De placitis Hippocratis et Platonis

Galen

Galen, De placitis Hippocratis et Platonis, Claudii Galeni Opera Omnia, Kühn, Volume 5, 1823

Ἐγὼ μὲν δή μοι δοκῶ τὸ κελευσθὲν ὑπὸ τοῦ Χρυσίππου πεπραχέναι ζητήσας, εἴτ’ ἀπὸ καρδίας ἐγκεφάλῳ δύναμίς τις, εἴτ’ ἀπ’ ἐγκεφάλου τῇ καρδίᾳ χορηγεῖται. Χρύσιππος δ’ αὐτὸς ὀλιγώρως ἐσχηκέναι φαίνεται περὶ τὴν τοῦ πράγματος ἔρευναν, ἰδὼν μὲν τὴν ὁδὸν, ᾗ χρὴ τὸ ζητούμενον ἁλῶναι, μὴ χρησάμενος δὲ αὐτῇ. μέμφομαι δ’ αὐτῷ καὶ διότι καθ’ ἓν βιβλίον ἐναντία λέγειν ὑπέμεινεν, οὐκ ἀπὸ μακροῦ διαστήματος ἀλλήλων ἔμπροσθεν μὲν ὡς ἀποδεικτικὸν γράψας τὸν τοῦ Ζήνωνος λόγον, ἐπὶ προήκοντι δὲ τῷ συγγράμματι δεικνὺς αὐτοῦ τὴν λύσιν. εὑρίσκω δ’ οὐχ ἥκιστα τὸν Χρύσιππον καὶ ἄλλας τινὰς ἐναντιολογίας ἐν αὐτῷ τούτῳ τῷ λόγῳ περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ

268
πεποιημένον. ἐν ἀρχῇ γὰρ προειπὼν, ὡς τὰ μὲν ἄλλα μέρη τῆς ψυχῆς ἐν οἷς ἐστι τοῦ ζώου μορίοις ὁμολογεῖται, περὶ δὲ τοῦ ἡγεμονικοῦ μόνου ζητεῖται, διὰ τὸ μήτε αἴσθησιν ἐκφανῆ μηδεμίαν εἶναι αὐτοῦ, μήτ’ ἐναργές τι τεκμήριον, ὀλίγον ὕστερον ὡς περὶ φαινομένου τοῦ μέρους διαλέγεται. ἔχουσι δ’ αἱ ῥήσεις αὐτοῦ τόνδε τὸν τρόπον. οὕτω φαίνεται διαφεύγειν ὁ τόπος ἡμᾶς, οὔτε αἰσθήσεως ἐκφανοῦς γιγνομένης, ὅπερ ἐπὶ τῶν λοιπῶν συντέτευχεν, οὔτε τῶν τεκμηρίων, δι’ ὧν ἄν τις συλλογίσαιτο τοῦτο· οὐδὲ γὰρ ἂν οὐδ’ ἐπὶ τοσοῦτον ἀντιλογίας προῆλθεν ἰατροῖς τε καὶ φιλοσόφοις. ταῦτα προειπὼν ὁ Χρύσιππος ἐφεξῆς φησιν, ὡς ἅπαντες ἄνθρωποι τῶν τῆς διανοίας παθῶν αἰσθάνονται κατά τε τὸν θώρακα καὶ τὴν καρδίαν. ἔχει δὲ καὶ ἥδε ἡ ῥῆσις ᾧδε. κοινῇ δέ μοι δοκοῦσιν οἱ πολλοὶ φέρεσθαι ἐπὶ τοῦθ’ ὡσανεὶ αἰσθανόμενοι περὶ τὸν θώρακα αὐτοῖς τῶν κατὰ τὴν διάνοιαν παθῶν γιγνομένων, καὶ μάλιστα καθ’ ὃν ἡ καρδία τέτακται τόπον, οἷον μάλιστα ἐπὶ τῶν φόβων καὶ τῶν λυπῶν λέγω καὶ ἐπὶ τῆς ὀργῆς, καὶ μάλιστα τοῦ θυμοῦ. κατὰ τήνδε τὴν ῥῆσιν, εἰ καὶ μηδὲν
269
ἄλλο, τὸ γοῦν ὡσανεὶ προσέθηκεν, οὐ τολμήσας ἄντικρυς εἰπεῖν, αἰσθάνεσθαι τοὺς ἀνθρώπους τῶν κατὰ τὴν διάνοιαν παθῶν ἐν τῷ θώρακι γιγνομένων. ὡσανεὶ γὰρ ἔφη συναισθανόμενοι, μικρὸν δ’ ὕστερον καὶ τὸ ὡσανεὶ περιελὼν οὑτωσὶ γράφει· ἡ γὰρ περὶ τὴν διάνοιαν γιγνομένη ταραχὴ καθ’ ἕκαστον τούτων αἰσθητῶς περὶ τοὺς θώρακάς ἐστιν. εἶτ’ ἐφεξῆς· τῆς μὲν γὰρ ὀργῆς γιγνομένης ἐνταῦθα εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας ἐνταῦθα εἶναι. καὶ πάλιν ἐν τοῖς ἑξῆς τοῦ συγγράμματος, καὶ τὰ τῶν ὀργιζομένων πάθη, φησὶ, φαίνεται περὶ τὸν θώρακα γιγνόμενα, καὶ τὰ τῶν ἐρώντων. καὶ λοιπὸν οὐκ ἔτι παύεται περὶ τῶν παθῶν διαλεγόμενος, ὡς ἔν τε τῷ θώρακι καὶ περὶ τὴν καρδίαν μάλιστα συνίστασθαι φαινομένων. ὥστ’ ἔγωγε θαυμάζω τἀνδρὸς, ὅτι τὸ κατ’ ἀρχὰς ὑφ’ ἑαυτοῦ γραφόμενον οὐκ ἐξήλειψεν, ἔνθα φησὶν, οὔτ’ αἴσθησιν οὐδεμίαν ἐμφανῆ γίγνεσθαι, ποῦ τὸ κύριον τῆς ψυχῆς μέρος, οὔτε τεκμήριον· οὐ γὰρ ἐπὶ τοσοῦτον διενεχθῆναι ἂν πρὸς ἀλλήλους ἰατρούς τε καὶ φιλοσόφους. ἢ, εἴπερ ἀρέσκηται τῷδε τῷ λόγῳ, πῶς οὐκ ᾐδέσθη πάλιν ὲν τοῖς ἑξῆς αἰσθήσει γε κρίνων τὸ δόγμα, καὶ φαίνεται
270
λέγων; ἐγὼ δέ μοι δοκῶ, καθάπερ ὀλίγον ἔμπροσθεν ἔπραξα τὸν ἀληθέστερον ἑλόμενος λόγον, ὃν ὁ Χρύσιππος ἔγραψε πρὸς ἑαυτὸν ἐναντιολογούμενος, οὕτω καὶ νῦν ποιήσειν. οὐδεμία γὰρ αἴσθησις ἡμῖν γίγνεται τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ κατὰ τὴν καρδίαν ἢ τὸν θώρακα περιεχομένου, καὶ διὰ τοῦτ’ ἐπαινῶ μὲν τὰ πρῶτα τοῦ Χρυσίππου, δι’ ὧν ὁμολογεῖ τὸ ἀληθὲς, οὐκ ἐπαινῶ δὲ ἐν οἷς καταψεύδεται τῆς αἰσθήσεως. οὐ γὰρ ἓν ἔτ’ ἐνταῦθα δοκεῖ μοι σφάλλεσθαι κατὰ τὸν λόγον, ἀλλὰ δύο μεγάλα· πρῶτον μὲν, ὅτι, παντὸς τοῦ σώματος ἐν τοῖς τῆς ψυχῆς πάθεσιν ἐναργῶς ἀλλοιουμένου, καὶ ποτὲ μὲν ὠχριῶντός τε καὶ καταψυχομένου καὶ τρέμοντος, ὡς ἐν τοῖς φόβοις φαίνεται γιγνόμενον, ἔστιν ὅτε δ’ ἐρυθριῶντός τε καὶ θερμαινομένου καὶ σφοδρῶς ἐντεινομένου, καθάπερ ἐν τοῖς θυμοῖς, οὐδενὸς μὲν ἄλλου μέμνηται μορίου, μόνων δὲ τῶν κατὰ τὸν θώρακα· ἔπειτα δ’, ὅτι, κᾂν συγχωρηθῇ μειζόνως ἡ καρδία τῶν ἄλλων τοῦ ζώου μορίων ἐξισταμένη τοῦ κατὰ φύσιν ἐν φόβοις τε καὶ λύπαις, ἀγωνίαις τε καὶ θυμοῖς, ἅπασί τε τοῖς ἄλλοις πάθεσιν, οὐ τὸ λογιζόμενον τῆς ψυχῆς, 
271
ἀλλὰ τὸ θυμούμενον ἢ ἐπιθυμοῦν ἐνταῦθα ὑπάρχειν ἐνδείξεται· ὥστε πλέον θάτερον, ἢ ὅπερ αὐτὸς βούλεται, περαίνεσθαι διὰ τοῦ λόγου. εἰ γὰρ ἐν μὲν τῷ διανοεῖσθαί τε καὶ μανθάνειν ἢ διδάσκειν οὐδεμία κίνησις ἐξαίρετος ἐμφαίνεται κατὰ τὴν καρδίαν, ἐν ἅπασι δὲ τοῖς πάθεσιν ἐναργῶς φαίνεται, δῆλον, οἶμαι, γίγνεται, τὸ μὲν λογιζόμενον τῆς ψυχῆς οὐκ εἶναι κατὰ τὴν καρδίαν, τὸ δ’ ἀλόγιστόν τε καὶ παθητικὸν ὀνομαζόμενον ἐν αὐτῇ περιέχεσθαι· εἰ δ’, ἔνθα τὸ πάσχον, ἐνταῦθά φησι καὶ τὸ λογιζόμενον ὑπάρχειν, αὐτὸ τὸ ζητούμενον ἀπ’ ἀρχῆς ἐξ ἑτοίμου λήψεται. πολλῷ δ’ ἦν ἄμεινον ἀπόδειξίν τινα ἡμᾶς διδάξαι τοῦ λαβεῖν ἐκ προχείρου τὸ ζητούμενον, ἀλλ’ οὔτ’ ἐν τῷ βιβλίῳ τῷ πρώτῳ περὶ ψυχῆς, οὔτ’ ἐν τοῖς περὶ παθῶν ἀπόδειξίν τινα εἶπε τοῦ χρῆναι πάντως, ἔνθα τὸ ἄλογόν ἐστιν, ἐνταῦθ’ εἶναι καὶ τὸ λογιζόμενον, ἀλλ’ ἑτοίμως τε κἀκ προχείρου πανταχοῦ λαμβάνει, καίτοι Πλάτωνος ἐνίας μὲν ἀποδείξεις ἐν τῷ τετάρτῳ τῆς πολιτείας γράψαντος, ἐνίας δ’ αὖθις ἐρεῖν ἀναβαλομένου, περὶ ὧν ἐνδείκνυται κατὰ τὸν
272
Τίμαιον, ἃς κᾀγὼ διὰ τῶν ἑξῆς ὑπομνημάτων ἁπάσας γράψω. νυνὶ δ’ οὔπω μοι πρόκειται τοῦτο δεικνύειν, ἀλλ’ ὅτι τὸ λογιζόμενον τῆς ψυχῆς, ὃ δὴ καὶ ἡγεμονικόν τε καὶ διάνοιαν καὶ κύριον αὐτὸς ὁ Χρύσιππος ὀνομάζει, κατὰ τὸν ἐγκέφαλόν ἐστι. τούτου γὰρ ἀποδειχθέντος, ἐάν τις ἑτέρα δύναμις ἐν τῇ καρδίᾳ φαίνηται περιεχομένη, μηδαμόθεν ἑτέρωθεν ὁρμωμένη, τὰς δύο μὲν ἀρχὰς ἤδη σαφῶς ἕξομεν, ἐφεξῆς δὲ καὶ τὴν τρίτην ὁμοίως ἐξευρήσομεν. ἀλλὰ τοῦτο μὲν εἰς τὸν μέλλοντα λόγον ἀναβεβλήσθω. νυνὶ δ’ ἐπανέλθωμεν αὖθις ἐπ’ ἐκεῖνον τὸν λόγον, ὅθεν εἰς τοῦτον ἐξέβημεν, ὡς ἄρα ὁ Χρύσιππος ἐναντιολογούμενος ἑαυτῷ παρὰ πόδας οὐκ αἰσθάνεται, καθάπερ ἐπεδείξαμεν, διά τε τοῦ περὶ τῆς φωνῆς λόγου καὶ τοῦ φάσκειν, ἐνίοτε μὲν οὐδεμίαν αἴσθησιν ἡμῖν γίγνεσθαι τοῦ περιέχοντος τόπου τὸ ἡγεμονικὸν, ἐνίοτε δὲ φαίνεσθαι λέγειν αὐτόν. ἀλλὰ γὰρ οὐδὲ τοῦτ’ αὐτὸ πρόκειταί μοι νῦν ἀποδεικνύειν, ὅτι μὴ πάρεργον.

273

Ἀλλ’ ἦν ἐξ ἀρχῆς τὸ προκείμενον ἐν τούτῳ τῷ γράμματι τὰς τέτταρας διαφορὰς ἐπιδεῖξαι τῶν λημμάτων. ἐκάλουν δὲ τὸ μὲν πρῶτον γένος αὐτῶν ἐπιστημονικόν τε καὶ ἀποδεικτικὸν, τὸ δὲ δεύτερον γυμναστικόν τε καὶ, ὡς Ἀριστοτέλης ὀνομάσειε, διαλεκτικὸν, τὸ δὲ τρίτον πιθανόν τε καὶ ῥητορικὸν, τὸ δὲ τέταρτον σοφιστικὸν, ἐπεδείκνυόν τε, τὰ μὲν ἀπὸ τῶν ὑπαρχόντων τε καὶ συμβαινόντων τῇ καρδίᾳ συνιστάμενα κατὰ μόνον αὐτὸ τὸ ζητούμενον πρᾶγμα τῶν ἐπιστημονικῶν εἶναι λημμάτων, τὰ δ’ ἄλλα σύμπαντα διαλεκτικὰ, τὰ δ’ ἀπὸ τῶν ἔξωθεν μαρτύρων ῥητορικὰ, τὰ δ’ ὁμωνυμίαις τισὶν ἢ τοῖς τῆς λέξεως σχήμασι πεπανουργημένα σοφιστικά. τὰ μὲν οὖν ἐπιστημονικὰ καθ’ ἕκαστον πρᾶγμα παντάπασιν ὀλίγα τε καὶ εὐαρίθμητ’ ἐστὶ, τὰ δὲ γυμναστικὰ πάμπολλα· καθ’ ἕκαστον γὰρ τῶν ὑπαρχόντων τε καὶ συμβαινόντων τῷ πράγματι συνίσταται. τὸν γοῦν ἀπὸ τῆς φωνῆς ἐρωτώμενον λόγον ἐκ τῆς θέσεως ὁρμώμενον ἐπέδειξα· οὕτω δὲ καὶ τὸν ἀπὸ τῆς εἰσπνοῆς τε καὶ ἐκπνοῆς. ὡσαύτως δ’ ἔχοντα

274
εὑρήσεις καὶ τὸν ἀπὸ τῆς ἐν ταῖς λύπαις δήξεως. ἐναργῶς μὲν γὰρ ἡ δῆξίς ἐστιν ἐν τῷ στόματι τῆς γαστρὸς, οἱ δ’ ἐς τὴν καρδίαν ἀναφέρουσιν αὐτήν. οἳ μὲν οὖν, ὅτι πλησίον ἡ καρδία τέτακται τῷ στόματι τῆς γαστρὸς, διὰ τοῦτ’ ἀπ’ ἐκείνης ἄρχεσθαι νομίζουσι τὸ πάθος, ἀπὸ τῆς θέσεως ἐπιχειροῦσιν. οἳ δ’ αὐτὴν ὄντως οἴονται τὴν καρδίαν δάκνεσθαι, πάμπολυ σφάλλονται. κάτω μὲν γὰρ τοῦ θώρακος ἡ δῆξίς ἐστιν ὑπὸ τῷ κατὰ τὸ στέρνον χόνδρῳ, ἡ καρδία δ’ ἐν μέσῳ τέτακται τῷ θώρακι, καὶ οὐδεὶς ᾔσθετο πώποτε τῆς καρδίας αὐτῆς δακνομένης οὔτ’ ἐν λύπαις οὔτ’ ἐν ἄλλῳ πάθει ψυχῆς ἢ σώματος. οὐ μὴν οὐδ’ ἡ καρδιαλγία τοὔνομα τὴν ἐν τῷ θώρακι περιεχομένην καρδίαν ὀδυνᾶσθαι δηλοῖ, ἀλλ’ ἔστιν ὁμωνυμία τις οὐδένα λανθάνουσα τῶν ὡμιληκότων ἀρχαίων γράμμασι. ὥσπερ γὰρ τὸ κατὰ τὸν θώρακα σπλάγχνον, οὕτω καὶ τὸ τῆς γαστρὸς στόμα καρδίαν ὀνομάζουσιν οἱ παλαιοὶ, καὶ πάμπολύ γε τοὔνομά ἐστι παρ’ αὐτοῖς. ἀλλ’ ἐγὼ δυοῖν ἢ τριῶν ἐπιμνησθήσομαι τῶν παραδειγμάτων ὑπὲρ τοῦ σαφῶς ἐνδείξασθαι
275
τὸ σημαινόμενον ἐκ τῆς λέξεως. ὁ μὲν δὴ Νίκανδρος ᾧδέ πως φησίν·

  • — — ἣν κραδίην ἐπιδόρπιον, οἱ δὲ δοχαίην
  • Κλείουσι στομάχοιο.
  • Θουκυδίδης δ’ ᾧδε· καὶ ὁπότε εἰς τὴν καρδίαν στηρίξειεν, ἀνέτρεπέ τε αὐτὴν καὶ ἀποκαθάρσεις χολῆς πᾶσαι, ὅσαι ὑπὸ τῶν ἰατρῶν εἰσιν ὠνομασμέναι, ἐπῄεσαν. ὁ δ’ Ἱπποκράτης· γυνὴ ἐκαρδιήλγεε, καὶ οὐδὲν καθίστη πλὴν ἐς ῥοιῆς χυλὸν ἄλφιτον ἐπιπάσσουσα, καὶ μονοσιτεῖν ἤρκεσε, καὶ ἀνεῖλκεν οἷα τὰ κηρίωνος. ἅπαντες οὗτοι δηλοῦσιν ἐναργῶς, τὸ στόμα τῆς γαστρὸς ὀνομάζεσθαι καρδίαν. ὥστε ταύτης μὲν τῆς καρδίας εἴη ἄν τι πάθος ἡ καρδιαλγία, τοῦ σπλάγχνου δ’, ὑπὲρ οὗ πρόκειται σκοπεῖν, εἰ τὸ κυριεῦον τῆς ψυχῆς μόριον ἐν ἑαυτῷ περιέχει, τοιοῦτον πάθος οὐδέποτε γίγνεται. οὐδὲ γὰρ οὐδ’ αὐτοῦ τοῦ στόματος τῆς γαστρὸς ἅπαν ἄλγημα καρδιαλγίαν προσαγορεύουσιν, ἀλλὰ μόνον ἐπειδὰν ὑπὸ δριμέων ὑγρῶν ἐρεθίζηταί τε καὶ ἀναδάκνηται. τοῦτο δ’ αὐτὸ συμβαίνει ὲν ταῖς λύπαις· διὸ 

    276
    καὶ χολὴν ἐμοῦσιν οἱ λυπηθέντες, ἐνίοις δ’ ὑπέρχεται κάτω, καὶ ἡ γαστὴρ αὐτοῖς ἄκρα τὰ χολώδη διαχωρεῖ. συμβαίνει δὲ οὐ μόνον τοῖς λυπηθεῖσιν, ἀλλὰ καὶ τῶν ἐπὶ πλέον ἀσιτησάντων οὐκ ὀλίγοις δάκνεσθαι τὸ τῆς γαστρὸς στόμα, καὶ μᾶλλον εἰ σφοδρῶς προγεγυμνασμένοι μὴ προσενέγκοιντο σιτία. τοῖς τε γὰρ λυπηθεῖσι καὶ τοῖς γυμνασαμένοις εὐτονώτερον εἰς τὴν γαστέρα συῤῥεῖ χολὴ ξανθή· πρὸς ταύτης οὖν δακνόμενοι καρδιαλγοῦσιν. οὐδ’ ἐστὶν ἀναγκαῖον ἐν τῷδε τῷ λόγῳ τὴν αἰτίαν ἐπισκέπτεσθαι, δι’ ἣν τοῦτο συμβαίνει. μόνον γάρ μοι πρόκειται δεῖξαι κατά γε τὸ παρὸν, ὡς οὐκ ἔστι τῆς καρδίας, τοῦ σπλάγχνου, τὸ πάθος ἡ καρδιαλγία, καθάπερ οὐδὲ τὸ δάκνεσθαι κατὰ τὰς λύπας, ἀλλὰ τὸ μὲν σύμπτωμα τοῦ στόματος τῆς γαστρὸς, ἐπικεχείρηται δὲ ἀπὸ τῆς κατὰ τὴν θέσιν ἐγγύτητος, ὥσπερ γε καὶ τὸ πάλλεσθαι τὴν καρδίαν ἐν τοῖς φόβοις ἀπὸ συμβεβηκότος ἐπιχειρεῖται, ὧν ἑκάτερον οὐκ ἔστιν ἐπιστημονικόν. εἰ δὲ συγχωρηθείη τοιοῦτον ὑπάρχειν, οὐ Στωϊκοῖς καὶ Περιπατητικοῖς, ἀλλ’ Ἱπποκράτει καὶ Πλάτωνι μαρτυρεῖ, καθάπερ καὶ ὁπόσα τοῖς θυμουμένοις ὁ
    277
    Χρύσιππος γράφει συμπίπτειν ἔν τε τῷ θώρακι παντὶ καὶ κατὰ τὴν καρδίαν. ἄχρι γὰρ ἂν ἐν μὲν τῷ διδάσκειν τε καὶ μανθάνειν καὶ ὅλως κινεῖσθαι τὴν ψυχὴν κατ’ ἐπιστήμην τινὰ μηδὲν ἐπιδεικνύωσι συμβαῖνον τῇ καρδίᾳ, κατὰ δὲ τὰ πάθη δεικνύωσιν, οὐ μόνον οὐκ ἀνατρέπουσι τὸν παλαιὸν λόγον, ἀλλὰ καὶ κατασκευάζουσιν. τὰ μὲν δὴ τοιαῦτα τῶν ἐπιχειρημάτων ἐκ τοῦ δευτέρου γένους ἐστὶ τῶν λημμάτων, ὥσπερ, οἶμαι, καὶ τὸ πρώτην ἁπάντων τῶν μορίων τοῦ ζώου διαπλάττεσθαι τὴν καρδίαν. οὐ γὰρ τὴν κατὰ δύναμιν ἀρχὴν ἐνδείκνυται τοῦτο συγχωρηθὲν, ὑπὲρ ἧς νῦν ζητοῦμεν, ἀλλὰ τὴν κατὰ γένεσιν. εἴρηται δέ μοι καὶ διώρισται σαφῶς ὑπὲρ τῆς διαφορᾶς τῶν ἀρχῶν ἐν τῷ πρόσθεν λόγῳ. τὸ μέντοι πρώτην μὲν ἁπάντων ἄρχεσθαι κινεῖσθαι τῶν τοῦ ζώου μορίων αὐτὴν, ὑστάτην δὲ παύεσθαι, τῶν ἀποδεικτικῶν ἐστι λημμάτων. ἐνδείκνυται γὰρ, ἀρχὴν εἶναι κινήσεως αὐτὴν, οὐ μὴν ἁπάσης γε, ἀλλὰ μόνης τῆς κατὰ τοὺς σφυγμοὺς, ἥτις ἑτέρου γένους ἐστὶ τῆς κατὰ προαίρεσιν· ἐκείνης δ’ οὔτ’ ἄρχεσθαι πρώτην, οὔθ’ ὑστάτην
    278
    παύεσθαι τὴν καρδίαν ἔχει τις δεῖξαι. περαίνοιτ’ ἂν οὖν κᾀκ τούτου τοῦ λήμματος, οὐχ ὅπερ Ἀριστοτέλης τε καὶ Χρύσιππος ὑπολαμβάνουσιν, ἀλλ’ ὃ Πλάτωνι καὶ Ἱπποκράτει δοκεῖ, τῆς μὲν κατὰ προαίρεσιν ἐν ἡμῖν κινήσεως ἀρχὴν εἶναι τὸν ἐγκέφαλον, ἑτέρας δέ τινος ἀπροαιρέτου τὴν καρδίαν. ἦν μὲν οὖν καὶ ταῦθ’ ἱκανὰ πρὸς ἀπόδειξιν τῶν προκειμένων, ἀλλ’ ἐπειδὴ προὐθέμην ἐν τῷδε τῷ βιβλίῳ τὰ λήμματα ἐπελθεῖν ἅπαντα τὰ λαμβανόμενα ἐκ τῶν ὑπαρχόντων τῇ καρδίᾳ, προσθεὶς ἔτι τὰ ὑπόλοιπα καταπαύσω τὸν λόγον. ἐπ’ αὐτοῖς δέ ἐστι καὶ τὸ τοῦ Ἀριστοτέλους λῆμμα, περὶ οὗ κατὰ τὴν τελευτὴν τοῦ πρώτου βιβλίου διῆλθον, ἐκ τῶν ὑπαρχόντων τῇ καρδίᾳ· πλῆθος γάρ τι νεύρων ἐν αὐτῇ φαίνεσθαί φησιν. ἐδείχθη δ’ ὑφ’ ἡμῶν, ὡς νευρώδη μέν τινα σώματα κατὰ τὴν καρδίαν εἴη, νεῦρα δ’ οὐκ εἴη, καὶ ὡς τὰ μὲν νευρώδη τοῦ σώματος ἰδέᾳ μόνον ἔοικε τοῖς νεύροις, οὐκ ἐνεργείᾳ τε καὶ χρείᾳ. κρίνεσθαι δὲ προσήκει τὴν ἐν τοῖς ὀργάνοις ἑτερότητα καὶ ταυτότητα ταῖς ἐνεργείαις καὶ ταῖς χρείαις αὐτῶν. ὥστ’ οὐδὲν ἔτι περὶ τῶν
    279
    αὐτῶν δέομαι διέρχεσθαι, μεταβήσομαι δ’ ἐπί τι τῶν ὑπολοίπων, οὗ σχεδὸν ἅπαντες μεμνημονεύκασιν, οἷς ἡ καρδία πασῶν τῶν δυνάμεων ἀρχὴ τῶν ἐν τοῖς ζώοις ὑπείληπται. λέγουσι γὰρ, ὅθεν ἡ τοῦ τρέφεσθαι τοῖς ζώοις ἀρχὴ, κατ’ ἐκεῖνο τὸ μόριον εἶναι καὶ τὸ λογιζόμενον τῆς ψυχῆς· ἐν καρδίᾳ δ’ εἶναι τὴν τοῦ τρέφεσθαι τοῖς ζώοις ἀρχὴν, ὥστε καὶ τὸ λογιζόμενόν τε καὶ διανοούμενον ὑπάρχειν ἐν αὐτῇ. ψεύδονται δ’ ἐν ἀμφοτέροις τοῖς λήμμασιν. οὔτε γὰρ ἐν καρδίᾳ τὴν ἀρχὴν τοῦ τρέφεσθαι τοῖς ζώοις εἶναι συγχωροῦμεν, ἀλλ’ ἕν τι καὶ τοῦτ’ ἔστι τῶν ἐν τῇδε τῇ πραγματείᾳ προκειμένων εἰς τὴν σκέψιν, (οὐ χρὴ δὲ τὸ ζητούμενον ὡς ὁμολογούμενον λαμβάνειν,) οὔτε τὸ μίαν ἀρχὴν ἀμφοτέρων ὑπάρχειν τῶν δυνάμεων, ἀλλὰ καὶ τούτου τὸ ἐναντίον ἡμεῖς ἀποδείκνυμεν. θαυμάζω τοίνυν κᾀνταῦθα τῶν ἀνδρῶν, εἰ ἄμφω τὰ ζητούμενα προχείρως λαμβάνουσι οὐδεμίαν ἀπόδειξιν προτιθέντες. ὅμοιον δὲ τι ποιοῦσι κᾀπειδὰν, ὅθεν ἡ ἀρχὴ τῆς τροφῆς ἐστιν, ἐνταῦθ’ εἶναι φάσκωσι καὶ τὸ ἡγεμονικὸν, εἶθ’ ἑξῆς προσλαμβάνωσιν, ὡς ἐν τῇ
    280
    καρδίᾳ τῆς τροφῆς ἐστιν ἀρχή. οὔτε γὰρ τοῦτ’ ἀληθὲς, ἀρχὴ γὰρ τροφῆς καὶ ὑγρᾶς καὶ ξηρᾶς στόμα, στόμαχος, κοιλίη, φησὶν Ἱπποκράτης, οὔτ’, εἰ καὶ παντὸς μᾶλλον, ἂν ἠκολούθει ἐξ ἀνάγκης, καθ’ ὃ μόριον ἡ ἀρχὴ τῆς τροφῆς ἐστι, κατὰ τοῦτο ὑπάρχειν τὸν λογισμόν· τοῦτο γὰρ ἕν τι τῶν ζητουμένων ἐστὶ, τὸ δ’ ἕτερον τῶν ζητουμένων ψεῦδος. ἡ μὲν γὰρ πρώτη τῆς τροφῆς ἀρχὴ στόμα, στόμαχος, κοιλίη, ἡ δευτέρα δ’ αἱ ἐξ ἥπατος εἰς κοιλίην καθήκουσαι φλέβες, ἐν αἷς πρώταις αἷμα γίγνεται, ἡ τρίτη δὲ τὸ ἧπαρ αὐτὸ, ἡ τετάρτη δὲ μετὰ τὸ ἧπαρ ἡ κοίλη φλὲψ, ἐν ᾗ πρώτῃ καθαρὸν τῶν περιττωμάτων ἀπολείπεται τὸ αἷμα, παρὰ ταύτης δ’ ἤδη τῆς φλεβὸς, ὥσπερ τἄλλα τοῦ ζώου μόρια πάντα, κατὰ τὸν αὐτὸν τρόπον ἡ καρδία λαμβάνει τὴν τροφήν. οὐ μὴν οὐδ’, ὅταν εἴπωσιν, ὅθεν ἡ χορηγία τοῦ πνεύματος, ἐνταῦθ’ εἶναι τὸ ἡγεμονικὸν, εἶτ’ ἐπ’ αὐτῷ προσλαμβάνωσιν, ἐκ τῆς καρδίας χορηγεῖσθαι τὸ πνεῦμα, συγχωρητέον αὐτοῖς. καὶ γὰρ κᾀνταῦθα πάλιν, εἰ μὲν τὸ ψυχικὸν πνεῦμά φασιν ἐκ τῆς καρδίας ἄρχεσθαι, 
    281
    τὸ ζητούμενον αὐτὸ λαμβάνουσιν· εἰ δὲ τὸ ζωτικὸν, οὐκ ἐξ ἀνάγκης ἀκολουθήσει τὴν αὐτὴν ἀρχὴν ἀμφοτέροις ὑπάρχειν. Ἐρασίστρατος οὖν οὐχ ἁπλῶς, ὥσπερ οὗτοι, τὸ ζητούμενον λαμβάνων, ἀλλὰ μετὰ κατασκευῆς λόγων οὐκ ὀλίγων ἐκ μὲν τῆς κεφαλῆς φησι τὸ ψυχικὸν, ἐκ δὲ τῆς καρδίας τὸ ζωτικὸν ὁρμᾶσθαι πνεῦμα. εἰ δ’ οὐδέτερον μὲν τούτων τῶν πνευμάτων ἠρωτῆσθαι κατὰ τὸν λόγον ἐροῦσι, τὸ δὲ ἀνάλογον τῇ ξηρᾷ καὶ ὑγρᾷ τροφῇ, τὸ προσαγορευόμενον ὑλικὸν, ἀκούσονται καὶ περὶ τοῦδε παρ’ Ἱπποκράτους· ἀρχὴ τροφῆς πνεύματος στόμα, ῥῖνες, βρόγχος, πνεύμων καὶ ἡ ἄλλη διαπνοή. οὔκουν οὔτε τούτων τῶν λόγων ἰσχυρὸς οὐδεὶς, οὔθ’ ὅταν ὁ Διογένης εἴπῃ· ὃ πρῶτον τροφῆς καὶ πνεύματος ἀρύεται, ἐν τούτῳ ὑπάρχει τὸ ἡγεμονικὸν, ὃ δὲ πρῶτον τροφῆς καὶ πνεύματος ἀρύεται, ἡ καρδία. τὸ γὰρ πρῶτον ἐρωτήσομεν ὅπως λέγει. εἰ μὲν γὰρ ὡς ὄργανον πρῶτον, οὐδαμῶς ἡ καρδία τροφῆς καὶ πνεύματος ἀρύεται πρώτη, ἀλλὰ τροφῆς μὲν στόμα,
    282
    στόμαχος, κοιλίη, πνεύματος δὲ στόμα, ῥῖνες, βρόγχος, πνεύμων· εἰ δ’ ὡς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεώς ἐστι τοῖς ἀρυομένοις, ἀληθὲς μὲν τὸ πρότερον λῆμμα, τοῦ δευτέρου δ’ ἀντιληψόμεθα, φάσκοντες αὐτὸ τὸ ζητούμενον ἑτοίμως λαμβάνειν αὐτόν. ἡμεῖς μὲν γὰρ ἀπὸ κεφαλῆς πεμφθήσεσθαι τὴν ἀρχὴν ὁμολογοῦμεν τῆς κινήσεως, ἐπειδὰν ἐσθίειν, ἢ πίνειν, ἢ ἀναπνεῖν βουλώμεθα. ὁ Διογένης δὲ τοῦτο λαβών χωρὶς ἀποδείξεως ἀμφισβήτησιν πεποίηκεν ἰδίαν. κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ ἑαυτοῦ τοῖς λόγοις ἐχρήσατο. τὸ, φησὶ, κινοῦν τὸν ἄνθρωπον τὰς κατὰ προαίρεσιν κινήσεις ψυχική τίς ἐστιν ἀναθυμίασις, πᾶσα δὲ ἀναθυμίασις ἐκ τῆς τροφῆς ἀνάγεται, ὥστε τὸ κινοῦν πρῶτον τὰς κατὰ προαίρεσιν κινήσεις καὶ τὸ τρέφον ἡμᾶς ἀνάγκη ἓν καὶ ταὐτὸν εἶναι. ὅταν ταῦτα ὁ Διογένης γράφῃ, περὶ μὲν οὖν τοῦ τὴν οὐσίαν εἶναι τῆς ψυχῆς ἀναθυμίασιν, εἴτ’ οὖν ἐκ τροφῆς, εἴτ’ ἐκ πνεύματος, οὐδὲν ἔν γε τῷ παρόντι φήσομεν ἀμφισβητεῖν, ἵνα μὴ τὰ πάντα λυπῶμεν τὸν ἄνδρα, περὶ δὲ τοῦ, ταὐτὸν εἷναι τὸ κινοῦν
    283
    πρῶτον ἡμᾶς τὰς κατὰ προαίρεσιν κινήσεις καὶ τὸ τρέφον, ἀντιληψόμεθα. τοὐναντίον γὰρ ἅπαν ἐξ ὧν ὑπέθετο περαίνεσθαι φήσομεν, ἐξ αἵματος μὲν ὁμολογοῦντες *** καὶ αὐτὸς ἐπιλανθανόμενος τῶν οἰκείων δογμάτων αἷμά φησιν εἶναι τὴν ψυχὴν, ὡς Ἐμπεδοκλῆς καὶ Κριτίας ὑπέλαβον. εἰ δέ γε ἕποιτο Κλεάνθει, καὶ Χρυσίππῳ, καὶ Ζήνωνι, τρέφεσθαι μὲν ἐξ αἵματος φήσας τὴν ψυχὴν, οὐσίαν δ’ αὐτῆς ὑπάρχειν τὸ πνεῦμα, πῶς ἔτι ταὐτὸν ἔσται τὸ τρέφον τε καὶ κινοῦν, εἴπερ τρέφει μὲν τὸ αἷμα, κινεῖ δὲ τὸ πνεῦμα; ὥστε πρὸς τοῖς ἄλλοις ἀτόποις καὶ ἀπέραντός ἐστιν ὁ τοῦ Διογένους λόγος. ὃ γὰρ ἐπιφέρει τοῖς ὑποτεθεῖσι λήμμασιν, οὐκ ἐξ ἀνάγκης ἕπεται. δειχθήσεται δὲ ἐπὶ πλέον ὑπὲρ αὐτοῦ διὰ τῶν ἑξῆς ὑπομνημάτων. ἐν μὲν γὰρ τῷ παρόντι δοκῶ μοι καιρὸν εἶναι καταπαύειν ἐνταῦθα τὸ βιβλίον. ὑποσχόμενος γὰρ περὶ τῶν ἐναργῶς φαινομένων ὑπάρχειν τῇ καρδίᾳ τὸν λόγον ἐν τῷδε τῷ γράμματι ποιήσασθαι,
    284
    τί ἂν ἔτι δεοίμην ἐφάπτεσθαι τοιούτων ἐπιχειρημάτων, ὧν δόγματα μᾶλλον, οὐ τὸ φαινόμενον ἐκ τῆς ἀνατομῆς, ἡ ἀρχὴ τῆς συστάσεώς ἐστιν;

    285

    Ὅτι μὲν ἀναγκαῖόν ἐστιν οὐ φιλοσόφοις μόνον, ἀλλὰ καὶ ἰατροῖς, ὅσοι γε μὴ ἀλογίστως ἅπτονται τῆς τέχνης, ἐσκέφθαι περὶ τῶν διοικουσῶν ἡμᾶς δυνάμεων, ὁπόσαι τέ εἰσι κατὰ γένος, ὁποία τέ τις ἑκάστη κατ’ εἶδος, ἐν τίνι τε μάλιστα τοῦ ζώου μορίῳ καθίδρυται, διὰ τοῦ πρώτου δέδεικται λόγου. ὅτι δ’ οἱ κάλλιστα περὶ αὐτῶν ἀποφήναμενοι Πλάτων τε καὶ Ἱπποκράτης εἰσὶν, ἐῤῥέθη

    286
    μὲν οὐκ ὀλίγα καὶ διὰ τοῦ πρώτου βιβλίου, τελεώτατα δὲ ἐπεξῆλθον τῷ λόγῳ κατὰ τὸ δεύτερον γράμμα, τὰς διαφορὰς ἁπάντων τῶν λημμάτων ἐκθέμενος, οἷς ἐχρήσαντο περὶ τοῦ προκειμένου δόγματος οἱ ἐπιφανέστατοι τῶν φιλοσόφων. ἀναγκαῖον δέ μοι δοκεῖ καὶ νῦν ἔτι περὶ αὐτῶν ἀναμνήσαντι περαίνειν οὕτω τὸν ὑπόλοιπον λόγον. τέτταρας ἔλεγον εἶναι τὰς πάσας διαφορὰς τῶν λημμάτων· ἔνια μὲν γὰρ αὐτῶν ἀπὸ τῶν ὑπαρχόντων τῷ μορίῳ λαμβάνεσθαι κατὰ τὴν τοῦ προβλήματος οὐσίαν, ἔνια δὲ ἀπὸ τῶν ὑπαρχόντων μὲν, οὐ μὴν κατὰ τὸ προβεβλημένον τε καὶ ζητούμενον, ἕτερα δὲ ἀπὸ τῶν ἔξωθεν μαρτύρων, πρὸς τούτοις δὲ καὶ τὸ τέταρτον ἀπὸ τῶν σοφιστικῶν λημμάτων, τοῖς τῆς λέξεως σχήμασι πρὸς ἀμφιβολίαν πεπανουργημένον. οὐκ ὀλίγα δὲ ἔγραψα παραδείγματα, ἀφ’ ὧν ἕκαστον τῶν λημμάτων ἐφευρίσκεται γένος, αὐτὰ τὰ ῥήματα τῶν χρωμένων αὐτοῖς προτιθέμενος. καὶ δὴ τοὺς λόγους αὐτῶν ἀνατρέπων ἱκανῶς βέλτιον ἐγνώκειν ἐν αὐτῷ τῷ τρίτῳ γράμματι τόν τ’ ἀριθμὸν καὶ τὰς οὐσίας τῶν ἀρετῶν διδάσκειν.
    287
    κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπέρχεταί μοι τῶν ἀρετῶν μνημονεύσαντι τὸ λέγειν τὸν ἀριθμὸν καὶ τὰς διαφορὰς τῶν συμβεβηκότων. καί τίς γε τῶν ἐπιφανεστάτων σοφιστῶν μοι φήσας, ὡς οὐ δυνατὸν ἀνατρέπειν, ὅσαπερ ὁ Χρύσιππος ἔγραψε περὶ τοῦ τὴν καρδίαν μόνην ἐν τῷ σώματι τοῦ ζώου ἀρχὴν εἶναι τοῦ ἡγεμονικοῦ, κατὰ τοῦτο τὸ τρίτον ὑπόμνημα ἐπεξελθεῖν με τῷ λόγῳ τά γ’ ἐλλείποντα παρεβίασεν. ἴσως μὲν οὖν τοῦτο αἴτιον αὐτὸ γενήσεται τοῦ ἐπαίνου, ἐπεί τοι οἱ μνημονεύοντες τῶν εἰρημένων ἐν τῷ δευτέρῳ λόγῳ γινώσκουσιν ἡμᾶς τὸ ἰσχυρόν τε καὶ γενναῖον ὧν ὁ Χρύσιππος εἶπεν ἀνατρέποντας, ἐάσαντάς τε τὰ ἀσθενέστατα, ἐπιδεικνύειν αὐτοῦ τὰ σφάλματα. λέγω δὴ, ὅτι ὁ Χρύσιππος κατὰ τὸν πρῶτον αὑτοῦ περὶ ψυχῆς λόγον τῶν μερῶν αὐτῆς τοῦ ἡγεμονικοῦ μνημονεύειν ἀρχόμενος, ἔνθα δεικνύναι πειρᾶται, τὴν ἀρχὴν τῆς ψυχῆς ἐν τῇ καρδίᾳ μόνῃ περιέχεσθαι, οὑτωσὶ λέγει· ἡ ψυχὴ πνεῦμά ἐστι σύμφυτον ἡμῖν συνεχὲς παντὶ τῷ σώματι διῆκον, ἔστ’ ἂν ἡ τῆς ζωῆς συμμετρία παρῇ ἐν τῷ σώματι. ταύτης οὖν τῶν μερῶν ἑκάστῳ διατεταγμένον μορίῳ, τὸ
    288
    διῆκον αὐτῆς εἰς τὴν τραχεῖαν ἀρτηρίαν φωνὴν εἶναι, τὸ δὲ εἰς ὀφθαλμοὺς ὄψιν, τὰ δὲ εἰς ὦτα ἀκοὴν, τὰ δὲ εἰς ῥῖνας ὄσφρησιν, τὸ δ’ εἰς γλῶτταν γεῦσιν, τὸ δ’ εἰς ὅλην τὴν σάρκα ἁφὴν, καὶ τὸ εἰς ὄρχεις ἕτερόν τιν’ ἔχον τοιοῦτον λόγον σπερματικὸν, εἰς ὃ δὲ συμβαίνει πάντα ταῦτα, ἐν τῇ καρδίᾳ εἶναι, μέρος ὂν αὐτῆς τὸ ἡγεμονικόν. οὕτω δὲ ἐχόντων αὐτῶν, τὰ μὲν λοιπὰ συμφωνεῖται, περὶ δὲ τοῦ ἡγεμονικοῦ μέρους τῆς ψυχῆς διαφωνοῦσιν, ἄλλοι ἐν ἄλλοις λέγοντες αὐτὸ εἶναι τόποις. οἱ μὲν γὰρ περὶ τὸν θώρακά φασιν εἶναι αὐτὸ, οἱ δὲ περὶ τὴν κεφαλήν. κατὰ τὰ αὐτὰ δὲ ταῦτα διαφωνοῦσι, ποῦ τῆς κεφαλῆς καὶ τοῦ θώρακός ἐστιν, οὐ συμφωνοῦντες αὑτοῖς. Πλάτων δὲ καὶ τριμερῆ τὴν ψυχὴν φήσας εἶναι, τὸ μὲν λογιστικὸν ἔλεγεν ἐν τῇ κεφαλῇ εἶναι, τὸ δὲ θυμοειδὲς περὶ τὸν θώρακα, τὸ δὲ ἐπιθυμητικὸν περὶ τὸν ὀμφαλόν. οὕτω φαίνεται διαφεύγειν ὁ τόπος ἡμᾶς, οὔτ’ αἰσθήσεως ἐκφανοῦς γενομένης, ὅπερ ἐπὶ τῶν λοιπῶν συντετύχηκεν, οὔτε τῶν τεκμηρίων, δι’ ὧν ἄν τις συλλογίσαιτο τοῦτο.
    289
    οὐδὲ γὰρ ἂν ἀντιλογία ἐπὶ τοσοῦτον προῆλθεν καὶ ἐν ἰατροῖς καὶ ἐν φιλοσόφοις. αὕτη πρώτη ῥῆσις γέγραπται ὑπὸ Χρυσίππου περὶ ἡγεμονικοῦ κατὰ τὸ πρότερον περὶ ψυχῆς. τὸ μὲν γὰρ ἥμισυ μέρος αὐτῷ τῆς βίβλου τὸ πρότερον ὑπὲρ οὐσίας ψυχῆς ἔχει τὴν σκέψιν. κατὰ δὲ τὸ ἐφεξῆς ἥμισυ τὸ ἀπὸ τῆς γεγραμμένης ῥήσεως ἀρχόμενον ἐπιδεικνύναι πειρᾶται, τὸ τῆς ψυχῆς ἡγεμονοῦν ἐν καρδίᾳ περιέχεσθαι. τὴν μὲν οὖν ἀρχὴν τοῦ λόγου δίκαιον ἀγάσασθαι· σαφῶς τε γὰρ ἅμα καὶ ἀκριβῶς, ὡς ἐχρῆν εἰπεῖν ἀρχόμενον ἄνδρα τηλικούτου δόγματος, εἴρηται Χρυσίππῳ. καὶ γὰρ, ὅτι Πλάτων τρία μέρη τῆς ψυχῆς ἐτίθετο, καὶ ἅ τινα ταῦτα, εἴρηκε, καὶ καθ’ οὕς τινας τόπους ἐν τοῖς ζώοις καθιδρυμένα, καὶ ὅτι λόγῳ χρὴ διασκέψασθαι περὶ τοῦ δόγματος ἐκφυγόντος τὰς αἰσθήσεις. τὰ δ’ ἐφεξῆς οὐκ ἔθ’ ὁμοίως ἔχει. δίκαιον γὰρ ἦν, οἶμαι, πρῶτον μὲν εἰπεῖν, ὑπὸ τίνων πιθανῶν ἀναπεισθεὶς ὁ Πλάτων οὕτως ἐδόξαζεν, ἔπειτα δὲ ἐξελέγξαι καὶ διαβαλεῖν αὐτὰ, κᾀπὶ τούτῳ τὴν ἑαυτοῦ κατασκευάσαι δόξαν,
    290
    οὐκ ἐκ πιθανῶν ἐπιχειρημάτων, οἵοις ἔθος ἐστὶ χρῆσθαι σοφισταῖς τε καὶ ῥήτορσιν, ἀλλ’ ἐξ ἐπιστημονικῶν τε καὶ ἀποδεικτικῶν, ἃ δὴ μεταχειρίζεσθαι πρέπει φιλοσόφοις ἀνδράσιν ἀλήθειαν σπουδάζουσιν. ἆρ’ οὖν οὕτως ὁ Χρύσιππος ἔπραξεν, ἢ πᾶν τοὐναντίον; ἐπελάθετο μὲν, ὡς μηδὲ προειρηκὼς ὅλως τι περὶ τῆς τοῦ Πλάτωνος δόξης, ἄρχεται δ’ ἐπιχειρεῖν ἀπὸ τοῦ γένους τῶν λημμάτων, ὃ κατὰ μαρτύρων δόξαν ἢ πλήθους, οὐ κατὰ τὴν τοῦ πράγματος φύσιν ἄξιον πιστεύεσθαι. παραγράψω δὲ καὶ τὴν ῥῆσιν αὐτὴν ᾧδέ πως ἔχουσαν· περὶ ὧν ἑξῆς ζητήσομεν παραπλησίως ἀπὸ τῆς κοινῆς ὁρμώμενοι φορᾶς καὶ τῶν κατὰ ταύτην εἰρημένων λόγων. κοινὴν ἐνταῦθα φορὰν ὁ Χρύσιππος εἴρηκε τὸ κοινῇ πᾶσιν ἀνθρώποις δοκοῦν. εἶτ’ ἐπιφέρων φησί· καὶ ἐπὶ τούτων ἱκανῶς φαίνονται ἐνηνέχθαι ἀπ’ ἀρχῆς εἰς τὸ εἶναι τὸ ἡγεμονικὸν ἡμῶν ἐν τῇ καρδίᾳ. εἶτ’ ἐφεξῆς τούτων ἁπτόμενος ἤδη τῶν προχειρημάτων αὐτῶν ᾧδέ πως γράφει κατὰ λέξιν· κοινῇ δέ μοι δοκοῦσιν οἱ πολλοὶ φέρεσθαι ἐπὶ τοῦτο, ὡσανεὶ συναισθανόμενοι
    291
    περὶ τὸν θώρακα αὐτοῖς τῶν κατὰ τὴν διάνοιαν παθῶν γιγνομένων, καὶ μάλιστα καθ’ ὃν ἡ καρδία τέτακται τόπον, οἷον μάλιστα ἐπὶ τῶν λυπῶν καὶ τῶν φόβων, καὶ ἐπὶ τῆς ὀργῆς, καὶ μάλιστα τοῦ θυμοῦ, ἐκ τῆς καρδίας ἀναθυμιωμένου καὶ ὠθουμένου ἐκτὸς ἐπί τινα, καὶ ἐμφυσῶντος τὸ πρόσωπον καὶ τὰς χεῖρας, γίγνεται ἡμῖν ἔμφασις. ἐν τούτοις ἤδη πάνυ σφόδρα θαυμάζω τοῦ Χρύσιππου πάνθ’ ἅμα συγχέοντός τε καὶ ταράττοντος. εἰρηκώς τε γὰρ ὀλίγον ἔμπροσθεν, ὡς ὁ Πλάτων ἐν τοῖς περὶ τὸν θώρακα τόποις ὑπολαμβάνει τὸ θυμοειδὲς ὑπάρχειν, εἶτ’ ἀφ’ ὧν κινηθεὶς ἐπὶ τοῦθ’ ἧκεν ὑπερβὰς εἰπεῖν, ὑπερβὰς δὲ καὶ τὸ διαβαλεῖν αὐτὰ, κατασκευάζειν εὐθὺς ἄρχεται τὰ δοκοῦντα αὐτῷ πρώτου πάντων τῶν ἐπιχειρημάτων μνημονεύων, δι’ ὧν δείκνυται τὸ θυμοειδὲς ἐν τοῖς κατὰ τὸν θώρακα τόποις ὑπάρχον. οὐ γὰρ δὴ ἐξ ἄλλων πραγμάτων φαινομένων, ἢ ἐξ ὧν εἴρηκεν ὁ Χρύσιππος νῦν, ἐναργέστερον ἄν τις ἀποδείξειεν, ἐκ θώρακός τε καὶ καρδίας ὁρμᾶσθαι τὸν θυμόν. ὡσανεὶ γὰρ, φησὶν, ἀναθυμιωμένου τοῦ θυμοῦ ἐκ τῆς καρδίας καὶ ὠθουμένου ἐκτὸς
    292
    ἐπί τινα, καὶ ἐμφυσῶντος τὸ πρόσωπόν τε καὶ τὰς χεῖρας, γίγνεται ἡμῖν ἔμφασις. ἐν ταύτῃ τῇ ῥήσει συγχωρεῖν ἔοικεν ὁ Χρύσιππος τῷ παλαιῷ λόγῳ ζέσιν τινὰ τῆς ἐμφύτου θερμότητος ὑπολαμβάνοντι γίγνεσθαι κατὰ τὴν καρδίαν ἐν τοῖς θυμοῖς, ᾗ ζέσει τό τε διαφυσᾶσθαι τὸ πρόσωπον ἕπεται, καὶ σύμπαν ἐρεύθειν τε καὶ θερμαίνεσθαι τὸ σῶμα, καὶ σφοδρῶς πηδᾷν τὴν καρδίαν σὺν ταῖς κατὰ τὸ ζῶον ἁπάσαις ἀρτηρίαις. ἆρ’ οὖν ὁ Πλάτων ἕτερόν τί φησιν, ἐπειδὰν ἐν Τιμαίῳ γράφῃ· τὴν δὲ καρδίαν ἅμα τῶν φλεβῶν καὶ πηγὴν τοῦ περιφερομένου κατὰ πάντα τὰ μέλη σφοδρῶς αἵματος εἰς τὴν δορυφορικὴν οἴκησιν κατέστησαν, ἵν’ ὅτε ζέσειε τὸ τοῦ θυμουμένου τοῦ λόγου παραγγείλαντος, ὅταν ἄδικος περὶ αὐτὰ γίγνηται πρᾶξις ἔξωθεν, ἢ καί τις ἀπὸ τῶν ἔνδοθεν ἐπιθυμιῶν ὀξέως διὰ πάντων τῶν στενωπῶν πᾶν ὅσον αἰσθητικὸν ἐν τῷ σώματι, τῶν τε παρακελεύσεων καὶ ἀπειλῶν αἰσθανόμενον, γίγνηται ἐπήκοον. ἔτι δὲ τούτοις ἐφεξῆς καὶ τάδε γράφει. τῇ δὲ δὴ πηδήσει τῆς καρδίας ἐν τῇ τῶν δεινῶν προσδοκίᾳ καὶ τῇ τοῦ θυμοῦ ἐγέρσει προγινώσκοντες, ὅτι οἷα διάπυρός γε
    293
    ἡ τοιαύτη πᾶσα ἔμελλεν οἴκησις γίγνεσθαι τοῦ θυμουμένου, ἐπικουρίαν αὐτῇ μηχανώμενοι τὴν τοῦ πνεύμονος ἰδέαν ἐνεφύτευσαν. ὥστε, ὦ φίλτατε Χρύσιππε, τὰ Πλάτωνος δόγματα γράφεις, ἐπειδὰν ἐκ τῆς καρδίας ἀναθυμιᾶσθαί τε καὶ πρὸς τὸ ἐκτὸς ὠθεῖσθαι καὶ τὸ πρόσωπον ἐμφυσᾷν λέγῃς τὸν θυμόν.

      Οὐ μὴν τοῦτό γ’ ἦν σοι τὸ ἀμφισβητούμενον, εἰ τὸ θυμούμενον τῆς ψυχῆς ἐν καρδίᾳ κατῴκισται, ἀλλ’ εἰ τὸ λογιζόμενον, ὅπερ ἐχρῆν ἀποδείξαντα μὴ πολλὰ κάμνειν ὑπὲρ τοῦ θυμουμένου, μηδ’ ἐμπιπλάναι τὸ βιβλίον ἐπῶν ποιητικῶν, ὧν ἐφεξῆς γράφεις ὡδί.

    1. Ὅς γε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο
    2. Ἀνδρὸς ἐνὶ στήθεσσιν ἀέξεται ἠΰτε καπνός.
    3. καὶ πάλιν·

    4. Ὁ θυμὸς αὐτὸν τῶν φρενῶν ἐξῇρεν ἄνω.
    5. καὶ πάλιν·

    6. Πηδῶν δ’ ὁ θυμὸς ἔνδοθεν μαντεύεται.
    7. 294

      καὶ μυρία ἕτερα τοιαῦτα παρ’ ὅλον τὸ γράμμα, κατασκευάζοντα τὸ θυμούμενον ὑπάρχειν ἐν τῇ καρδίᾳ, δέον μὴ τοῦτο δεικνύειν, ἀλλὰ τὸ λογιζόμενον, ἢ νὴ Δία, εἴπερ ἀδύνατος ἦν ἄντικρυς ἐπιδεικνύναι τοῦτο, πειρασθῆναι γοῦν ἐπιχειρῆσαι δεῖξαι, καθ’ ἓν τοῦτο τὸ μόριον εἶναι τό τε θυμούμενον τῆς ψυχῆς καὶ τὸ λογιζόμενον. ὁ δέ γε τουτὶ μὲν οὐδ’ ἐπεχείρησε πρᾶξαι κατ’ οὐδὲν μέρος τοῦ βιβλίου, χρῆται δὲ διὰ παντὸς ἐξ ἑτοίμου λαμβάνων. εὐθὺς γοῦν ἐν τοῖς ἐφεξῆς οὕτω γράφει. τῆς μὲν ὀργῆς γιγνομένης ἐνταῦθα, εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας ἐνταῦθ’ εἶναι, καὶ νὴ Δία τὰ λοιπὰ πάθη, καὶ τοὺς διαλογισμοὺς, καὶ ὅσον τούτοις ἐστὶ παραπλήσιον. οὐδὲν γὰρ ἀναγκαῖον, ἔνθα τὰ πάθη, καὶ τοὺς διαλογισμοὺς ἐνταῦθ’ ὑπάρχειν, ὡς, εἴ γε τοῦτ’ ἐκ προχείρου τις ἀξιώσειε λαμβάνειν, αὐτὸ τὸ ζητούμενον λήψεται. Πλάτωνος μὲν γὰρ λέγοντος, οὐκ ἐκ ταὐτοῦ μέρους ὁρμᾶσθαι λογισμόν τε καὶ θυμὸν καὶ ἐπιθυμίαν, Ζήνωνος δὲ ἐν καρδίᾳ καθιδρύοντος ἅπαντα, προσῆκον ἦν, οἶμαι, καὶ Χρυσίππῳ καὶ παντὶ τῷ μετὰ

      295
      Πλάτωνα καὶ Ζήνωνα κρίνοντι τὰ δόγματα τῶν ἀνδρῶν, προσθεῖναι θατέρῳ μὲν αὐτῶν ἀπόδειξιν, θατέρῳ δ’ ἔλεγχόν τινα. τὸ δὲ χωρὶς ἀποδείξεως ἀποφήνασθαι, καθάπερ ὁ Χρύσιππος ἐποίησεν, ὡς, ἔνθ’ ἂν ᾖ τὸ παθητικὸν· τῆς ψυχῆς, ἐνταῦθα καὶ τὸ λογιστικὸν ὑπάρχειν, τοσούτου δεῖ φιλοσόφῳ προσήκειν, ὥστ’ οὐδ’ οἱ ῥήτορες, οὐδ’ οἱ σοφισταὶ πράττουσιν αὐτό· πειρῶνται γοῦν κᾀκεῖνοι πίστεσί τισι πιθαναῖς χρῆσθαι. τὸ δὲ ἕκαστον τῶν ζητουμένων ἐξ ἑτοίμου λαμβάνειν οὔτε σοφισταῖς, οὔτε ῥήτορσιν, οὔτε διαλεκτικοῖς, οὔτ’ ἀποδεικτικοῖς, οὐδ’ ὅλως οὐδενὶ τῶν πάντων προσήκει. κάλλιον οὖν ἦν, οἶμαι, καθάπερ ὁ Πλάτων ἀποδεῖξαι προὐθυμήθη τὸ ἑαυτοῦ δόγμα, καὶ τὸν Χρύσιππον οὕτω πειρασθῆναι τὸ τοῦ Ζήνωνος ἀποδεῖξαι, καὶ μὴ πλῆθος ἐπῶν παραγράφειν ἐξ ἁπάντων τῶν ποιητῶν ἐκλέγοντα, δεικνύντων ὀργὴν, καὶ θυμὸν, καὶ φόβον, καὶ δειλίαν, καὶ θράσος, καὶ θάρσος, καὶ καρτερίαν, ὅσα τ’ ἄλλα τοιαῦτα, τὰ μὲν ἐνεργείας τινὰς εἶναι,
      296
      τὰ δὲ παθήματα τῆς καρδίας. τί γὰρ αὐτῷ βούλεται ταυτὶ τὰ ἔπη τὰ ἐξ Ὁμήρου συνειλεγμένα;

    8. Κραδίη δέ οἱ ἔνδον ὑλάκτει.
    9. καί·

    10. Στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·
    11. Τέτλαθι δὴ κραδίη, καὶ κύντερον ἄλλό ποτ’ ἔτλης.
    12. καί·

    13. Ὣς πυκιναῖς στήθεσσιν ἀναστενάχιζ’ Ἀγαμέμνων
    14. Νειόθεν ἐκ κραδίης, περὶ γὰρ δὴ ἐν νηυσὶν Ἀχαιῶν.
    15. καί·

    16. Ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ.
    17. καί·

    18. Ἥρη δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα.
    19. καί·

    20. Ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ,
    21. Ἐν στήθεσσιν ἑοῖσιν.
    22. ἐν ἅπασι γὰρ τούτοις οὐ τὸ λογιστικὸν, ἀλλὰ τὸ θυμοειδὲς

      297
      ἐν τῇ καρδίᾳ περιέχεσθαι δηλοῦται, ὥσπερ, οἶμαι, κᾀν τοῖσδε.

    23. Χόλος, ὅστ’ ἐφέηκε πολύφρονά περ χαλεπῆναι.
    24. καί·

    25. Ὅστε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο
    26. Ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός.
    27. καί·

    28. Κραδίῃ ἄληκτον πόλεμον πολεμίζειν, ἠδὲ μάχεσθαι.
    29. καὶ πρὸς τούτοις ἔτι·

    30. Οἱ γύοισι θάρσος ἐνὶ στήθεσσιν ἔθηκε.
    31. καί·

    32. Δῦε δ’ ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.
    33. καί·

    34. Ἐν δ’ ἄρα οἱ στήθεσσι μένος πατρώϊον ἧκε.
    35. καὶ

    36. — — Αὐτὰρ Ἀχιλλεὺς
    37. Δεινὸν ἐνὶ στήθεσσιν ἔχει μεγαλήτορα θυμόν.
    38. 298

      καί·

    39. — — Σοὶ δ’ ἄληκτόν τε κακόν τε
    40. Θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης.
    41. καί·

    42. Ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει.
    43. καί·

    44. Πρῆσεν ἐνὶ στήθεσσιν ἐρισθενέος Διὸς ἀλκὴν
    45. Γνώμεναι.
    46. καὶ πρὸς τούτοις ἔτι·

    47. Καὶ δέ μοι αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι
    48. Μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι.
    49. καί·

    50. Ἐπὶ δ’ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν
    51. Ἐν στήθεσσιν ἔθελξε, φόβου δ’ ἐμνήσατο Ἕκτωρ.
    52. καί·

    53. Νέστορ, ἔμ’ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ.
    54. καί·

    55. Οἱ περὶ μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ.
    56. 299

      καί·

    57. Ὦ γέρον, εἴθ’, ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισι,
    58. Ὥς τοι γούναθ’ ἕποιτο.
    59. καί·

    60. Οἶσθα γὰρ, οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός.
    61. καί·

    62. — — Σὸν δὲ φίλον κῆρ
    63. Τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμοῖο.
    64. καί·

    65. Ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.
    66. καί·

    67. Τηλέμαχος δ’ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξεν.
    68. καί·

    69. Ὣς φάτ’ ἐνὶ στήθεσσι καθαπτόμενος φίλον ἦτορ.
    70. καί·

    71. Τῷδε μάλ’ ἐν ἐπίσῃ κραδία σημαίνεται τληυῖα.
    72. πάντα μὲν γὰρ ταῦτα τὰ ἔπη καὶ πρὸς τούτοις ἔτι μυρία

      300
      ἕτερα τὸ πλῆθος ὧν Χρύσιππος παρατίθεται τὸ θυμοειδὲς ἐν τῇ καρδίᾳ φησὶν ὑπάρχειν. ἐγὼ δὲ εἰ πάντα παραγράφοιμι, πληρώσω τὸ βιβλίον, ὥσπερ καὶ ὁ Χρύσιππος ἐπλήρωσεν. ἀλλ’ ἐξ Ὁμήρου μὲν ἱκανὰ καὶ ταῦτα· τῶν δ’ ἐξ Ἡσιόδου παραγραφέντων ὑπὸ Χρυσίππου, παμπόλλων καὶ αὐτῶν ὄντων, ἀρκέσει μοι δυοῖν ἢ τριῶν ἐπιμνησθῆναι παραδειγμάτων ἕνεκα.

    73. Τοῦδε γὰρ ἀέξετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι.
    74. καί·

    75. Οἷον ἐνὶ στήθεσσι χόλον θυμαλγέ’ ἔχουσα.
    76. καί·

    77. Πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ.
    78. ἐν οἷς ἐγὼ μὲν ἐκπλήττομαι τῆς μεγαλοψυχίας τὸν Χρύσιππον. δέον γὰρ, ὡς ἄνθρωπον ἀνεγνωκότα τοσούτους ποιητὰς, καὶ γινώσκοντα σαφῶς ἅπασι τοῖς δόγμασιν αὐτοῦ μαρτυροῦντας ἄλλοτε κατ’ ἄλλα τῶν ἐπῶν, ὥσπερ καὶ Πλούταρχος ἐπέδειξεν ἐν τοῖς τῶν Ὁμηρικῶν μελετῶν, ἐκλέγειν μὲν ἐξ αὐτῶν ὅσα μαρτυρεῖ τῷ σπουδαζομένῳ πρὸς

      301
      αὐτοῦ δόγματι, παραλείπειν δὲ τὰ μαχόμενα, καὶ πᾶν ἐνίοτε κατασκευάζοντα τοὐναντίον, ὁ δ’ ὁμοίως ἑξῆς ἁπάντων μέμνηται. τὰ μὲν γὰρ τοιαῦτα τῶν ἐπῶν ἅπαντ’ ἐχρῆν ὑπ’ αὐτοῦ παραλελεῖφθαι, δι’ ὧν δὲ νοῦν καὶ φρένας καὶ διάνοιαν καὶ λογισμὸν εἶπέ τις ἐν καρδίᾳ περιέχεσθαι, συνάγειν ἔδει, καθάπερ ἔχει καὶ τὰ τοιαῦτα.

    79. Τότε δὴ στηθέων θ’ ἅμα φρένας ἐξέλετο Ζεύς.
    80. καί·

    81. Ἔγνως, Ἐννοσίγαιε, ἐμὴν ἐν στήθεσι βουλήν.
    82. καί·

    83. Αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα.
    84. καί·

    85. — — Οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα.
    86. ὥσπερ γὰρ τοῦ προτέρου γένους τῶν ἐπῶν, δι’ ὧν ἐν τῇ καρδίᾳ δείκνυται τὰ τῆς ψυχῆς πάθη, παμπόλλη τις ἀφθονία παρὰ τοῖς ποιηταῖς ἐστιν, οὕτως οὐδὲ θατέρου ὀλίγα, ἐν οἷς τὸ λογιζόμενον ἐν καρδίᾳ τις ὅσον ἐπὶ τοῖς ποιηταῖς ἐπιδεῖξαι δυνήσεται.

    302

      Ταῦτ’ οὖν ἐχρῆν ἐκλέγειν μόνα τὸν Χρύσιππον, εἴπερ ὅλως κατὰ μάρτυρας ἐγνώκει διαιρεῖν τὸν ἀγῶνα. τὸ δὲ πλείω μὲν ἐκεῖνα, ταυτὶ δ’ ἐλάττω γράψαι, τῷ μὲν τὸ ἀληθὲς τῆς ἱστορίας ἐπιδεικνύντι καλῶς ἂν γίγνοιτο· πλείω γὰρ ὄντως ἐστὶν ἐκεῖνα· τὸ δ’, ὅπερ ὁ Χρύσιππος σπουδάζει, κατασκευάζειν ἐπιχειροῦντι πρὸς ἐναντιώματος ἂν εἴη, καὶ μάλισθ’ ὅσα φανερῶς ἐπιτιμῶντα ποιεῖ τὸν λογισμὸν τῷ θυμῷ, καθάπερ καὶ τάδε.

    1. Στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·
    2. Τέτλαθι δὴ, κραδίη, καὶ κύντερον ἄλλο ποτ’ ἔτλης.
    3. ταυτὶ γὰρ Ὅμηρος· ἐποίησε τὸν Ὀδυσσέα λέγοντα πρὸς ἑαυτὸν, ἡνίκ’ ἐφ’ οἷς ἑώρα κατὰ τὴν οἰκίαν πραττομένοις ὑπὸ τῶν θεραπαινῶν ἀνέζεσέ τε τὸ κατὰ τὴν καρδίαν αὐτοῦ θερμὸν, ἔμελλέ τε νικήσας ὁ θυμὸς τὸν λογισμὸν ἐπ’ ἄκαιρον κόλασιν ἄξειν αὐτὸν τῶν γυναικῶν. ὃν γὰρ ἱππεὺς πρὸς ἵππον, ἢ κυνηγέτης πρὸς κύνα λόγον ἔχουσιν, τοῦτον ὁ λογισμὸς πρὸς θυμόν. ἄρχειν μὲν γὰρ ἐν

      303
      ἅπασι καὶ κρατεῖν ἐστι δικαιότερον τὸ φύσει κρεῖττον, ἱππεὺς μὲν ἵππου, κυνηγέτης δὲ κυνὸς, λογισμὸς δὲ θυμοῦ, συμβαίνει δ’ οὐκ ἀεὶ νόμῳ φύσεως διοικεῖσθαι τὴν συζυγίαν, ἀλλ’ ἵππος μὲν ἐνίοτε δυσπειθὴς οὐ κατὰ κόσμον ἐκφερόμενος συναπήνεγκεν αὑτῷ τὸν ἀναβάτην ἀῤῥωστίᾳ δυνάμεως ἢ ἐπιστήμης ἱππικῆς ἀμαθίᾳ νικηθέντα, θυμὸς δὲ ἰσχυρὸς καὶ ἐπὶ τιμωρίαν ἄκαιρον ἐξορμήσας σφοδρότερον ἔστιν ὅτε συνεπεσπάσατο λογισμὸν ἄῤῥωστον ἢ ἀμαθῆ. εἰ μὲν γὰρ καὶ ῥώμην καὶ ἐπιστήμην ἔχοι, κρατήσει πάντως ὅ τε λογισμὸς |τοῦ θυμοῦ καὶ ὁ ἡνίοχος τοῦ ἵππου· εἰ δ’ ἤτοι θατέρου τούτων ἢ ἀμφοῖν στεροῖτο, κίνδυνος ἐνταῦθα τοῦ φύσει κρείττονος ἐπικρατῆσαι τὸ χεῖρον, ὥσπερ ἐν Σκύθαις τε καὶ Γαλάταις καὶ πολλοῖς ἄλλοις βαρβάροις ἔθνεσιν ὁ θυμὸς κρείττων τοῦ λογισμοῦ, παρ’ ἡμῖν δὲ ἔν τε παισὶ καὶ τοῖς ἀπαιδεύτοις ἀνθρώποις. Ὅμηρος δὲ δὴ τοῦτ’ αὐτὸ ἐπιδεῖξαι βουλόμενος Ἕκτορα μὲν καὶ Ἀχιλλέα καί τινας ἑτέρους τοιούτους θυμῷ
      304
      δουλεύοντας ὑποτίθεται νεανίσκους· Ὀδυσσέα δὲ καὶ Πολυδάμαντα καὶ Νέστορα τῷ λογισμῷ κρατοῦντας τοῦ θυμοῦ, πολλάκις μὲν οὕτως ἰσχυρῶς, ὡς μηδ’ ἐξορμῆσαι πρὸς ἄλογόν τινα πρᾶξιν τὸν θυμὸν, ἔστιν ὅτε δ’ ὁρμῶντα μὲν, ἀλλ’ ὑπὸ τοῦ λογισμοῦ κατεχόμενον, ὥσπερ κᾀν τοῖσδε τοῖς ἔπεσιν Ὀδυσσέα πεποίηκεν. ἅπαντα δ’ ἐφεξῆς αὐτὰ παραγράψω.

    4. Ἔνθ’ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ
    5. Κεῖτ’ ἐγρηγορέων· ταὶ δ’ ἐκ μεγάροιο γυναῖκες
    6. Ἤϊσαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάροιθεν,
    7. Ἀλλήλοισι γέλωτα καὶ εὐφροσύνην παρέχουσαι.
    8. Τοῦ δ’ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι.
    9. Πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμὸν,
    10. Ἠὲ μεταΐξας θάνατον τεύξειν ἑκάστῃ,
    11. Ἢ ἔτ’ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι
    12. Ὕστατα καὶ πύματα· κραδίη δέ οἱ ἔνδον ὑλάκτει.
    13. Ὡς δὲ κύων ἁπαλοῖσι περὶ σκυλάκεσσι βεβῶσα
    14. Ἄνδρ’ ἀγνοιήσασ’ ὑλάει μέμονέν τε μάχεσθαι,
    15. 305
    16. Ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαζομένου κακὰ ἔργα.
    17. Στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·
    18. Τέτλαθι δὴ, κραδίη, καὶ κύντερον ἄλλο ποτ’ ἔτλης,
    19. Ἤματι τῷ, ὅτε τοι μένος ἄσχετος ἤσθιε Κύκλωψ
    20. Ἰφθίμους ἑτάρους, σὺ δὲ ἔτλης, ὄφρα σε μῆτις
    21. Ἐξάγαγ’ ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι.
    22. Ὣς ἔφατ’ ἐν στήθεσσι καθαπτόμενος φόλον ἦτορ.
    23. εἰ μὴ σαφῶς ἐν τούτοις Ὅμηρος ἐκδιηγεῖται μάχην θυμοῦ πρὸς λογισμὸν ἀνδρὶ φρονίμῳ, καἰ νίκην μὲν τοῦ λογισμοῦ, τοῦ θυμοῦ δ’ εὐπείθειαν πρὸς αὐτὸν, οὐδ’ ἄλλ’ οὐδὲν ἄν τις ἡμῖν συγχωρήσειεν ἐκμανθάνειν τοῦ ποιητοῦ. τῶν γὰρ οὕτως ἐναργῶς λεγομένων εἰς ἀμφιβολίαν ἀχθέντων, οὐδὲ τοῖς ἄλλοις ἂν ἔχοι τις ὅ τι χρήσαιτο. τὰς γὰρ θεραπαίνας ἁμαρτανούσας ὁρῶν Ὀδυσσεὺς ὑπὸ μὲν τοῦ θυμοῦ βιαίως εἵλκετο πρὸς τὴν τιμωρίαν αὐτῶν, ὑπὸ δὲ τοῦ λογισμοῦ κατείχετο τὴν ἀκαιρίαν ἐκδιδάσκοντος. ἐπεὶ δ’ οὐκ ἠδύνατο ῥᾳδίως πείθειν ὁ λογισμὸς τὸν θυμὸν ἀναβάλλεσθαι

      306
      τὴν τιμωρίαν εἰς ἐπιτηδειότερον καιρὸν, σφοδρότερον αὐτῷ προσφέρεται, καθάπερ ἵππον ἐκφερόμενον ἡνίοχος ἀντισπῶν βιαίως ἰσχυρῷ χαλινῷ, καὶ δὴ καὶ ταῦτά φησι πρὸς ἑαυτὸν, καρτέρει κατὰ τὸ παρὸν΄, ὦ γενναιοτάτη καρδία, καθάπερ που καὶ πρότερον ἐκαρτέρησας ἐπὶ Κύκλωπα, ὁρῶσα τοὺς ἑταίρους ὑπ’ αὐτοῦ διαφθειρομένους. ἐμοὶ μὲν δὴ τούτων τῶν ἐπῶν εὐκαιρότατα μὲν ὁ Πλάτων δοκεῖ μνημονεύειν ἐν τετάρτῳ πολιτείας, ἀκαιρότατα δ’ ὁ Χρύσιππος, ἔτι δὲ μᾶλλον ὧν Εὐριπίδης ἐποίησε λέγουσαν τὴν Μήδειαν, ἡνίκα καὶ κατὰ τὴν ἐκείνης ψυχὴν ὁ λογισμὸς ἐστασίαζε πρὸς τὸν θυμόν. ᾔδει μὲν γὰρ, ὡς ἀνόσιόν τι καὶ δεινὸν ἔργον ἐργάζοιτο τῇ τῶν παίδων ἐπιχειροῦσα σφαγῇ, καὶ διὰ τοῦτ’ ὤκνει τε καὶ ἀνεβάλλετο, καὶ οὐκ εὐθὺς ὁρμήσασα ἔπραξε τοὖργον. αὖθις δ’ αὐτὴν ὁ θυμὸς, ὥσπερ τις ἵππος δυσπειθὴς νικήσας τὸν ἡνίοχον, ἐπὶ τοὺς παῖδας εἷλκε βίᾳ. καὶ ἔπειτα πάλιν ὁ λογισμὸς ἀντέσπα τε καὶ ἀπῆγεν, εἶτ’ αὖθις ἀνθεῖλκεν ὁ θυμὸς, εἶτ’ αὖθις ὁ λογισμός. ὥστε πολλάκις ἄνω καὶ κάτω πρὸς ἀμφοῖν ἀγομένη ὡς συνεχώρησε
      307
      τῷ θυμῷ, τηνικαῦτα ποιεῖ λέγουσαν ὁ Εὐριπίδης αὐτήν·

    24. Καὶ μανθάνω μὲν, οἷα δρᾷν μέλλω κακὰ,
    25. Θυμὸς δὲ κρείττων τῶν ἐμῶν βουλευμάτων.
    26. μανθάνει μὲν δή πού τι τὸ μέγεθος ὧν μέλλει δράσειν κακῶν, ὑπὸ τοῦ λογισμοῦ διδασκομένη, κρείττονα δ’ εἶναι φησι αὐτοῦ τὸν θυμὸν, καὶ διὰ τοῦθ’ ὑπ’ ἐκείνου πρὸς τοὖργον ἀπάγεσθαι βιαίως, ἔμπαλιν Ὀδυσσεῖ τῷ λογισμῷ τὸν θυμὸν ἐπισχόντι. βαρβάρων μὲν γὰρ καὶ ἀπαιδεύτων ἀνθρώπων ἔθετο παράδειγμα τὴν Μήδειαν Εὐριπίδης, οἷς ὁ θυμὸς ἰσχυρότερος τοῦ λογισμοῦ· Ἑλλήνων δὲ καὶ πεπαιδευμένων, οἷον περ αὖ πάλιν ὁ ποιητὴς ὑπέθετο τὸν Ὀδυσσέα, κρείττων ὁ λογισμὸς τοῦ θυμοῦ. πολλάκις μὲν οὖν ὁ λογισμὸς εἰς τοσοῦτον τοῦ θυμοειδοῦς μέρους τῆς ψυχῆς κρείττων ἐστὶν, ὡς μηδέποτε μάχην αὐτοῖς γίγνεσθαι πρὸς ἀλλήλους, ἀλλὰ τὸν μὲν ἄρχειν, τὸν δὲ ἄρχεσθαι. καὶ τοῦτο μὲν τοῖς εἰς τέλος ἥκουσι φιλοσοφίας ὑπάρχει. πολλάκις δ’ ὁ θυμὸς τοῦ λογισμοῦ κρατεῖ τοσοῦτον, ὡς

      308
      ἄρχειν τε καὶ ἡγεῖσθαι διὰ παντός. ὁρᾶται δ’ ἔν τε πολλοῖς τῶν βαρβάρων τοῦτο καὶ τῶν παίδων τοῖς φύσει θυμικοῖς, ἔτι δὲ θηρίων οὐκ ὀλίγοις, καὶ ἀνθρώπων τοῖς θηριώδεσιν. ἔστιν ὅτε δὲ οὐδέτερον εἰς τοσοῦτον ἰσχυρότερόν ἐστιν, ὡς ἐφέλκεσθαι παραχρῆμα θάτερον, ἀλλ’ ἐναντιοῦταί τε πρὸς ἄλληλα καὶ διαμάχεται, καὶ νικᾷ τῷ χρόνῳ θάτερον, ἐπ’ Ὀδυσσέως μὲν ὁ λογισμὸς, ἐπὶ Μηδείας δ’ ὁ θυμὸς, ὡς δύο ὄντα αὐτὰ μόρια τῆς ψυχῆς, ἢ, εἰ μὴ μόρια, πάντως γε δυνάμεις τινές. ὁ δὲ Χρύσιππος οὔτε μόρια ψυχῆς ταῦτ’ εἶναι νομίζων, οὔτε δυνάμεις ἀλόγους ἑτέρας τῆς λογικῆς, ὅμως οὐκ ὀκνεῖ τῶν Ὀδυσσέως τε καὶ Μηδείας ἐπῶν μνημονεύειν, ἐναργῶς καταβαλλόντων τὴν δόξαν αὐτοῦ. πῶς ἂν οὖν τις ἔτι διαλέγοιτο τοιούτοις ἀνδράσι μήτε τῶν ἐναργῶς φαινομένων φροντίζουσιν, ὡς ἤδη πολλάκις ἔδειξα, καὶ τῶν ἐξελεγχόντων τὰ δόγματ’ αὐτῶν ὡς μαρτυρούντων μνημονεύουσιν; ἐμπέπλησται γὰρ ὁ περὶ ἡγεμονικοῦ λόγος ὑπὸ Χρυσίππου γεγραμμένος ἐπῶν ποιητικῶν ἤτοι τὰ πάθη περὶ τὸν θώρακά τε καὶ τὴν καρδίαν
      309
      συνίστασθαι μαρτυρούντων, ἢ δύο εἶναι τῆς ψυχῆς δυνάμεις ὅλῳ τῷ γένει διαφερούσας ἀλλήλων, τὴν μὲν ἄλογον, τὴν δὲ λογικήν. ὥσπερ γὰρ ἐξ Ὁμήρου καὶ Ἡσιόδου βραχέα παρεθέμην ὀλίγῳ πρόσθεν ὧν ὁ Χρύσιππος ἔγραψεν, οὕτω ἐξ Ὀρφέως καὶ Ἐμπεδοκλέους καὶ Τυρταίου καὶ Στησιχόρου καὶ Εὐριπίδου καὶ ἑτέρων ποιητῶν ἐπῶν μνημονεύει παμπόλλων ὁμοίαν ἐχόντων ἀτοπίαν, οἷον καὶ ὅταν εἴπῃ Τυρταῖον λέγοντα·

    27. Αἴθωνος δὲ λέοντος ἔχων ἐν στήθεσι θυμόν.
    28. ὅτι μὲν γὰρ ἔχει ὁ λέων θυμὸν, ἀκριβῶς ἅπαντες ἄνθρωποι καὶ πρὶν ἀκοῦσαι Τυρταίου γιγνώσκομεν, οὐ μὴν Χρυσίππῳ γ’ ἔπρεπε παραθέσθαι τὸ ἔπος ἀφαιρουμένῳ τοὺς λέοντας τὸν θυμόν. οὐδὲν γὰρ, ὡς οἴεται, τῶν ἀλόγων ζώων οὔτε τὸ θυμοειδὲς, οὔτε τὸ ἐπιθυμητικὸν, οὔτε τὸ λογιστικὸν ἔχει, ἀλλ’, ὡς εἴρηταί μοι καὶ κατὰ τὸ πρῶτον γράμμα, παρὰ πᾶσαν τὴν ἐνέργειαν ἀφαιροῦνται τῶν εἰρημένων ἁπάντων αὐτὰ σχεδὸν ἅπαντες οἱ Στωϊκοί. Τυρταῖος δέ γε,

      310
      καθάπερ οὖν καὶ Ὅμηρος καὶ Ἡσίοδος, καὶ ἁπλῶς εἰπεῖν ἅπαντες οἵ ποιηταὶ σφοδρότατον ἔχειν φασὶ τοὺς λέοντας τὸν θυμὸν, ὥστε καὶ τῶν ἀνθρώπων ὅστις ἂν ᾖ θυμοειδέστατος, εἰκάζουσι λέοντι, καὶ χωρὶς δὲ τῶν ποιητῶν ἅπαντες ἄνθρωποι τοὺς θυμικωτάτους λέοντας ὀνομάζουσιν. οὕτως οὐδὲ τοῖς ἀθληταῖς παύονται καθ’ ἑκάστην ἡμέραν οὕτως ἐγκελευόμενοι· καὶ τοὐναντίον ἔοικεν ἅπαν ἢ βούλεται συμπίπτειν τῷ Χρυσίππῳ. τῶν γὰρ ἀπὸ τῆς φύσεως αὐτοῦ τοῦ ζητουμένου πράγματος ἐπιχειρημάτων ἀποχωρῶν ἑκάστοτε, καὶ ῥητορικῶς μᾶλλον ἢ φιλοσόφως ἐν πλήθει μαρτύρων τὸ νικᾷν θέμενος, ὑπ’ αὐτῶν ὧν ἐπικαλεῖται προπαραδίδοται.

    Καὶ γὰρ οὖν, ὅταν εἴπῃ, διὰ τοῦτο λέγεσθαί τινας ἀκαρδίους, ὅτι πεπιστεύκασιν ἅπαντες ἄνθρωποι τὸ ἡγεμονικὸν τῆς ψυχῆς ἐν τῇ καρδίᾳ περιέχεσθαι, θαυμάζειν ἄξιον τἀνδρὸς, εἰ μὴ ἄχρι τοσούτου παρακολουθεῖ τοῖς λεγομένοις, ὡς γνωρίζειν, ὅτι μηδένα τῶν ἀνοήτων τε καὶ ἀσυνέτων ἀκάρδιον ὀνομάζουσιν, ἀλλ’ ἐκείνους μὲν ἅπαντας,

    311
    ἐπειδὰν σκώπτωσιν, οὐκ ἔχειν ἐγκέφαλόν φασιν, τοὺς ἀτόλμους δὲ καὶ δειλοὺς ἀκαρδίους ὀνομάζουσιν. ἐξελέγχεται τοίνυν κᾀνταῦθα τὸ τοῦ Χρυσίππου δόγμα πρὸς αὐτῶν ὧν ἐπικαλεῖται μαρτύρων, ἐν ἐγκεφάλῳ μὲν ὑπολαμβανόντων εἶναι τὸ λογιζόμενον, ἐν καρδίᾳ δὲ τὸ θυμοειδές. ἀλλὰ νὴ Δία θαυμασίως ὅπως ἐξηγεῖται τοὔνομα τὸ ἀκάρδιον, ἢ τίνι διανοίᾳ λέγουσιν οἱ πολλοὶ, συνάπτων εὐθὺς αὐτῷ καὶ τὸ ἄσπλαγχνον· ἔχει δὲ ἡ ῥῆσις ᾧδε. παραβάλλουσι δὲ τοῖς εἰρημένοις καὶ τὰ τοιαῦτα τῶν λεγομένων, οἷον τοὺς ἀσπλάγχνους, καθ’ ὅ φαμεν μὴ ἔχειν τινὰς ἐγκέφαλον καὶ ἔχειν, οὕτως ἡμᾶς ὑπονοοῦντες λέγειν καὶ μὴ ἔχειν καρδίαν τινὰς καὶ ἔχειν κατὰ τὰ προειρημένα, τῶν μὲν ἀσπλάγχνων τάχα λαμβανομένων κατὰ τὸ μηδὲν ἔχειν ἔνδον συναλγοῦν κατὰ τὰ ἐναντία, καὶ ἀπὸ τῆς καρδίας οὕτως αὐτῶν κοινότερον λεγομένων, τοῦ δ’ ἐγκεφάλου λαμβανομένου, ἤτοι κατὰ τὰ αὐτὰ ὁμοίου τινὸς ὄντος, ἢ διὰ τὸ καὶ τοῦτον ἔχειν τινὰ κυρίαν τοῖς σπλάγχνοις ὁμοίαν. ἡ μὲν ῥῆσις αὕτη. χρὴ δ’ αὐτὴν ἀναγνῶναί τινα καὶ τρὶς καὶ τετράκις
    312
    ἐπὶ σχολῇ πολλῇ ἀκριβῶς προσέχοντα τὸν νοῦν τοῖς λεγομένοις. οὕτω γὰρ μόνως, οἶμαι, πεισθήσεται τὸ κατὰ τὴν παροιμίαν λεγόμενον ὑπάρχειν αὐτῇ, τὸ, ΛΑΒΕ ΜΗΔΕΝ, ΚΑΙ ΚΡΑΤΕΙ ΚΑΛΩΣ. ἔγωγ’ οὖν ἐν πολλοῖς πολλάκις βιβλίοις ἀνεγνωκὼς ῥήσεις, ἐν αἷς ὀνόματα καὶ ῥήματα συνάπτεται μηδεμίαν ἔχοντα διάνοιαν, οὐδαμόθεν τοῦτ’ ἀκριβούμενον εἶδον οὕτως, ὡς κατὰ τήνδε τὴν νῦν ἡμῖν προγεγραμμένην λέξιν. αἴνιγμα γάρ ἐστιν ὁ λόγος τοῦ Χρυσίππου θαυμαστῇ τινι καταπεπλεγμένον ἀσαφείᾳ μετὰ συντομίας ἀκαίρου. καίτοι τήν γε συντομίαν οὐδὲ καθ’ ἕνα τῶν ἑαυτοῦ λόγων ἐζήλωκεν, ἀλλ’ οὕτω μακρός ἐστιν, ὡς πολλάκις ἐν ὅλῳ βιβλίῳ πολυειδῶς ὑπὲρ τῶν αὐτῶν ἄνω τε καὶ κάτω τοὺς λόγους ἑλίττειν. τὸ μὲν δὴ τῆς ἀσαφείας αὐτῷ σύνηθες, ἀσθενείᾳ τῆς ἑρμηνευτικῆς δυνάμεως ἑπόμενον. καί μοι δοκεῖ καὶ αὐτὸς αἰσθανόμενος αὐτῆς τρὶς καὶ τετράκις ὑπὲρ τῶν αὐτῶν ἐπὶ πλεῖστον ἐκτείνειν τοὺς λόγους οὐκ ὀκνεῖ. τὸ δὲ τῆς βραχυλογίας ἄηθές τε καὶ σπανίως ὑπ’ αὐτοῦ γιγνόμενον, ἐν οἷς ἂν μάλιστα
    313
    λόγοις ἄφυκτον αἰσθάνηται τὸ σφάλμα τῶν ἑαυτοῦ δογμάτων. βούλεται γὰρ, οἶμαι, παρατρέχειν αὐτὸ διὰ ταχέων, ἄλλο ὑπομένων ἐξελέγχεσθαι. καί μοι δοκεῖ, καθάπερ ἐν τοῖς ἄλλοις λόγοις ἀγωνίζεται σαφῶς ἑρμηνεύειν, οὕτως ἐν οἷς ἐξελέγχεται συγκρύπτειν τὸν λόγον ἀσαφείᾳ μετὰ βραχυλογίας, ἵνα δηλαδὴ δοκῇ μὲν ἀπολελογῆσθαι πρὸς τοὔγκλημα, καὶ μὴ παρεληλυθέναι τελέως αὐτὸ, μηδὲν δὲ ἡμεῖς ἔχωμεν ἀντιλέγειν τοῖς εἰρημένοις, ὧν οὐδ’ ὅλως μανθάνομεν. αὐτίκα γέ τοι κατὰ τὴν προγεγραμμένην ῥῆσιν, ἐν ᾗ τὸ ἄσπλαγχνον καὶ ταὶ τὸ μὴ ἔχειν ἐγκέφαλον ὅπως οἱ πολλοὶ λέγουσιν ἐξηγεῖται, ἐμοὶ μὲν δοκεῖ τοιόνδε τι δηλοῦν. ἀσπλάγχνους μὲν καλοῦσιν ἐνίους ἐν ἴσῳ τῷ ἀκαρδίους, ἐπειδὴ σπλάγχνον ἡ καρδία, τὸ δ’ ἐγκέφαλον μὴ ἔχειν ἐν ἴσῳ τῷ ἄσπλαγχνον εἶναι λέγουσιν, ἐπειδὴ καὶ οὗτος σπλάγχνον τ’ ἐστὶ καὶ κύριον. οὐ μὴν προσίενταί γε πάντες οἱ Στωϊκοὶ τὴν τοιαύτην ἐξήγησιν, ἀλλ’ ἕτερον μέν τι λέγεσθαί φασιν, οὐ δηλοῦσι δὲ αὐτὸ, τῶν ἐσωτερικῶν ὑπάρχον δηλονότι, καὶ ἐπιτιμῶσιν ἡμῖν εὐθέως ὡς προπετῶς
    314
    ἀντιλέγουσι, πρὶν γνῶναι τὸ λεγόμενον. οἱ δὲ καὶ λοιδοροῦντες σφοδρότερον ἀνεισάκτους τε καὶ φιλονείκους ἀποκαλοῦσιν, οὔ φασί τε διδάξειν τὸ λεγόμενον ἀπαιδεύτους ἀνθρώπους. καίτοι τά γ΄ ἄλλα καὶ μὴ βουλομένων ἡμῶν διεξέρχονται μακρῶς. ἀλλ’ ὅταν, ὡς εἶπον, ἐπί τι τοιοῦτον ἀφίκωνται, μηδεμίαν ἔχον εὐπορίαν φλυαρίας, οἱ μὲν γράφοντες τὰ βιβλία ταχέως θ’ ἅμα καὶ σαφῶς παρατρέχουσιν, οἱ δ’ ἐξηγούμενοι τὰ τούτων συγγράμματα φθόνου μᾶλλον ὑπόνοιαν εἰς τοὺς ἀκούοντας ἐκπέμπειν ἕτοιμοι γίγνονται, προσποιούμενοι μὴ βούλεσθαι διδάσκειν ἡμᾶς, ἤπερ ὁμολογοῦντες νενικῆσθαι. ἀλλὰ τοὺς μὲν ἀσπλάγχνους τε καὶ ἀνεγκεφάλους ἤδη παρέλθωμεν, ἵνα μὴ λυπῶμεν ἐπὶ πλέον τοὺς περὶ τὸν Χρύσιππον ἐναργῶς καταμαρτυρουμένους ὑφ’ ὧν ἐπικαλοῦνται μαρτύρων· ὅθεν δ’ ἀπελίπομεν, ἐκεῖσε πάλιν ἐπανέλθωμεν. ἐμπλήσας ὁ Χρύσιππος ὅλον τὸ βιβλίον ἐπῶν Ὁμηρικῶν καὶ Ἡσιοδείων, καὶ Στησιχορείων, Ἐμπεδοκλείων τε καὶ Ὀρφικῶν, ἔτι δὲ πρὸς τούτοις ἐκ τῆς τραγῳδίας, καὶ παρὰ Τυρταίου, καὶ τῶν
    315
    ἄλλων ποιητῶν οὐκ ὀλίγα παραθέμενος, εἶτα μὴ συνεὶς τῆς θαυμαστῆς δὴ ταύτης ἀπεραντολογίας, (τοῦτο γὰρ αὐτῇ μᾶλλον ἡγοῦμαι προσήκειν τοὔνομα,) ταῦτα κατὰ λέξιν ἐπιφέρει· ταυτὶ μὲν φήσουσιν ἀδολεσχίαν εἶναι γραώδη, τυχὸν δὲ καὶ γραμμάτων διδασκάλου βουλομένου στίχους ὅτι πλείστους ὑπὸ τὸ αὐτὸ διανόημα τάξαι. καλῶς εἶπες, ὦ Χρύσιππε, ταῦτα, κάλλιον δ’ ἦν, εἰ μὴ μόνον εἶπες, ἀλλὰ καὶ παντάπασιν ἐφυλάξω τὴν γραώδη ταύτην ἀδολεσχίαν. τί γὰρ ἂν εἴη γραωδέστερον, ἢ ἀδολεσχότερον, ἢ γραμματιστῇ πρεπωδέστερον, ἢ πόῤῥω μᾶλλον ἀπεληλαμένον ἀποδείξεως προσηκούσης ἀνδρὶ φιλοσόφῳ, τοῦ μνημονεύσαντα κατ’ ἀρχὰς εὐθὺς τοῦ Πλάτωνος δόγματος ἐᾶσαι μὲν τοῦτο καὶ ἀποῤῥῖψαι παντάπασιν, οὐδ’ ὡς ὑπὸ τῶν μετ’ αὐτὸν κατεσκεύασται προσγράψαντα, παρελθεῖν δὲ καὶ τὴν πρὸς τοὺς ἠρωτημένους ὑπὸ τῶν ἀνδρῶν λόγους ἀντιλογίαν τε καὶ λύσιν, ἐφ’ ᾗ δίκαιον ἦν αὐτὸν ἀποδείξεσι χρησάμενον ἐπιστημονικαῖς ἐμπεδῶσαι τὸ ἑαυτοῦ δόγμα, ποιητῶν δὲ μεμνῆσθαι, καὶ πλῆθος ἰδιωτῶν καλεῖν μαρτυρῆσον, καὶ τί
    316
    λέγουσιν αἱ γυναῖκες, γράφειν, οὐδ’ οὖν οὐδὲ ἐν αὐτοῖς οἷς καλεῖ μάρτυσιν εὐτυχοῦντα; καὶ γὰρ οἱ ποιηταὶ καὶ κατ’ αὐτοῦ λέγουσιν ἅπαντες τὰ πλείω καὶ οἱ ἰδιῶται. τίς γοῦν οὐκ ἔγραψε ποιητὴς, ἐπιθυμεῖν τε καὶ θυμοῦσθαι πολλὰ τῶν ζώων ἀνθρώπου σφοδρότερον; τίς δ’ ἰδιώτης οὐχ οὕτω χρῆται τοῖς ὀνόμασιν, ὡς τὸ Πλάτωνος βούλεται δόγμα, τὸ μὲν ἀκάρδιον ἐν ἴσῳ τῷ δειλὸν καὶ ἄτολμον καὶ ἄνανδρον ὀνομάζων, καρδίαν δὲ λαβεῖν ἐγκελευόμενος, ἐπειδὰν εἰς ἀνδρείαν πρᾶξιν ἐπεγείρῃ τὸν πέλας, ἐπεγγελῶν δὲ τοῖς ἀνόητον εἰποῦσιν, ἀνεγκεφάλους καὶ ἀσυνέτους ὀνομάζων αὐτοὺς, ἑτέρους δ’ ἀγχίνους καὶ ἔννους φάσκων, οὓς ἂν ὡς συνετοὺς ἐπαινῇ, ἀσπλάγχνους δὲ ἀποκαλῶν τοὺς μὴ ἐλεοῦντας μηδένα, μήτε φιλοῦντας, μήθ’ ὅλως φροντίζοντας ἢ ἐπαινούντων ἢ ψεγόντων, ἢ ἀδικούντων ἢ ὠφελούντων, ἀλλ’ ὥσπερ λίθους ἀναισθήτους ὑπάρχοντας; οὓς γὰρ ἂν εἰς ἀναισθησίαν παντελῆ σκῶψαι βουληθῶσιν, ἀσπλάγχνους ὀνομάζουσιν, ὥσπερ τοὺς ἀνάνδρους μὲν ἀκαρδίους, ἀνεγκεφάλους δὲ τοὺς ἄφρονας. ἐπεὶ δ’ ἐστὶν καὶ τρίτον τι
    317
    σπλάγχνον, τὸ ἧπαρ, ἐν ᾧ τὸ ἐπιθυμητικὸν ἵδρυται τῆς ψυχῆς, καὶ χρὴ καὶ τούτῳ συμμετρίαν τινὰ τῶν οἰκείων ὑπάρχειν κινήσεων, εἰ μέλλοι τελέως κεκοσμῆσθαι τὴν ψυχὴν ὁ ἄνθρωπος, εἴη ἂν καὶ ὁ κατὰ τοῦτ’ ἀναίσθητος, ὡς ἐπὶ τοῖς ἄλλοις τοῖς δύο, καὶ μοχθηρῶς διακείμενος ἄσπλαγχνος ὀρθῶς ὀνομαζόμενος. ὁ δ’ ἐναντίος αὐτῷ μεγαλόσπλαγχνος λέγεται, καθάπερ ὁ Εὐριπίδης εἰσάγει τὴν Μήδειαν ὄντως μεγαλόσπλαγχνον, ἁπάσας τὰς τῶν τριῶν σπλάγχνων δυνάμεις τε καὶ κινήσεις ἰσχυρὰς ἔχουσαν. ἐπιθυμητικωτάτην μὲν γὰρ προτίθεται τὴν γυναῖκα, καὶ θυμικωτάτην ἅμα καὶ λογίσασθαι δεινήν. ἱκανὰ δὲ γνωρίσματα τοῦ μὲν ἐπιθυμητικοῦ τῆς ψυχῆς, εἰς ὅσον ἀμέτρου κινήσεως ἀφῖκται, τὰ περὶ τὸν ἔρωτα τοῦ Ἰάσονος, ὑφ’ οὗ νικηθεῖσα προὔδωκεν ἅμα καὶ κατέλιπε τοὺς οἰκείους, ἐπηκολούθησε δὲ καὶ τελέως ἐπίστευσεν ἑαυτὴν ἀνθρώπῳ ξένῳ· τοῦ δὲ θυμικοῦ τῆς σφοδρότητος, οἷά περ τοὺς παῖδας ἐμήνισεν, οὐ σμικρὰ γνωρίσματα· τοῦ δὲ λογιστικοῦ τῆς συνέσεως, (ὑποτίθεται γὰρ κᾀν τούτοις αὐτὴν ὁ Εὐριπίδης οὐ τὴν τυχοῦσαν,)
    318
    οὐ σμικρὰ σημεῖα τὰ πρὸς τὸ τιμωρήσασθαι τοὺς ἐχθροὺς ἐπινοηθέντα, καὶ ὅσα πρὸς ἑαυτὴν διεξέρχεται, καὶ στέλλουσα καὶ πείθουσα τὸν θυμὸν ἀποχωρεῖν ἔργων ἀνοσίων. ὥστ’ εὐλόγως ἐπ’ αὐτῆς ὁ Εὐριπίδης εἶπε·

  • Τί ποτ’ ἐργάσεται
  • Μεγαλόσπλαγχνος, δυσκατάπαυστος
  • Ψυχὴ δηχθεῖσα κακοῖσι;
  • αὕτη μὲν οὖν μεγαλόσπλαγχνος, ἄσπλαγχνος δὲ καὶ μικρόσπλαγχνος, ᾧ φαῦλα, καὶ μικρὰ, καὶ βραδυκίνητα, καὶ δυσκίνητα τὰ τρία τῆς ψυχῆς μόρια. μεταξὺ δέ μοι τῶν λόγων ὧν διεξέρχομαι τὸ παραστὰν οὐκ ὀκνήσω φράσαι· λέλεκται δὲ ὑπὸ τῶν παλαιῶν φιλοσόφων, ὡς οὐκ ἐνδέχεταί τινα διαλεγόμενον ἀδολέσχοις ἀνθρώποις ἀποσχέσθαι τελέως ἁπάσης ἀδολεσχίας. ἔγωγ’ οὖν ἠναγκάσθην ὑπὸ τοῦ Χρυσίππου προσχυθεὶς ἀδολεσχίας ἐξηγεῖσθαι τάς τε τῶν ἰδιωτῶν καὶ τὰς Εὐριπίδου φωνὰς, ὃ μήποτ’ ἂν ἑκὼν ἐτόλμησα πρᾶξαι περὶ τηλικούτου δόγματος ἀποδείξεις γράφων. οὐχ ὅπως γὰρ Εὐριπίδης, ἢ Τυρταῖος, ἤ τις ἄλλος ποιητὴς,

    319
    ἢ καὶ παντάπασιν ἰδιώτης ἱκανὸς πιστεύεσθαι περὶ δόγματος ἁπάσης ἀποδείξεως χωρὶς, ἀλλ’ οὐδ’ αὐτὸς ἁπάντων ἰατρῶν ὁμολογουμένως ἄριστος Ἱπποκράτης, ὥσπερ οὐδὲ ὁ πρῶτος ἁπάντων φιλοσόφων Πλάτων. οὐδὲ γὰρ ἂν ῥαγεῖεν ὑπὸ φθόνου σύμπαντες οἱ μετ’ αὐτὸν, οὐδ’ ἂν ὑπὸ φιλονεικίας ἀναίσχυντα σοφίζωνται, καθάπερ οἱ περὶ τὸν Χρύσιππον, ἢ τὴν δόξαν ὑπερβάλλεσθαί ποτε δυνήσονται τοῦ Πλάτωνος, ἢ τὸν τῶν ἀποδείξεων μιμήσασθαι κόσμον. ἀλλ’ ὅμως οὐδὲ τούτοις τοῖς ἀνδράσι τοσοῦτον ὑπὲρ τοὺς ἄλλους ἐπιστήμῃ τὴν ψυχὴν κεκοσμημένοις οὐδεὶς νοῦν ἔχων ἁπλῶς εἰποῦσιν ἀξιοῖ πιστεύειν, ἀλλ’ ἀναμένει τὴν ἀπόδειξιν. ὁ δέ γε Χρύσιππος ὧν μὲν οὗτοι λέγουσιν ἀποδείξεων ὑπὲρ τοῦ προκειμένου δόγματος οὔτε ἐμνημόνευσεν οὐδεμιᾶς, οὔτ’ ἐξελέγχειν ἐπεχείρησεν, οὐκ αἰδεῖται δὲ Τυρταῖόν τε καὶ Στησίχορον ἐπικαλούμενος μάρτυρας, οὓς εἰ καὶ ζῶντας ἤρετό τις περὶ τούτων τῶν δογμάτων ἐπιστήμης ἀμφισβητοῦσιν, ἐξωμολογήσαντο ἂν εὖ οἶδ’ ὅτι μηδὲν ἐπαΐειν αὐτῶν,
    320
    αὐτοὶ δὲ μᾶλλον ἂν, οἶμαι, παρὰ Χρυσίππου τι μαθεῖν, ἢ παρ’ αὐτῶν ἀποδεικνύειν ἠξίωσαν. εἶτα δηλαδὴ Χρύσιππος ἂν ἐπὶ τοὺς ἰδιώτας ἦγεν αὐτοὺς, ὁ σοφὸς ἐπὶ τοὺς ἀμαθεῖς, ὁ σώφρων ἐπὶ τοὺς μαινομένους, ὁ λόγων ἀκολουθίαν εἰδὼς ἐπὶ τοὺς διαφερομένους πρὸς ἀλλήλους τε καὶ ἑαυτοὺς κατὰ πάντα καιρὸν ἐν λόγοις τε ἅμα καὶ πράξεσιν. ἀλλ’ εἰ καὶ μαίνονται τὰ πάντα καὶ διαφέρονται πρὸς ἀλλήλους τε καὶ ἑαυτοὺς ἅπαντες οἱ ἰδιῶται, τοῦτο γοῦν, οἶμαι, σῶφρον ἔχουσι, τὸ μὴ καλεῖν ἐφ’ ἃ λέγουσι τοὺς καταμαρτυρήσοντας ἑαυτῶν. ἡ δὲ Χρυσίππου σοφία καὶ τῆς τῶν ἰδιωτῶν ἀμαθίας ἐπέκεινα προελήλυθεν· ἐπικαλεῖται γὰρ μάρτυρας, ὑφ’ ὧν κατακρίνεται. τούτου χάριν ἠναγκάσθην κᾀγὼ νῦν ἀδολεσχεῖν, ἵν’ ἐπιδείξω τὸν Χρύσιππον ἐν ἅπασι μέγιστα σφαλλόμενον. οὔτε γὰρ ἐμνημόνευσεν οὐδεμιᾶς τῶν ὑπὸ Πλάτωνός τε καὶ Ἱπποκράτους εἰρημένων ἀποδείξεων, οὔτε ἀντεῖπεν, οὔτ’ αὐτός τινα εἶπεν ἑτέραν ἀπόδειξιν, οὔτε οἶδεν, οὓς χρὴ καλεῖν μάρτυρας. ἐπεδείξαμεν οὖν ἤδη καὶ διὰ τοῦ πρώτου βιβλίου περὶ τῆς πρὸς ἑαυτὸν ἐναντιολογίας
    321
    τοῦ Χρυσίππου· πρόδηλος δὲ καὶ νῦν ἐστιν ἡ ἀναισθησία τἀνδρὸς, ἃ χρῆν ἀποκρύπτειν ἐναργῶς καταβάλλοντα τὸν λόγον αὐτοῦ, ταῦτ’ οὐ μόνον ἀποκρύπτοντος, ἀλλὰ καὶ μαρτυρεῖν ὑπολαμβάνοντος.

    Ἀποχωρήσαντες οὖν ἤδη τῶν τοιούτων, ἴδωμεν ἑξῆς ἅπαντας οὓς ἐρωτᾷ λόγους, ἐπὶ τὴν ἀρχὴν αὖθις ἀνελθόντες ἅπαντος τοῦ λόγου, πρὸς τὸ μηδὲν παρελθεῖν. παραθήσομαι δὲ τὴν ῥῆσιν ἅπασαν, εἰ καὶ μακροτέρα πώς ἐστιν, ἔχουσαν ᾧδε. τῆς μὲν οὖν ὀργῆς γιγνομένης ἐνταῦθα, εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας ἐνταῦθ’ εἶναι, καὶ ἤδη τὰ λοιπὰ πάθη, καὶ τοὺς διαλογισμοὺς, καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια. σαινόμενοι δὲ φήμῃ οἱ πολλοὶ τούτων, πολλὰ κατὰ τὴν ἀλήθειαν ἐπιλέγουσι τοιαῦτα ἐχόμενοι τῆς ῥηθείσης φορᾶς. πρῶτον μὲν γὰρ, ἵνα πάντες ἐντεῦθεν ἄρξωμαι, κατὰ τοῦτό φασιν ἀναβαίνειν τινὲς τὸν θυμὸν, καὶ καταπίνειν τὴν χολήν τινας ἀξιοῦσι λέγοντές τε καταπίνεσθαί τινα αὐτοῖς σπαράγματα, καὶ μὴ καταπίνεσθαι κατὰ τὴν τοιαύτην φορὰν λέγομεν. οὕτω δὲ λέγεσθαι,

    322
    καὶ μηδὲν αὐτοῖς τούτων καταβαίνειν, καὶ ὅτι καταπιὼν τὸ ῥηθὲν, ἀπῆλθεν ὅ τε Ζήνων πρὸς τοὺς ἐπιλαμβανομένους, ὅτι πάντα τὰ ζητούμενα εἰς τὸ στόμα φέρειν ἔφησεν, ἀλλ’ οὐ πάντα καταπίνεται, οὔτε τῆς καταπόσεως ἄλλως ἂν οἰκειότερον λεγομένης, οὔτε τῆς καταβάσεως τῶν ῥηθέντων, εἰ μὴ περὶ τὸν θώρακα τὸ |ἡγεμονικὸν ἡμῶν ἦν, εἰς ὃ ταῦτα πάντα φέρεται. ἐν γοῦν τῇ κεφαλῇ ὄντος αὐτοῦ γελοίως ῥηθήσεται καὶ ἀλλοτρίως καταβαίνειν. ἀναβαίνειν δ’ ἂν οἶμαι οἰκειότερον αὐτῶν λεγομένων, καὶ οὐ καταβαίνειν τὸν προειρημένον τρόπον τῆς κατὰ τὴν ἀκοὴν αἰσθήσεως καταφερομένης περὶ τὴν διάνοιαν, ἐὰν ᾖ περὶ τὸν θώρακα, οἰκείως κατάβασις ῥηθήσεται· ἐὰν δὲ περὶ τὴν κεφαλὴν, ἀλλοτριώτερον. ἐν τούτοις πάλιν ὁ Χρύσιππος οὐκ αἰσθάνεται τοὺς ἰδιώτας ἐφ’ ἑαυτὸν καλῶν· τὸ γὰρ ἀναβαίνειν τὸν θυμὸν, ἢ καταβαίνειν τὴν χολὴν, ὅσα τ’ ἄλλα τοιαῦτα λέγεται, μαρτυρεῖ τοῖς τὸν θυμόν τε καὶ ὅλως τὰ πάθη κάτω που τετάχθαι νομίζουσιν, ὥσπερ ἐν τῇ κεφαλῇ τὸν λογισμόν. τηνικαῦτα γὰρ οἶδα καὶ τὸ μὴ
    323
    καταβαίνειν ἑαυτοῖς τὰ εἰρημένα λέγοντας τοὺς πολλοὺς, οὐκ ἐπειδὰν μὴ παρακολουθῶσι, μηδὲ μανθάνωσι τῶν λεγομένων, ἐπειδὰν λέγηται μὲν τινα ὡς ὀργὴν, ἢ λύπην, ἢ θυμὸν, ἤ τι τοιοῦτον πάθος ἐγκαλεσόμενα, μὴ φροντίζῃ δὲ αὐτῶν ὁ ἀκούων, μηδὲ κινῆται κατὰ πάθος. αὕτη μὲν οὖν ἡ ἀδολεσχία τοῦτο τὸ πέρας ἐχέτω. μετὰ ταῦτα δ’ ὁ Χρύσιππος τοιᾶσδ’ ἑτέρας μέμνηται. αἱ δὲ γυναῖκες καὶ μᾶλλόν τι τούτων ἐμφαίνουσιν. εἰ γὰρ μὴ καταβαίνει αὐταῖς τὰ λεγόμενα, πολλάκις τὸν δάκτυλον κατάγουσι ἕως τοῦ κατὰ τὴν καρδίαν τόπου, οὐ φάσκουσαι καταβαίνειν ᾧδε τὰ εἰρημένα. τοῦτο τὸ ἐπιχείρημα τοῖς ἔμπροσθεν ὁμογενές ἐστιν, δύο ἕτερα προσειληφὸς ἐπιχειρήματα πάνσοφα, τό τε γυναῖκας εἶναι τὰς λεγούσας αὐτὰ, καὶ μὴ, ὥσπερ τὰ πρόσθεν, τοὺς ἄνδρας, τό τε καὶ τῇ δείξει δηλοῦν ὥσπερ ὀρχουμένας, ἅπερ ὁ λόγος ἐπὶ τῶν ἀνδρῶν ἐδήλου. ἀλλά τοι κᾀνταῦθα, γενναιότατε Χρύσιππε, κατὰ σαυτοῦ καλεῖς τὰς γυναῖκας μάρτυρας. οὐδὲ γὰρ αὗται λέγουσιν οὕτως, οὐδ’
    324
    ὀρχοῦνται ταῖς χερσὶν, ὡς εἴρηκας, ἐπειδὰν ἀρνῶνται συνιέναι τῶν λεγομένων, ἀλλ’ ὅταν ὑπὸ λοιδορίας, ἢ ἀπειλῆς, ἤ τινος τοιούτου μήτε ὀργίζεσθαι φάσκωσι, μήτε θυμοῦσθαι, μήθ’ ὅλως ἀγανακτεῖν· ὅπερ οὐδ’ αὐτὸν, οἶμαι, λανθάνει τὸν Χρύσιππον. ἀντιφθεγγόμενος γοῦν κᾀνταῦθα ἑαυτῷ μετ’ ὀλίγον ὡδί πως γράφει. ἀφ’ ἧς τε φορᾶς λέγομεν μὴ καταβαίνειν τὰ λεγόμενα, εἴτε ἀπειλὰς, εἴτε λοιδορίας, ὥστε καθικέσθαι καὶ ἅπτεσθαι αὐτῶν, καὶ οὕτως κινεῖσθαι τὴν διάνοιαν ἀπὸ τῆς φορᾶς ταύτης, καὶ βαθείας τινάς φαμεν εἶναι, τὸ διὰ μηδὲν τῶν τοιούτων ἐφικέσθαι καταβῆναι αὐτῶν. ὅτι μὲν οὖν ἐπὶ τῶν ἀπειλούντων ἢ λοιδορούντων λέγεται τὸ μὴ καταβαίνειν εἰς τὸ στῆθος τὰ εἰρημένα, καὶ αὐτὸς ὁ Χρύσιππος μαρτυρεῖ. προσέῤῥιψε δὲ τῷ λόγῳ τὸ τῆς διανοίας ὄνομα, δέον εἰπεῖν θυμοῦ. τὸ μὲν γὰρ λογίζεσθαί τε καὶ νοεῖν τὰ λεγόμενα, καὶ τὸ μαχόμενον ἢ ἀκόλουθον ἐπίστασθαι τῆς λογιστικῆς δυνάμεως ἔργον· τὸ δὲ ἐπὶ λοιδορίαις ἢ ἀπειλαῖς μήτ’ ὀργισθῆναι μήτε
    325
    θυμωθῆναι τῆς θυμοειδοῦς ἴδιον. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς ἐφεξῆς ὁ Χρύσιππος λέγει. μεταξὺ δὲ ταύτης τῆς τε νῦν γεγραμμένης ῥήσεως καὶ ἧς ὀλίγον ἔμπροσθεν ἔγραψα περὶ τῶν γυναικῶν, ἑτέρα ῥῆσίς ἐστιν, ἣν ἤδη παραγράψω, πρὸς τὸ μηδὲν ὅλως ὑπερβαίνειν δοκεῖν· ἔχει δὲ ᾧδε. τούτοις δ’ ἀκολούθως ἀνεμεῖν τέ τινάς φαμεν τὰ φανέντα αὐτοῖς, καὶ ἔτι τὸν βαθὺν λέγομεν πολλῶν τοιούτων συμφώνως τοῖς εἰρημένοις, καταπιόντες γὰρ ὅμοιον εἰπεῖν, ὅτι ἡμέρα ἐστὶ, καὶ ἐναποθέμενοι τοῦτο εἰς τὴν διάνοιαν, καὶ πάλιν ἐκεῖνο λέγοντες, ὅτι οὐκ ἔστιν ἡμέρα, μενόντων τῶν πραγμάτων, οὐκ ἀλλοτρίως οὐδ’ ἀνοικείως ἀνεμεῖν λέγονται. τοῦτο τὸ ἀνεμεῖν ἐγὼ μὲν οὐδὲ ἤκουσά τινος λέγοντος, ἀλλὰ μᾶλλον ἀποπτύσαι, καὶ ἐκπτύσαι, καὶ ἐκβαλεῖν, καὶ ἀποῤῥῖψαι, καὶ ἀποθέσθαι λέγουσιν, ἐπειδὰν λέγωσί τινα δοξῶν ἀποστῆναι μοχθηρῶν. εἰ δ’ ἄρα καὶ τὸ ἐξεμέσαι λέγοιτο πρός τινων, εἴη ἂν ταὐτὸν τῷ ἀποπτύσαι, καὶ ἀποῤῥῖψαι, καὶ τοῖς ἄλλοις τοῖς ἐκ μεταφορᾶς λεγομένοις ὁμοίως ἔχον. ὅτι δ’ οὐ μόνον ἀνδρὶ φιλοσοφοῦντι τῶν
    326
    τοιούτων ἐπιχειρημάτων οὐδέν ἐστι μεταχειριστέον, ἀλλ’ οὐδὲ ῥητορικῷ, δέδεικται μὲν ἤδη μοι καὶ διὰ τῶν ἔμπροσθεν, οὐ μὴν ἀλλὰ καὶ νῦν ἔνεστιν ἐνδείξασθαι διὰ βραχέων, ἀναμνήσαντα τῶν ῥητορικῶν τεχνῶν, ἃς ἐκεῖνοι γράφουσι, διδάσκοντες ἡμᾶς τόπους ἐπιχειρημάτων εἰς ἑκάστην ὑπόθεσιν. οὐδενὸς γὰρ τοιούτων μνημονεύουσιν, οἴων ὁ Χρύσιππος ἐνέπλησε τὰ ἑαυτοῦ συγγράμματα. ἀλλὰ γὰρ εἴπερ πᾶσαν ῥῆσιν ἀκριβολογεῖσθαι βουληθείην, ὡς μηδὲν τῶν ἁμαρτημάτων ἀνέλεγκτον παραλιπεῖν, εἰς ἄπειρον ἄν τι μῆκος ἐκταθείη τὸ βιβλίον. ἀφέμενος οὖν ἤδη τῶν προγεγραμμένων, ἐπὶ τὰ ἐφεξῆς τρέψομαι, δι’ ὧν ὁ Χρύσιππος ἄρχεται παρατίθεσθαι τὰς τῶν ποιητῶν μαρτυρίας, μεταξὺ παρεντιθεὶς αὐτῶν ὀλίγους λόγους ἑαυτοῦ, πολλάκις μὲν ὥσπερ ἐξήγησιν ὧν ἡ ῥῆσις βούλεται, πολλάκις δ’ ὥσπερ ἐπιτομήν τινα καὶ οἷον καθόλου τι κεφάλαιον. ἀρξάμενος οὖν ἀπό τινος Ἐμπεδοκλείου ῥήσεως ἐξηγεῖταί τε αὐτὴν καί τινων κατὰ τὴν ἐξήγησιν ἀξιολογωτέρων ἄρχεται
    327
    λόγων, ἐν οἷς ἐστι καὶ ὁ περὶ τῆς φωνῆς, οὗ κατὰ τὸ δεύτερον ἐμνημόνευσα τῶνδε τῶν ὑπομνημάτων, ἐν ᾧ βιβλίῳ πάντας ἔδοξέ μοι κάλλιον εἶναι παραθέσθαι τοὺς λόγους, οἳ τὸ πιθανὸν ἔχουσι, καὶ οὐχὶ ἀπόβλητοι τελέως εἰσὶν, οὐδὲ γυναῖκας, οὐδὲ ἰδιώτας, οὐδὲ ἐτυμολογίας, ἢ φορὰς χειρῶν, ἢ ἐπινεύσεις, ἢ ἀνανεύσεις κεφαλῆς, ἢ ποιητὰς ἐπικαλοῦνται μάρτυρας· ἐφ’ ὧν καὶ μόνων ἐγνώκειν καταμεῖναι, μὴ προσθεὶς αὐτοῖς ταυτὶ τὰ νῦν μοι γραφόμενα. δόξαν δὲ τοῖς ἑταίροις ἄμεινον εἶναι, μηδ’ ὅσα παντάπασιν ἠδολέσχηται τῷ Χρυσίππῳ, μηδὲ ταῦθ’ ὑπερβῆναι παντελῶς, ἀλλ’ ἐπισημήνασθαί τε τὴν ἀτοπίαν αὐτῶν, ἐπιδεῖξαί τε πρὸς τὸ μηδὲν πλέον ἀνύειν αὐτὰ κατὰ τῶν Στωϊκῶν δογμάτων παρειλημμένα, διὰ τοῦτο προσέθηκα πάντα ταῦτα κατὰ τόδε τὸ βιβλίον. περὶ μὲν δὴ τῆς φωνῆς οὐδὲν ἔτι δέομαι λέγειν ἐν τῷδε, σύμπαντα τὸν τόπον ἱκανῶς ἐξειργασμένος ἐν τῷ πρὸ τούτου βιβλίῳ. ὅσα δὲ ἐφεξῆς ἔτι τοῦ περὶ ταύτης λόγου κατὰ τὸ τοῦ Χρυσίππου βιβλίον εἰρημένα, τούτων ἤδη μνημονεύσω. ἔστι δὲ
    328
    τά τε κατὰ τὰς φορὰς τῶν χειρῶν, ὅτε ἐφαπτόμεθα τῶν στέρνων ἡμᾶς αὐτοὺς δεικνύντες, ἔτι τε τὰ κατὰ τὴν ἐγὼ φωνὴν, ἃ δὴ κᾀντοῖς ἐτυμολογικοῖς εἶπεν ἔχειν τι φάσκων αὐτὰ δεικτικὸν ἐκ τοῦ φαινομένου διὰ τὸ κατὰ τὴν πρώτην ἐν αὐτῇ συλλαβὴν, ὡς ἐπὶ τὸ στῆθος ἀπάγεσθαι τήν τε κάτω γένυν καὶ τὸ χεῖλος. εἴρηταί μοι καὶ περὶ τούτων ἤδη κατὰ τὸ δεύτερον τῶνδε τῶν ὑπομνημάτων κᾀν τοῖς περὶ ὀνομάτων ὀρθότητος. ὅμοια δὲ τοῖς τοιούτοις ἐπιχειρήμασι καὶ τὰ κατὰ τὴν ἐτυμολογίαν εἰσὶ τοῦ τῆς καρδίας ὀνόματος, ἑξῆς τῶν προειρημένων ὑπὸ τοῦ Χρυσίππου γεγραμμένα κατὰ τὸ πρῶτον περὶ ψυχῆς, ᾧδέ πως ἔχοντα. τούτοις πᾶσι συμφώνως καὶ τοὔνομα τοῦτ’ ἔσχηκεν ἡ καρδία κατά τινα κράτησιν καὶ κυρείαν, ἀπὸ τοῦ ἐν αὐτῇ εἶναι τὸ κυριεῦον καὶ κρατοῦν τῆς ψυχῆς μέρος, ὡς ἂν κρατία λεγομένη. τὸ μὲν ὡς πρὸς τὴν ζωὴν ἡμῶν κυριώτατον εἶναι τὸ σπλάγχνον οὐδ’ ἡμεῖς ἀμφισβητοῦμεν, ὦ γενναιότατε Χρύσιππε, οὐ μὴν ἀπλῶς γε κυριώτατον εἶναι συγχωροῦμεν.
    329
    οὐ γὰρ ἄρχειν αὐτὸ καὶ δεσπόζειν τῶν ἄλλων ἡ φύσις ἔνειμεν, ὅταν γε προσηκόντως διοικήσαι τὰ κατὰ τὸν ἄνθρωπον, ἀλλ’ ἐγκεφάλῳ μὲν ἄρχειν, ὑπακούειν δὲ τῇ καρδίᾳ, καθάπερ ἡμεῖς ἀποδείκνυμεν. ἐφεξῆς δὲ τοῖς εἰρημένοις, ὁ Χρύσιππος τάδε γράφει. ὁρμῶμεν κατὰ τοῦτο τὸ μέρος, καὶ συγκατατιθέμεθα τούτῳ, καὶ εἰς τοῦτο συντείνει τὰ αἰσθητήρια πάντα. ταῦτα τὰ κεφάλαια μόνα τῶν ἐπιστημονικῶν ἐστι, καὶ εἴπερ ἀπέδειξεν ὁ Χρύσιππος αὐτὰ, τότ’ ἂν ἐπῃνοῦμέν τε τὸν ἄνδρα καὶ τοῖς δόγμασιν ἐπειθόμεθα τῶν Στωϊκῶν. ἐπεὶ δ’ ἀποδεῖξαι μὲν οὐκ ἐπεχείρησεν, ἀπεφήνατο δὲ μόνον, ἡμεῖς δὲ πρόσθεν μὲν ἤδη περὶ τῶν αὐτῶν ἀπεδείξαμεν, ὡς οὔτε κατὰ τὴν καρδίαν γίγνεται, καὶ πάντων αὐτῶν ἐγκέφαλός ἐστιν ἀρχὴ, καὶ διὰ τῶν ἐφεξῆς δὲ οὐδὲν ἧττον ἀποδείξομεν, οὐκ ἔτ’ ἂν οἶμαι δίκαιον εἶναι τοῖς Χρυσίππου πιστεύειν δόγμασιν, ἀλλὰ τοῖς Ἱπποκράτους καὶ Πλάτωνος. ταυτὶ μὲν οὖν τὰ κεφάλαια, τὸ σύμπαν κῦρος ἐν αὑτοῖς ἔχοντα περὶ τῶν προκειμένων ἡμῖν δογμάτων, οὕτως ταχέως ὁ Χρύσιππος παρέδραμεν,
    330
    ὡς ἐπιμνησθῆναι μόνον· ἐν οἷς δὲ οὐ χρὴ, μηκύνει περιττῶς. ἑξῆς δὲ περί τε φωνῆς μνημονεύει καὶ νεύρων ἀρχῆς, ὑπὲρ ὧν ἀμφοτέρων εἴρηταί μοι κατὰ τὰ πρόσθεν ὑπομνήματα. καὶ μετὰ ταῦτα τὴν ἀκάρδιον ἐξηγεῖται προσηγορίαν, ὑπὲρ ἧς ἔμπροσθεν ἤδη μοι λέλεκται, τοσοῦτον δὲ ἐπισημανοῦμαι καὶ νῦν ἀπ’ αὐτῆς τῆς λέξεως τοῦ Χρυσίππου μαρτυρούσης οἷς προεῖπον· ἔχει δὲ ᾧδε. κατὰ τοῦτο καὶ εὐκάρδιοι λέγονταί τοι εἶναί τινες καθάπερ εὔψυχοι, καὶ καρδίαν ἀλγεῖν οἱ κηδόμενοί τινων, ὡς ἂν κατὰ τὴν καρδίαν τῆς κατὰ τὴν λύπην ἀλγηδόνος γιγνομένης. ἐν ταύτῃ γὰρ τῇ ῥήσει σαφῶς ὁ Χρύσιππος ἐμαρτύρησεν ἡμῖν, ὡς οὐδέποτε τὸ λογιζόμενον τῆς ψυχῆς οὐδεὶς τῶν ἰδιωτῶν ἐν καρδίᾳ νενόμικεν ὑπάρχειν, οὐδ’ ὁ ἀκάρδιος τὸν ἄψυχον, ὡς οἴεται ὁ Χρύσιππος, ἀλλὰ τὸν ἄτολμον δηλοῖ παρ’ αὐτοῖς. οὕτω δὲ καὶ τὴν καρδίαν ἀλγεῖν τὸ λυπεῖσθαι λέγουσιν, ὡς καὶ τοῦτ’ αὐτὸς μαρτυρεῖ διὰ τῆς αὐτῆς ταύτης ῥήσεως τῆς νυνὶ γεγραμμένης, ἐν ᾗ φησιν· ὡς ἂν κατὰ τὴν καρδίαν τῆς κατὰ τὴν λύπην ἀλγηδόνος γιγνομένης. οὕτως ἐν
    331
    ἅπασι τοῖς λόγοις ὁ Χρύσιππος οὐκ αἰσθάνεται τὰ πάθη τῆς ψυχῆς ἐν τοῖς κάτω τῆς κεφαλῆς μέρεσιν ὑπάρχειν κατασκευάζων, οὐ τὸ λογιζόμενον, ἢ ἐπιστήμην δεχόμενον, ἢ ἀλήθειαν σπουδάζον. οὕτω δὲ κᾀπειδὰν ἐπιφέρων εἴπῃ, τὸ γὰρ ὅλον, καθάπερ ἐν ἀρχῇ εἶπον, εὖ μάλ’ ἐμφαίνουσιν οἵ τε φόβοι καὶ αἱ λῦπαι κατὰ τοῦτο τὸ μέρος γιγνόμεναι, μαρτυρεῖ κᾀνταῦθα τῷ τοῦ Πλάτωνος λόγῳ. καὶ διὰ τῶν ἑξῆς δὲ κατὰ τὸν παραπλήσιον τρόπον οὐκ αἰσθάνεται κατασκευάζων, ὡς ἐν τῇ καρδίᾳ τὸ θυμοειδὲς ἵδρυται τῆς ψυχῆς. ἥ τε γὰρ ἐν τοῖς φόβοις πάλσις τῆς καρδίας ἐκφανής ἐστι καὶ ἡ εἰς τοῦτο τῆς ὅλης ψυχῆς συνδρομὴ, οὐκ ἄλλως ἐπιγεννηματικῶς γιγνομένων αὐτῶν, καθάπερ ἄλλοις ἄλλου συμπάσχειν πεφυκότος, καθ’ ὅ καὶ συνιζάνουσιν εἰς αὑτοὺς, συναγόμενοι πρὸς τοῦτο, ὡς ἂν τὸ ἡγεμονικὸν, καὶ κατὰ τὴν ὡς ἂν αὐτῶν τούτου φυλακτικήν. καὶ τὰ τῆς λύπης πάθη ἐνταυθοῖ που εὐφυῶς γίγνεται, οὐδενὸς ἄλλου συμπάσχοντος οὐδὲ συναλγοῦντος τόπου. ἀλγηδόνων γάρ τινων κατὰ ταῦτα γιγνομένων σφοδρῶν, ἕτερος μὲν οὐδείς
    332
    ἐμφαίνει τόπος τὰ πάθη ταῦτα, ὁ δὲ περὶ τὴν καρδίαν μάλιστα. ταῦτα πάντα φήσομεν ἀληθῶς ὑπὸ τοῦ Χρυσίππου λέγεσθαι, καὶ παρακαλέσομέν γε τοὺς ἀπ’ αὐτοῦ μεμνῆσθαί τε αὐτῶν καὶ μηκέτι παρ’ ἡμῶν ἑτέραν ἐπιζητεῖν ἀπόδειξιν ὑπὲρ τοῦ τοὺς φόβους, καὶ τὰς λύπας, καὶ πάνθ’ ὅσα τοιαῦτα πάθη κατὰ τὴν καρδίαν συνίστασθαι, ἀλλὰ τοῦτο μὲν καὶ παρ’ αὐτῶν ὁμολογούμενον λαμβάνεται τῶν Στωϊκῶν. οὐ μόνον γὰρ Χρύσιππος, ἀλλὰ καὶ Κλεάνθης καὶ Ζήνων ἑτοίμως αὐτὰ τιθέασιν. ἐκεῖνο δ’ ἐπισκέπτεσθαι χρὴ μόνον, ἐν ᾧ τὴν πᾶσαν ἀμφισβήτησιν εἶναι συμβέβηκεν, εἰ καὶ τὸ λογιζόμενόν ἐστιν ἐνταῦθα. εἰ γὰρ ὥσπερ τὸ θυμοειδὲς, ἐναργῶς ἐπιδείκνυται δι’ ὧν ὁ Χρύσιππος ἤδη πολλάκις εἴρηκε λόγων περιεχόμενον ἐν τῇ καρδίᾳ. ἡμεῖς δὲ εἰ περὶ τοῦ λογιζομένου παραπλησίας ταύταις ἢ καὶ σφοδροτέρας ἔτι προσθείημεν ἀποδείξεις ὑπὲρ τοῦ κατὰ τὴν κεφαλήν τε καὶ τὸν ἐγκέφαλον ὑπάρχειν αὐτὸ, τί ἄλλο ἢ τὸ Πλάτωνός τε καὶ
    333
    Ἱπποκράτους ἀποδειχθήσεται δόγμα, τὰς ἀποδείξεις ἀμφοτέρας ἡμῶν συνθέντων;

    Ἴσως οὖν ἄμεινον, ἐπειδὴ κατὰ τοῦτο τοῦ λόγου γεγόναμεν, ἀναμνῆσαι τῶν ἐπιστημονικῶν ἀποδείξεων, ὑπὲρ ὧν ἐπὶ πλέον ἐν τῷ πρὸ τούτου διελέχθην ὑπομνήματι, τὰ λήμματα δεικνὺς, ἐξ ὧν ἄν τις ἀποδείξειε τὸ προκείμενον. ἦν δ’ αὐτὸ τὸ κεφάλαιον ἐκ τῶν ὑπαρχόντων καὶ συμβεβηκότων ἑκατέρῳ τῶν σπλάγχνων κατὰ τὴν οὐσίαν τοῦ ζητουμένου πράγματος ἄρχεσθαι χρῆναι. καὶ δὴ τὰ ὑπάρχοντά τε καὶ συμβαίνοντα καθ’ ἑκάτερον ἰδίᾳ πάντα διήλθομεν ἔμπροσθεν. ἦν δὲ καὶ τούτων κεφάλαια ταῦτα· πρῶτον μὲν, ὡς τῶν αἴσθησίν τε καὶ κίνησιν τὴν κατὰ προαίρεσιν ἅπασι τοῖς τοῦ ζώου μέλεσι παραγόντων ὀργάνων, ἅπερ ὀνομάζεται νεῦρα, τὸν ἐγκέφαλον ἀρχὴν ὑπάρχειν συμβέβηκεν, ὥσπερ τῶν ἀρτηριῶν τὴν καρδίαν· ἔπειτα δ’, ὅτι, θλιφθεισῶν μὲν ἢ τρωθεισῶν τῶν κατὰ τὸν ἐγκέφαλον κοιλιῶν, ὅλον τὸ ζῶον αὐτίκα γίνεται καρῶδες, οὐ μὴν ἀπόλλυταί γε οὔτε ἡ κατὰ τὰς ἀρτηρίας, οὔτε ἡ κατὰ τὴν

    334
    καρδίαν κίνησις, ὥσπερ γε κᾀπειδὰν ὁμοίως τὴν καρδίαν διαθῶμεν, αἱ μὲν κατὰ τὰς ἀρτηρίας κινήσεις παραβλάπτονται, τὸ δὲ ὅλον ζῶον οὔτε εἰς αἴσθησιν οὐδεμίαν οὔτε κίνησιν οὐδὲν φαίνεται βλαπτόμενον. ἐπεδείξαμεν δὲ καὶ ὡς οὐδέτερον οὐδετέρῳ χορηγεῖ τῶν εἰρημένων δυνάμεων, οὔθ’ ἡ καρδία τῷ ἐγκεφάλῳ τῆς αἰσθητικῆς τε καὶ κατὰ προαίρεσιν κινητικῆς, οὔθ’ ὁ ἐγκέφαλος τῇ καρδίᾳ τῆς σφυγμικῆς, ἀλλ’ ἔστιν ἑκάτερον τῶν μορίων ἑκατέρας δυνάμεως οἷον πηγή τις. ἐνδείκνυται δ’ ὁ λόγος ἤδη καὶ τὴν ἀπὸ τῶν νοσημάτων μαρτυρίαν, ὑπὲρ ἧς ἐν τοῖς ἑξῆς ἐπὶ πλέον ἐροῦμεν. ἐγκεφάλου μὲν γὰρ πάσχοντος, ἕτοιμον παραφρονῆσαί τε καὶ ἀκίνητον καὶ ἀναίσθητον γενέσθαι τὸ ζῶον, καρδίας δὲ, συγκοπῆναι μὲν καὶ ἀπολέσθαι, τῶν προειρημένων δ’ οὐδὲ ἓν παθεῖν. εἴπερ οὖν οὕτως ταῦτ’ ἔχει, καθάπερ ἔχει, καὶ οἱ λέγοντες, ἐκ καρδίας πεφυκέναι τὰ νεῦρα, λέγειν μὲν δύνανται τοῦτο καὶ γράφειν, ὥσπερ καὶ ἄλλα πολλὰ λέγουσί τε καὶ γράφουσιν, οὐ μὴν ἐπί γε τῶν ζώων ἐναργῶς δεικνύναι.
    335
    τὴν μὲν γὰρ λεγομένην ἀρχὴν, ἀφ’ ἧς τὰ νεῦρα πέφυκεν, ἐγκέφαλον ἀναγκαῖον ὑπάρχειν· ὅσα δὲ Χρύσιππος ἐπὶ πλεῖστον μηκύνων ἐπὶ τῆς καρδίας διεξῆλθεν, οὐ τὸ λογίζεσθαι δείκνυσι τὸ σπλάγχνον, ἀλλὰ τὸ θυμοῦσθαι, καὶ τὸ φοβεῖσθαι, καὶ τὸ λυπεῖσθαι, καὶ πάνθ’ ὅσα τοῦ θυμοειδοῦς τῆς ψυχῆς ἐστιν ἔργα τε καὶ πάθη.