τὰ κατὰ τὸν ἄνθρωπον, ἀλλ’ ἐγκεφάλῳ μὲν ἄρχειν, ὑπακούειν δὲ τῇ καρδίᾳ, καθάπερ ἡμεῖς ἀποδείκνυμεν. ἐφεξῆς δὲ τοῖς εἰρημένοις, ὁ Χρύσιππος τάδε γράφει. ὁρμῶμεν κατὰ τοῦτο τὸ μέρος, καὶ συγκατατιθέμεθα τούτῳ, καὶ εἰς τοῦτο συντείνει τὰ αἰσθητήρια πάντα. ταῦτα τὰ κεφάλαια μόνα τῶν ἐπιστημονικῶν ἐστι, καὶ εἴπερ ἀπέδειξεν ὁ Χρύσιππος αὐτὰ, τότ’ ἂν ἐπῃνοῦμέν τε τὸν ἄνδρα καὶ τοῖς δόγμασιν ἐπειθόμεθα τῶν Στωϊκῶν. ἐπεὶ δ’ ἀποδεῖξαι μὲν οὐκ ἐπεχείρησεν, ἀπεφήνατο δὲ μόνον, ἡμεῖς δὲ πρόσθεν μὲν ἤδη περὶ τῶν αὐτῶν ἀπεδείξαμεν, ὡς οὔτε κατὰ τὴν καρδίαν γίγνεται, καὶ πάντων αὐτῶν ἐγκέφαλός ἐστιν ἀρχὴ, καὶ διὰ τῶν ἐφεξῆς δὲ οὐδὲν ἧττον ἀποδείξομεν, οὐκ ἔτ’ ἂν οἶμαι δίκαιον εἶναι τοῖς Χρυσίππου πιστεύειν δόγμασιν, ἀλλὰ τοῖς Ἱπποκράτους καὶ Πλάτωνος. ταυτὶ μὲν οὖν τὰ κεφάλαια, τὸ σύμπαν κῦρος ἐν αὑτοῖς ἔχοντα περὶ τῶν προκειμένων ἡμῖν δογμάτων, οὕτως ταχέως ὁ Χρύσιππος παρέδραμεν,
    330
    ὡς ἐπιμνησθῆναι μόνον· ἐν οἷς δὲ οὐ χρὴ, μηκύνει περιττῶς. ἑξῆς δὲ περί τε φωνῆς μνημονεύει καὶ νεύρων ἀρχῆς, ὑπὲρ ὧν ἀμφοτέρων εἴρηταί μοι κατὰ τὰ πρόσθεν ὑπομνήματα. καὶ μετὰ ταῦτα τὴν ἀκάρδιον ἐξηγεῖται προσηγορίαν, ὑπὲρ ἧς ἔμπροσθεν ἤδη μοι λέλεκται, τοσοῦτον δὲ ἐπισημανοῦμαι καὶ νῦν ἀπ’ αὐτῆς τῆς λέξεως τοῦ Χρυσίππου μαρτυρούσης οἷς προεῖπον· ἔχει δὲ ᾧδε. κατὰ τοῦτο καὶ εὐκάρδιοι λέγονταί τοι εἶναί τινες καθάπερ εὔψυχοι, καὶ καρδίαν ἀλγεῖν οἱ κηδόμενοί τινων, ὡς ἂν κατὰ τὴν καρδίαν τῆς κατὰ τὴν λύπην ἀλγηδόνος γιγνομένης. ἐν ταύτῃ γὰρ τῇ ῥήσει σαφῶς ὁ Χρύσιππος ἐμαρτύρησεν ἡμῖν, ὡς οὐδέποτε τὸ λογιζόμενον τῆς ψυχῆς οὐδεὶς τῶν ἰδιωτῶν ἐν καρδίᾳ νενόμικεν ὑπάρχειν, οὐδ’ ὁ ἀκάρδιος τὸν ἄψυχον, ὡς οἴεται ὁ Χρύσιππος, ἀλλὰ τὸν ἄτολμον δηλοῖ παρ’ αὐτοῖς. οὕτω δὲ καὶ τὴν καρδίαν ἀλγεῖν τὸ λυπεῖσθαι λέγουσιν, ὡς καὶ τοῦτ’ αὐτὸς μαρτυρεῖ διὰ τῆς αὐτῆς ταύτης ῥήσεως τῆς νυνὶ γεγραμμένης, ἐν ᾗ φησιν· ὡς ἂν κατὰ τὴν καρδίαν τῆς κατὰ τὴν λύπην ἀλγηδόνος γιγνομένης. οὕτως ἐν
    331
    ἅπασι τοῖς λόγοις ὁ Χρύσιππος οὐκ αἰσθάνεται τὰ πάθη τῆς ψυχῆς ἐν τοῖς κάτω τῆς κεφαλῆς μέρεσιν ὑπάρχειν κατασκευάζων, οὐ τὸ λογιζόμενον, ἢ ἐπιστήμην δεχόμενον, ἢ ἀλήθειαν σπουδάζον. οὕτω δὲ κᾀπειδὰν ἐπιφέρων εἴπῃ, τὸ γὰρ ὅλον, καθάπερ ἐν ἀρχῇ εἶπον, εὖ μάλ’ ἐμφαίνουσιν οἵ τε φόβοι καὶ αἱ λῦπαι κατὰ τοῦτο τὸ μέρος γιγνόμεναι, μαρτυρεῖ κᾀνταῦθα τῷ τοῦ Πλάτωνος λόγῳ. καὶ διὰ τῶν ἑξῆς δὲ κατὰ τὸν παραπλήσιον τρόπον οὐκ αἰσθάνεται κατασκευάζων, ὡς ἐν τῇ καρδίᾳ τὸ θυμοειδὲς ἵδρυται τῆς ψυχῆς. ἥ τε γὰρ ἐν τοῖς φόβοις πάλσις τῆς καρδίας ἐκφανής ἐστι καὶ ἡ εἰς τοῦτο τῆς ὅλης ψυχῆς συνδρομὴ, οὐκ ἄλλως ἐπιγεννηματικῶς γιγνομένων αὐτῶν, καθάπερ ἄλλοις ἄλλου συμπάσχειν πεφυκότος, καθ’ ὅ καὶ συνιζάνουσιν εἰς αὑτοὺς, συναγόμενοι πρὸς τοῦτο, ὡς ἂν τὸ ἡγεμονικὸν, καὶ κατὰ τὴν ὡς ἂν αὐτῶν τούτου φυλακτικήν. καὶ τὰ τῆς λύπης πάθη ἐνταυθοῖ που εὐφυῶς γίγνεται, οὐδενὸς ἄλλου συμπάσχοντος οὐδὲ συναλγοῦντος τόπου. ἀλγηδόνων γάρ τινων κατὰ ταῦτα γιγνομένων σφοδρῶν, ἕτερος μὲν οὐδείς
    332
    ἐμφαίνει τόπος τὰ πάθη ταῦτα, ὁ δὲ περὶ τὴν καρδίαν μάλιστα. ταῦτα πάντα φήσομεν ἀληθῶς ὑπὸ τοῦ Χρυσίππου λέγεσθαι, καὶ παρακαλέσομέν γε τοὺς ἀπ’ αὐτοῦ μεμνῆσθαί τε αὐτῶν καὶ μηκέτι παρ’ ἡμῶν ἑτέραν ἐπιζητεῖν ἀπόδειξιν ὑπὲρ τοῦ τοὺς φόβους, καὶ τὰς λύπας, καὶ πάνθ’ ὅσα τοιαῦτα πάθη κατὰ τὴν καρδίαν συνίστασθαι, ἀλλὰ τοῦτο μὲν καὶ παρ’ αὐτῶν ὁμολογούμενον λαμβάνεται τῶν Στωϊκῶν. οὐ μόνον γὰρ Χρύσιππος, ἀλλὰ καὶ Κλεάνθης καὶ Ζήνων ἑτοίμως αὐτὰ τιθέασιν. ἐκεῖνο δ’ ἐπισκέπτεσθαι χρὴ μόνον, ἐν ᾧ τὴν πᾶσαν ἀμφισβήτησιν εἶναι συμβέβηκεν, εἰ καὶ τὸ λογιζόμενόν ἐστιν ἐνταῦθα. εἰ γὰρ ὥσπερ τὸ θυμοειδὲς, ἐναργῶς ἐπιδείκνυται δι’ ὧν ὁ Χρύσιππος ἤδη πολλάκις εἴρηκε λόγων περιεχόμενον ἐν τῇ καρδίᾳ. ἡμεῖς δὲ εἰ περὶ τοῦ λογιζομένου παραπλησίας ταύταις ἢ καὶ σφοδροτέρας ἔτι προσθείημεν ἀποδείξεις ὑπὲρ τοῦ κατὰ τὴν κεφαλήν τε καὶ τὸν ἐγκέφαλον ὑπάρχειν αὐτὸ, τί ἄλλο ἢ τὸ Πλάτωνός τε καὶ
    333
    Ἱπποκράτους ἀποδειχθήσεται δόγμα, τὰς ἀποδείξεις ἀμφοτέρας ἡμῶν συνθέντων;

    Ἴσως οὖν ἄμεινον, ἐπειδὴ κατὰ τοῦτο τοῦ λόγου γεγόναμεν, ἀναμνῆσαι τῶν ἐπιστημονικῶν ἀποδείξεων, ὑπὲρ ὧν ἐπὶ πλέον ἐν τῷ πρὸ τούτου διελέχθην ὑπομνήματι, τὰ λήμματα δεικνὺς, ἐξ ὧν ἄν τις ἀποδείξειε τὸ προκείμενον. ἦν δ’ αὐτὸ τὸ κεφάλαιον ἐκ τῶν ὑπαρχόντων καὶ συμβεβηκότων ἑκατέρῳ τῶν σπλάγχνων κατὰ τὴν οὐσίαν τοῦ ζητουμένου πράγματος ἄρχεσθαι χρῆναι. καὶ δὴ τὰ ὑπάρχοντά τε καὶ συμβαίνοντα καθ’ ἑκάτερον ἰδίᾳ πάντα διήλθομεν ἔμπροσθεν. ἦν δὲ καὶ τούτων κεφάλαια ταῦτα· πρῶτον μὲν, ὡς τῶν αἴσθησίν τε καὶ κίνησιν τὴν κατὰ προαίρεσιν ἅπασι τοῖς τοῦ ζώου μέλεσι παραγόντων ὀργάνων, ἅπερ ὀνομάζεται νεῦρα, τὸν ἐγκέφαλον ἀρχὴν ὑπάρχειν συμβέβηκεν, ὥσπερ τῶν ἀρτηριῶν τὴν καρδίαν· ἔπειτα δ’, ὅτι, θλιφθεισῶν μὲν ἢ τρωθεισῶν τῶν κατὰ τὸν ἐγκέφαλον κοιλιῶν, ὅλον τὸ ζῶον αὐτίκα γίνεται καρῶδες, οὐ μὴν ἀπόλλυταί γε οὔτε ἡ κατὰ τὰς ἀρτηρίας, οὔτε ἡ κατὰ τὴν

    334
    καρδίαν κίνησις, ὥσπερ γε κᾀπειδὰν ὁμοίως τὴν καρδίαν διαθῶμεν, αἱ μὲν κατὰ τὰς ἀρτηρίας κινήσεις παραβλάπτονται, τὸ δὲ ὅλον ζῶον οὔτε εἰς αἴσθησιν οὐδεμίαν οὔτε κίνησιν οὐδὲν φαίνεται βλαπτόμενον. ἐπεδείξαμεν δὲ καὶ ὡς οὐδέτερον οὐδετέρῳ χορηγεῖ τῶν εἰρημένων δυνάμεων, οὔθ’ ἡ καρδία τῷ ἐγκεφάλῳ τῆς αἰσθητικῆς τε καὶ κατὰ προαίρεσιν κινητικῆς, οὔθ’ ὁ ἐγκέφαλος τῇ καρδίᾳ τῆς σφυγμικῆς, ἀλλ’ ἔστιν ἑκάτερον τῶν μορίων ἑκατέρας δυνάμεως οἷον πηγή τις. ἐνδείκνυται δ’ ὁ λόγος ἤδη καὶ τὴν ἀπὸ τῶν νοσημάτων μαρτυρίαν, ὑπὲρ ἧς ἐν τοῖς ἑξῆς ἐπὶ πλέον ἐροῦμεν. ἐγκεφάλου μὲν γὰρ πάσχοντος, ἕτοιμον παραφρονῆσαί τε καὶ ἀκίνητον καὶ ἀναίσθητον γενέσθαι τὸ ζῶον, καρδίας δὲ, συγκοπῆναι μὲν καὶ ἀπολέσθαι, τῶν προειρημένων δ’ οὐδὲ ἓν παθεῖν. εἴπερ οὖν οὕτως ταῦτ’ ἔχει, καθάπερ ἔχει, καὶ οἱ λέγοντες, ἐκ καρδίας πεφυκέναι τὰ νεῦρα, λέγειν μὲν δύνανται τοῦτο καὶ γράφειν, ὥσπερ καὶ ἄλλα πολλὰ λέγουσί τε καὶ γράφουσιν, οὐ μὴν ἐπί γε τῶν ζώων ἐναργῶς δεικνύναι.
    335
    τὴν μὲν γὰρ λεγομένην ἀρχὴν, ἀφ’ ἧς τὰ νεῦρα πέφυκεν, ἐγκέφαλον ἀναγκαῖον ὑπάρχειν· ὅσα δὲ Χρύσιππος ἐπὶ πλεῖστον μηκύνων ἐπὶ τῆς καρδίας διεξῆλθεν, οὐ τὸ λογίζεσθαι δείκνυσι τὸ σπλάγχνον, ἀλλὰ τὸ θυμοῦσθαι, καὶ τὸ φοβεῖσθαι, καὶ τὸ λυπεῖσθαι, καὶ πάνθ’ ὅσα τοῦ θυμοειδοῦς τῆς ψυχῆς ἐστιν ἔργα τε καὶ πάθη.

      Ὅπερ οὖν εἶπον ἤδη πρόσθεν ἐν τῷδε τῷ γράμματι, τοῦτο καὶ νῦν ἀναγκαῖον ἀναμνῆσαι, ὅτι ὁ Χρύσιππος ἐν τῇ μετὰ τὰς προγεγραμμένας ῥήσεις λέξει προχείρως πάλιν ἐξ ἑνὸς ἄρχεσθαι μόνου τὰς δυνάμεις ἀμφοτέρας λαμβάνει, μηδὲ μίαν ἀπόδειξιν, ἢ παραμυθίαν, ἢ πιθανότητα τῷ λόγῳ προστιθεὶς, ὡς ἐξ αὐτῆς φανερὸν ἔσται τῆς λέξεως αὐτοῦ τόνδε τὸν τρόπον ἐχούσης. ἀτόπως οὖν αὐτὸ κατὰ ταῦτα ἐξαχθησόμενον, ἐάν τε μὴ φῶσι τὴν λύπην καὶ τὴν ἀγωνίαν ἀλγηδόνας εἶναι, ἐάν τε ἀλγηδόνας, ἐν ἄλλῳ γίνεσθαι τόπῳ ἢ τῷ ἡγεμονικῷ. τὰ δὲ αὐτὰ καὶ ἐπὶ τῆς χαρᾶς καὶ ἐπὶ τοῦ θάρσους ἐροῦμεν, ἅπερ ἐμφαίνει περὶ τὴν καρδίαν γινόμενα. ὃν τρόπον γὰρ, ὅταν τὸν

      336
      πόδα πονῶμεν ἢ τὴν κεφαλὴν, περὶ τούτους τοὺς τόπους ὁ πόνος γίνεται, οὕτως συναισθανόμεθα καὶ τῆς κατὰ τὴν λύπην ἀλγηδόνος περὶ τὸν θώρακα γινομένης, οὔτε τῆς λύπης οὐκ οὔσης ἀλγηδόνος, οὔτε ἐν ἑτέρῳ τινὶ τόπῳ ἢ τῷ ἡγεμονικῷ αὐτῆς γινομένης. πρὸς ταύτην τὴν ῥῆσιν δίκαιον ἀποκρίνασθαι τῷ Χρυσίππῳ καθ’ ἕκαστον ὧν ἐρωτῶ κεφαλαίων, εὐθέως ἀπὸ τῆς ἀρχῆς τὸ πρῶτον ἀναλαβόντας, ἔνθα φησὶ, τὴν λύπην καὶ τὴν ἀγωνίαν καὶ τὴν ὀδύνην ἀλγηδόνας ὑπάρχειν. εἴτε γὰρ ἐρωτῶν ἡμᾶς οὕτως εἴποι τις, ὡς Χρύσιππος εἴρηκεν, εἴτε ἀποφαινόμενος, ἐπαινέσομεν αὐτοῦ τὸν λόγον, καὶ φήσομεν, ἀγωνίαν καὶ λύπην καὶ ὀδύνην ἀλγηδόνας εἶναι τῷ γένει, μᾶλλον δ’, εἰ χρὴ τοῖς ὀνόμασι κατὰ τὴν τῶν Ἑλλήνων χρήσασθαι συνήθειαν, ὀδύνας τε καὶ ἀλγηδόνας οὐδέτερον ἀλλήλων διαφέρειν, ὥσπερ οὐδὲ κίονα οὐδὲ στύλον, οὐδ’ ὦπας καὶ ὀφθαλμούς· ἀγωνίας μέντοι καὶ λύπης οἷον γένος εἶναί τι τὴν ἀλγηδόνα. τὸ δ’ ἐν τῷ ἡγεμονικῷ τόπῳ τὰς ἀλγηδόνας γίνεσθαι, τοῦτ’ οὐκ ἔτι τῷ Χρυσίππῳ συγχωρήσομεν αὐτῷ τὴν ἀλγηδόνα κατά γε τὸ
      337
      ἡγεμονικὸν συνίστασθαι. δίκαιος οὖν ἐστιν ἐπιδεῖξαι καθ’ ἓν καὶ ταὐτὸν σπλάγχνον ἀμφοτέρας ᾠκισμένας τὰς δυνάμεις. καίτοι τί λέγω καθ’ ἓν καὶ ταὐτόν; οὐ γὰρ πρὸς Χρύσιππον οὕτω χρὴ ποιεῖσθαι τὸν λόγον, ἀλλὰ πρὸς Ἀριστοτέλην, συγχωροῦντα μὲν, εἶναι πλείους δυνάμεις ἡμῶν ἐν τῇ ψυχῇ τῷ γένει διαφερούσας, οὐ μὴν ἐν ἄλλῳ γε καὶ ἄλλῳ σπλάγχνῳ καθιδρῦσθαι· πάντων γὰρ ἀρχὴν εἶναι βούλεται καρδίαν. ὁ δὲ Χρύσιππος οὐδὲ τὰς δυνάμεις αὐτὰς διαλλάττειν ἀλλήλων ὁμολογεῖ, οὐδ’ ἑτέρᾳ μέν τινι δυνάμει θυμοῦσθαι τὸ ζῶον, ἑτέρᾳ δ’ ἐπιθυμεῖν, ἑτέρᾳ δὲ λογίζεσθαι. οὔκουν οὐδ’ ἡμᾶς οὕτω χρὴ προβάλλειν αὐτὸ, καθάπερ ὀλίγον ἔμπροσθεν εἴπομεν, ἐπιδεῖξαι παρακαλοῦντας, ὡς ἐν ταὐτῷ τόπῳ τοῦ ζώου καὶ τὸ θυμοειδές ἐστι καὶ τὸ λογιστικὸν καὶ τὸ ἐπιθυμητικόν. τὸ τοίνυν πρότερόν τε τούτου καὶ γενικώτερον ζήτημα τοῦτο παρακαλέσομεν ἢ Χρύσιππον ἤ τινα τῶν ἀπ’ αὐτοῦ καταστήσασθαί τε καὶ ἀποδεῖξαι. τοῦτο δ’ ἐστὶ τὸ τῆς αὐτῆς εἶναι δυνάμεως ἔργα τό τε λογίζεσθαι καὶ τὸ θυμοῦσθαι καὶ τὸ βρωμάτων τε
      338
      καὶ πομάτων καὶ ἀφροδισίων ἐπιθυμεῖν. ἡμεῖς μὲν γὰρ ἐπί τε τῶν ἄλλων ζώων ἐναργῶς ἐπιδείκνυμεν αὐτὰ κεχωρισμένα, καὶ προσέτι τῶν παίδων οἳ λογισμῷ μὲν ἥκιστα χρῶνται, θυμοῖς δὲ καὶ ἐπιθυμίαις ἰσχυροτάταις ὥσπερ τὰ θηρία δουλεύουσι. καὶ ἡμῶν γ’ αὐτῶν ὁ μὲν τῷ λογισμῷ μάλιστα χρώμενος ἥκιστ’ ἐπιθυμητικός τ’ ἐστὶ καὶ θυμικὸς, ὁ δ’ ὑπό τινος τῶν ἀλόγων τῆς ψυχῆς μορίων ἀρχόμενος ἥκιστα χρῆται λογισμῷ. καὶ τῆς Μηδείας δ’ ἀναμνηστέον ἐν τούτῳ τῆς Εὐριπίδου, καὶ τοῦ Ὁμηρικοῦ Ὀδυσσέως, ἐν οἷς ἐστασίασε μὲν ἑκάτερα πρὸς ἄλληλα τῆς ψυχῆς τὰ μόρια, δηλοῦντα σαφῶς, ὡς οὐχ ἕν ἐστιν, ἐνίκησε δὲ ἐπὶ τοῦ σοφωτέρου τὸ βέλτιον, ἐπὶ δὲ τῆς ἀπαιδεύτου τε καὶ βαρβάρου τὸ χεῖρον. καὶ ἐπὶ πολλῶν ἀνθρώπων τοιαῦτ’ ἐστι γινόμενα κατὰ τὴν ψυχὴν, τοῦ λογισμοῦ ποτὲ μὲν τῷ θυμοειδεῖ μαχομένου, ποτὲ δὲ τῷ ἐπιθυμητικῷ. ὁ δὲ Χρύσιππος ἅμα τοῖς ἄλλοις Στωϊκοῖς ἐπὶ μὲν τῶν ἀλόγων ζώων ὁμόσε χωρεῖ πρὸς τὸ δόγμα, μηδ’ ἐπιθυμεῖν φάσκων· καί μοι περὶ τῆς ἀναισχυντίας τοῦ λόγου πρόσθεν
      339
      εἴρηται· ἐπὶ δὲ τῶν παίδων ἄνω καὶ κάτω περιπλέκουσιν, οὐχ ὡσαύτως μὲν ἅπαντες, ἀναισχυντοῦντες δὲ καὶ παρὰ τὸ φαινόμενον ἀποφαινόμενοι πάντες. εἰρήσεται δέ μοι καὶ περὶ τούτων ἐπὶ πλέον ἐν τοῖς ἐφεξῆς. ὡσαύτως δὲ καὶ περὶ τῶν κατὰ τὴν ψυχὴν παθῶν τῆς διαφορᾶς οὐδὲν ὁμολογούμενον οὔτε τοῖς ἐναργέσιν οὔτ’ ἀλλήλοις λέγουσιν, οὔθ’ ἕκαστος ἑαυτῷ. περὶ ὧν ἁπάντων ἔγνωκα κατὰ τὸν ἑξῆς λόγον τὸν δ΄ διελθεῖν· οὑτοσὶ γὰρ ὁ τρίτος οὐκ οἶδ’ ὅπως παρενέπεσε διὰ τὰς τῶν Στωϊκῶν ἔρεις ἀξιούντων, μὴ ὅσα τῶν ὑπὸ Χρυσίππου γεγραμμένων, ἀλλὰ πρὸς ἅπαντα τὴν ἀντιλογίαν ποιεῖσθαι. ἐγὼ δ’ ὧν μὲν καὶ αὐτὸς ὁ Χρύσιππος ᾔσθετο περιττῶς εἰρημένων ὑφ’ ἑαυτοῦ, καὶ τάχ’ ἄν τῳ δοξάντων, ὡς αὐτός φησιν, ὑπὸ γραμματιστοῦ τινος ἢ γραὸς ἀδολεσχούσης εἰρῆσθαι, βέλτιον ᾤμην εἶναι μηδ’ ὅλως μνημονεύειν. τὰ δ’ ἄλλα σύμπαντα δίχα τέμνων, ἐν μὲν τῷ πρὸ τούτου διῆλθον, ἅπερ ἦν ἁπάντων ἰσχυρότατα, τοῖς δὲ περὶ τῶν τῆς ψυχῆς παθῶν ζητουμένοις ἐγνώκειν ἀναθεῖναι κατὰ τόδε τὸ γ΄ τῶν ὑπομνημάτων.
      340
      τοῦτο μὲν οὖν, ἐὰν ὁ θεὸς ἡμᾶς σώζῃ, πάντως πράξομεν. ἐπεὶ δ’ ἐν τῷ νῦν ἐνεστῶτι λόγῳ μνημονεῦσαι πάντων διέγνωμεν ὧν εἶπεν ὁ Χρύσιππος ἐν τῷ προτέρῳ περὶ ψυχῆς ἡγεμονικοῦ διαλεγόμενος, ἑξῆς ἂν εἴη καιρὸς ἤδη συνάπτειν τοῖς εἰρημένοις τὰ λοιπά. συνεχὴς οὖν τῇ προγεγραμμένῃ ῥήσει τοῦ Χρυσίππου τοιάδε τίς ἐστι, καθ’ ἣν ἔτι φορὰν καὶ τὰ τοιαῦτα λέγεται πάντα. ἡψάμην σου τῆς καρδίας ὥσπερ τῆς ψυχῆς, καὶ ἅπτομαι τῆς καρδίας λέγομεν, οὐχ ὡς ἀντιπαρέλθοιέν τινες ἡμᾶς ἐπὶ τοῦ ἐγκεφάλου καὶ τῶν σπλάγχνων λέγοντες καὶ τοῦ ἥπατος, ἀλλὰ τοῖς προειρημένοις παραπλησίως. ἐκεῖνα γάρ μοι δοκεῖ λέγεσθαι, ὡς ἄν τις ἔφη, τῶν ἐντός σου ἅπτομαι διϊκνουμένης τῆς κακοποιΐας ἐπὶ τοσοῦτον. τῇ δὲ καρδίᾳ καθάπερ ἂν τῇ ψυχῇ χρώμεθα. καὶ τούτων ἔσται ἔμφασις ἐφιστᾶσι μᾶλλον, ὅτι καὶ ταῦτα πρὸς τῷ μηδὲν ἀποδεικνύειν, ἀλλ’ ἰδιώτας ἐπικαλεῖσθαι μάρτυρας, οὐδὲ περαίνει τι τῶν προκειμένων, ἀλλὰ τὸ παθητικόν τε καὶ ἄλογον τῆς ψυχῆς, οὐ τὸ λογιζόμενον ἐνδείκνυται κατὰ τὴν καρδίαν ὑπάρχειν, ἄντικρυς δῆλον·
      341
      ὅθεν οὐδ’ ἐπὶ πλέον ἐν αὐτοῖς χρὴ διατρίβειν, ὁμοίαν ἔχουσιν ἀτοπίαν οἷς ἤδη πολλάκις ἔδειξα. μετὰ δὲ τὴν προγεγραμμένην ῥῆσιν ἑτέρα τις ἐφεξῆς ἐστιν, ἐν ᾗ τοὺς ἀσπλάγχνους τε καὶ τοὺς οὐκ ἔχοντας ἐγκέφαλον ἐξηγεῖται πῶς λέγονται, περὶ ἧς αὐτάρκως ἔμπροσθεν εἴρηται. μετὰ δὲ ταῦτα τοιάνδε τινα γράφει ῥῆσιν· κατὰ τοιάνδε μοι δοκοῦσι μάλιστα φορὰν καὶ οἱ τιμωρητικώτερον πρός τινας φερόμενοι ὁρμᾷν ἐπὶ τὸ ταύτην ἐκσπάσαι, καθ’ ἣν φορὰν ἐπιτείνοντες καὶ πρὸς τὰ λοιπὰ τῶν σπλάγχνων ὁμοειδῶς φέρονται. ἐνταῦθα πάλιν ὁ Χρύσιππος οὐκ οἶδ’ ὅπως ἀγνοεῖ κατασκευάζων ἕτερόν τι τοῦ προκειμένου σκέμματος. οἱ γὰρ ἀπειλοῦντές τισιν ὥσπερ ἐκκόψαι τοὺς ὀφθαλμοὺς αὐτῶν ἐνίοτε λέγουσιν, ἢ κατάξαι τὴν κεφαλὴν, ἢ συντρῖψαι τὰ σκέλη, κατὰ τὸν αὐτὸν τρόπον ἔστιν ὅτε καὶ τὴν καρδίαν ἐκσπάσαι φασὶν ἐν ἴσῳ τῷ ἀποκτεῖναι. ἀλλὰ τί τοῦτο πρὸς τὰ παρόντα; τὸ γὰρ ἀποτεμεῖν ἐνίοτε τὰ ὦτα καὶ τὴν ῥῖνα καὶ διασπάσαι πολλάκις ἄλλους
      342
      ἀπειλοῦσιν οἱ ἄνθρωποι. καί πού τις εὐχομένη παρὰ τῷ ποιητῇ γυνὴ τάδε λέγει·

    1. — — τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι
    2. Ἐσθέμεναι προσφῦσα — —
    3. τί οὖν οὐ καὶ τὸ ἧπαρ ἀρχὴν τῆς ψυχῆς ἀποφαινόμεθα, φίλτατε Χρύσιππε, καὶ ταῦθ’ Ὅμηρον ἔχοντες μαρτυροῦντα, τηλικοῦτον ποιητὴν, ᾧ μᾶλλον ἦν σε πιστεύειν δίκαιον, ἢ τοῖς ἰδιώταις; οὗτος μέν γε πρὸς τοῖς ἄλλοις ἔτι καὶ ταῦθ’ ὑπὲρ ἥπατος ἔγραψε·

    4. Καὶ Τιτυὸν εἶδον γαίης ἐρικυδέος υἱὸν
    5. Κείμενον ἐν δαπέδῳ, ὃ δ’ ἐπ’ ἐννέα κεῖτο πέλεθρα.
    6. Γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον
    7. Δέρτρον ἔσω δύνοντες, ὃ δ’ οὐκ ἀπαμύνετο χερσί.
    8. Λητὼ γὰρ εἵλκυσε Διὸς κυδρὴν παράκοιτιν
    9. Πυθώδ’ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.
    10. ἐν τούτοις ὁ ποιητὴς ἐναργῶς ἐνδείκνυται, τὸ τῆς ψυχῆς ἐπιθυμητικὸν μέρος ὑπάρχειν ἐν ἥπατι. διότι γὰρ, φησὶν,

      343
      ἐπεθύμησεν ὁ Τιτυὸς ὑβρίσαι τὴν Λητὼ, διὰ τοῦτο γῦπες αὐτοῦ κείρουσι τὸ ἧπαρ, ὡς εἰς αὐτὸ μάλιστα τιμωρούμενοι τὸ κατάρξαν τῆς ὕβρεως. ἀλλ’ ἐνταῦθα μὲν ἐπαινῶ τὸν Χρύσιππον, ἑκόντα σιωπήσαντα τὸ καταβάλλον αὐτοῦ τὴν δόξαν. ἐν οἷς δ’ ἤτοι περαίνει μηδὲν, ἢ καθ’ ἑαυτοῦ καλεῖ τοὺς μαρτυρήσαντας, ἐνταῦθα νομίζω μὴ συνιέναι τῶν ἀκολουθούντων τε καὶ μαχομένων ἀλλήλοις πραγμάτων, ὥσπερ γε κᾀν τοῖς ἑξῆς τῶν προγεγραμμένων, ἐν οἷς φησι· καὶ τὰ τῶν ὀργιζομένων δὲ πάθη περὶ τὸν θώρακα φαίνεται γινόμενα καὶ τὰ τῶν ἐρώντων, ὥστε καὶ τὴν ἐπιθυμίαν μάλιστα γίνεσθαι περὶ τούτους τοὺς τόπους. ἐφ’ ἑκάστῃ τῶν τοιούτων ῥήσεων ἐπιφθέγγεσθαι προσήκει· τί οὖν, ὦ Χρύσιππε, τοῦτο πρὸς τὸ λογιστικὸν, ὑπὲρ οὗ ζητοῦμεν; οὐ γὰρ δὴ περὶ τῶν ὀργιζομένων ἢ ἐπιθυμούντων ἡ ἀμφισβήτησις ἦν, εἰ κατὰ τὸν θώρακά τε καὶ περὶ τὸν θώρακα τοῖς οὕτως ἔχουσι κινεῖται τὰ πάθη, ἀλλ’ εἰ καὶ τὸ λογιζόμενον ἐνταῦθά ἐστιν. ἐφεξῆς δὲ τούτων τάδε γράφει· εὖ μάλα δὲ παριστᾶσι τὸ λεγόμενον, ὡς ἔφην, καὶ αἱ ἐν
      344
      αὐτοῖς γινόμεναι μελέται καὶ ῥήσεων καὶ τῶν παραπλησίων. ἐν ᾧ γὰρ ταῦτα πάντα συντελεῖται, πάντως εὔλογον ἐν ἐκείνῳ καὶ τὴν τοῦ λόγου διέξοδον γίνεσθαι, καὶ λέγειν ἡμᾶς καὶ διανοεῖσθαι κατ’ ἐκεῖνο. ἀληθῆ ταῦτα γράφεις, ὦ Χρύσιππε. καθ’ ὃ γὰρ ἐν ἑαυτοῖς μελετῶμεν, ἢ |καὶ μετὰ σιγῆς διεξερχόμεθα διανοούμενοι, τοῦτό ἐστι τὸ λογιζόμενον. ἀλλὰ πότερον ἐγκέφαλος ἢ καρδία τὸ διανοούμενόν ἐστιν, ὃ ἀπ’ ἀρχῆς ἐζητοῦμεν, ἐχρῆν ἀποδεῖξαί σε καὶ μὴ τὸ πρῶτον λῆμμα λαβόντα πρὸς ἁπάντων ὁμολογούμενον ἡγεῖσθαί τι παρ’ αὐτοῦ πλέον ἕξειν εἰς τὴν τῶν ζητουμένων εὕρεσιν. οὐδεὶς γοῦν ἐστιν, ὃς οὐχ ὁμολογήσει, καθ’ ὃ σκεπτόμεθα καὶ διαλεγόμεθα, κατὰ τοῦτο τὸ μόριον εἶναι τὸ τῆς ψυχῆς ἡγεμονικόν. ἀλλ’ οὐ τοῦτ’ ἦν τὸ ζητούμενον, ἀλλ’ εἰ καρδία τοῦθ’ ὑπάρχει τὸ μόριον, ὅπερ οὐκ ἀπέδειξας, εἰ μή πω ἄρα φῂς αἰσθάνεσθαι κατὰ τὴν καρδίαν λογιζομένου. ἀλλ’ ἐν ἀρχῇ γε τοῦ λόγου παντὸς ἔφησθα κατὰ λέξιν ᾧδε. οὕτω φαίνεται διαφεύγειν ὁ τόπος ἡμᾶς, οὔτε αἰσθήσεως ἐκφανοῦς γινομένης, ὅπερ ἐπὶ τῶν
      345
      λοιπῶν συντέτευχε, οὔτε τῶν τεκμηρίων, δι’ ὧν ἄν τις συλλογίσαιτο τοῦτο, οὐδὲ γὰρ ἂν ἐπὶ τοσοῦτον ἡ ἀντιλογία προῆλθε καὶ ἐν ἰατροῖς καὶ ἐν φιλοσόφοις. ὁ ταῦθ’ εἰπὼν Χρύσιππος, εἰ πάλιν ἐν ταὐτῷ βιβλίῳ φάσκοι, τῶν διαλογισμῶν ἡμᾶς αἰσθάνεσθαι κατὰ τὴν καρδίαν γινομένων, οὔθ’ ἑαυτοῦ δόξει μεμνῆσθαι, καὶ καταψεύδεσθαι τῶν ἐναργῶν. οὐ μὴν τοιοῦτός γ’ ὁ ἀνὴρ, ὥστ’ οὐκ ἂν εἴποι δι’ αἰσθήσεώς τινος ἐπιγινώσκειν ἐν τῇ καρδίᾳ τῶν προειρημένων ἕκαστον γινόμενον. καὶ μὴν εἰ μὴ δι’ αἰσθήσεως, ἀλλὰ δι’ ἀποδείξεώς τινος ἡδέως ἂν ἀκούσαιμεν αὐτῆς. ἐμοὶ μὲν δὴ δοκεῖ τῷ περὶ τῆς φωνῆς λόγῳ καὶ νῦν προσχρῆσθαι. τεκμαίρομαί δὲ καὶ ἐκ τῶν ἐπιφερομένων. ἀπὸ γὰρ τῆς διανοίας, φησὶ, δεῖ λέγειν, καὶ ἐν ἑαυτῷ λέγειν ἢ φωνὴν διεξιέναι, καὶ καρδίαν νοεῖσθαι, καὶ ἐν ἑαυτοῖς φωνὴν διεξιέναι, καὶ ἐκτὸς ἐκπέμπειν. ὁμολογούμενον γάρ τι λαμβάνων, ὡς τοῦ αὐτοῦ μορίου τὸ λέγειν εἴη καὶ τὸ ἐν ἑαυτῷ λέγειν, εἶτα προσλαμβάνων, αὐτὸ τῆς καρδίας ἔργον εἶναι τὸ λέγειν, ἐξ ἀμφοῖν ἔχει περαινόμενον, ἐν τῇ καρδίᾳ
      346
      γίνεσθαι τὸ ἐν ἑαυτῷ λέγειν. ἀλλ’ ἡμεῖς γε κατὰ τὸ πρὸ τούτου γράμμα τὸν ὑπὸ τοῦ Ζήνωνος ἐρωτηθέντα λόγον ὑπὲρ τοῦ τὴν φωνὴν ὑπὸ τῆς καρδίας ἐκπέμπεσθαι μοχθηρὸν ἐπεδείξαμεν, ὥστε καὶ ὁ νῦν ἐρωτώμενος ὑπὸ τοῦ Χρυσίππου λόγος ἅμα ἐκείνῳ συνανῄρηται. ἐπισκεψώμεθα οὖν ἤδη τὸν ἑξῆς. οἰκείως δὲ τούτῳ καὶ οἱ στεναγμοὶ ἐντεῦθεν προΐενται. καὶ τοὺς στεναγμοὺς, ὦ Χρύσιππε, καὶ τὰς φωνὰς ἐκ τοῦ θώρακος μὲν φήσομεν ἐκπέμπεσθαι καὶ τοῦ πνεύμονος, οὐ μὴν οὐδ’ ἐκ τῆς καρδίας, ὥσπερ οὐδὲ τὰς φωνάς. ἀποδέδεικται γὰρ ἡμῖν ὑπὲρ ἑκάστου τούτων ἐν ἑτέροις οὐχ ἁπλῶς, οὐδ’ ὥσπερ ὑπὸ σοῦ νῦν, οὐδεμίαν ἀπόδειξιν προσθέντος. ἐφεξῆς δὲ τοῖσδε πλῆθος ἐπῶν ὁ Χρύσιππος γράφει τῶν πλείστων ἑαυτῷ μαχομένων, ὡς ἔμπροσθεν ἔδειξα. τὰ δὲ μεταξὺ τῶν ἐπῶν ἐστι μὲν ὀλίγιστα, περιέχεται δέ τις κατὰ ταῦτ’ ἐναντιολογία τοῦ Χρυσίππου πρὸς ἑαυτὸν, ἣν ὲν τῷ μετὰ τοῦτ’ ἐπιδείξω βιβλίῳ, καθ’ ὃ περὶ τῶν τῆς ψυχῆς παθῶν ἔγνωκα ποιήσασθαι τὸν λόγον. ἐν δὲ τῷ παρόντι τῶν ῥήσεων αὐτῶν ἐπιμνησθήσομαι μόνον
      347
      ἐχουσῶν ᾧδε. ὁ δὲ ποιητὴς πλεονάζων ἐν τούτοις διὰ πολλῶν παρίστησιν, ὅτι καὶ τὸ λογιστικὸν καὶ τὸ θυμοειδὲς περὶ τοῦτόν ἐστι τὸν τόπον, συνάγων ὡς ταὐτὸν αὐτὰ, καθάπερ καὶ δεῖ ποιῆσαι. φανερῶς γὰρ ἐνταῦθα συγχωρεῖ μὲν, ἕτερόν τι παρὰ τὸ λογιστικὸν εἶναι τό τε θυμοειδὲς καὶ τὸ ἐπιθυμητικὸν, ἐν δὲ τῇ καρδίᾳ κατῳκίσθαι φησὶν, ὅπερ Ἀριστοτέλους ἐστὶν, οὐ τῶν Στωϊκῶν δόγμα. καὶ διὰ τῶν ἑξῆς δὲ προειπὼν, ἐν οἷς ὁ ποιητὴς ἐν τῇ καρδίᾳ τὸ λογιζόμενον ὑπάρχειν ἀποφαίνεται, μετὰ ταῦτ’ ἐπιφέρει· ὅτι δὲ καὶ τὸ ἐπιθυμητικὸν ἐνταῦθα, διὰ τούτων ἐμφαίνει·

    11. Οὐ γὰρ πώποτέ μ’ ᾧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς
    12. Θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν.
    13. εἶτ’ ἐφεξῆς· ὅτι δὲ τὸ θυμοειδὲς ἐνταῦθά πού ἐστι, τά τοιαῦτα ἐμφαίνει πλείονα ὄντα·

    14. Ἥρης δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα.
    15. καί·

    16. Χόλον, ὅστ’ ἐφέηκε πολύφρονά περ χαλεπῆναι.
    17. 348

      ἐν τοῖς τοιούτοις ἅπασιν ὁ Χρύσιππος ὁμολογεῖ, δυνάμεις τινὰς εἶναι τῆς ψυχῆς τήν τε θυμοειδῆ καὶ τὴν ἐπιθυμητικὴν ἑτέρας τῆς λογιστικῆς. ἀλλὰ περὶ μὲν τούτων, ὡς ἔφην, ἐν τῷ τετάρτῳ διαλέξομαι γράμματι. τὰ δ’ ὑπόλοιπα τῶν κατὰ τὸ Χρυσίππου βιβλίον ἐπιδραμὼν, ἐνταῦθά που καὶ αὐτὸς ἤδη καταπαύσω τὸν ἐνεστῶτα λόγον. μετὰ δὲ τὸ πλῆθος τῶν ἐπῶν ἐφεξῆς ὁ Χρύσιππος περί τε φωνῆς καὶ λόγου καὶ νεύρων ἀρχῆς, ὅσα τε τούτοις συνέζευκται, διῆλθεν, ἃ δὴ καὶ μόνα τῶν κατὰ τὸ βιβλίον ἔπρεπεν ἀνδρὶ φιλοσόφῳ, περὶ ὧν καὶ ἡμεῖς ἐν τῷ πρὸ τούτου λόγῳ διεληλύθαμεν, ὑπερβάντες τὰ περιττῶς ἠδολεσχημένα.

    Νυνὶ μέντοι κατὰ τοῦτο τὸ βιβλίον, ἐπειδὴ καὶ ταῦτ’ ἔδοξε προσθεῖναι, τά τ’ ἄλλα τὰ προηγούμενα διῆλθον, ἑξῆς τε προσθήσω τὸν περὶ τῆς Ἀθηνᾶς λόγον. αἰσθόμενος γὰρ ὁ Χρύσιππος ἐναντιούμενον τοῖς ἑαυτοῦ δόγμασι τὸν περὶ τῆς θεᾶς μῦθον ἀπὸ τῆς τοῦ Διὸς κεφαλῆς ὑπειλημμένης γεγενῆσθαι, τοιάδε λέγει· παραγράψω γὰρ

    349
    ἅπασαν τὴν ῥῆσιν αὐτοῦ, εἰ καὶ μακροτέρα πώς ἐστιν. ἀκούω δή τινας λέγειν παραμυθουμένους πρὸς τὸ ἐν τῇ κεφαλῇ εἶναι τὸ ἡγεμονικὸν τῆς ψυχῆς μέρος. τὸ γὰρ τὴν Ἀθηνᾶν, μῆτιν οὖσαν καὶ οἷον φρόνησιν, ἐκ τῆς κεφαλῆς γενέσθαι τοῦ Διὸς σύμβολόν φασιν εἶναι τοῦ ταύτῃ τὸ ἡγεμονικὸν εἶναι· οὐ γὰρ ἄλλως ἂν ἐν τῇ κεφαλῇ γενέσθαι μῆτιν καὶ φρόνησιν, εἰ μὴ τὸ ἡγεμονικὸν ἐν ταύτῃ ἐστί· πιθανοῦ μέν τινος ἐχόμενοι, διαμαρτάνοντες δ’, ὡς ἐμοὶ φαίνεται, καὶ ἀγνοοῦντες τὰ περὶ τούτων ἱστορούμενα, περὶ ὧν οὐ χεῖρόν ἐστιν ἐπὶ πλέον εἰπεῖν ἐν τοῖς ἐνεστῶσι ζητήμασι. φασὶ δ’ οἱ μὲν οὕτως ἁπλῶς, ἐκ τῆς τοῦ Διὸς κεφαλῆς αὐτὴν γενέσθαι, οὐδὲ προσιστοροῦντες τὸ πῶς ἢ κατὰ τίνα λόγον. ὁ δὲ Ἡσίοδος ἐπὶ πλέον λέγει ἐν ταῖς θεογονίαις, τινῶν μὲν ἐν τῇ θεογονίᾳ γραφόντων τὴν γένεσιν αὐτῆς, πρῶτον μὲν Μήτιδι συγγενομένου τοῦ Διὸς, δεύτερον δὲ Θέμιδι, τινῶν δὲ ἐν ἑτέροις ἄλλως γραφόντων τὴν γένεσιν αὐτῆς, ὡς ἄρα, γενομένης ἔριδος τῷ Διῒ καὶ
    350
    τῇ Ἥρᾳ, γεννήσειεν ἡ μὲν Ἥρα δι’ ἑαυτῆς τὸν Ἥφαιστον, ὁ δὲ Ζεὺς τὴν Ἀθηνᾶν ἐκ τῆς Μήτιδος καταποθείσης ὑπ’ αὐτοῦ. ἡ μὲν γὰρ εἰς αὐτὸν κατάποσις τῆς Μήτιδος καὶ ἔνδον τοῦ Διὸς τῆς Ἀθηνᾶς γένεσις κατ’ ἀμφοτέρους τοὺς λόγους ἐστίν. διαφέρουσι δ’ ἐν τῷ, πῶς ταῦτα συνετελέσθη, πρὸς τὸν ἐνεστῶτα λόγον, ὅθεν ὡς ὄντος τοιούτου. τὸ γὰρ κοινὸν ἐν αὐτοῖς ὑπάρχον μόνον χρήσιμόν ἐστι πρὸς τὰ ἐνεστῶτα. λέγεται δ’ ἐν μὲν τῇ θεογονίᾳ οὕτω·

  • Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο Μῆτιν,
  • Πλεῖστα θεῶν εἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων.
  • Ἀλλ’ ὅτε δή ῥ’ ἤμελλε θεὰν γλαυκῶπιν Ἀθήνην
  • Τέξεσθαι, τότ’ ἔπειτα δόλῳ φρένας ἐξαπατήσας
  • Αἱμυλίοισι λόγοισιν ἑὴν ἐγκάτθετο νηδύν·
  • Ὡς δ’ οἱ συμφράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε.
  • εἶτα προελθών φησιν οὕτως·

  • Αὐτὸς δ’ ἐκ κεφαλῆς γλαυκώπιδα γείνατ’ Ἀθήνην,
  • Δεινὴν, ἐγρεκύδοιμον, ἀγέστρατον, ἀτρυτώνην,
  • Πότνιαν, ᾗ κέλαδοί τ’ ἄδον, πόλεμοί τε μάχαι τε.
  • 351

    στήθεσι γὰρ αὐτοῖς ἔνδον εὔδηλον ὅτι ἀπέθετο τὴν Μῆτιν, καὶ οὕτως φησὶν αὐτὴν γεννῆσαι κατὰ τὴν κεφαλήν. ἐν δὲ τοῖς μετὰ ταῦτα πλείω διεληλυθότος αὐτοῦ, τοιαῦτ’ ἐστὶ τὰ λεγόμενα·

  • Ἐκ ταύτης ἔριδος ἡ μὲν τέκε φαίδιμον υἱὸν
  • Ἥφαιστον τέχνῃσιν ἄνευ Διὸς αἰγιόχοιο,
  • Ἐν πάντων παλάμῃσι κεκλημένον οὐρανιώνων.
  • Αὐτὰρ ὅ γ’ Ὠκεανοῦ καὶ Τηθύος ἠϋκόμοιο
  • Κούρῃ νόσφ’ Ἥρης παρελέξατο καλλιπαρῄου,
  • Ἐξαπατῶν Μῆτιν, καί περ πολύϊδριν ἐοῦσαν.
  • Συμμάρψας δ’ ὅγε χερσὶν ἑὴν ἐγκάτθετο νηδὺν,
  • Δείσας, μὴ τέξῃ κρατερώτερον ἄλλο κεραυνοῦ.
  • Τοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων
  • Κᾄππιεν ἐξαπίνης. ἡ δ’ αὐτίκα Παλλάδ’ Ἀθήνην
  • Κύσατο· τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε
  • Πὰρ κορυφὴν Τρίτωνος ἐπ’ ὄχθῃσι ποταμοῖο.
  • Μῆτις δ’ αὖτε Ζηνὸς ὑπὸ σπλάγχνοις λελαθυῖα
  • Ἧστο Ἀθηναίης μήτηρ τέκτῃνα δικαίων,
  • 352
  • Πλεῖστα θεῶν εἰδυῖα καταθνητῶν τ’ ἀνθρώπων.
  • Ἔνθα θεὰ παρέλεκτο Θέμις παλάμαις, περὶ πάντων
  • Ἀθανάτων ἐκέκαστο Ὀλύμπια δώματ’ ἐχόντων.
  • Αἰγίδα ποιήσασα φοβέστρατον ἐντὸς Ἀθήνῃ,
  • Σὺν τῇ ἐγείνατό μιν πολεμήϊα τεύχε’ ἔχουσαν.
  • ταῦτα προειπὼν ὁ Χρύσιππος ἑξῆς αὐτοῖς συνάπτων τάδε γράφει. τὰ μὲν οὖν περὶ τῆς Ἀθηνᾶς λεγόμενα τοιαῦτά ἐστιν, ἄλλου τινὸς συμβόλου ποιοῦντ’ ἔμφασιν. πρῶτον μὲν γὰρ ἡ Μῆτις λέγεται ὡσανεί τις φρόνησις καὶ περὶ τῶν κατὰ τὸν βίον τέχνη, ᾗ τὰς τέχνας δεῖ καταπίνεσθαι καὶ ἐναποτίθεσθαι, καθ’ ὃν λόγον καὶ τὰ λεγόμενά τινας καταπίνειν φαμέν. διὰ δὲ τὴν κατάποσιν συνηκολουθηκότως λέγεται, καὶ εἰς τὴν κοιλίαν ἀποτίθεσθαι αὐτά. μετὰ ταῦτα τὴν καταποθεῖσαν τοιαύτην τέχνην τίκτειν’ εὔλογον ἐν αὐτῷ παραπλησίαν τῆς τικτούσης μητρός· πρός τε τούτοις τὰ ὑπὸ τῶν ἐπιστημονικῶν τικτόμενα ἐν αὐτοῖς. πῶς δ’ ἂν ἐκπορεύοιτο, καὶ διὰ τίνος μάλιστα, πάρεστι σκοπεῖν. φανερὸν γὰρ, ὅτι λόγῳ ἐκφέρεται διὰ τοῦ στόματος κατὰ τὴν

    353
    κεφαλὴν ἐξ ἴσου, οὕτως τῆς κεφαλῆς λεγομένης, ὃν τρόπον προβάτου κεφαλὴ λέγεται, καὶ τὰς κεφαλὰς ἀφαιροῦσί τινων, καθ’ ὃν λόγον παραγινόμενον καὶ ἐκ τῆς κορυφῆς λέγεται γενέσθαι τῶν τοιούτων παραλλαγῶν κατὰ σύμβολον γινομένων πλειόνων, καὶ χωρὶς δὲ τῆς ἱστορίας ταύτης ἀπ’ αὐτοῦ μόνον τοῦ γενέσθαι ταύτην κατὰ τὴν κεφαλὴν, τὰ παραπλήσιά τις λέγοι· οὐ γὰρ ἐν τῇ κεφαλῇ φησιν αὐτὴν γενέσθαι, εἰ μή τινες διαστρέφοντες ἢ παραλλάττοντες τὸν λόγον ἐξελθεῖν ταύτῃ, γινομένην δ’ ἄλλως ἔροιντο· ὥστε μᾶλλον καὶ τοῦτο σύμβολον πρὸς τὸν ἕτερον εἶναι, ὡς ἔφην. τὰ γὰρ ἐν αὐτοῖς γινόμενα τεχνικὰ κατὰ τὴν κεφαλὴν ἐξιόντα μάλιστα ἀποσημαίνει τὸν προειρημένον λόγον. αὕτη μὲν ἡ τοῦ Χρυσίππου ῥῆσις. ἐπεὶ δ’ ἐστὶ πάνυ μακρὰ, καὶ διὰ τοῦτ’ ἴσως τινὲς οὐκ ἀκριβῶς αὐτῆς ἅπαντα τὸν νοῦν καταμανθάνουσιν, ἐγὼ πειράσομαι διὰ βραχέων εἰπεῖν, ἃ βούλεται δηλοῦν. οὐ μάχεταί μοι, φησὶν, ὁ μῦθος λέγων, ἐκ τῆς Διὸς κεφαλῆς γεγεννῆσθαι τὴν Ἀθηνᾶν, φρόνησιν ὑπάρχουσαν. οὐ γὰρ αὐτὸ τοῦτο μόνον εἴρηται κατ’ αὐτὸν, ἀλλ’ ὅτι καταπιὼν τὴν Μῆτιν
    354
    ὁ Ζεὺς, καὶ ὥσπερ ἐγκύμων ἐξ αὐτῆς γενόμενος, τὴν γεννηθεῖσαν ἐν αὑτῷ κόρην ἀπεκύησε διὰ τῆς κεφαλῆς. εἰρῆσθαι δ’ οὕτω φησὶ τὰ κατὰ τὸν μῦθον, ἐπειδὴ τὰς τέχνας ἁπάσας ἐν τῇ καρδίᾳ συνισταμένας διὰ τὸν λόγον εἰς τὸ φανερὸν ἐκφερόμενοί τινες λόγοι διὰ τῆς κεφαλῆς ἐξίασιν. ἔστι γὰρ καὶ τὸ στόμα τῆς κεφαλῆς μόριον. οὐ γὰρ τὸ τετριχωμένον μόνον, ἀλλὰ καὶ τὸ μετὰ τὸν τράχηλον ἄνωθεν ἅπαν ὀνομάζεσθαι κεφαλὴν, καθ’ ὃ σημαινόμενον ἀποτμηθῆναί τινος λέγομεν τὴν κεφαλήν. εἰ δὲ μὴ διὰ τοῦ στόματος τοῦ Διὸς, ἀλλ’ ἐκ τῆς κορυφῆς ἐμυθολόγησεν ἐξεληλυθέναι τὴν Ἀθηνᾶν, οὐδὲν ἄτοπον εἶναί φησι, τοιούτων παραλλαγῶν κατὰ σύμβολον γινομένων πλειόνων. ἐν τούτοις τοῖς λόγοις ὁ Χρύσιππος τὰ μὲν ἄλλα πιθανῶς τε ἅμα καὶ εὐμηχάνως ἐξηγεῖται τοῦ μύθου, προσαρμόττων αὐτὸν τῷ Στωϊκῷ δόγματι· τὸ δὲ συνέχον τε καὶ κυριώτατον τοῦ λόγου παντὸς, ὑπὲρ οὗ δίκαιον ἦν ἀγωνίσασθαι, μάλιστα διὰ ταχέων παρέδραμεν, ὡς κᾀν τοῖς πρόσθεν ἐποίησεν ἐξηγούμενος, ὅπερ οἱ πολλοὶ λέγουσι, τοὺς
    355
    μὲν οὐκ ἔχειν, τοὺς δ’ ἔχειν ἐγκέφαλον. ὡς γὰρ ἐν ἐκείνοις αὐτὸ τὸ ζητούμενον τάχιστα παρῆλθεν, ἐν τοῖς ἔξωθεν αὐτοῦ μηκύνας ἐπὶ πλεῖστον, οὕτω κᾀνταῦθα τὸ συνέχον αὐτὸ τοῦ λόγου διὰ ταχέων παρέδραμεν ἀρκεσθεὶς εἰπεῖν, διὰ τοῦτ’ ἐκ τῆς κορυφῆς γεγεννῆσθαι τὴν Ἀθηνᾶν, οὐκ ἐκ τοῦ στόματος, τοιούτων παραλλαγῶν κατὰ σύμβολον γινομένων πλειόνων. ἐχρῆν γὰρ αὐτὸν ἢ μηδ’ ὅλως ἧφθαι τοῦ μύθου, μηδέν γ’ ἀναγκαῖον ἔχοντος ἀνδρὶ φιλοσόφῳ πρὸς ἀπόδειξιν δόγματος, ἢ ἁπτόμενον, ὅπερ ἦν μάλιστα τὴν ἀντιλογίαν συνέχον, ἀκριβῶς ἅπασαν ἐξελθεῖν, καὶ εἰ πλειόνων ἔχρῃζε λόγων, οὐκ ὀκνήσαντα τοὺς πολλοὺς προσγράψαι. βουλόμενος δ’ ἄν τις, οἶμαι, καὶ τοὺς τοιούτους ἑτέρως ἐξηγεῖσθαι, πολλὰς ἐπιχειρημάτων ἀφορμὰς ἐκ τῶν κατὰ τὰς ἀνατομὰς φαινομένων δύναιτο λαμβάνειν, ὑπὲρ ὧν ἐπὶ πλέον μὲν ἐν τοῖς ἑξῆς ἀναγκαῖον ἔσται διελθεῖν, ἐπειδὰν περὶ τοῦ ψυχικοῦ πνεύματος ὁ λόγος ἡμῖν γίνηται, διὰ βραχέων δ’ ἂν καὶ νῦν αὐτὰ μόνον εἴποιμι τὰ κεφάλαια τῶν μελλόντων ἀποδειχθήσεσθαι. ὥσπερ γὰρ αὐτὸ τὸ
    356
    σῶμα τῆς καρδίας ἐξ ἑαυτοῦ διαστελλόμενόν τε καὶ συστελλόμενον ἐν μέρει τὰς ὕλας τε ἕλκει καὶ αὖθις ἐκπέμπει, κατὰ τὸν αὐτὸν τρόπον ὁ ἐγκέφαλος, ἐπειδὰν προέληται τοῦ περιεχομένου κατὰ τὰς ἑαυτοῦ κοιλίας πνεύματος, ὃ δὴ καὶ ψυχικὸν ὀνομάζομεν, ἐπιπέμψαι τινὶ μορίῳ, τὴν εἰς τοῦτ’ ἐπιτήδειον κίνησιν κινηθεὶς οὕτως ἐπιπέμπει. γένεσις δὲ τῷ πνεύματι τῷδε τῷ κατὰ τὰς κοιλίας αὐτοῦ τάχα μέν τις ὀλίγη καὶ ἐκ τῶν εἰς αὐτὰς περαινομένων γίγνεται φλεβῶν, τὴν πλείστην δὲ καὶ κυριωτάτην αἱ κατὰ τὸ δικτυοειδὲς πλέγμα τὸ κατὰ τὴν τοῦ ἐγκεφάλου βάσιν ἀρτηρίαι χορηγοῦσιν, αἵτινες ἀπὸ τῆς καρδίας ἀναφέρονται. ὥστ’, εἴ τις βούλοιτο τοῖς ἀληθέσι συνάπτειν τὸν μῦθον, ἐν τοῖς κάτω μέρεσι κυηθεῖσαν τὴν φρόνησιν, τοῦτ’ ἔστι τὸ πνεῦμα τὸ ψυχικὸν, ἐν τῇ κεφαλῇ φασι τελειοῦσθαι, καὶ μάλιστά γε κατὰ τὴν κορυφὴν, ὅτι κατὰ ταύτην ἐστὶν ἡ μέση καὶ κυριωτάτη τῶν ἐγκεφάλου κοιλιῶν. ἐγὼ μὲν οὖν, ὥσπερ ὁ Πλάτων αὐτὸς εἶπε, τὰ τοιαῦτα πάντα μυθολογήματα ἄλλως μὲν χαρίεντα ἡγοῦμαι, λίαν δὲ δεινοῦ καὶ ἐπιπόνου
    357
    καὶ οὐ πάνυ εὐτυχοῦς ἀνδρὸς, κατ’ ἄλλο μὲν οὐδὲν, ὅτι δ’ αὐτῷ ἀνάγκη μετὰ τοῦτο τὸ τῶν Ἱπποκενταύρων εἶδος ἐπανορθοῦσθαι, καὶ αὖθις τὸ τῆς Χιμαίρας, καὶ ἐπιῤῥεῖ δὲ ὄχλος τοιούτων Γοργόνων καὶ Πηγάσων, καὶ ἄλλων ἀμηχάνων πλήθη τε καὶ ἀτοπώτερα λόγων τινῶν φύσεων, αἷς εἴ τις ἀπιστῶν προσβιβᾷ κατὰ τὸ εἰκὸς ἕκαστον, ἅτε ἀγροίκῳ τινὶ σοφίᾳ χρώμενος, πολλῆς αὐτῷ σχολῆς δεήσει. ταύτην τὴν ῥῆσιν ἐχρῆν ἀνεγνωκότα τὸν Χρύσιππον ἀποκεχωρηκέναι τῶν μύθων, καὶ μὴ κατατρίβειν τὸν χρόνον ἐξηγούμενον αὐτῶν τὰς ὑπονοίας. ἂν γὰρ ἅπαξ εἰς τοῦτ’ ἀφίκηταί τις, ἀνάριθμον πλῆθος ἐπιῤῥεῖ μυθολογημάτων, ὥσθ’ ὅλον ἀπολέσει τὸν βίον, εἴ τις ἐπεξέρχοιτο πάντα. ἄμεινον δ’ ἦν, οἶμαι, τὸν ἀληθείας ὄντως ἐφιέμενον ἄνδρα, μὴ τί λέγουσιν οἱ ποιηταὶ σκοπεῖν, ἀλλὰ τῶν ἐπιστημονικῶν λημμάτων, ὑπὲρ ὧν ἐν τῷ δευτέρῳ γράμματι διῆλθον, ἐκμαθόντα τὴν τῆς εὑρέσεως ὁδὸν, ἐφεξῆς μὲν ἀσκῆσαί τε καὶ γεγυμνάσθαι κατὰ ταύτην, ὅταν δ’ ἱκανῶς ἴδῃ τὰ κατὰ τὴν ἄσκησιν αὐτῷ προήκειν, τηνικαῦτα ἀφικόμενον
    358
    ἐφ’ ἕκαστον τῶν προβλημάτων ἐπισκέπτεσθαι περὶ τῶν εἰς τὰς ἀποδείξεις αὐτοῦ λημμάτων, τίνα μὲν ἐξ αἰσθήσεως ἁπλῆς, τίνα δ’ ἐξ ἐμπειρίας, ἤτοι τῆς κατὰ τὸν βίον, ἢ τῆς κατὰ τὰς τέχνας, τίνα δὲ ἐκ τῶν πρὸς νόησιν ἐναργῶν χρὴ λαβόντα περαίνειν ἐξ αὐτῶν ἤδη τὸ προκείμενον. εἰ ταύτην τὴν ὁδὸν ὁ Χρύσιππος ἐτράπετο, παρελθὼν τὴν κατὰ τοὺς μύθους τε καὶ τὰς ἐτυμολογίας, ἀνανεύσεις τε καὶ κατανεύσεις κεφαλῆς, καὶ χειρῶν κινήσεις, καὶ χειλῶν σχήματα, καὶ ποιητῶν μαρτυρίας ἅμα γυναιξὶ καὶ τοῖς ἄλλοις ἰδιώταις, αὐτὸς ἂν εὕρισκε τἀληθὲς, ἡμῶν τε τὸν χρόνον οὐκ ἂν ἀπώλλυεν, ἐπιδεικνύντων αὐτῷ μηδὲ ἐν οἷς ἐπικαλεῖται μάρτυσι, μηδὲ ἐν τούτοις τι πλέον ἔχοντι. καὶ γὰρ οἱ ποιηταὶ τὰ πλείω κατὰ τῶν δογμάτων αὐτοῦ λέγουσι, καὶ οἱ μῦθοι, καὶ οἱ ἰδιῶται, καὶ τῶν ἄλλων ἕκαστος, οὓς ὡς ἑαυτῷ μαρτυροῦντας ἐν τῷ προτέρῳ περὶ ψυχῆς ἔγραψε. ταῦτ’ ἐστὶν, ἃ παρελελοίπειν ἐγὼ κατὰ τὸ πρὸ τούτου βιβλίον ὧν εἰρήκει Χρύσιππος ἐν τῷ περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ λόγῳ, νομίζων, εἰ κᾀκεῖνος οὐκ ᾐδέσθη πλεονάζειν ἐν αὐτοῖς,
    359
    ἐμοὶ γοῦν προσήκειν ἀποχωρῆσαι τῆς τοιαύτης ἀδολεσχίας. ἐπεὶ δ’, ὡς ἔφην, ἔδοξε τῶν ἑταίρων τισὶ ὑπὸ φιλοτιμίας κινηθεῖσιν ἐπιμνησθῆναί με καὶ τῶν τοιούτων λόγων, ἐκείνοις χαριζόμενος ἔγραψα καὶ τουτὶ τὸ βιβλίον, ὅσον οἷόν τ’ οὖν ἐμοὶ μετὰ τοῦ διὰ ταχέων παρέρχεσθαι τὰ περιττῶς ὑπὸ τοῦ Χρυσίππου γεγραμμένα, καὶ τῶν χρησίμων τῇ προκειμένῃ πραγματείᾳ προτιθεὶς οὐκ ὀλίγα.

    360

      Τῶν μὲν λόγων τοῦ μήκους οὐχ ἡμᾶς αἰτιατέον, ἀλλὰ τοὺς ἐμπλήσαντας ἃ συνέγραψαν βιβλία μοχθηρῶν ἐπιχειρημάτων. ἅπερ εἰ μέν τις ἅπαντα παρέρχοιτο, τάχ’ ἂν ὑποπτευθείη τῷ μὴ δύνασθαι λύειν αὐτὰ μᾶλλον, οὐ τῷ καταφρονεῖν, αἱρεῖσθαι τὴν βραχυλογίαν· εἰ δ’ ἀκολουθῶν ἐξελέγχοι πάντα, κίνδυνος εἰς τοσαύτην ἐμπεσεῖν μακρολογίαν, ὡς μηδέποτε κεφαλὴν ἐπιθεῖναι

      361
      τῇδε τῇ πραγματείᾳ. ταῦτά τοι κᾀγὼ βουληθεὶς ἑκάτερον τῶν ἐγκλημάτων ἐκφυγεῖν, εὑρηκέναι μοι δοκῶ μέσην τινὰ καὶ σύμμετρον ὁδὸν, ἴσον ἀφεστῶσαν ἐλλιποῦς τε βραχυλογίας καὶ περιττῆς μακρολογίας. ἐάσας γὰρ ἅπαντας τοὺς ἄλλους Στωϊκοὺς, ὅσα Χρύσιππος ἔγραψεν εἰς τὸ περὶ τῶν διοικουσῶν ἡμᾶς δυνάμεων δόγμα, ταῦτ’ ἔγνων χρῆναι προχειρισάμενος μόνα παραβάλλειν αὐτὰ τοῖς ὑφ’ Ἱπποκράτους τε καὶ Πλάτωνος εἰρημένοις. παμπόλλων δ’ ἐπιχειρημάτων γεγραμμένων αὐτῷ περὶ τοῦ τὰ πάθη τῆς ψυχῆς ἐν τοῖς κατὰ τὸν θώρακα τόποις συνίστασθαι, περὶ δὲ τοῦ τὸ λογιζόμενον ἐνταῦθ’ ὑπάρχειν οὐδὲ μιᾶς ἀποδείξεως εἰρημένης, ἀλλ’ ἑτοίμως ἀεὶ λαμβάνοντος τἀνδρὸς, ἔνθα τὰ πάθη τῆς ψυχῆς συνίσταται, ἐνταῦθα καὶ τὴν διάνοιαν ὑπάρχειν, εἴρηται μὲν ἤδη μοι πρὸς αὐτὸν οὐκ ὀλίγα καὶ διὰ τῶν ἔμπροσθεν, εἰρήσεται δὲ καὶ νῦν ὅσον ὑπόλοιπον. εἰ μὲν οὖν ἀεὶ τὰ αὐτὰ περὶ τῶν αὐτῶν ὁ Χρύσιππος ἔγραψε, καὶ μὴ διεφέρετο πρὸς αὑτὸν ἐν τοῖς πλείστοις δόγμασιν ἐπαμφοτερίζων, οὐδ’ ἂν ἐμοὶ μακρὸς ὁ τῆς ἀντιλογίας ἐγίνετο
      362
      λόγος. ἐπεὶ δ’ ἄλλοτε ἄλλα περὶ τῶν αὐτῶν εὑρίσκεται γράφων, οὐκ ἔτι ῥᾴδιον οὔτε τὴν γνώμην ἑρμηνεῦσαι τἀνδρὸς, οὔθ’ ὅπῃ σφάλλεται δεικνύναι. περὶ γοῦν τῶν διοικουσῶν ἡμᾶς δυνάμεων ἐν τῷ προτέρῳ περὶ τῆς ψυχῆς εἰπὼν, ὡς ὁ Πλάτων ὑπελάμβανε, τὸ μὲν λογιστικὸν ἐν τῇ κεφαλῇ τετάχθαι, τὸ δὲ θυμοειδὲς ἐν τῇ καρδίᾳ, τὸ δὲ ἐπιθυμητικὸν περὶ τὸν ὀμφαλὸν, ἐν τοῖς ἑξῆς αὐτὸς εἰς τὴν καρδίαν πειρᾶται τὰ τρία συνάγειν. ἔχουσι δὲ αἱ ῥήσεις ᾧδε. ὁ δὲ ποιητὴς πλεονάζων ἐν τούτοις διὰ πολλῶν παρίστησιν, ὅτι καὶ τὸ λογιστικὸν καὶ τὸ θυμοειδὲς περὶ τοῦτόν ἐστι τὸν τόπον, συνάπτων εἰς ταὐτὸν καὶ τὸ ἐπιθυμητικὸν, καθάπερ καὶ ἔδει ποιῆσαι. εἶτα ἐπιφέρων φησί· ὅτι μὲν γὰρ τὸ λογιστικόν ἐστιν ἐνταῦθα, διὰ τούτων ἐμφαίνεται·

    1. Ἄλλο δ’ ἐνὶ στήθεσσι νόος καὶ μῆτις ἀμύμων.
    2. Ἀλλ’ ἐμὸν οὔποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.
    3. 363

      εἶτ’ ἐφεξῆς ἔπη παραθέμενος πλείω, μετὰ ταῦτά φησιν· ὅτι δὲ καὶ τὸ ἐπιθυμητικὸν ἐνταῦθα, ἐκ τούτων ἐμφαίνει·

    4. Οὐ γὰρ πώποτ’ ἔμ’ ᾧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς
    5. Θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσε.
    6. καὶ μετ’ ὀλίγα πάλιν· ὅτι δὲ καὶ τὸ θυμοειδὲς ἐνταῦθα αὐτῷ ἐστι, τὰ τοιαῦτα ἐμφαίνει πλείονα ὄντα·

    7. Ἥρη δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα.
    8. καὶ ἔτι·

    9. Καὶ χόλον, ὅστ’ ἐφέηκε πολύφρονά περ χαλεπῆναι·
    10. Ὅστε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο
    11. Ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται, ἠΰτε καπνός.
    12. ἐναργέστατα καὶ σαφέστατα διὰ τῶν τοιούτων ἐνδεικνύμενος, ὡς ὑπολαμβάνει καὶ αὐτὸς ὁμοίως Ἱπποκράτει καὶ Πλάτωνι, δυνάμεις τῆς ψυχῆς ὑπάρχειν ἑτέρας παρὰ τὸν λογισμὸν, τήν τ’ ἐπιθυμητικὴν καὶ τὴν θυμοειδῆ, καὶ καθ’ ἕτερον μόνον τοῦτο διαφερόμενος αὐτοῖς, καθ’ ὅσον ἐν τῇ καρδίᾳ πᾶσαν εἶναί φησιν, ὡς Ἀριστοτέλης ὑπελάμβανεν, οὐκ ἐν τοῖς τρισὶ σπλάγχνοις, ἐγκεφάλῳ, καὶ ἥπατι, καὶ καρδία.

      364
      ἀλλὰ καὶ τὰ τῶν δυνάμεων ἔργα τε καὶ τὰ πάθη διὰ τῶν ἐπῶν ὡς ἔγραψεν, αὐτάρκως ἐνεδείξατο, διὰ μὲν τοῦ φάναι·

    13. Οὐ γὰρ πώποτ’ ἔμ’ ᾧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς
    14. Θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν,
    15. ὡς ὁ ἔρως πάθος εἴη τῆς ἐπιθυμητικῆς δυνάμεως· ἐν δὲ τῷ λέγειν·

    16. Ἥρη δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα,
    17. ὡς ὁ χόλος τῆς θυμοειδοῦς. διαφερέτω δ’ ἔν γε τῷ παρόντι μηδὲν, εἴτε ἔργα τῶν δυνάμεων, εἴτε πάθη τὰ τοιαῦτα πάντα λέγοιμεν, ὕστερον γὰρ ὑπὲρ αὐτῶν ἀκριβῶς ἐπισκεψόμεθα. κατὰ μὲν τὸ πρότερον περὶ ψυχῆς βιβλίον ὁ Χρύσιππος οὐχ ὅπως ἀντιλέγει μηδεμίαν εἶναι τῆς ψυχῆς δύναμιν ἢ ἐπιθυμητικὴν ἢ θυμοειδῆ, ἀλλὰ καὶ τὰ παθήματ’ αὐτῶν ἐκδιδάσκει, καὶ τόπον ἀπονέμει τοῦ σώματος ἕνα· κατὰ δὲ τὰ περὶ τῶν παθῶν ἅπαντα τά τε τρία, δι’ ὧν ἐπισκέπτεται τὰ λογικὰ περὶ αὐτῶν ζητήματα, καὶ προσέτι τὸ θεραπευτικὸν, ὃ δὴ καὶ ἠθικὸν ἐπιγράφουσί

      365
      τινες, οὐκ ἔθ’ ὁμοίως εὑρίσκεται γιγνώσκων, ἀλλὰ τὰ μὲν ὡς ἐπαμφοτερίζων γράφει, τὰ δὲ ὡς μηδεμίαν ἡγούμενος εἶναι δύναμιν τῆς ψυχῆς μήτε ἐπιθυμητικὴν μήτε θυμοειδῆ. κατὰ μὲν γὰρ τὴν ἐξήγησιν τῶν ὁρισμῶν τοῦ πάθους ἐμφαίνει τινὰ δύναμιν ἄλογον ἐν τῇ ψυχῇ τῶν παθῶν αἰτίαν ὑπάρχειν, ὡς ὀλίγον ὕστερον ἐπιδείξω τὴν ῥῆσιν ἐξηγησάμενος αὐτοῦ· ἐν δὲ τοῖς ἐφεξῆς, ἔνθα ζητεῖ, πότερα κρίσεσιν ἐπιγίγνεται τὰ πάθη, προφανῶς ἀποχωρεῖ τῆς Πλάτωνος δόξης, ὅς γ’ οὐδὲ τὴν ἀρχὴν ἐν τῇ διαιρέσει τοῦ προβλήματος ἠξίωσε καὶ ταύτης ἐπιμνησθῆναι. καίτοι τοῦτο πρῶτον εὐθὺς ἐγκαλέσειεν ἄν τις αὐτῷ παρὰ τὸ τῆς διαιρέσεως ἐλλιπὲς ἐσφαλμένῳ. τὸ γάρ τοι πάθος, οἷον ὁ ἔρως, ἤτοι κρίσις τίς ἐστι, ἢ κρίσεσιν ἐπιγιγνόμενον, ἢ κίνησις ἔκφορος τῆς ἐπιθυμητικῆς δυνάμεως. οὕτω δὲ καὶ ὁ χόλος ἤτοι κρίσις, ἢ ἑπόμενόν τι ταύτῃ πάθος ἄλογον, ἢ κίνησις σφοδρὰ τῆς θυμοειδοῦς δυνάμεως. ὁ δέ γ’ οὐδ’ οὕτως ἐγχωρῶν εἰς τρία τέμνεσθαι τὸ πρόβλημα μεταχειρίζεται
      366
      τὸν λόγον ἐπιδεικνύναι πειρώμενος, ὡς ἄμεινον εἴη κρίσεις ὑπολαμβάνειν αὐτὰ, καὶ οὐκ ἐπιγινόμενά τινα ταῖς κρίσεσιν, ἐπιλαθόμενος ὧν αὐτὸς ἐν τῷ προτέρῳ τῷ περὶ ψυχῆς ἔγραψε, τὸν μὲν ἔρωτα τῆς ἐπιθυμητικῆς εἶναι δυνάμεως, τὸν δὲ χόλον τῆς θυμοειδοῦς.

    Ὥσπερ δ’ ἐν τούτοις ἐπελάθετό τε ἅμα τῶν ἑαυτῷ γεγραμμένων, οὐκ ἠξίωσέ τε πρὸς τὸ τῶν παλαιῶν ἀντειπεῖν δόγμα, κατὰ τὸν αὐτὸν τρόπον ἐν τοῖς ὁρισμοῖς τῶν γενικῶν παθῶν, οὓς πρώτους ἐξέθετο, τελέως ἀποχωρεῖ τῆς γνώμης αὐτῶν, τὴν λύπην ὁριζόμενος δόξαν πρόσφατον κακοῦ παρουσίας, τὸν δὲ φόβον προσδοκίαν κακοῦ, τὴν δ’ ἡδονὴν δόξαν πρόσφατον ἀγαθοῦ παρουσίας. ἄντικρυς γὰρ ἐν τούτοις τοῦ λογιστικοῦ τῆς ψυχῆς μόνου μέμνηται, παραλείπων τό τ’ ἐπιθυμητικὸν καὶ τὸ θυμοειδές· καὶ γὰρ τὴν δόξαν καὶ τὴν προσδοκίαν ἐν τῷ λογικῷ μόνῳ συνίστασθαι νομίζει. κατὰ μέντοι τὸν τῆς ἐπιθυμίας ὅρον, ἣν ὄρεξιν ἄλογον εἶναί φησιν,

    367
    ἐφάπτεται μέν πως ὅσον ἐπὶ τῇ λέξει τῆς ἀλόγου κατὰ τὴν ψυχὴν δυνάμεως, ἀποχωρεῖ δὲ κᾀνταῦθα κατὰ τὴν ἐξήγησιν αὐτῆς, εἴγε καὶ ἡ ὄρεξις, ἣν κατὰ τὸν ὁρισμὸν παρέλαβε, τῆς λογικῆς ἐστι δυνάμεως. ὁρίζεται γοῦν αὐτὴν ὁρμὴν λογικὴν ἐπί τι ὅσον χρὴ ἧδον. ἐν μέντοι δὴ τούτοις τοῖς ὅροις ὁρμὰς καὶ δόξας καὶ κρίσεις ὑπάρχειν οἴεται τὰ πάθη, κατὰ δέ τινας τῶν ἐφεξῆς Ἐπικούρῳ καὶ Ζήνωνι μᾶλλον, ἢ τοῖς ἑαυτοῦ δόγμασιν ἀκόλουθα γράφει. τήν τε γὰρ λύπην ὁριζόμενος μείωσιν εἶναί φησιν ἐπὶ φευκτῷ δοκοῦντι ὑπάρχειν, τὴν δ’ ἡδονὴν ἔπαρσιν ἐφ’ αἱρετῷ δοκοῦντι ὑπάρχειν. καὶ γὰρ αἱ μειώσεις, καὶ αἱ ἐπάρσεις, καὶ αἱ συστολαὶ, καὶ αἱ διαχύσεις, (καὶ γὰρ τούτων ἐνίοτε μέμνηται,) τῆς ἀλόγου δυνάμεώς ἐστι παθήματα ταῖς δόξαις ἐπιγιγνόμενα. τοιαύτην δέ τινα τὴν οὐσίαν τῶν παθῶν Ἐπίκουρος καὶ Ζήνων, οὐκ αὐτὸς ὑπολαμβάνει. ὃ καὶ θαυμάζειν ἐπέρχεταί μοι τἀνδρὸς, ἐν ἐπαγγελίᾳ λογικῆς τε ἅμα καὶ ἀκριβοῦς διδασκαλίας οὐκ ἀκριβοῦντος. καὶ γὰρ οὐκ αὐτὰ ταῦτα μόνον αὐτὸς ἑαυτῷ διαφέρεται φανερῶς,
    368
    ἀλλὰ κᾀπειδὰν ὑπὲρ τῶν κατὰ τὸ πάθος ὁρισμῶν γράφων ἄλογόν τε καὶ παρὰ φύσιν κίνησιν ψυχῆς αὐτὸ φάσκῃ, καὶ πλεονάζουσαν ὁρμὴν, εἶτα τὸ μὲν ἄλογον ἐξηγούμενος τὸ χωρὶς λόγου τε καὶ κρίσεως εἰρῆσθαι φάσκει, τῆς δὲ πλεοναζούσης ὁρμῆς παράδειγμα τοὺς τρέχοντας σφοδρῶς παραλαμβάνει· ταυτὶ γὰρ ἀμφότερα μάχεται τῷ κρίσεις εἶναι τὰ πάθη. εἰσόμεθα δ’ ἐναργέστερον αὐτὰς τὰς ῥήσεις αὐτοῦ παραγράψαντες. ἔχει δ’ ἡ μὲν ἑτέρα τόνδε τὸν τρόπον. δεῖ δὲ πρῶτον ἐντεθυμῆσθαι, ὅτι τὸ λογικὸν ζῶον ἀκολουθητικὸν φύσει ἐστὶ τῷ λόγῳ, καὶ κατὰ τὸν λόγον, ὡς ἂν ἡγεμόνα πρακτικόν. πολλάκις μέντοι καὶ ἄλλως φέρεται ἐπί τινα, καὶ ἀπό τινων ἀπειθῶς τῷ λόγῳ ὠθούμενον ἐπὶ πλεῖον, καθ’ ἣν φορὰν ἀμφότεροι ἔχουσιν οἱ ὅροι τῆς παρὰ φύσιν κινήσεως ἀλόγως οὕτως γινομένης, καὶ τοῦ ἐν ταῖς ὁρμαῖς πλεονασμοῦ. τὸ γὰρ ἄλογον τουτὶ ληπτέον ἀπειθὲς λόγῳ, καὶ ἀπεστραμμένον τὸν λόγον, καθ’ ἣν φορὰν καὶ ἐν τῷ ἔθει τινάς φαμεν ὠθεῖσθαι, καὶ ἀλόγως
    369
    φέρεσθαι ἄνευ λόγου κρίσεως, οὐχὶ εἰ διημαρτημένως φέρεται, καὶ παριδών τι κατὰ τὸν λόγον, ταῦτ’ ἐπισημαινόμεθα, ἀλλὰ μάλιστα καθ’ ἣν ὑπογράφει φορὰν οὐ πεφυκότος τοῦ λογικοῦ ζώου κινεῖσθαι, οὕτως κατὰ τὴν ψυχὴν, ἀλλὰ κατὰ τὸν λόγον. ἡ μὲν οὖν ἑτέρα τῶν τοῦ Χρυσίππου ῥήσεων ἐξηγουμένη τὸν πρότερον τῶν ὅρων τοῦ πάθους ἐνταυθοῖ τελευτᾷ. τὴν δ’ ὑπόλοιπον, ἐν ᾗ τὸν ἕτερον ὅρον ἐξηγεῖται, γεγραμμένην ἐφεξῆς τῇδε κατὰ τὸ πρῶτον σύγγραμμα περὶ παθῶν ἤδη σοι παραθήσομαι. κατὰ τοῦτο δὲ καὶ ὁ πλεονασμὸς τῆς ὁρμῆς εἴρηται, διὰ τὸ τὴν καθ’ αὑτοὺς καὶ φυσικὴν τῶν ὁρμῶν συμμετρίαν ὑπερβαίνειν. γένοιτο δ’ ἂν τὸ λεγόμενον διὰ τούτων γνωριμώτερον, οἷον ἐπὶ τοῦ πορεύεσθαι καθ’ ὁρμὴν οὐ πλεονάζει ἡ τῶν σκελῶν κίνησις, ἀλλὰ συναπαρτίζει τι τῆς ὁρμῆς, ὥστε καὶ στῆναι, ὅταν ἐθέλῃ, καὶ μεταβάλλειν. ἐπὶ δὲ τῶν τρεχόντων καθ’ ὁρμὴν οὐκέτι τοιοῦτον γίνεται, ἀλλὰ πλεονάζει παρὰ τὴν ὁρμὴν ἡ τῶν σκελῶν κίνησις, ὥστε ἐκφέρεσθαι καὶ μὴ μεταβάλλειν εὐπειθῶς οὕτως εὐθὺς ἐναρξαμένων, αἷς οἶμαί τι παραπλήσιον καὶ ἐπὶ τῶν ὁρμῶν γίνεσθαι διὰ τὸ τὴν
    370
    κατὰ λόγον ὑπερβαίνειν συμμετρίαν, ὥσθ’, ὅταν ὁρμᾷ, μὴ εὐπειθῶς ἔχειν πρὸς αὐτὸν, ἐπὶ μὲν τοῦ δρόμου τοῦ πλεονασμοῦ λεγομένου παρὰ τὴν ὁρμὴν, ἐπὶ δὲ τῆς ὁρμῆς παρὰ τὸν λόγον. συμμετρία γάρ ἐστι φυσικῆς ὁρμῆς ἡ κατὰ τὸν λόγον, καὶ ἕως τοσούτου, καὶ ἕως αὐτὸς ἀξιοῖ. διὸ δὴ καὶ τῆς ὑπερβάσεως κατὰ τοῦτο καὶ οὕτως γινομένης πλεονάζουσά τε ὁρμὴ λέγεται εἶναι καὶ παρὰ φύσιν καὶ ἄλογος κίνησις ψυχῆς. αἱ μὲν τοῦ Χρυσίππου ῥήσεις αὗται. σκεψώμεθα δ’ ἀκριβέστερον ὑπὲρ ἑκατέρας αὐτῶν ἀπὸ τῆς προτέρας ἀπαρξάμενοι, καθ’ ἣν ἐξηγεῖται, πῶς εἴρηται τὸ πάθος ἄλογος καὶ παρὰ φύσιν κίνησις ψυχῆς. ἐπειδὴ γὰρ ἠπίστατο δύο σημαινόμενα πρὸς τῆς ἄλογος φωνῆς, ὧν τὸ ἕτερον βούλεται μόνον δηλοῦσθαι κατὰ τὸν ὅρον, τὸ χωρὶς κρίσεως, ὀρθῶς. ἐποίησε μηδεμίαν ὑπολιπόμενος ἀμφιβολίαν, ἀλλ’ αὐτὸς δηλώσας, ὅτι τὴν κατὰ τὸ πάθος ὁρμὴν ἄλογον εἶναί φησι, καθ’ ὅσον ἀπέστραπται τὸν λόγον, καὶ ἀπειθεῖ τῷ λόγῳ, καὶ χωρὶς κρίσεως γίνεται. διὰ μὲν οὖν τοῦ ἀπεστράφθαι φάναι τὸν λόγον ἐχώρισε
    371
    τὴν κατὰ τὸ πάθος ἄλογον κίνησιν τῶν ἀψύχων τε καὶ τῶν ἀλόγων ζώων. κινεῖται μὲν γὰρ καὶ λίθος καὶ ξύλον ἐνίοτε, καὶ τῶν ἄλλων ἕκαστον τῶν ἀψύχων, ἀλλ’ οὐχ ὡς ἀπεστραμμένον τὸν λόγον, οὔθ’ ὡς ἀπειθοῦν. ᾧ γὰρ τὴν ἀρχὴν μὴ μέτεστι τοῦ πείθεσθαί τε καὶ ἕπεσθαι τῷ λόγῳ, τοῦτο πῶς ἂν ἢ ἀπειθεῖν, ἢ ἀπεστράφθαι ποτὲ δύναιτο τὸν λόγον; ἀλλ’ ὅλως μὴ χρῆσθαι λέγοιτο ἂν εἰκότως. ἀπεστράφθαι δὲ καὶ ἀπειθεῖν λεχθήσεται τὸ φύσιν μὲν ἔχον ἕπεσθαί τε καὶ πείθεσθαί, παρὰ φύσιν δέ ποθ’ ἑτέρως φερόμενον. ἐκ μὲν δὴ τῶν τοιούτων δείκνυται τὸ μήτ’ ἀψύχῳ τινὶ μήτ’ ἀλόγῳ ζώῳ πάθος ἐγγίνεσθαι ψυχικόν. ἐπειδὰν δὲ γράφῃ, χωρὶς λόγου καὶ κρίσεως γίγνεσθαι τὴν κατὰ τὸ πάθος κίνησιν, εἶτα συνάπτων ἐφεξῆς λέγῃ, οὐχὶ εἰ διημαρτημένως φέρεται, καὶ παριδών τι κατὰ τὸν λόγον, καὶ ἀπεστραμμένως τε καὶ ἀπειθῶς αὐτῷ, διορίζει τῶν ἁμαρτημάτων τὰ πάθη καὶ πάνυ δεόντως. τὰ μὲν γὰρ ἁμαρτήματα μοχθηραὶ κρίσεις εἰσὶ, καὶ ὁ λόγος ἐψευσμένος
    372
    τῆς ἀληθείας καὶ διημαρτημένος. τὸ δὲ πάθος ἔμπαλιν οὐδὲν μὲν ἡμαρτημένον, οὐδὲ παρορώμενον κατὰ τὸν λογισμὸν, ἀπειθὴς δέ ἐστι τῷ λόγῳ κίνησις ψυχῆς. ὁ μὲν γὰρ ὑπὲρ τοῦ σῶσαι τὴν πατρίδα τῆς ζωῆς καὶ τῶν τέκνων καταφρονήσας, καὶ ἤτοι παραδοὺς ἑτέροις ἀποσφάττειν, ἢ αὐτὸς ὑπομείνας σφάξαι, τῇ γε τοῦ καλοῦ φαντασίᾳ τοῦτο δρᾷ καὶ λογισμῷ τινι χρησάμενος. ἡ Μήδεια δ’ ἔμπαλιν οὐ μόνον ὑπ’ οὐδενὸς ἐπείσθη λογισμοῦ κτείνειν τοὺς παῖδας, ἀλλὰ καὶ τοὐναντίον ἅπαν ὅσον ἐπὶ τῷ λογισμῷ μανθάνειν φησὶ, οἷα δρᾷν μέλλει κακὰ, τὸν θυμὸν δὲ εἶναι κρείττονα τῶν βουλευμάτων, τοὐτέστιν οὐχ ὑποτετάχθαι καὶ πείθεσθαι καὶ ἕπεσθαι καθάπερ τινὶ δεσπότῃ τῷ λόγῳ τὸ πάθος, ἀλλ’ ἀφηνιάζειν, καὶ ἀποχωρεῖν, καὶ ἀπειθεῖν τῷ προστάγματι, ὡς ἑτέρας τινὸς ἔργον ἢ πάθημα δυνάμεως ὑπάρχον, οὐ τῆς λογιστικῆς. πῶς γὰρ ἂν ἢ ἀπειθεῖν ἑαυτῷ τι δύναιτο, ἢ ἀποστρέφεσθαι ἑαυτὸ, ἢ μὴ ἕπεσθαι ἑαυτῷ; ταυτὶ μὲν οὖν ἅπαντα πρὸς τῷ μηδὲν ἔχειν μεμπτὸν ἔτι καὶ ἀληθῶς τε καὶ διωρισμένως καὶ
    373
    κατὰ τὴν Πλάτωνος εἴρηται γνώμην. παραπλησίως δὲ καὶ τὰ κατὰ τὴν ἐξήγησιν τοῦ δευτέρου τῶν ὅρων ὑπ’ αὐτοῦ γεγραμμένα, δι’ ἧς ἐμνημόνευσε καὶ τῶν τρεχόντων ὠκέως, οἳ μηδ’ εἰ στῆναι βούλοιντο, παραχρῆμα δύναιντο πράττειν αὐτό. σαφῶς γὰρ κᾀνταῦθα ἔνδειξις γίγνεται δυνάμεως ἑτέρας παρὰ τὸν λόγον, ὑφ’ ἧς ἀποτελεῖται τὰ παθήματα. γνοίημεν δ’ ἂν ἐναργέστερον, εἰ τὴν αἰτίαν ἐξεύροιμεν, ὑφ’ ἧς συμβαίνει μὴ δύνασθαι στῆναι παραχρῆμα πολλοὺς τῶν θεόντων. ἡ δ’ εὕρεσις ἐξ αὐτοῦ γένοιτ’ ἂν ἡμῖν τοῦ μὴ πᾶσιν οὕτως συμβαίνειν, ἀλλ’ ὅσοι δι’ ὁμαλοῦς τινος ἢ κατάντους φέρονται. τῶν μὲν γὰρ ἀνάντη χωρία διαθεόντων οὐκ ἔτι οὕτω τοῦτο συμπίπτει· παραχρῆμα γοῦν ἵστανται βουληθέντες, ὡς ἂν τῆς ῥοπῆς τοῦ σώματος μὴ φερούσης αὐτοὺς βιαίως κάτω, καθάπερ ἐκείνους ἔφερε. σύνθετος γὰρ αὐτῶν ἔνεστιν ἡ τῆς φορᾶς αἰτία, ἡ μέν τις ὡς ζώων ὑφ’ ὁρμῆς κινουμένων, ἡ δ’ ὡς ἀψύχων σωμάτων τῷ βάρει ῥεπόντων. οὕτω γοῦν καὶ λίθοι πολλάκις ὀρῶν καταφέρονται στῆναι μεταξὺ μὴ δυνάμενοι, πρὶν ἐξικέσθαι
    374
    πρός τι χωρίον ὁμαλὸν ἢ κοῖλον. ὥστε καὶ κατὰ τοῦτο τὸ παράδειγμα δυνάμεώς ἐστιν ἔνδειξις ἑτέρας παρὰ τὸν λογισμὸν, ἀλόγου τὴν φύσιν, οἵα πέρ ἐστιν ἐν τοῖς τῶν ζώων σώμασι τὸ βάρος. ὅτι δ’ οὐ δύνανται διὰ τοῦτο στῆναι βουληθέντες, οὐ μόνον ἐκ τῆς τῶν ἀναντῶν τε καὶ καταντῶν χωρίων διαφορᾶς ἔνεστι μαθεῖν, ἀλλὰ καὶ ἐκ τῆς ἐν αὐτοῖς τοῖς ὁμαλέσι διαφόρου κινήσεως. ὁ μὲν γὰρ εἰς τοὐπίσω τὴν ῥοπὴν τοῦ σώματος ποιησάμενος ἐν τῷ τρέχειν αὐτοκράτωρ ἐστὶ τοῦ στῆναι, ὁ δ’ εἰς τὸ ἔμπροσθεν ὑπ’ ἐκείνης κωλύεται. καὶ δι’ αὐτό γε τοῦτο οὕτω θέουσιν ἅπαντες, ὑπ’ αὐτῆς τοῦ πράγματος· τῆς φύσεως διδασκόμενοι συντελεῖν τὴν εἰς τὸ πρόσω ῥοπὴν τῷ τάχει τῆς κινήσεως. ὥσπερ οὖν ἐπὶ τοῦ παραδείγματος, ὦ γενναιότατε Χρύσιππε, τοῖς μὲν μηδὲν ὑπὸ τοῦ κατὰ τὸ σῶμα βάρους εἰς τάχος κινήσεως ὠφελουμένοις ἕτοιμον τὸ στῆναι, τοῖς δ’ ἐκ διττῆς αἰτίας τὸ τάχος γεννῶσιν οὐκ ἔθ’ ἡ βούλησις ἱκανὴ, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν τῆς ψυχῆς ὁρμῶν, ὅταν μὲν ὁ λογισμὸς μόνος ἔχη τὴν αἰτίαν, ἐπ’ αὐτῷ παῦσαι τὴν ὁρμήν·
    375
    ὅταν δ’ ἤτοι θυμὸς ἢ ἐπιθυμία τις αὐτῷ προσέλθῃ, δυνάμεις ἄλογοί τε καὶ παραπλήσιαι τῷ κατὰ τὸ σῶμα βάρει, παραχρῆμα μὲν οὐχ οἷόν τε στῆναι, χρόνῳ δ’ ἂν ἴσως γένοιτο καὶ τοῦτο, καθάπερ ἐπὶ τῶν θεόντων. τὸ δ’ ἴσως τῷ λόγῳ προσέθηκα διὰ τὴν τῶν κατὰ μέρος αἰτίων, ὅσα τε κινεῖ τὴν ὁρμὴν, ἄνισον δύναμιν. ἐπειδὴ γὰρ καὶ λογισμὸς αὐτὴν κινεῖ, καὶ ἐπιθυμία, καὶ θυμὸς, ἡ μὲν ὑφ’ ἑνὸς αὐτῶν συστᾶσα, τῶν ἄλλων ἡσυχαζόντων, ὑπ’ ἐκείνου μόνου δεσπόζεται. ὥστ’, εἰ μὲν ὑπὸ τοῦ λογισμοῦ γένοιτο, καὶ καταπαύειν αὐτὴν καὶ αὖθις ἐπεγείρειν οἷόν τε διὰ μόνου τοῦ βουληθῆναι, εἰ δ’ ὑπὸ θυμοῦ τινος ἢ ἐπιθυμίας, ὅταν ἐκεῖνα λωφήσῃ, εἰ δ’ ὑφ’ ἑκατέρων ἐνεργούντων γίγνοιτο, λογισμοῦ θ’ ἅμα καί τινος ἀλόγου δυνάμεως. εἰ μὲν οὖν ἀντισπῶντος τοῦ λογισμοῦ, κρατήσει τὸ ἰσχυρότερον, εἰ δὲ συνεκθέοντος, οὐδέποτε παύσεται. λέγω δὲ συνεκθεῖν τῷ πάθει τὸν λογισμὸν, ὅταν, ἅπερ ἐκεῖνο πράττει, καὶ ὁ λογισμὸς δοξάζῃ, ὥσπερ ἐπὶ τῶν ἀκολάστων. δοξάζουσι γὰρ ἀγαθὸν εἶναι μέγιστον οὗτοι τὴν ἀπόλαυσιν τῶν ἡδίστων,
    376
    ἑκουσίως ἑπομένου κατὰ τὴν ψυχὴν αὐτῶν τοῦ λογισμοῦ τῇ ἐπιθυμίᾳ. ἀντιτείνειν δέ φημι τὸν λογισμὸν τῷ πάθει, μὴ δοξάζοντος μὲν τἀνθρώπου, καλὸν ἢ ἀγαθὸν εἶναι τὴν ἀπόλαυσιν τῆς προκειμένης ἡδονῆς, ἑλκομένου δέ πως ἐπ’ αὐτὴν διὰ τὴν τῆς ἐπιθυμητικῆς δυνάμεως ἰσχυρὰν κίνησιν. ἀλλ’ εἰ μὲν ὁ λογισμὸς κρατήσειεν, ἐγκρατὴς ἑαυτοῦ τε καὶ τῶν ἑαυτοῦ παθῶν ὁ τοιοῦτος ἄνθρωπός ἐστι τε καὶ λέγεται, εἰ δ’ ἐπιθυμία, τοὐναντίον τῷδε πρόσρημα λαβὼν ἀκρατὴς ὀνομάζεται. ὅταν δ’ ὑπὸ τοῦ λογισμοῦ μόνου πρὸς τὴν τῶν ἡδέων ἄγηται χρῆσιν, ὁ τοιοῦτος σώφρων καλεῖται, σκοπὸν τῆς αἱρέσεως αὐτῶν οὐ τὴν ἀπόλαυσιν, ἀλλὰ τὴν ὠφέλειαν πεποιημένος, ὥσπερ γε καὶ ἀκόλαστος ὁ πρὸς τῆς ἐπιθυμίας μόνης ἀγόμενος, ἀκολουθοῦντος αὐτῇ τοῦ λόγου, καθάπερ τινὸς οἰκέτου. τῇ τοιαύτῃ συμπλοκῇ τῶν τὰς ὁρμὰς κινούντων αἰτίων μαρτυρεῖ καὶ τὸ τοῦ Χρυσίππου παράδειγμα. τῶν μὲν γὰρ πρὸς ἄναντες θεόντων ἡ λογικὴ μόνη δύναμις ἡγεῖται, τῶν δ’ ἀκουσίως ἐπὶ κρημνὸν φερομένων ἡ ἄλογος, ἥνπερ δὴ τὸ βάρος τοῦ σώματος ἔφαμεν
    377
    ὑπάρχειν, τῶν δ’ ἐς τὸ κάταντες θεόντων ἀμφότεραι. οὕτω δὲ καὶ τῶν ἐφ’ ὁμαλοῦς, εἰ πρόσω ῥέποιεν, ὡς, εἴγε ἀνανεύοιεν ὀπίσω, θέοιεν μὲν ἂν οὕτω γε τῶν ἑτέρων ἧττον, ἵσταιντο δ’ ἂν, ὁπότε βουληθεῖεν. ὥστε οὐδὲν ἄχρι γε τῆς τῶν ὅρων ἐξηγήσεως ὁ Χρύσιππος ἐναντίον ἀπεφήνατο τοῖς παλαιοῖς.

    Ὁπόταν δ’ ἐφεξῆς ἐπισκέπτηται, πότερον κρίσεις τινὰς ἢ κρίσεσιν ἑπόμενα χρὴ νομίζειν εἶναι τὰ πάθη, καθ’ ἑκάτερα μὲν ἀποχωρεῖ τῶν παλαιῶν, πολὺ δὲ μᾶλλον ἐν τῷ τὸ φαυλότερον ἡγεῖσθαι. καὶ γὰρ Ζήνωνι κατά γε τοῦτο, καὶ ἑαυτῷ, καὶ πολλοῖς ἄλλοις μάχεται τῶν Στωϊκῶν, οἳ οὐ τὰς κρίσεις αὐτὰς τῆς ψυχῆς, ἀλλὰ καὶ τὰς ἐπὶ ταύταις ἀλόγους συστολὰς, καὶ ταπεινώσεις, καὶ δείξεις, ἐπάρσεις τε καὶ διαχύσεις ὑπολαμβάνουσιν εἶναι τὰ τῆς ψυχῆς πάθη. Ποσειδώνιος μέν γε τελέως ἀπεχώρησεν ἀμφοτέρων τῶν δοξῶν, οὔτε γὰρ κρίσεις, οὔτε ἐπιγινόμενα κρίσεσιν, ἀλλ’ ὑπὸ τῆς θυμοειδοῦς τε καὶ ἐπιθυμητικῆς δυνάμεως ἡγεῖται γίγνεσθαι τὰ πάθη, κατὰ πᾶν ἀκολουθήσας τῷ παλαιῷ λόγῳ. καὶ πυνθάνεταί γε τοὺς περὶ

    378
    τὸν Χρύσιππον οὐκ ὀλιγάκις ἐν τῇ περὶ παθῶν ἑαυτοῦ πραγματείᾳ, τίς ἡ τῆς πλεοναζούσης ὁρμῆς ἐστιν αἰτία. ὁ μὲν γὰρ λόγος οὐκ ἂν δύναιτό γε πλεονάζειν παρὰ τὰ ἑαυτοῦ πράγματά τε καὶ μέτρα. πρόδηλον οὖν, ὡς ἑτέρα τις ἄλογός ἐστι δύναμις αἰτία τοῦ πλεονάζεσθαι τὴν ὁρμὴν ὑπὲρ τὰ μέτρα τοῦ λόγου, καθάπερ τοῦ πλεονάζεσθαι τὸν δρόμον ὑπὲρ τὰ μέτρα τῆς προαιρέσεως ἄλογος ἡ αἰτία, τὸ βάρος τοῦ σώματος. ἀλλ’ οὐ τοῦτο θαυμαστὸν, εἰ πολλοῖς ἐναντία λέγει Χρύσιππος, ὥσπερ οὐδ’ ὅτι τῆς ἀληθείας ἀπέσφαλται, (συγγνώμη γὰρ ἀνθρώπῳ γε ὄντι καὶ ἁμαρτάνοντι ὡραῖόν τι,) ἀλλ’ ὅτι μήτε ἐπεχείρησεν ὅλως τὰ πρὸς τῶν παλαιῶν εἰρημένα διαλύσασθαι, καὶ πρὸς αὑτὸν διαφέρεται, νυνὶ μὲν γίνεσθαι νομίζων τὰ πάθη ἄνευ λόγου καὶ κρίσεως, νυνὶ δ’ οὐ μόνον κρίσεσιν ἕπεσθαι φάσκων, ἀλλ’ αὐτὸ δὴ τοῦτο κρίσεις εἶναι. τὸ γὰρ μηδ’ ὅλως ἐφάπτεσθαι κρίσεως ἐναντιώτατον δήπου τῷ κρίσιν εἶναι τὸ πάθος, εἰ μὴ νὴ Δία βοηθῶν τις αὐτῷ φαίη, πλείω σημαίνειν
    379
    τὸ τῆς κρίσεως ὄνομα, καὶ κατὰ μὲν τὴν ἐξήγησιν τοῦ ὅρου τὴν οἷον περίσκεψιν εἰρῆσθαι κρίσιν, ὡς εἶναι τὸ ἄνευ κρίσεως ἴσον τῷ ἄνευ περισκέψεως, ἔνθα δὲ κρίσεις εἶναί φησι τὰ πάθη, τὰς ὁρμάς τε καὶ τὰς συγκαταθέσεις ὀνομάζεσθαι κρίσεις. ἀλλ’ εἴπερ τοῦτό τις δέξαιτο, πλεονάζουσα συγκατάθεσις ἔσται τὸ πάθος, καὶ πάλιν ὁ Ποσειδώνιος ἐρήσεται τὴν αἰτίαν, ὑφ’ ἧς πλεονάζεται, πρὸς τῷ καὶ μέγιστον ἁμάρτημα κατὰ τὴν διδασκαλίαν ἡμαρτῆσθαι τῷ Χρυσίππῳ. εἰ γὰρ ἐν αὐτῷ δὴ τούτῳ τὸ κῦρος τοῦ δόγματός ἐστιν, ἐν τῷ διαστείλασθαι τὴν ὁμωνυμίαν καὶ δεῖξαι, κατὰ τί μὲν σημαινόμενον ἄνευ κρίσεως γίνεται τὰ πάθη, κατὰ τί δὲ κρίσεις εἰσὶν, ὁ δ’ οὐδὲ καθ’ ἓν τῶν τεττάρων βιβλίων, ἃ περὶ τῶν παθῶν ἔγραψεν, ἐποίησεν αὐτὸ, πῶς οὐκ ἄν τις αὐτὸν δικαίως μέμψαιτο; τάχα μὲν γὰρ οὐδὲ βραχυλογίαν τις ἄκραν ἐζηλωκὼς ὀρθῶς ἂν ὑπερβαίνοι τὰ οὕτως ἀναγκαῖα, πολὺ δ’ οὖν μᾶλλον, ὅταν ἐπὶ μήκιστον ἐκτείνῃ τοὺς λόγους, ὥσπερ ὁ Χρύσιππος. ἀλλὰ περὶ μὲν τούτων καὶ μικρὸν ὕστερον ἐπισκεψόμεθα.