De temperamentis

Galen

Galen, De temperamentis, Helmreich, Teubner, 1904

Ὅτι μὲν οὖν ἕκαστον τῶν ἐνεργείᾳ θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν ἢ τῷ τὴν ἄκραν δεδέχθαι ποιότητα τοιοῦτον εἶναί φαμεν ἢ ἐπικρατήσει τινὸς ἐξ αὐτῶν ἢ πρὸς τὸ σύμμετρον ὁμογενὲς παραβάλλοντες ἢ πρὸς ὁτιοῦν τῶν ἐπιτυχόντων, ἔμπροσθεν εἴρηται. δέδεικται δὲ καί, ὡς ἄν τις μάλιστα δύναιτο διαγιγνώσκειν ἀκριβῶς αὐτά. λοιπὸν δ’ ἂν εἴη περὶ τῶν δυνάμει τοιούτων διελθεῖν αὐτὸ πρότερον ἐξηγησαμένους τοὔνομα τί ποτε σημαίνει τὸ δυνάμει. σύντομος δὲ καὶ ῥᾴστη καὶ σαφὴς ἡ ἐξήγησις. ὃ γὰρ ἂν ὑπάρχῃ μὲν μήπω τοιοῦτον, οἷον λέγεται, πέφυκε δὲ γενέσθαι [τοιοῦτον], δυνάμει φαμὲν ὑπάρχειν αὐτό, λογικὸν μὲν τὸν ἄρτι γεγενημένον ἄνθρωπον, πτηνὸν δὲ τὸν ὄρνιν, καὶ θηρατικὸν μὲν τὸν κύνα, ταχὺν δὲ τὸν ἵππον, ὅπερ ἔσεσθαι πάντως ἕκαστον αὐτῶν μέλλει μηδενὸς τῶν ἔξωθεν ἐμποδὼν αὐτῷ γενομένου, τοῦθ’ ὡς ὂν ἤδη λέγοντες. ὅθεν οἶμαι καὶ δυνάμει ταῦτα πάντα φαμὲν ὑπάρχειν, οὐκ ἐνεργείᾳ. τέλειον μὲν γάρ τι καὶ ἤδη παρὸν ἡ ἐνέργεια· τὸ δυνάμει δ’ ἀτελές τι καὶ μέλλον ἔτι καὶ οἷον ἐπιτήδειον μὲν εἰς τὸ γενέσθαι, μήπω δ’ ὑπάρχον ὃ λέγεται. οὔτε γὰρ τὸ βρέφος

87
ἤδη λογικόν, ἀλλ’ ἔσεσθαι μέλλει, οὔθ’ ὁ γεγενημένος ἄρτι κύων ἤδη θηρατικός, ὅς γε μηδὲ βλέπει μηδέπω, τῷ δύνασθαι δ’, εἰ τελειωθείη, θηρᾶν οὕτως ὀνομάζεται. κυριώτατα μὲν οὖν ἐκεῖνα μόνα δυνάμει λέγομεν, ἐφ’ ὧν ἡ φύσις αὐτὴ πρὸς τὸ τέλειον ἀφικνεῖται μηδενὸς τῶν ἔξωθεν ἐμποδὼν αὐτῇ γενομένου, ἤδη δὲ καὶ ὅσαι προσεχεῖς ὗλαι τῶν γιγνομένων εἰσίν. οὐδὲν δὲ διοίσει προσεχῆ λέγειν ἢ οἰκείαν ἢ ἰδίαν· ἐξ ἁπάντων γὰρ αὐτῶν δηλοῦται τὸ πλησίον καὶ μὴ διὰ μέσης ἄλλης μεταβολῆς, οἷον εἰ τὸ αἷμα δυνάμει σάρκα προσαγορεύοις ἐλαχίστης μεταβολῆς δεόμενον εἰς σαρκὸς γένεσιν. οὐ μὴν τό γ’ ἐν τῇ γαστρὶ πεπεμμένον σιτίον ὕλη προσεχὴς σαρκὸς ἀλλὰ διὰ μέσου τοῦ αἵματος· ἔτι δὲ μᾶλλον ἡ μάζα καὶ ὁ ἄρτος ἐπὶ πλέον ἀποκεχώρηκε· τριῶν γὰρ δεῖται μεταβολῶν εἰς σαρκὸς γένεσιν. ἀλλ’ ὅμως καὶ ταῦτα δυνάμει λέγεται σὰρξ καὶ πρὸ τούτων ἀὴρ καὶ πῦρ καὶ ὕδωρ καὶ γῆ καὶ ἡ τούτων αὐτῶν ὕλη κοινή. ταυτὶ μὲν οὖν ἅπαντα καταχρωμένων ἢ μᾶλλον ἢ ἧττον λέγεται. ὁ δὲ πρῶτος τρόπος ὁ κυριώτατός ἐστι τῶν δυνάμει τόδε τι λεγομένων ὑπάρχειν, ἐφεξῆς δ’ ὁ κατὰ τὴν οἰκείαν ὕλην, οἷον εἰ τὴν ἀναθυμίασιν τὴν καπνώδη φλόγα λέγοις ὑπάρχειν ἢ τὸν ἀτμὸν ἀέρα δυνάμει. λέγεται δέ ποτε δυνάμει καὶ τὸ τῷ κατὰ συμβεβηκὸς ἀντιδιαιρούμενον, οἷον εἰ τὴν ψυχρολουσίαν ἐπ’ εὐσάρκου νέου θερμαίνειν τις φαίη τὸ σῶμα κατὰ συμβεβηκός, οὐκ οἰκείᾳ δυνάμει. Κατὰ τοσούτους δὴ τρόπους καὶ τὰ δυνάμει θερμὰ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ λεχθήσεται καὶ ζητηθήσεται δεόντως, τί δή ποτε καστόριον ἢ εὐφόρβιον ἢ πύρεθρον ἢ στρουθίον ἢ νίτρον ἢ μίσυ θερμὰ λέγομεν ἢ θριδακίνην ἢ κώνειον ἢ μανδραγόραν ἢ σαλαμάνδραν ἢ μήκωνα ψυχρά· πότερον τοῖς εἰρημένοις τρόποις ὑποπέπτωκεν ἢ κατ’ ἄλλον
88
τινὰ λέγεται μηδέπω διῃρημένον. ἄσφαλτος μὲν γὰρ καὶ ῥητίνη καὶ στέαρ ἔλαιόν τε καὶ πίττα δυνάμει θερμά, διότι ῥᾳδίως ἐνεργείᾳ γίγνεται θερμά· καὶ γὰρ ἐκφλογοῦται τάχιστα καὶ τοῖς σώμασιν ἡμῶν προσαγόμενα θερμαίνει σαφέστατα. χαλκῖτις δὲ καὶ μίσυ καὶ νᾶπυ καὶ νίτρον ἄκορόν τε καὶ μῆον καὶ κόστος καὶ πύρεθρον ἡμῖν μὲν προσαγόμενα θερμαίνειν φαίνεται τὰ μὲν μᾶλλον αὐτῶν, τὰ δ’ ἧττον, οὐ μὴν ἐκφλογοῦσθαι πέφυκεν. ἢ παραλογίζονται σφᾶς αὐτοὺς οἱ τοῦτο μόνον ἐπισκοποῦντες, εἰ μὴ ῥᾳδίως ἐκφλογοῦνται; ἐχρῆν γὰρ οὐχ οὕτως, ἀλλ’ εἰ μηδ’ ἀνθρακοῦνται σκοπεῖν, ὡς οὐδέν γ’ ἧττον φλογὸς ὁ ἄνθραξ πῦρ. ἀλλ’ ἡ μὲν φλὸξ ἀέρος ἐκπυρωθέντος ἤ τινος ἀερώδους σώματος, ὁ δ’ ἄνθραξ γῆς ἤ τινος γεώδους γίγνεται. καὶ δὴ μέχρι τοῦδε συμφωνεῖν ὁ λόγος ἔοικεν ἑαυτῷ πάντη· φαίνεται γὰρ ὅσα πυρὸς ἁπτόμενα φάρμακα ῥᾳδίως ἐκπυροῦται, ταῦτα καὶ ἡμᾶς θερμαίνοντα, πλὴν εἴ τι διὰ τὸ παχυμερὲς εἶναι μὴ παραδέχεται ῥᾳδίως εἴσω τὸ σῶμα. διορισθήσεται γὰρ ἐπὶ πλέον ὑπὲρ τούτων ἐν τοῖς περὶ φαρμάκων δυνάμεως. ὅσα μέντοι τὸ σῶμα τὸ ἡμέτερον φαίνεται θερμαίνοντα, ταῦθ’ ἑτοίμως ἐκπυροῦται. πῶς οὖν, φασίν, ἁπτομένοις οὐ φαίνεται θερμά; τοῦτο δ’ οὐκ οἶδα, τίνος ἕνεκα λέγουσιν. εἰ μὲν γὰρ ἐνεργείᾳ τε καὶ ἤδη θερμὸν ἐλέγομεν ἕκαστον τῶν εἰρημένων ὑπάρχειν, ἦν ἂν δήπου θαυμαστόν, ὅπως ἁπτομένοις οὐ φαίνεται θερμά. νυνὶ δὲ τῷ δύνασθαι γενέσθαι ῥᾳδίως θερμὰ δυνάμει προσαγορεύομεν τὰ τοιαῦτα. θαυμαστὸν οὖν οὐδὲν [πέπονθεν], εἰ μήπω θερμαίνει τοὺς ψαύοντας
89
αὐτῶν. ὡς γὰρ οὐδὲ τὸ πῦρ αὔξει τὰ ξύλα πρὶν ὑπ’ αὐτοῦ νικηθέντα μεταβληθῆναι καὶ τοῦτο πάντως ἔν τινι χρόνῳ γίγνεται, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ τὴν ἐν τοῖς ζῴοις θερμασίαν τὰ φάρμακα, εἰ μὴ πρότερον ὑπ’ αὐτῆς ἐκείνης μεταβληθείη. καθ’ ἕτερον μὲν γὰρ τρόπον ὁ παρὰ πυρὶ θαλπόμενος ἢ ἐν ἡλίῳ θερμαίνεται, καθ’ ἕτερον δ’ ὁ ὑφ’ ἑκάστου τῶν εἰρημένων φαρμάκων· ἐκεῖνα μὲν γὰρ ἐνεργείᾳ θερμά, τῶν φαρμάκων δ’ οὐδέν. οὔκουν οὐδὲ θερμαίνειν ἡμᾶς δύναται πρὶν ἐνεργείᾳ γενέσθαι τοιαῦτα, τὸ δ’ ἐνεργείᾳ παρ’ ἡμῶν αὐτῶν λαμβάνει, καθάπερ οἱ ξηροὶ κάλαμοι παρὰ τοῦ πυρός. οὕτω δὲ καὶ τὰ ξύλα ψυχρὰ μὲν ἅπαντα κατά γε τὴν ἑαυτῶν φύσιν, ἀλλὰ τὰ μὲν ξηρότερά τε καὶ σμικρὰ ῥᾳδίως εἰς πῦρ μεταβάλλει, τὰ δ’ ὑγρότερά τε καὶ μεγάλα χρόνου δεῖται πλείονος. Οὐδὲν οὖν θαυμαστόν, εἰ καὶ τὰ φάρμακα πρῶτον μὲν εἰς λεπτὰ καὶ σμικρὰ καταθραυσθῆναι δεῖται, δεύτερον δὲ χρόνῳ τινὶ κἂν ἐλαχίστῳ τοῖς σώμασιν ἡμῶν ὁμιλῆσαι πρὸς τὸ γενέσθαι θερμά. σὺ δ’, εἰ μήτε καταθραύσας αὐτὰ μήτε θερμήνας πρότερον ἀξιοῖς ἤδη φαίνεσθαι θερμά, τί ποτε σημαίνει τὸ δυνάμει θερμόν, ἐπιλελῆσθαί μοι δοκεῖς· ὡς ἐνεργείᾳ γοῦν θερμὰ βασανίζεις αὐτά. καὶ μὴν οὐδ’ ἐκεῖνο θαυμαστόν, εἰ θερμανθῆναι δεῖται πρότερον, ἵν’ ἀντιθερμήνῃ. γίγνεται γὰρ δὴ τοῦτο καὶ κατὰ τὴν τῶν ξύλων εἰκόνα. τὴν γοῦν ἀποσβεννυμένην φλόγα διασώζει θ’ ἅμα καὶ αὔξει θερμαινόμενα πρότερον ὑπ’ ἐκείνης αὐτῆς. οὔκουν
90
ἀπεικός ἐστιν οὐδὲ τὴν ἐν τοῖς ζῴοις θερμασίαν οἷον τροφῇ τινι χρῆσθαι τοῖς τοιούτοις φαρμάκοις ὡς τὸ πῦρ τοῖς ξύλοις. οὕτω γὰρ δὴ καὶ φαίνεται γιγνόμενον. εἰ δὲ κατεψυγμένῳ σώματι περιπάττοις ὁτιοῦν αὐτῶν ἀκριβῶς λεπτὸν ἐργασάμενος, οὐδ’ ὅλως θερμαίνεται καὶ διὰ τοῦτο τρίβομεν ἐπὶ πλεῖστον τὰ κατεψυγμένα μόρια τοῖς τοιούτοις φαρμάκοις, ἅμα μὲν ἀνάπτοντες τῇ τρίψει θερμασίαν, ἅμα δ’ ἀραιὸν ἐργαζόμενοι τὸ τέως ὑπὸ τῆς ψύξεως πεπυκνωμένον, ἵν’ εἴσω τε δύῃ τὸ φάρμακον ὁμιλοῦν τε τῷ συμφύτῳ τοῦ ζῴου θερμῷ μεταβάλληταί τε καὶ θερμαίνηται. καὶ γὰρ εἰ μόριον αὐτοῦ τι σμικρότατον ἐνεργείᾳ κτήσαιτο τὴν θερμασίαν, εἰς ἅπαν οὕτω διαδίδωσι κατὰ τὸ συνεχές, ὡς εἰ καὶ τῆς δᾳδὸς ἅψαις τὸ ἄκρον ἀπὸ σμικροῦ σπινθῆρος· ἅπασαν γὰρ καὶ ταύτην ἐπινέμεται ῥᾳδίως τὸ πῦρ οὐδὲν ἔτι τοῦ σπινθῆρος δεόμενον. ἕκαστον οὖν τῶν δυνάμει θερμῶν οὔπω μὲν ἐν τῇ φύσει πλεονεκτοῦν ἔχει τὸ θερμὸν τοῦ ψυχροῦ, πλησίον δ’ ἤδη τοῦ πλεονεκτεῖν ἐστιν, ὥστε βραχείας τῆς ἔξωθεν ἐπικουρίας δεῖσθαι πρὸς τὸ κρατῆσαι, καὶ ταύτην αὐτῷ ποτε μὲν ἡ τρῖψις ἱκανὴ παρασχεῖν ἐστι, ποτὲ δ’ ἤτοι τὸ πῦρ ἤ τι τῶν φύσει θερμῶν σωμάτων ἁπτόμενον τούτου. Οὐδὲν οὖν θαυμαστὸν οὐδὲ διὰ τί τὰ μὲν εὐθὺς ἅμα τῷ ψαῦσαι τοῦ σώματος ἡμῶν ἀντιθερμαίνειν αὐτὸ πέφυκε, τὰ δ’ ἐν πλείονι χρόνῳ δρᾷ τοῦτο. καὶ γὰρ καὶ τῶν πλησιαζόντων τῷ πυρὶ τὰ μὲν εὐθὺς ἐξάπτεται, καθάπερ ἡ θρυαλλὶς καὶ ἡ δᾲς ἡ λεπτὴ ἥ τε πίττα καὶ ὁ κάλαμος ὁ ξηρός, τὰ δ’, εἰ μὴ πολλῷ χρόνῳ πλησιάσειεν, οὐ νικᾶται, καθάπερ τὸ ξύλον τὸ χλωρόν. ἀλλὰ μᾶλλον ἐκεῖνο διελέσθαι δικαιότερον, οὗ τὴν μὲν ἀπόδειξιν ἐν τοῖς Περὶ φυσικῶν 
91
δυνάμεων ἐροῦμεν, ἐξ ὑποθέσεως δ’ ἂν ἕνεκα τῶν παρόντων καὶ νῦν αὐτῷ χρησαίμεθα, τέτταρας μὲν εἶναι παντὸς σώματος δυνάμεις, ἑλκτικὴν μὲν τῶν οἰκείων μίαν, ἑτέραν δὲ τὴν τούτων αὐτῶν καθεκτικὴν καὶ τρίτην 〈τὴν〉 ἀλλοιωτικὴν καὶ τετάρτην ἐπ’ αὐταῖς τὴν τῶν ἀλλοτρίων ἀποκριτικήν, εἶναί τε ταύτας τὰς δυνάμεις ὅλης τῆς οὐσίας ἑκάστου τῶν σωμάτων, ἣν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ κεκρᾶσθαί φαμεν. ἐπειδὰν δὲ κατὰ μίαν ἡντινοῦν τῶν ἐν αὑτῷ ποιοτήτων τὸ σῶμα μεταβάλλῃ τὸ πλησιάζον, οὔτε καθ’ ὅλην ἐνεργεῖν αὑτοῦ τηνικαῦτα τὴν οὐσίαν ὑποληπτέον οὔτ’ ἐξομοιωθῆναι δύνασθαι [ποτὲ] τὸ μεταβαλλόμενον· ὥστ’ οὐδὲ θρέψειεν ἄν ποτε τὸ οὕτω μεταβληθὲν οὐδὲν τῶν μεταβαλλόντων. εἰ δ’ ἱκανῶς μεταβάλλοι, τουτέστι καθ’ ὅλην αὑτοῦ τὴν οὐσίαν ἐνεργῆσαν, ἐξομοιώσειεν ἂν οὕτως ἑαυτῷ καὶ τραφείη πρὸς τοῦ μεταβληθέντος· οὐδὲ γὰρ ἄλλο τι θρέψις ἐστὶ παρὰ τὴν τελείαν ὁμοίωσιν.

Ἐπειδὴ δὲ ταῦτα διώρισται, πάλιν ἐκεῖθεν ἀρκτέον τοῦ λόγου. τῶν ζῴων ἕκαστον οἰκείαις τρέφεται τροφαῖς· οἰκεία δ’ ἐστὶν ἑκάστῳ τροφὴ πᾶν ὅ τι ἂν ἐξομοιωθῆναι δύνηται τῷ τρεφομένῳ σώματι. χρὴ τοίνυν ὅλην τὴν οὐσίαν τοῦ τρέφοντος ὅλῃ τῇ τοῦ τρεφομένου φύσει κοινωνίαν τέ τινα καὶ ὁμοιότητα κεκτῆσθαι, πάντως οὐκ ὀλίγης οὐδ’ ἐνταῦθα τῆς κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ὑπαρχούσης διαφορᾶς· τὰ μὲν γὰρ μᾶλλον οἰκεῖά τ’ ἐστὶ καὶ ὅμοια, τὰ

92
δ’ ἧττον, ὥστε καὶ τῆς κατεργασίας τὰ μὲν ἰσχυροτέρας τε καὶ πολυχρονιωτέρας, τὰ δ’ ἀσθενεστέρας θ’ ἅμα καὶ ὀλιγοχρονιωτέρας προσδεῖσθαι, τὸ μὲν ὀρνίθειον ἐλάττονος, τὸ δὲ χοίρειον πλείονος, τὸ δὲ βόειον ἔτι πλείονος. ἐλαχίστης δὲ δεῖται μεταβολῆς εἰς ἐξομοίωσιν ὁ οἶνος, ὅθεν καὶ τρέφει καὶ ῥώννυσι τάχιστα. πάντως μὲν οὖν καὶ τοῦτον ὁμιλῆσαι χρὴ τοῖς πεπτικοῖς ὀργάνοις, γαστρί τε καὶ ἥπατι καὶ φλεψίν, ἐν οἷς ἂν προκατεργασθεὶς τρέφειν ἤδη δύναιτο τὸ σῶμα· πρὶν δὲ τῆς ἐν τούτοις μεταβολῆς ἐπιτυχεῖν οὐχ οἷόν τ’ αὐτῷ τροφὴν ζῴου γενέσθαι, κἂν εἰ δι’ ὅλης ἡμέρας καὶ νυκτὸς ἐπικείμενος ἔξωθεν εἴη τῷ χρωτί. πολὺ δὲ δὴ μᾶλλον ἄρτος ἔξωθεν ἐπικείμενος ἢ τεῦτλον ἢ μάζα τρέφειν ἀδύνατα. τὰ μὲν οὖν ὁμοιούμενα πάντη τροφαί, τὰ δ’ ἄλλα σύμπαντα φάρμακα καλεῖται. διττὴ δὲ καὶ τούτων ἡ φύσις· ἢ γὰρ οἷάπερ ἐλήφθη διαμένοντα νικᾷ καὶ μεταβάλλει τὸ σῶμα, καθ’ ὃν τρόπον ἐκεῖνο τὰ σιτία, καὶ πάντως ταῦτα τὰ φάρμακα δηλητήριά τε καὶ φθαρτικὰ τῆς τοῦ ζῴου φύσεώς ἐστιν, ἢ μεταβολῆς ἀρχὴν παρὰ τοῦ σώματος λαβόντα σήπεται τοὐντεῦθεν ἤδη καὶ διαφθείρεται κἄπειτα συνδιασήπει τε καὶ συνδιαφθείρει τὸ σῶμα· δηλητήρια δ’ ἐστὶν ἔτι καὶ ταῦτα. τρίτον δ’ ἐπ’ αὐτοῖς ἐστιν εἶδος φαρμάκων τῶν ἀντιθερμαινόντων μὲν τὸ σῶμα, κακὸν δ’ οὐδὲν ἐργαζομένων καὶ τέταρτον, ὅσα καὶ ποιοῦντά τι καὶ πάσχοντα νικᾶται
93
τῷ χρόνῳ καὶ τελέως ἐξομοιοῦται. συμπέπτωκε δὲ τούτοις ἅμα τε φαρμάκοις εἶναι καὶ τροφαῖς. Θαυμαστὸν δ’ οὐδέν, εἰ βραχείας ἀφορμῆς ἔνια λαβόμενα μεγίστην ἐκτροπὴν ἴσχει τῆς ἀρχαίας φύσεως. ὁρᾶται γοῦν καὶ τῶν ἔξω πολλὰ τοιαῦτα. κατὰ μέν γε τὴν ἐπὶ τῆς Ἀσίας Μυσίαν οἰκία ποτὲ κατεκαύθη τρόπῳ τοιῷδε· κόπρος ἀπέκειτο περιστερῶν ἤδη σεσηπυῖα καὶ τεθερμασμένη καὶ ἀτμὸν ἀναπέμπουσα καὶ ἁπτομένοις ἱκανῶς θερμή. ταύτης δὲ πλησίον ἦν, ὡς καὶ ψαύειν ἤδη, θυρὶς ἔχουσα ξύλα νεωστὶ καταληλιμμένα ῥητίνῃ πολλῇ. θέρους οὖν μέσου λάβρος ἥλιος προσβαλὼν ἐξῆψε τὴν ῥητίνην τε καὶ τὰ ξύλα. κἀντεῦθεν ἤδη θύραι τινὲς ἕτεραι πλησίον ὑπάρχουσαι καὶ θυρίδες ἔναγχος ἐξαληλιμμέναι ῥητίνῃ ῥᾳδίως τε διεδέξαντο τὸ πῦρ καὶ μέχρι τῆς ὀροφῆς ἐξέτειναν. ἐπεὶ δ’ ἅπαξ ἐκείνης ἡ φλὸξ ἐλάβετο, ταχέως ἐπὶ πᾶσαν ἐνεμήθη τὴν οἰκίαν. οὕτω δέ πως, οἶμαι, καὶ τὸν Ἀρχιμήδην φασὶ διὰ τῶν πυρείων ἐμπρῆσαι τὰς τῶν πολεμίων τριήρεις. ἀνάπτεται δ’ ἑτοίμως ὑπὸ πυρείου καὶ ἔριον καὶ στυπεῖον καὶ θρυαλλὶς καὶ νάρθηξ καὶ πᾶν ὅ τι ἂν ὁμοίως ᾖ ξηρόν τε καὶ χαῦνον. ἐξάπτουσι δὲ φλόγα καὶ λίθοι παρατριβόμενοι καὶ μᾶλλον ἢν θείου τις αὐτοῖς ἐπιπάσσῃ. καὶ τὸ τῆς Μηδείας δὲ φάρμακον τοιοῦτον ἦν. πάντα γοῦν ἀνάπτεται προσβαλλούσης θερμασίας οἷς ἂν ἐπαλειφθῇ. σκευάζεται δ’ ἐκεῖνο διά τε θείου καὶ τῆς ὑγρᾶς ἀσφάλτου. καὶ μὲν δὴ καὶ ὡς θαῦμά τις ἐδείκνυ· ἀποσβεννὺς λύχνον αὖθις ἧπτε τοίχῳ προσφέρων· ἕτερος δὲ λίθῳ προσέφερεν· ἐτεθείωτο δ’ ἄρα
94
καὶ ὁ τοῖχος καὶ ὁ λίθος. καὶ ὡς ἐγνώσθη τοῦτο, θαυμαστὸν οὐκέτ’ ἦν τὸ γιγνόμενον. Πάντ’ οὖν ταῦτα τὰ φάρμακα θερμὰ μὲν οὔπω τελέως ἐστίν, ἐπιτηδειότατα μέντοι πρὸς τὸ γενέσθαι θερμὰ καὶ διὰ τοῦτο δυνάμει θερμὰ λέγεται. περὶ μὲν δὴ τούτων οὐδὲν ἄπορον, ἀλλ’ οὐδὲ διὰ τί πινόμενος μὲν ὁ οἶνος ἱκανῶς θερμαίνει τὸ σῶμα, κατὰ δὲ τοῦ δέρματος ἐπιτιθέμενος οὐ θερμαίνει. δέδεικται γὰρ ὀλίγῳ πρότερον οὐχ ἁπλῶς ὡς θερμὸν φάρμακον ἀλλ’ ὡς οἰκεία τροφὴ θερμαίνων τὸ ζῷον. ὡς γὰρ αἱ τοῦ πυρὸς ἐπιτήδειοι τροφαὶ τὸ πῦρ αὔξουσιν, οὕτω καὶ τῶν φύσει θερμῶν σωμάτων ὅ τί περ ἂν οἰκεία τε καὶ σύμφυτος ὑπάρχῃ τροφὴ ῥώσει τε πάντως αὐτὰ καὶ τὴν ἔμφυτον αὐξήσει θερμασίαν. καὶ τοῦτο μὲν ἁπάσης τροφῆς κοινόν· οἴνῳ δ’ ἴδιον ἐξαίρετον ὑπάρχει τὸ τάχος τῆς μεταβολῆς ὡς δᾳδὶ καὶ θρυαλλίδι καὶ στυπείῳ καὶ πίττῃ. καὶ δὴ καὶ τῆς εἰκόνος ἐχόμενοι τοῦ πυρὸς ἀναμνησθῶμεν αὖθις ξύλων ὑγρῶν, ἃ τροφὴ μέν ἐστι καὶ αὐτὰ τοῦ πυρός, ἀλλ’ οὐκ εὐθὺς οὐδ’ ἐκ τοῦ παραχρῆμα, καὶ διὰ τοῦτ’ ἐπιβληθέντα [πολλάκις] τῷ πυρὶ κατακρύπτει τε τὴν φλόγα καὶ μάλιστ’ ἂν ἀσθενὴς ὑπάρχῃ καὶ σμικρά, καὶ κίνδυνον ἐπάγει φθορᾶς. οὕτως οὖν κἀν τοῖς ζῴοις ὅσα τῶν ἐδεσμάτων, ἵν’ ἐξομοιωθῇ τελέως καὶ θρέψῃ τὸ σῶμα, χρόνου δεῖται, ψῦχος μᾶλλον ἐπάγειν ἢ θάλπος ἐν τῷ παραυτίκα φαίνεται. θερμαίνει μὴν ἐν τῷ χρόνῳ καὶ ταῦτα, παραπλησίως τοῖς ἄλλοις ἐδέσμασιν, εἰ μόνον αὐτοῖς προσγένοιτο τὸ θρέψαι τὸ σῶμα. τροφὴ γὰρ ἅπασα κατὰ τὸν ἑαυτῆς λόγον αὔξει τὸ τοῦ ζῴου θερμόν. εἰ δὲ καταποθείη
95
μὲν ὡς τροφή, μὴ μέντοι κρατηθείη μηδ’ ἐξομοιωθείη, τοῦτ’ ἐκεῖνο τὸ πρὸς Ἱπποκράτους εἰρημένον, εἴη ἂν ὄνομα τροφῆς, ἔργον δ’ οὐχί. τριχῶς γὰρ τῆς τροφῆς λεγομένης, ὡς καὶ τοῦτ’ αὐτὸς ἐδίδαξεν εἰπών· "τροφὴ δὲ τὸ τρέφον, τροφὴ καὶ τὸ οἷον τροφὴ καὶ τὸ μέλλον", ἡ μὲν ἤδη τρέφουσα καὶ προστιθεμένη καὶ μηκέτι μέλλουσα κυρίως ὀνομάζεται τροφὴ καὶ θερμαίνει πάντως τὸ τρεφόμενον σῶμα, τῶν δ’ ἄλλων οὐδετέρα, διότι μηδὲ τροφὴ κυρίως ἐστίν, ἀλλὰ τὸ μὲν οἷον τροφή, τὸ δ’ ὅτι μέλλει τοιοῦτον γενήσεσθαι. ταῦτ’ ἄρα καὶ αὐτὸς ὁ οἶνος οὐκ ἀεὶ θερμαίνει τὸ ζῷον, ὥσπερ οὐδὲ τοὔλαιον ἀνάπτει τὴν φλόγα, καίτοι γ’ οἰκειοτάτη τροφὴ πυρὸς ὑπάρχον, ἀλλ’ ἐὰν ἀσθενεῖ καὶ σμικρᾷ φλογὶ καταχέῃς ἔλαιον ἀθρόον καὶ πολύ, καταπνίξεις καὶ τελέως ἀποσβέσεις αὐτὴν μᾶλλον ἢ αὐξήσεις. οὕτως οὖν καὶ ὁ οἶνος, ἐπειδὰν πολὺς ὡς μὴ κρατεῖσθαι πίνηται, τοσοῦτον ἀποδεῖ τοῦ θερμαίνειν τὸ ζῷον, ὥστε καὶ πάθη ψυχρότατα γεννᾷ· ἀποπληξίαι γοῦν καὶ παραπληξίαι καὶ κάροι καὶ κώματα καὶ παραλύσεις ἐπιληψίαι τε καὶ σπασμοὶ καὶ τέτανοι ταῖς ἀμέτροις οἴνου πόσεσιν ἕπονται, ψυχρὰ σύμπαντα πάθη. καθόλου γὰρ ὅσα τῶν εἰς τὸ σῶμα λαμβανομένων ὡς τροφὴ θερμαίνει, ταῦθ’ εὕροις ἄν ποτε καὶ ψύχοντα, καθότι καὶ τὴν φλόγα πρὸς τῆς αὐτῆς ὕλης οὐκ αὐξανομένην μόνον, ἀλλὰ καὶ σβεννυμένην ἐνίοτε. ταυτὶ μὲν οὖν ἔοικεν ὁμολογεῖν ἅπαντα τοῖς τε περὶ τῶν στοιχείων καὶ τοῖς περὶ τῶν κράσεων λογισμοῖς.

Ἐκεῖνο δ’ ἂν ἴσως δόξειε διαφέρεσθαι τό τινα τῶν ἐσθιομένων ἐν τροφῆς χρείᾳ κατὰ τοῦ δέρματος ἐπιτιθέμενα 

96
διαβιβρώσκειν τε καὶ ἑλκοῦν αὐτό, καθάπερ νᾶπυ καὶ τάριχος σκόροδά τε καὶ κρόμυα. καίτοι καὶ τοῦτο συμφωνεῖ τοῖς ἐξ ἀρχῆς ὑποκειμένοις· ἅμα μὲν γὰρ ὅτι μεταβάλλεται καὶ ἀλλοιοῦται κατά τε τὴν γαστέρα πεττόμενα κἀν ταῖς φλεψὶν αἱματούμενα, πρὸς δὲ τούτοις καὶ διότι μὴ μένει καθ’ ἕνα τόπον, ἀλλ’ εἰς πολλὰ μερίζεται πάντη φερόμενα, καὶ πρὸς τούτοις διότι μίγνυται καὶ χυμοῖς πολλοῖς καὶ τοῖς ἅμ’ αὐτοῖς λαμβανομένοις σιτίοις, ἔτι τε πρὸς τούτοις ὅτι διὰ ταχέων ἥ τε πέψις αὐτῶν γίγνεται καὶ ἡ διάκρισις, ὡς τὸ μὲν οἰκεῖον ἐξομοιωθῆναι, τὸ δὲ περιττὸν ἐν αὐτοῖς καὶ δριμὺ διὰ γαστρὸς θ’ ἅμα καὶ οὔρων καὶ ἱδρώτων ἐκκριθῆναι, διὰ ταῦτα πάντα τὸ ἔξωθεν ἑλκοῦν ἐσθιόμενον οὐχ ἑλκοῖ. καίτοι κἂν εἰ τῶν εἰρημένων ἓν ὁτιοῦν ὑπῆρχεν αὐτοῖς, ἱκανὸν ἂν ἦν δήπουθεν ἀβλαβῆ φυλάξαι τὰ ἐντός, οἷον, εἰ τύχοι, τὸ μεταβάλλειν πρῶτον. εἰ γὰρ οὐ μένει τὸ νᾶπυ τοιοῦτον, οἷον ἔξωθεν ἐλήφθη, δῆλον, ὡς οὐδὲ τὴν δύναμιν αὐτοῦ μένειν ἀξιώσεις· εἰ δὲ καὶ διακρίνεται καὶ καθαίρεται, πολὺ δὴ καὶ μᾶλλον. ἤρκει δὲ καὶ τὸ μὴ χρονίζειν ἐν ἑνὶ χωρίῳ. φαίνεται γὰρ οὐδὲ περὶ τὸ δέρμα δρᾶσαί τι δυνάμενον ἄνευ χρόνου πλείονος. ἀλλὰ καὶ τὸ μίγνυσθαι πολλοῖς ἑτέροις σιτίοις οὐ σμικρὸν οὐδ’ αὐτό. γνοίης δ’ ἄν, εἰ μόνον αὐτὸ προσενέγκοις χωρὶς τῶν ἄλλων σιτίων, ὅσην ἀνίαν τε καὶ δῆξιν ἐπιφέρει τῇ γαστρί. καὶ μὲν δὴ κἂν εἰ πολλοῖς γλυκέσι χυμοῖς ἀναμίξας αὐτὸ κατὰ τοῦ δέρματος ἐπιθείης, οὐδὲν ἐργάσεται φαῦλον. ὁπότ’ οὖν ἕκαστον τῶν εἰρημένων ἱκανόν ἐστι καθ’ ἑαυτὸ κωλῦσαι τὸ νᾶπυ δρᾶσαί τι τοιοῦτον ἐντός, οἷον ἐκτὸς ἔδρα περὶ τὸ δέρμα, πολὺ δήπου μᾶλλον οἶμαι πάνθ’ ἅμα συνελθόντα.
97
καὶ γὰρ ἀλλοιοῦται πεττόμενον καὶ διακρίνεται καὶ καθαίρεται καὶ πολλοῖς ἑτέροις ἀναμίγνυται καὶ μερίζεται πολλαχῇ καὶ πάντη φέρεται καὶ χρονίζει κατ’ οὐδὲν τῶν μορίων. ὅτι δ’, εἴπερ ἔμενε δριμύ, πάντως ἂν ἥλκωσε καὶ τὰ ἐντός, ἐκ τῶν αὐτομάτων ἑλκῶν ἐπιγνώσῃ. γίγνεται γὰρ πολλοῖς πολλάκις τοῖς μὲν ἐξ ἐδεσμάτων μοχθηρῶν, τοῖς δ’ ἔκ τινος ἐν αὐτῷ τῷ σώματι διαφθορᾶς καὶ σηπεδόνος ἡ καλουμένη κακοχυμία καὶ τούτοις ἐνίοτε μὲν ἑλκοῦταί τι καὶ τῶν ἐντός, ὡς τὰ πολλὰ δὲ τῷ τὴν φύσιν ἀποτρίβεσθαι τὰ κατὰ τὴν ἕξιν περιττώματα πρὸς τὸ δέρμα τοῦθ’ ἑλκοῦται πολλοῖς καὶ συνεχέσιν ἕλκεσι. καρκῖνός τε γὰρ καὶ φαγέδαινα καὶ ἕρπης ὁ ἀναβιβρωσκόμενος ἄνθρακές τε καὶ τὰ χειρώνεια καὶ τηλέφεια καλούμενα καὶ ἄλλαι μυρίαι γενέσεις ἑλκῶν ἔκγονοι τῆς τοιαύτης εἰσὶ κακοχυμίας. οὔτ’ οὖν τῶν τοιούτων οὐδὲν ἄπορον οὔτε διὰ τί τῶν φαρμάκων ἔνια μὲν οὐδὲν ἡμᾶς ἔξωθεν ἀδικοῦντα μέγα τι κακὸν ἐργάζεται καταποθέντα. τινὰ δὲ πολλάκις μὲν ἔβλαψεν εἴσω ληφθέντα, πολλάκις δ’ ὠφέλησεν· ἔνια δ’ οὐ μόνον ἔσωθεν ἀλλὰ καὶ ἔξωθεν ἀδικεῖ. συλλήβδην δ’ εἰπεῖν οὐδὲν ὁμοίως ἔσωθέν τε καὶ ἔξωθεν ἐνεργεῖν πέφυκεν. οὔτε γὰρ ὁ τοῦ λυττῶντος κυνὸς ἀφρὸς οὔθ’ ὁ τῆς ἀσπίδος οὔθ’ ὁ τῆς ἐχίδνης ἰός, οἳ δὴ καὶ χωρὶς ἕλκους ἔξωθεν προσπεσόντες ἀδικεῖν πεπίστευνται, τὴν ἴσην ἔχουσι δύναμιν ἢ τῷ δέρματι μόνον ὁμιλήσαντες ἢ εἴσω μεταληφθέντες. οὐ μὴν οὐδ’ ἐκεῖνο θαυμάζειν ἄξιον, εἴ τινων φαρμάκων οὐκ ἐξικνεῖται πρὸς τὸ βάθος ἡ δύναμις· οὐ γὰρ ἀναγκαῖον ἅπαντα τὴν αὐτὴν ἔχειν ἰσχύν. εἰ δὲ πολλὰ τῶν εἴσω λαμβανομένων ἐν μὲν τῷδε τῷ καιρῷ καὶ μετὰ τοσῆσδε ποσότητος καὶ τῆς πρὸς τάδε μίξεως ὠφέλησεν, ἀκαίρως δὲ καὶ πολλὰ καὶ ἄμικτα
98
ληφθέντα βλάβην ἤνεγκεν, οὐδὲν οὐδ’ ἐντεῦθεν ἀπόρημα τῷ λόγῳ. καὶ γὰρ καὶ τοῖς σιτίοις ὑπάρχει τοῦτό γε καὶ τῷ πυρὶ καὶ πᾶσιν ὡς οὕτω φάναι τοῖς προσπίπτουσι τῷ σώματι. συμμέτρου γοῦν φλογὸς ἔστιν ὅτε δεόμεθα καὶ χρώμενοι μεγάλως πρὸς αὐτῆς ὀνινάμεθα καίτοι τῆς ἀμέτρου καιούσης ἡμᾶς. οὕτω δὲ καὶ ψυχροῦ πόσις ἡ μὲν σύμμετρος ὀνίνησιν, ἡ δ’ ἄμετρος ἐσχάτως βλάπτει. τί τοίνυν θαυμαστὸν εἶναί τι φάρμακον οὕτω δυνάμει θερμόν, ὡς, εἰ μὲν πολύ τε λαμβάνοιτο καὶ κενῷ τῷ σώματι προσφέροιτο, διαβιβρώσκειν τε καὶ κατακαίειν αὐτό, εἰ δὲ παντελῶς ὀλίγον εἴη ἢ καὶ σὺν τοῖς κολάζουσι τὴν ἰσχὺν αὐτοῦ, πρὸς τῷ βλάπτειν μηδὲν ἔτι καὶ θερμαῖνον ὠφελεῖν; ὀπὸν γοῦν ἤτοι τὸν Κυρηναϊκὸν ἢ τὸν Μηδικὸν ἢ τὸν Παρθικὸν αὐτὸν καθ’ ἑαυτὸν οὐκ ἔνεστιν ἀλύπως λαβεῖν· ἀλλ’ εἰ παντελῶς ὀλίγος ἢ σὺν ἄλλοις ἐν καιρῷ προσήκοντι ληφθείη, μεγάλως ὠφελεῖ. Ταυτὶ μὲν οὖν ὅσα θερμαίνει τὸ σῶμα, μεταβολῆς ἀρχὴν ἐν αὐτῷ λαβόντα, καθότι πρόσθεν ἐρρέθη, πάλιν ἀντιθερμαίνειν αὐτὸ πέφυκεν· ὅσα δὲ ψύχει, καθάπερ ὀπὸς μήκωνος, οὐ μεταβάλλεται πρὸς τοῦ σώματος οὐδ’ ἐπ’ ὀλίγον, ἀλλ’ εὐθὺς αὐτὸ νικᾷ καὶ μεταβάλλει, κἂν εἰ θερμήνας αὐτὰ δοίης. ἔστι γὰρ ἡ σφῶν αὐτῶν φύσις ψυχρά, καθότι καὶ τὸ ὕδωρ ὀρθῶς οὖν καὶ τοῦτο σὺν πολλοῖς ἄλλοις ὑπ’ Ἀριστοτέλους εἴρηται, τὸ τῶν θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν σωμάτων τὰ μὲν εἶναι καθ’ ἑαυτὰ τοιαῦτα, τὰ δὲ κατὰ συμβεβηκός, οἷον καὶ τὸ ὕδωρ καθ’ ἑαυτὸ μὲν ψυχρόν, κατὰ συμβεβηκὸς δέ ποτε καὶ θερμόν. ἀλλ’ ἡ μὲν ἐπίκτητος
99
αὐτοῦ θερμασία ταχέως ἀπόλλυται, μένει δ’ ἡ σύμφυτος ψυχρότης. ὡς οὖν ὕδωρ θερμὸν ἐπιβληθὲν φλογὶ κατασβέννυσιν αὐτήν, οὕτω καὶ τὸ μηκώνιον εἰ καὶ ὅτι μάλιστα θερμήνας δοίης, ἀποψύξεις τε τὴν ἐν τῷ ζῴῳ θερμασίαν καὶ κίνδυνον ἐπάξεις θανάτου. πάντ’ οὖν τὰ τοιαῦτα φάρμακα βραχέα τε διδόμενα καὶ σὺν τοῖς κολάζειν αὐτῶν τὸ σφοδρὸν τῆς ψύξεως δυναμένοις ἔστιν ὅτε χρείαν τινὰ παρέχει τοῖς σώμασιν ἡμῶν, ὡς ἐν τοῖς περὶ φαρμάκων εἰρήσεται. καὶ γὰρ δὴ καὶ τὸ διὰ τῶν κανθαρίδων φάρμακον ἱκανῶς ὀνίνησι τοὺς ὑδερικούς, καίτοι τοὐπίπαν ἑλκοῖ τὴν κύστιν ἡ κανθαρίς· ἀλλ’ ἐπειδὰν ὑπό τε τῶν μιχθέντων αὐτῇ κολασθῇ καὶ σώματι προσάγηται παμπόλλην ὑγρότητα περιέχονται, κενοῖ διὰ τῶν οὔρων αὐτό. μάλιστ’ οὖν χρὴ προσέχειν τὸν νοῦν ἐν ἅπασι τοῖς δυνάμει θερμοῖς ἢ ψυχροῖς εἶναι λεγομένοις, εἴτε τῆς φύσεώς ἐστι τῶν τρέφειν δυναμένων εἴτε μόνην ἀφορμὴν ἀλλοιώσεως λαμβάνοντα κἄπειτα κατὰ τὴν οἰκείαν φύσιν ἀλλοιούμενα διατίθησί πως τὸ σῶμα καὶ τρίτον ἐπὶ τούτοις, εἰ μηδ’ ὅλως ἀλλοιοῦται πρὸς αὐτοῦ κατὰ μηδέν. εἰ μὲν γὰρ ἐκ τοῦ γένους εἴη τῶν τρεφόντων, εἰ μὲν κρατηθείη, θερμαίνει, μὴ κρατηθέντα δὲ ψύχει· εἰ δὲ τῶν ἐπ’ ὀλίγον ποσὸν ἀλλοιουμένων, θερμαίνει μαίνει πάντως, εἰ δὲ τῶν μηδ’ ὅλως, ψύχει μάλιστα.

Προσέχειν δ’, ὡς εἴρηται, μάλιστα καὶ διορίζεσθαι τὰ καθ’ ἑαυτὰ τῶν κατὰ συμβεβηκός, οὐκ ἐπὶ θερμῶν καὶ ψυχρῶν μόνον, ἀλλ’ οὐδὲν ἧττον αὐτῶν ἐφ’ ὑγρῶν τε καὶ ξηρῶν. ἔνια γὰρ τῶν τοιούτων ξηρὰ ταῖς οὐσίαις ὑπάρχοντα πολλῷ θερμῷ τακέντα φαντασίαν ὑγρότητος ἔλαβεν ὡς χαλκὸς καὶ σίδηρος, ἢ καθ’ ἑαυτὰ μέν ἐστιν ὑγρὰ καθάπερ ὁ κρύσταλλος, ἀκράτῳ δὲ ψύξει πλησιάσαντα ξηρὰ

100
φαίνεται. χρὴ τοίνυν ἁπάντων τούτων τὴν κρίσιν οὐχ ἁπλῶς ποιεῖσθαι, καθότι κἀν τοῖς ἔμπροσθεν ἐλέγομεν, ἀλλὰ μετὰ τοῦ συνεπισκέπτεσθαι, πῶς ἔχει θερμότητος ἢ ψυχρότητος· εἰ μὲν γὰρ ὀλίγης μετέχοντα θερμότητος ὅμως ὑγρὰ φαίνοιτο, διὰ τὴν οἰκείαν φύσιν ἐστὶ τοιαῦτα, κἂν εἰ μετὰ δαψιλοῦς θερμασίας, ξηρά. τὰ δ’ ἤτοι ῥέοντα μετὰ θερμότητος ζεούσης ἢ πεπηγότα διὰ ψῦξιν ἄκρατον, οὐ καθ’ ἑαυτὰ νομίζειν εἶναι τὰ μὲν ὑγρά, τὰ δὲ ξηρά. ταύτῃ τ’ οὖν διαιρεῖσθαι τὰ καθ’ ἑαυτὰ τῶν κατὰ συμβεβηκὸς ἀναφέροντά τε πρὸς αὐτὰ ταῦτα τὴν κρίσιν οὕτω ποιεῖσθαι τῶν δυνάμει θερμῶν ἢ ψυχρῶν ἢ ξηρῶν ἢ ὑγρῶν. οὐ γὰρ πρὸς τὸ κατὰ συμβεβηκὸς ἀλλὰ πρὸς τὸ καθ’ ἑαυτὸ κρίνεσθαι χρὴ τὸ δυνάμει. κοινὴ δ’ ἐπὶ πάντων ἡ κρίσις καὶ μία τὸ τάχος τῆς ἀλλοιώσεως. ὁμωνύμως δὲ λεγομένου τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ· τὸ μὲν γὰρ κατ’ ἐπικράτησιν οὕτως ὀνομάζεται, τὸ δ’ ὡς ἄκραν ἔχον ἧς παρονομάζεται ποιότητα· εἰς ὁπότερον ἂν αὐτῶν ἑτοίμως μεθίστηται τὸ κρινόμενον, ἔσται δυνάμει τοιοῦτον. ἔλαιον γοῦν ἐστι δυνάμει θερμόν, ὅτι ῥᾳδίως φλὸξ γίγνεται, κατὰ ταὐτὰ δὲ καὶ ῥητίνη καὶ πίττα καὶ ἄσφαλτος, οἶνος δέ, διότι ῥᾳδίως αἷμα γίγνεται, κατὰ ταὐτὰ δὲ καὶ μέλι καὶ κρέας καὶ γάλα. Ταυτὶ μὲν οὖν ὅλαις ἀλλοιούμενα ταῖς οὐσίαις τροφαὶ τῶν ἀλλοιούντων εἰσί· τὰ δὲ κατὰ μίαν ἡντινοῦν ποιότητα τὴν ἀλλοίωσιν ἴσχοντά τε καὶ παρέχοντα φάρμακα μόνον, ὥσπερ γε καὶ ὅσα ταῖς ὅλαις ἑαυτῶν οὐσίαις ἄτρεπτα μένοντα διατίθησί πως τὸ σῶμα, φάρμακα μέν ἐστι καὶ ταῦτα, 
101
χαλεπὰ δὲ καὶ φθαρτικὰ τῆς τοῦ ζῴου φύσεως. ὅθενπερ οἶμαι τὸ γένος αὐτῶν ἅπαν ὀνομάζεται δηλητήριον. οὐ γὰρ δὴ διὰ τοῦτό γε λεκτέον οὐκ εἶναι τῷ γένει δηλητήρια τὰ τοιαῦτα, διότι παντελῶς ἐλάχιστα προσαχθέντα βλάβην οὐδεμίαν αἰσθητὴν ἐπιφέρει· οὕτω γὰρ ἂν οὐδὲ τὸ πῦρ εἴη θερμὸν οὐδ’ ἡ χιὼν ψυχρά, ὡς καὶ τούτων γε τὰ παντάπασι σμικρὰ σαφὲς οὐδὲν ἀποτελεῖ περὶ τοῖς σώμασιν ἡμῶν πάθος. σπινθῆρος γὰρ ἑνὸς ἑκατοστὸν μέρος ἐστὶ μὲν πάντως τῷ γένει πῦρ, ἀλλ’ οὐ μόνον οὐκ ἂν ἡμᾶς καύσειεν ἢ θερμήνειεν, ἀλλ’ οὐδ’ ἂν αἴσθησίν τινα παράσχοι προσπεσόν. οὕτω δὲ καὶ τὸ τῆς ψυχρᾶς ῥανίδος ἑκατοστὸν μέρος οὐ μόνον οὐδὲν ἂν βλάψειεν ἢ ψύξειεν, ἀλλ’ οὐδ’ ἂν αἴσθησίν τινα παράσχοι. μὴ τοίνυν οὕτω μηδὲ τὰ δηλητήρια κρίνειν, ἀλλὰ τῇ τῆς ὅλης φύσεως ἐναντιώσει, τὴν δ’ ἐναντίωσιν ἐκ τῆς ἐν μέσῳ κρίνειν μεταβολῆς. οἷον εὐθέως ἀπὸ τῶν στοιχείων οὔθ’ ὕδωρ εἰς πῦρ οὔτε πῦρ εἰς ὕδωρ μεταβάλλειν πέφυκεν, ἀλλ’ εἰς ἀέρα μὲν ἄμφω, ἐκεῖνος δ’ εἰς ἑκάτερα, εἰς ἄλληλα δὲ ταῦτ’ οὐδαμῶς. ἄμεσος μὲν οὖν ἡ εἰς ἀέρα μεταβολὴ τοῦ ὕδατος, ὡσαύτως δὲ καὶ τοῦ πυρός· οὐκ ἄμεσος δ’ ἡ πυρὸς καὶ ὕδατος εἰς ἄλληλα. ταῦτ’ οὖν ἀλλήλοις ἐστὶν ἐναντία καὶ πολέμια. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ὀπὸς μήκωνος ἀνθρωπείῳ σώματι τελέως ἐστὶν ἐναντίος οὐδὲν εἰς αὐτὸν οὔτε κατὰ μίαν ποιότητα δρᾶσαι δυναμένῳ οὔτε πολὺ δὴ μᾶλλον ἔτι καθ’ ὅλην τὴν οὐσίαν. Ἕν μὲν δὴ τὸ γένος τοῦτο τῶν δηλητηρίων. ἕτερον δὲ τῶν ἀφορμὴν μέν τινα μεταβολῆς λαμβανόντων ἐκ τῆς ἐν ἡμῖν θερμασίας, εἰς πολυειδεῖς δ’ ἐντεῦθεν ἐκτρεπομένων ἀλλοιώσεις, ὑφ’ ὧν διαφθείρεσθαι τὴν φύσιν ἡμῶν συμβέβηκε.
102
πάντα γὰρ τὰ τοιαῦτα τῷ γένει δηλητήρια, κἂν διὰ σμικρότητά ποτε μηδὲν αἰσθητὸν ἀπεργάζηται. τὰ μὲν δὴ διαβιβρώσκοντα καὶ σήποντα καὶ τήκοντα τὴν τοῦ σώματος ἡμῶν φύσιν εἰκότως ὀνομάζεται δυνάμει θερμά, τὰ δ’ αὖ ψύχοντα καὶ νεκροῦντα ψυχρά. τὰ μὲν οὖν πρότερα παράλογον οὐδὲν οὔτ’ αὐτὰ πάσχειν οὔτε τοῖς σώμασιν ἡμῶν ἐναπεργάζεσθαι δοκεῖ. θερμῷ γὰρ σώματι πλησιάσαντα καί τινα ῥοπὴν ἀλλοιώσεως ἐντεῦθεν λαβόντα τὰ μὲν εἰς ἐσχάτην ἀφικνεῖται θερμότητα, τὰ δ’ εἰς σηπεδόνα. διατίθησιν οὖν εἰκότως καὶ τὰ τῶν ζῴων σώματα κατὰ τὴν ἑαυτῶν διάθεσιν. ὅσα δὲ ψύχει [τὸ σῶμα], κἂν θερμήνας αὐτὰ προσενέγκῃς, ἀπορίαν οὐ σμικρὰν ἐπιφέρει, τίνος ποτὲ φύσεώς ἐστιν. εἰ γὰρ ἅπαξ ἐνεργείᾳ θερμὰ γέγονε, τί οὐ θερμαίνει τὸ ζῷον; ἢ εἰ μήπω τεθέρμανται, πῶς φαίνεται θερμά; λύσις δὲ τῆς ἀπορίας, εἰ διορισθείη τὸ καθ’ αὑτὸ ψυχρὸν τοῦ κατὰ συμβεβηκός, ὡς Ἀριστοτέλης ἐδίδαξεν. ἀπόλλυται γὰρ ἐν τάχει τῶν κατὰ συμβεβηκὸς θερμῶν ἡ ἐπίκτητος διάθεσις, ὥστ’ εἰς τὴν ἀρχαίαν αὐτὰ φύσιν ἐπανέρχεσθαι ῥᾳδίως. ἐν δὲ τῷ πλησιάζειν ἡμῖν τὰ φύσει μὲν ψυχρά, κατὰ συμβεβηκὸς δὲ θερμά, δύο ταῦτ’ ἐξ ἀνάγκης γίγνεται· τὸ μὲν ἐπίκτητον αὐτῶν ἀπόλλυται θερμόν, ἡ δ’ οἰκεία κρᾶσις οὐδὲν ὑπὸ τῆς ἡμετέρας πάσχουσα μένει ψυχρά. καὶ τί θαυμαστόν, εἰ μήκωνος ὀπὸς ἢ μανδραγόρας ἢ κώνειον ἤ τι τῶν τοιούτων, εἰ καὶ θερμανθέντα προσενεχθείη, μικρὸν ὕστερον γίγνεται ψυχρά, πτισάνης καὶ γάλακτος καὶ χόνδρου καὶ ἄρτου ταὐτὸν τούτοις πασχόντων, ἐπειδὰν εἰς ἄρρωστον ἐμπεσόντα γαστέρα μὴ κρατηθῇ πρὸς αὐτῆς. ἐμεῖται γοῦν πολλάκις ἱκανῶς ψυχρά. καὶ τό γε τούτου μεῖζον, ὃ δὴ καὶ Ἱπποκράτης ἐπεσημήνατο, καίτοι χυμὸς ὂν ἤδη τὸ φλέγμα κἀκ τῶν σιτίων τῶν μὴ πεφθέντων
103
ἐν τῇ γαστρὶ γεννώμενον ὅμως ψυχρὸν ἁπτομένοις φαίνεται οὐ μόνον ἐν τῇ γαστρὶ συστὰν ἀλλὰ κἀκ τῶν φλεβῶν αὐτῶν ὑπό τινος τῶν καθαιρόντων φαρμάκων ἑλχθέν. καίτοι γε γλισχρότατόν ἐστι φύσει καὶ βιαίως ἄγεται, ἀλλ’ ὅμως οὐδ’ ἡ βία τῆς ὁλκῆς ἐκθερμαίνειν αὐτὸ δύναται. τί οὖν θαυμαστόν, εἰ καὶ τὸ μηκώνιον, οὕτως ἐναντίον ἡμῶν τῇ φύσει φάρμακον, ἀποψύχεται μὲν αὐτίκα μάλα, κἂν θερμὸν ποθῇ, συγκαταψύχει δ’ ἑαυτῷ τὸ σῶμα; τὴν μὲν γὰρ ἐπίκτητον οὐ φυλάττει θερμασίαν, ὅτι φύσει ψυχρὸν ἦν· τῷ δὲ μηδ’ ἀλλοιοῦσθαι τὴν οὐσίαν αὐτοῦ πρὸς ἡμῶν ἀλλὰ μᾶλλον ἀλλοιοῦν τε καὶ μεταβάλλειν ἡμᾶς οὔτ’ ἐκθερμαίνεταί που πρὸς ἡμῶν αὐτό τε διατίθησιν ἡμᾶς καθ’ ἑαυτό· ψυχρὸν οὖν ὑπάρχον φύσει ψύχει δήπου καὶ ἡμᾶς· οὔκουν οὐκέτ’ ἄπορον οὐδὲν ὑπόλοιπον ἐν τῷ λόγῳ. καὶ γὰρ δὴ καὶ ὅτι τούτων ἁπάντων τῶν φύσει ψυχρῶν ὅ τι ἂν ἐπὶ πλέον ἐκθερμήνῃς, ἐξίσταται τῆς ἰδίας φύσεως, πρὸς τῷ μηδὲν ἄπορον ἔχειν ἔτι καὶ μαρτυρεῖ τοῖς προειρημένοις. ὡς γὰρ καὶ ἡ σαλαμάνδρα μέχρι μέν τινος οὐδὲν ὑπὸ πυρὸς πάσχει, κατακαίεται δ’, εἰ πλείονα χρόνον πλησιάσειεν, οὕτω καὶ μανδραγόρας καὶ κώνειον καὶ μηκώνιον καὶ ψύλλιον ἐπὶ βραχὺ μὲν ὁμιλήσαντα πυρὶ τὴν οἰκείαν ἔτι διαφυλάττει κρᾶσιν, ἐπὶ πλέον δὲ θερμανθέντα διαφθείρεται παραχρῆμα καὶ δρᾶν οὐκέτ’ οὐδὲν ὧν πρότερον ἐπεφύκει δύναται. Τῶν μὲν δὴ τοιούτων ἁπάντων ἡ φύσις ἐναντιωτάτη
104
τοῖς ἀνθρώποις ἐστί· φύσιν δ’ ὅταν εἴπω, τὴν ὅλην οὐσίαν τε καὶ κρᾶσιν λέγω τὴν ἐκ τῶν πρώτων στοιχείων, θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ· τῶν δέ γε τάχιστα τρεφόντων οἰκειοτάτη. τὰ δ’ ἄλλα πάντα μεταξὺ τούτων ἐστί, τὰ μὲν μᾶλλον, τὰ δ’ ἧττον δρᾶν καὶ πάσχειν ὑπὸ τοῦ σώματος ἡμῶν δυνάμενα, καστόριον μὲν καὶ πέπερι δρᾶν μᾶλλον ἢ πάσχειν [ὑπὸ τοῦ σώματος ἡμῶν δυνάμενα], οἶνος δὲ καὶ μέλι καὶ πτισάνη πάσχειν μᾶλλον ἢ δρᾶν. ἅπαντα γοῦν ταῦτα καὶ πάσχει τι καὶ δρᾷ περὶ τὸ σῶμα· καθ’ ὅλου γὰρ ἐπειδὰν εἰς ταὐτὸν ἀλλήλοις ἥκοντα δύο σώματα διαμάχηταί τε καὶ στασιάζῃ πρὸς ἄλληλα περὶ τῆς ἀλλοιώσεως ἐν χρόνῳ πλείονι, δρᾶν καὶ πάσχειν ἑκάτερον αὐτῶν ἀναγκαῖόν ἐστιν. ἴσως δέ, κἂν μὴ πάνυ πολλῷ χρόνῳ γίγνηται τοῦτο, δρᾷ μέν τι καὶ τότε τὸ νικώμενον εἰς τὸ κρατοῦν, ἀλλ’ οὕτω σμικρὸν ὡς λανθάνειν τὴν. αἴσθησιν. οὐδὲ γὰρ ὁ τμητικώτατος σίδηρος εἰ τὸν μαλακώτατον τέμνοι κηρὸν δι’ ὅλης ἡμέρας καὶ νυκτός, δυνατὸν αὐτῷ μὴ οὐκ ἀμβλεῖ γενέσθαι σαφῶς. οὕτω δήπου κἀκεῖνο καλῶς εἰρῆσθαι δοκεῖ Πέτρην κοιλαίνει ῥανὶς ὕδατος ἐνδελεχείῃ. καὶ γὰρ καὶ φαίνεται γιγνόμενον οὕτως· ἀλλ’ ἐπὶ μιᾶς ἢ καὶ δευτέρας προσβολῆς οὐδὲν οὔπω σαφὲς ἐν τοῖς τοιούτοις ἰδεῖν ἔστιν. ὅθεν οἶμαι καὶ τὸ μηδ’ ὅλως πάσχειν ἔνια πρὸς τῶν ὁμιλούντων ἐδοξάσθη τισὶ καὶ συγχωρητέον γε τοῖς οὕτω λέγουσι πολλάκις καὶ αὐτοὺς ὁμοίως ἐκείνοις λεκτέον ἐστὶ τὰ πολλὰ, πλὴν εἴ ποτε μέχρι τῆς ἐσχάτης ἀκριβείας ἀνάγοιμεν τὸν λόγον, ὥσπερ ἐν τῷ παρόντι ποιοῦμεν. οὕτως οὖν καὶ τὸ τῆς ἀειπαθείας δόγμα τῷ λόγῳ μὲν αὐτῷ μόνῳ σκοποῦσιν ἰσχυρὰν ἔχει τὴν ἀπόδειξιν. οὐ
105
μὴν χρεία γ’ αὐτοῦ τίς ἐστιν πρὸς τὰς κατὰ μέρος πράξεις. ἂν γὰρ οὕτω σμικρά τινα περὶ ἡμᾶς ᾖ πάθη διὰ παντός, ὡς μηδεμίαν αἰσθητὴν καὶ σαφῆ βλάβην ἐνεργείας ἐργάζεσθαι μηδεμιᾶς, εὐκαταφρόνητα δήπουθέν ἐστι καὶ τῷ μηδ’ εἶναι φάσκοντι τὰ τοιαῦτα συγχωρητέον. οὕτως οὖν ἔχει κἀπὶ τῶν τρεφόντων ὀλίγου δεῖν ἁπάντων. ἐργάζεται μὲν γάρ τι καὶ αὐτὰ περὶ τὸ σῶμα τῶν ἀνθρώπων, ἀλλ’ οὐκ αἰσθητὸν οὐδὲ σαφὲς εἰσάπαξ. ἡ μέντοι πολυχρόνιος αὐτῶν προσφορὰ μεγάλως ἀλλοιοῖ καὶ μεταβάλλει σαφῶς ἤδη τὰ σώματα. ἔνια μέν γε καὶ κατὰ τὴν πρώτην χρῆσιν εὐθὺς ἐναργῶς ἐνδείκνυται τὴν ἀλλοίωσιν, οἷον καὶ ἡ θριδακίνη τοὺς μὲν ἐγκαιομένους τὴν γαστέρα σαφῶς ἐμψύχουσά τε καὶ ἀδίψους ἐργαζομένη, τοὺς δὲ κατεψυγμένους ἐναργῶς βλάπτουσα. συντελεῖ δ’ οὐ σμικρὰ καὶ τοῖς ὕπνοις οὐ κατ’ ἄλλον τινὰ λόγον, ἀλλ’ ἢ ὅτι ψυχρά τ’ ἐστὶ καὶ ὑγρὰ τὴν κρᾶσιν, ἀλλ’ οὕτω ψυχρὰ καὶ ὑγρὰ πρὸς ἄνθρωπόν τε καὶ τἆλλ’ ὅσα τρέφειν πέφυκεν ὡς καὶ τὰ ξύλα τὰ χλωρὰ πρὸς τὸ πῦρ. ὥστ’ εὐλόγως ἄμφω τοῖς τοιούτοις ἐδέσμασιν ὑπάρχει τὸ θ’ ὡς φαρμάκοις διατιθέναι τὰ σώμαθ’ ἡμῶν καὶ τὸ τρέφειν, παρ’ ὅλον μὲν τὸν χρόνον τῆς πέψεως ὡς φαρμάκοις· ἡνίκα δ’ ἤδη τρέφει τε καὶ τελέως ὁμοιοῦται, τότ’ οὐκέτ’ οὐδὲν ἡμᾶς ἀντιδρῶντα τὴν ἔμφυτον αὔξει θερμασίαν, ὡς καὶ πρόσθεν εἴρηται. κοινὸν γὰρ δὴ τοῦτο τῶν τρεφόντων ἁπάντων ἐστὶ καὶ οὐ χρὴ θαυμάζειν, εἴ τι, πρὶν μὲν ἐξομοιοῦσθαι καὶ τρέφειν, ἔτι πεττόμενον ἔψυξεν, ἐξομοιωθὲν δὲ καὶ θρέψαν ἐθέρμηνε, μεμνημένους ἀεὶ τοῦ τῶν χλωρῶν ξύλων παραδείγματος. ὥστε καὶ ἡ χρεία τῶν τοιούτων ἁπάντων διττὴ τοῖς ἰατροῖς ἐστι καὶ ὡς σιτίων καὶ ὡς φαρμάκων. φέρε γὰρ ὑπηλλάχθαι τινὶ τὴν ἀρίστην ἐν τῇ γαστρὶ κρᾶσιν 
106
ἐπὶ τὸ θερμότερον. οὗτος ἄχρι μὲν οὗ πέττει τὴν θριδακίνην, ἐμψυχθήσεται καὶ συμμετρίαν κτήσεται κράσεως· ἐπειδὰν δ’ ἐξ αὐτῆς ἤδη τρέφηται, τὴν οὐσίαν αὐξήσει τῆς ἐμφύτου θερμασίας. Ἐν τούτῳ δὴ καὶ μάλιστα δοκοῦσί μοι παραλογίζεσθαι σφᾶς αὐτοὺς οἱ πολλοὶ τῶν νεωτέρων ἰατρῶν ἀγνοοῦντες, ὡς ἐνίοτε μὲν ἡ ποιότης ἐπιτείνεται τῆς ἐν ἡμῖν θερμασίας, ἐνίοτε δ’ ἡ οὐσία παραύξεται καὶ ὡς ἑκατέρως οἱ παλαιοὶ θερμότερον γεγονέναι φασὶ τὸ ζῷον. καὶ γὰρ καὶ γίγνεται θερμότερον, ἄν τ’ ἐπιτείνῃς αὐτοῦ τὴν θερμασίαν ἄν τ’ αὐξήσῃς τὴν οὐσίαν, ἐν ᾗ πρώτῃ περιέχεται. φέρε γὰρ εἶναι τὸ αἷμα τὸ ἐν τῷ σώματι τοῦ ζῴου καθ’ ἑαυτὸ θερμὸν ἢ καὶ νὴ Δία, εἰ βούλει, τὴν ξανθὴν χολήν, ἅπαντα δὲ τἆλλα κατὰ συμβεβηκὸς ὑπάρχειν θερμὰ τῷ τούτων μετέχειν. ἆρ’ οὐκ ἀναγκαῖον ἔσται διττῶς γίγνεσθαι θερμότερον τὸ ζῷον ἤτοι τῷ πλείονας ἐπικτήσασθαι τοὺς θερμοὺς χυμοὺς ἢ τῷ θερμοτέρους ἔχειν ἢ πρότερον; ἐμοὶ μὲν καὶ πάνυ φαίνεται. κατὰ δὲ τὸν αὐτὸν οἶμαι τρόπον καὶ ψυχρότερον ἔσται διττῶς ἢ τῷ πλείονας ὑποτραφῆναι τοὺς ψυχροὺς χυμούς, οἷον τό τε φλέγμα καὶ τὴν μέλαιναν χολὴν ἢ τῷ τῆς αὐτῆς ἁπάντων μενούσης συμμετρίας ὑπαλλαχθῆναι μόνην τὴν ποιότητα. τί δὴ οὖν θαυμαστόν, ἄχρι μὲν ἂν πέττηται τὸ ψυχρὸν τῇ φύσει σιτίον, οἷον ἀνδράχνη τε καὶ θριδακίνη, ψυχρᾶς ποιότητος ἀναπίμπλασθαι τὸ σῶμα, πεφθέντων δ’ ἀκριβῶς καὶ γενομένων αἵματος χρηστοῦ θερμότερον αὖθις ἑαυτοῦ γίγνεσθαι τὸ σῶμα τῇ τοῦ θερμοῦ χυμοῦ γενέσει; καὶ μὴν εἰ μηδὲν τούτων μήτ’ ἀδύνατόν ἐστι μήτε θαυμαστὸν ἔτι, παυσάσθωσαν οἱ μὴ συγχωροῦντες ἓν καὶ ταὐτὸν ἔδεσμα καὶ τὴν ὡς τροφῆς καὶ τὴν ὡς φαρμάκου χρείαν τῷ ζῴῳ παρέχειν. ὡς γὰρ εἰ καὶ μηδ’ ὅλως
107
ἐπέφθη, διὰ παντὸς ἂν ἐφυλάχθη φάρμακον, οὕτω πεφθὲν ἄμφω γίγνεται. φέρε γὰρ μηδ’ ὅλως πεφθῆναι τὴν θριδακίνην ἢ νὴ Δία τὸν χυλὸν αὐτῆς, ἐπειδὴ καὶ παραπλήσια τῷ τῆς μήκωνος ὀπῷ δρᾷ τὸν ἄνθρωπον, εἰ πάμπολυς ληφθείη, ἆρ’ οὖν οὐ φάρμακον ἔσται τηνικαῦτα μόνον, ἄλλο δ’ οὐδέν; οὐκ οἶμαί τινα περί γε τούτου διαμφισβητήσειν· ὥστ’ ἔχει πάντως καὶ τὴν τοῦ φαρμάκου δύναμιν ἡ θριδακίνη. ἀλλὰ μὴν εἶχε καὶ τὴν τῆς τροφῆς· ἔθρεψε γὰρ πολλάκις· ὥστ’ ἀμφοτέρας μὲν ἅμα τὰς δυνάμεις ἐν ἑαυτῇ περιέχει, δείκνυσι δ’ οὐχ ὁμοίως ἀμφοτέρας, ἀλλ’ ἐπειδὰν μὲν αὐτὴ πλέον ἐνεργῇ περὶ τὸν ἄνθρωπον ἢ πάσχῃ, τὴν ὡς φαρμάκου μᾶλλον ἐπιδείκνυται δύναμιν, ἐπειδὰν δὲ πάσχῃ πλέον ἢ ποιῇ, τὴν ὡς σιτίου. καὶ τί θαυμαστόν, εἰ τῇ θριδακίνῃ καὶ δρᾶν καὶ πάσχειν συμβέβηκεν, ὅπου γε καὶ τῷ ξίφει, καθότι καὶ μικρὸν ἔμπροσθεν ἐλέγετο, μὴ μόνον δρᾶν εἰς τὸν κηρὸν ἀλλὰ καὶ πάσχειν ὑπάρχει. τῷ δ’ εἶναι πολὺ πλέον ὃ πέφυκε δρᾶν τοῦ πάσχειν λανθάνει θάτερον. ἀλλ’ εἰ σκληρότατον αὐτῷ παραβάλλοις σίδηρον, ἔμπαλίν σοι φανεῖται πάσχειν μᾶλλον ἢ δρᾶν, καίτοι δρᾷ μέν τι καὶ τότε, παρορᾶται δ’ ἡ δύναμις αὐτοῦ διὰ σμικρότητα. Θαρροῦντες οὖν ἐπὶ πάντων μὲν ἁπλῶς ἀποφαινόμεθα τῶν σιτίων, ὡς οὐ μόνον πάσχειν ὑπὸ τοῦ σώματος ἡμῶν ἀλλὰ καὶ δρᾶν εἰς αὐτὸ πέφυκεν· ἤδη δὲ καὶ περί τινων, οἷς ἐναργῶς καὶ σαφῶς ὑπάρχει τὸ δρᾶν, ὡς οὐ σιτία μόνον ἐστὶν ἀλλὰ καὶ φάρμακα. θριδακίνη μὲν οὖν καὶ τροφὴ καὶ φάρμακον ψυχρόν, εὔζωμον δὲ καὶ τροφὴ καὶ φάρμακον θερμόν. εἰ δὲ καὶ καστόριον ἐν τῷ χρόνῳ πέττεται, εἴη ἂν καὶ τοῦτο καὶ τροφὴ καὶ φάρμακον θερμόν· οὕτω
108
δὲ καὶ νᾶπυ καὶ πέπερι καὶ τῶν βοτανῶν ἄνηθόν τε καὶ πήγανον ὀρίγανόν τε καὶ γλήχων καὶ καλαμίνθη καὶ θύμβρα καὶ θύμος. πάντα γὰρ ταῦτα καὶ τροφαὶ καὶ φάρμακα θερμά, πρὶν μὲν εἰς αἷμα μεταβαλεῖν, ἔτι γε πεττόμενα, φάρμακα, μεταβληθέντα δ’ οὐκέτι μὲν φάρμακα, τροφαὶ δ’ ἤδη κατὰ τὸ δεύτερον δηλονότι τῆς τροφῆς σημαινόμενον, ὃ οὔπω μέν ἐστι τροφή, οἷον δὲ τροφή. Ὡς οὖν ἔμπροσθεν ἐπὶ τῆς θριδακίνης ὑπεθέμεθα μίαν μὲν κοιλίαν θερμοτέραν τοῦ δέοντος, ἑτέραν δὲ ψυχροτέραν, οὕτω καὶ νῦν ἐπὶ πάντων τῶν δυνάμει θερμῶν ὑποκείσθωσαν αἱ δύο κοιλίαι. τὴν μὲν οὖν ψυχροτέραν τοῦ δέοντος, ἄχρι περ ἂν ᾖ ἐν αὐτῇ περιεχόμενα καὶ πεττόμενα τὰ τοιαῦτα σύμπαντα, θερμανεῖ τε καὶ εἰς ἰσότητα κράσεως ἐπανάξει καὶ ὠφελήσει λόγῳ φαρμάκων, τὴν δ’ ἑτέραν τὴν θερμὴν ἐκπυρώσει τε καὶ μεγάλως βλάψει, καὶ ταύτας μὲν τὰς ἀλλοιώσεις ἐργάσεται κατὰ ποιότητα. πεφθέντα δ’ ἀκριβῶς καὶ μεταβληθέντα καὶ χρηστὸν αἷμα γενόμενα κατ’ οὐσίαν αὐξήσει τὸ ἔμφυτον τοῦ ζῴου θερμόν, οὐ κατὰ ποιότητα. καθ’ ὅλου γάρ, ἄν τε θερμὸν ἄν τε ψυχρὸν ᾖ τῇ δυνάμει τὸ σιτίον, ἐπειδὰν αἱματωθῇ, τὴν ἔμφυτον ὡσαύτως αὔξει θερμασίαν· ἄχρι δ’ ἂν ἄγηται μὲν εἰς αἵματος ἰδέαν, οὔπω δὲ τελέως αἷμα 〈γένηται〉, ψύχει καὶ θερμαίνει τὸ σῶμα δίκην φαρμάκου. ἅπας δ’ οὗτος ὁ λόγος ἐκ μιᾶς, ὡς ἔοικεν, ἀρχῆς ἤρτηται. διὸ καὶ φυλάττειν αὐτὴν ἀεὶ χρὴ καὶ μεμνῆσθαι διὰ παντός, ὡς ἕκαστον τῶν σωμάτων ἰδιότητά τινα κέκτηται κράσεως, οἰκείαν μὲν τῇδέ τινι τῇ φύσει, διαφερομένην
109
δὲ τῇδέ τινι, καὶ ὡς εἰ μὲν ἀλλοιώσειε τὸ οἰκεῖον εἰς τὴν ἑαυτοῦ φύσιν, αὐξήσει τὴν οὐσίαν οὕτω τῆς ἐν αὑτῷ θερμασίας· εἰ δ’ ἀλλοιωθείη, δυοῖν θάτερον αὐτῷ συμβήσεται, θερμαίνοντος μὲν τοῦ μεταβάλλοντος ἐπικτήσασθαί τινα θερμασίαν, μὴ θερμαίνοντος δὲ τὴν οἰκείαν ἀπολέσαι. δῆλον οὖν ἐκ τούτων, ὡς ἐν τῷ πρός τι σύμπαντ’ ἐστὶ τὰ τοιαῦτα. πρὸς γὰρ τὴν ἰδιότητα τῆς ἀλλοιούσης φύσεως ἕκαστον τῶν προσφερομένων ἢ τροφῆς ἢ φαρμάκου λόγον ἢ ἀμφοτέρων ὑφέξει, οἷον τὸ κώνειον τῷ ψαρὶ μὲν τροφή, φάρμακον δ’ ἀνθρώπῳ καὶ τοῖς μὲν ὄρτυξιν ἐλλέβορος τροφή, τοῖς δ’ ἀνθρώποις φάρμακον. ἡ μὲν γὰρ τῶν ὀρτύγων κρᾶσις ἐξομοιοῦν ἑαυτῇ δύναται τὸν ἐλλέβορον, ἡ δὲ τῶν ἀνθρώπων οὐ δύναται.

Φανερὸν οὖν ἤδη γέγονεν, ὡς ἡ κρίσις τῶν πρὸς ἡμᾶς ὑγρῶν ἢ ξηρῶν ἢ ψυχρῶν ἢ θερμῶν οὐκ ἔξωθέν ποθεν, ἀλλ’ ἐξ ὧν ἡμεῖς αὐτοὶ πάσχομεν ἀκριβῶς ἂν γίγνοιτο καὶ ὡς πρῶτον μὲν καὶ μάλιστα ταῦτ’ εἴη σκεπτέον, ἐφεξῆς δ’, εἴ τι δεήσειε, καὶ τὰ ἔξωθεν. εἰ μὲν γὰρ ἐναργὴς εἴη καὶ σαφὴς αἰσθήσει τοῦ προσαχθέντος ἡ ἐνέργεια φαρμάκου, ταύτῃ πιστευτέον ἀμελοῦντας τῶν ἄλλων ἁπάντων γνωρισμάτων· εἰ δ’ ἀμυδρὰ καὶ ἀσαφὴς ἢ ἐπίμικτος ἤ τιν’ ὅλως ἀμφισβήτησιν ἔχουσα, τηνικαῦτα καὶ πρὸς τὰ ἐκτὸς ἅπαντα κριτέον αὐτήν, οὔκουν οὐδὲ πρὸς ταῦτα πόρρωθεν, ἀλλ’ ἀπ’ αὐτῆς τοῦ ζητουμένου τῆς οὐσίας, οἷον εἰ τὸ ἔλαιον θερμόν, οὐχ ὅτι γλίσχρον ἢ ὠχρὸν ἢ κοῦφον, ἀλλ’ εἰ ῥᾳδίως ἐκφλογοῦται. τοῦτο γὰρ ἦν αὐτῷ τὸ δυνάμει θερμῷ εἶναι τὸ ταχέως μεταβάλλειν εἰς τὸ ἐνεργείᾳ θερμόν. κατὰ δὲ τὸν αὐτὸν τρόπον κἀπὶ τῶν ἡμετέρων σωμάτων οὐκ

110
εἰ παχυμερὲς ἢ λεπτομερὲς ἢ ὑγρὸν ἢ κοῦφον ἢ γλίσχρον ἢ ὠχρόν, ἀλλ’ εἰ θερμαίνει προσαγόμενον· οὕτω δ’ οὐδ’ εἰ γλυκὺ καὶ κοιλίαν ὑπάγον ἢ εὔρουν ἐργαζόμενον ἐν ταῖς φλεβοτομίαις, εἰ ἐπισταχθείη, τὸ αἷμα. καὶ γὰρ καὶ ταῦτα περιττὰ παρόν γε σκοπεῖν, εἰ θερμαίνει προσαγόμενον. εἰ μὲν οὖν ἐπισήμως τε καὶ ἰσχυρῶς ἐποίει τοῦτο, καθάπερ τὸ πέπερι, πρόδηλον ἂν ἦν πᾶσι καὶ ἀναμφισβήτητον· ἐπεὶ δ’ οὐκ ἰσχυρῶς, εὐλόγως εἰς ζήτησιν ἀφικνεῖται, πολὺ δὲ μᾶλλον ἐπὶ ῥοδίνου τε καὶ ὄξους ἠπόρηταί τε καὶ ἠμφισβήτηται τοῖς ἰατροῖς, εἴτε δυνάμει θερμὰ πέφυκεν εἴτε ψυχρά. Χρὴ τοίνυν ἐξευρεῖν τινας ἐφ’ ἅπασι τοῖς δυνάμει λεγομένοις ὑπάρχειν ἢ θερμοῖς ἢ ψυχροῖς ἢ ξηροῖς ἢ ὑγροῖς ἀκριβεῖς καὶ σαφεῖς διορισμούς, ὡς ἔμπροσθεν ἐπὶ τῶν ἐνεργείᾳ λεγομένων ἐποιησάμεθα. προσήκει δ’ οἶμαι τὴν ἀρχὴν ἀπὸ τῶν ἐναργεστάτων ποιήσασθαι· γυμνασάμενος γάρ τις ἐν τούτοις ῥᾷον ἀκολουθήσει τοῖς ἀσαφεστέροις. εὐθὺς οὖν ἐν τῷ προσφέρειν τῷ σώματι τόδε τι τὸ φάρμακον ἢ τὸ σιτίον ἀπηλλάχθω τὸ προσφερόμενον ἁπάσης σφοδρᾶς ἐπικτήτου θερμότητός τε καὶ ψύξεως. ὃν μὲν γὰρ ἐν τοῖς ἔμπροσθεν ἐποιησάμεθα διορισμόν, ἡνίκα τά θ’ ὑγρὰ καὶ τὰ ξηρὰ σώματα διαγιγνώσκειν ἐπεχειροῦμεν, οὗτος ἂν οὐδὲν ἧττον εἴη καὶ νῦν χρήσιμος ἐπὶ τῶν δυνάμει θερμῶν καὶ ψυχρῶν. εἴτε γὰρ δυνάμει ψυχρὸν ὂν τὸ προσφερόμενον ἐκθερμήναις σφοδρῶς εἴτε θερμὸν ὂν καταψύξαις, ἡ πρώτη τοῦ σώματος προσβολὴ τὴν αἴσθησιν ἀπὸ τῆς ἐπικτήτου διαθέσεως, οὐκ ἀπὸ τῆς οἰκείας τοῦ προσαχθέντος ἐργάσεται κράσεως. ἵν’ οὖν ἀκριβής τε καὶ εἰλικρινὴς ἡ 
111
φύσις ἐξετάζηται τοῦ προσαγομένου, χλιαρὸν ὡς οἷόν τε μάλισθ’ ὑπαρχέτω μηδεμίαν ἐπίσημον ἔξωθεν ἀλλοίωσιν εἰληφὸς ἤτοι θερμότητος ἢ ψύξεως σφοδρᾶς. Ἡ μὲν δὴ πρώτη παρασκευὴ τοῦ προσαγομένου φαρμάκου τοιαύτη γιγνέσθω. προσφερέσθω δὲ μὴ πάσῃ διαθέσει σώματος, ὅταν ἐξετάζῃς αὐτοῦ τὴν δύναμιν, ἀλλ’ ἁπλουστάταις ὡς ἔνι μάλιστα καὶ ἄκραις. εἰ μὲν οὖν ἐσχάτως θερμῇ διαθέσει προσαχθὲν αἴσθησιν ἐργάζοιτο ψύξεως, εἴη ἂν οὕτω γε ψυχρόν· ὡσαύτως δὲ καὶ εἰ τῇ ψυχρᾷ θερμὸν ἐν τῷ παραυτίκα φαίνοιτο, καὶ τοῦτ’ ἂν εἴη θερμόν. εἰ δ’ ἤτοι τῇ θερμῇ θερμὸν ἢ τῇ ψυχρᾷ ψυχρὸν φαίνοιτο, μὴ πάντως ἀποφαίνεσθαι τὸ μὲν θερμὸν εἶναι, τὸ δὲ ψυχρόν. ἐνίοτε γὰρ ἄκρως μέν ἐστιν ἡ διάθεσις θερμή, μετρίως δὲ ψυχρὸν ὂν τὸ φάρμακον οὔτ’ ἠλλοίωσεν αὐτὴν ἔτι τε πρὸς τούτῳ ψῦξαν καὶ πυκνῶσαν ἅπασαν τὴν ἐκτὸς ἐπιφάνειαν ἀπέκλεισεν εἴσω καὶ διαπνεῖσθαι τὸ θερμὸν ἐκώλυσε κἀκ τούτου μειζόνως ἐξεπύρωσε τὴν διάθεσιν. οὕτω δὲ κἂν εἰ τῇ ψυχρᾷ διαθέσει [τὸ] προσφερόμενον μηδεμίαν ἐπιφέροι θερμότητα, σκέπτεσθαι, μή τι μετρίως ὑπάρχον θερμὸν οὐδὲν ἔδρασεν εἰς τὴν ἄκρως θερμοῦ δεομένην διάθεσιν. οὔκουν οὔθ’ οὕτω χρὴ βασανίζεσθαι τῶν προσφερομένων φαρμάκων τὰς δυνάμεις οὔτ’ εἰ κατὰ συμβεβηκὸς ἐργάζοιτό τι καὶ μὴ καθ’ αὐτό. Κρίσις δὲ τοῦ κατὰ συμβεβηκὸς ἥ τε διάθεσις καὶ ὁ χρόνος· ἡ μὲν διάθεσις, εἰ ἁπλῆ καὶ μία· τῷ χρόνῳ δ’ ἡ κρίσις διορίζεται κατὰ τάδε. τὸ μὲν ἅμα τῷ προσενεχθῆναι ψύχειν ἢ θερμαίνειν ἐναργῶς φαινόμενον εἴη ἂν δήπου καθ’ ἑαυτό τε καὶ δι’ ἑαυτὸ τοιοῦτον· τὸ δ’ ἐν τῷ χρόνῳ τάχ’
112
ἂν ἔκ τινος συμβεβηκότος εἰς τοῦτ’ ἄγοιτο, καθάπερ "ἐπὶ τετάνου θέρεος μέσου νέῳ εὐσάρκῳ ὕδατος ψυχροῦ πολλοῦ κατάχυσις θέρμης ἐπανάκλησιν ποιέεται". ἀλλ’ ὅτι γε μὴ καθ’ ἑαυτὸ θερμαίνει τὸ ψυχρὸν ὕδωρ, δῆλον ἐκ τῆς πρώτης προσβολῆς· αἴσθησιν γὰρ ἐργάζεται ψύξεως καὶ μὲν δὴ καὶ ψύχει τὸ δέρμα, μέχρις ἂν ἐπιχέηται τούτῳ, καὶ τὴν θερμασίαν οὔτ’ ἐπὶ πάντων σωμάτων οὔτ’ ἐν τῷ καταχεῖσθαι παρέχεται, ἀλλ’ ἐπὶ μόνων εὐσάρκων νέων ἐν θέρει μέσῳ μετὰ τὸ παύσασθαι καταχέοντας. ὥσπερ οὖν οἷς προσπίπτει τὸ ψυχρὸν ὕδωρ, ἐκ τοῦ παραχρῆμα ψύχει ταῦτα, κἂν ἔμψυχα κἂν ἄψυχα τὰ σώμαθ’ ὑπάρχῃ κἂν θερμὰ κἂν ψυχρά, κατὰ τὸν αὐτὸν τρόπον, εἴ τις ἦν χρόνος ἢ φύσις σώματος ἢ διάθεσις, ἐφ’ ἧς αἴσθησιν ἔφερε τὸ ψυχρὸν ὕδωρ εὐθὺς ἅμα τῷ προσπίπτειν θερμότητος, εὐλόγως ἂν ἐζητεῖτο, πότερα θερμαίνειν ἢ ψύχειν πέφυκε καθ’ ἑαυτό. νυνὶ δ’ ἐπειδὴ τὰ μὲν ἔμψυχά τε καὶ ἄψυχα πάντα παραχρῆμα καὶ διὰ παντὸς ὁρᾶται ψυχόμενα, οἷς δ’ ἐστὶν ἔμφυτος θερμασία καὶ οἷον πηγή τις ἐν τοῖς σπλάγχνοις πυρός, [εἰ] τούτοις προσενεχθὲν ἐπανάκλησίν τινά ποτε ποιεῖται θερμότητος, εὔλογον οἶμαι κατά τι συμβεβηκός, οὐ καθ’ ἑαυτὸ θερμαίνειν αὐτὸ τὰ τοιαῦτα. καὶ δὴ καὶ φαίνεται, κατὰ τί. πυκνώσει γὰρ τῆς ἐκτὸς ἐπιφανείας καὶ κατακλείσει τοῦ θερμοῦ τὴν ἐπάνοδον ποιεῖται τῆς ἐκ τοῦ βάθους θερμασίας, ἅμα μὲν ἀθροισθείσης τῷ μὴ διαπνεῖσθαι, ἅμα δ’ εἰς τὸ βάθος ἀποχωρούσης διὰ τὴν τοῦ περιέχοντος βίαν ψυχροῦ, ἅμα δὲ καὶ τρεφομένης ὑπὸ τῶν ἐνταῦθα χυμῶν. ὅταν γὰρ ἀθροισθεῖσά τε καὶ τραφεῖσα πρὸς τὴν ἐπιφάνειαν ὁρμήσῃ σφοδρότερον, ἐπανάκλησις μὲν γίγνεται τῆς θέρμης, ἔνδειξις δὲ τοῦ μὴ καθ’ ἑαυτὸ τὴν θερμασίαν αὐξῆσαι τὸ ψυχρὸν ὕδωρ. καθ’ ἑαυτὸ μὲν γὰρ ἔψυξε τὸ δέρμα· τῇ ψύξει δ’ αὐτοῦ
113
πύκνωσις θ’ ἅμα καὶ εἰς τὸ βάθος ὑπονόστησις ἠκολούθησε τοῦ θερμοῦ, τούτων δ’ αὐτῶν τῇ μὲν πυκνώσει κώλυσις τῆς διαπνοῆς, τῇ δ’ εἰς τὸ βάθος ὑποχωρήσει κατεργασία τῶν ταύτῃ χυμῶν· ὧν ἡ μὲν κώλυσις τῆς διαπνοῆς τὴν ἄθροισιν τῆς θερμασίας, ἡ δὲ τῶν χυμῶν κατεργασία τὴν γένεσιν αὐτῆς ἐποιήσατο. τούτων δ’ ἑκατέρῳ πάλιν ἡ αὔξησις ἕπεται τῆς ἐμφύτου θερμασίας. διὰ μέσων οὖν ἑκατέρων τὸ ψυχρὸν αὔξησίν ποτε τῆς ἐν τῷ ζῴῳ θερμασίας ἐργάζεται, καθ’ ἑαυτὸ δ’ οὐδέποτε. Καὶ μὴν καὶ τὸ θερμὸν ἔστιν ὅτε κατὰ συμβεβηκὸς ψύχει διὰ μέσου τοῦ κενοῦν ὡς τὸ κατάπλασμα τὴν φλεγμονήν. ἐπειδὴ γὰρ ὑπὸ θερμοῦ ῥεύματος γίγνεται φλεγμονή, τὸ μὲν ἴδιον αὐτῆς ἴαμα κένωσίς ἐστι τοῦ περιττοῦ, τὸ δὲ τῇ κενώσει πάντως ἑπόμενον ἡ ψῦξις τοῦ διὰ τὴν φλεγμονὴν τεθερμασμένου μορίου. διττῆς οὖν οὔσης ἐν τοῖς φλεγμαίνουσι σώμασι διαθέσεως, ὅσον μὲν ἐπὶ τῇ πλεονεξίᾳ τοῦ περιττοῦ, κατὰ τὸ ποσὸν ἐξισταμένοις τοῦ κατὰ φύσιν, ὅσον δ’ ἐπὶ τῇ θερμασίᾳ, κατὰ τὸ ποιόν, ἡ τῆς ἑτέρας τῶν διαθέσεων ἴασις ἑπομένην ἔχει καὶ τὴν ἑτέραν. καὶ γίγνεται κατά τι συμβεβηκὸς τὰ κενωτικὰ τῆς θερμῆς ὕλης φάρμακα καὶ τῆς φλογώσεως τῶν μορίων ἐμψυκτικά. ταῦτα τ’ οὖν διορίζεσθαι καὶ πειρᾶσθαι κατὰ τὸ ποσὸν τῆς ἁπλῆς διαθέσεως ἐξευρίσκειν τὸ ποσὸν τῆς τοῦ φαρμάκου δυνάμεως, οἷον εἰ ἄκρως ἡ διάθεσις θερμή, καὶ τὸ φάρμακον ἄκρως εἶναι ψυχρόν, εἰ δ’ ὀλίγον ἀπολείποιτο τῆς ἀκρότητος ἡ διάθεσις, ὀλίγον χρὴ καὶ τὸ φάρμακον ἀπολείπεσθαι, κἂν εἰ πλέον ἀπέχοι τῆς ἄκρας θερμότητος ἡ διάθεσις, ἀνάλογον ἀπέχειν τῆς ἄκρας ψυχρότητος τὸ φάρμακον. εἰ γὰρ ἀπὸ
114
τοῦ τοιούτου στοχασμοῦ τὴν ἀρχὴν τῆς ἐξετάσεως αὐτῶν ποιοῖο, θᾶττον ἂν ἐξευρίσκοις τὴν οἰκείαν ἑκάστου δύναμιν. ὅλως γὰρ εἰ καθ’ ἓν ὁτιοῦν πάθος ἁπλοῦν θερμὸν ὅ τι δήποτε τῶν φαρμάκων προσαχθὲν εὐθὺς ἅμα τῇ πρώτῃ προσφορᾷ ψύξεως αἴσθησιν ἤνεγκε, ψυχρόν ἐστιν ἐκεῖνο τῇ δυνάμει καὶ πολὺ μᾶλλον, εἰ καὶ μετὰ τὴν πρώτην προσφορὰν ἕως παντὸς μένει τοιοῦτον. εἰ δὲ καὶ σαφῶς ἰῷτο τὴν θερμὴν διάθεσιν, ἐξ ἀνάγκης ψυχρόν ἐστι. προσφέρεσθαι δὲ χρὴ πάντως αὐτὸ χλιαρόν, ἐπειδὰν δοκιμάζηται, καθότι καὶ πρόσθεν εἴρηται. γνωρισθὲν δ’ ὅτι τοιοῦτόν ἐστιν, εἶτα θεραπείας ἕνεκα παραλαμβανόμενον ἄμεινον ψυχρὸν παραλαμβάνειν, πλὴν εἰ τὸ μὲν φάρμακον ἄκρως εἴη ψυχρόν, οὐκ ἄκρως δὲ θερμὸν εἴη τὸ νόσημα. ταυτὶ μὲν οὖν ἐπὶ πλέον ἔν τε τοῖς περὶ φαρμάκων εἰρήσεται κἀν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν. ἐν δὲ τῷ παρόντι τό γε τοσοῦτον χρὴ γιγνώσκειν, ὡς, εἴ τι τῇ θερμῇ καὶ ἁπλῇ διαθέσει προσαχθὲν φάρμακον ἔκ τε τοῦ παραχρῆμα κἀν τῷ μετὰ ταῦτα χρόνῳ παντὶ τήν τε τῆς ψύξεως αἴσθησιν ἤνεγκε τῷ κάμνοντι καὶ τὴν τῆς εὐφορίας τε καὶ ὠφελείας, ἐξ ἀνάγκης τοῦτο ψυχρόν ἐστι, κἂν ἐπ’ ἄλλων ποτὲ φαίνηται θερμόν. εὑρεθήσεται γὰρ ἐπ’ ἐκείνων ἐξεταζόμενον ἀκριβῶς οὐ καθ’ ἑαυτὸ θερμὸν ὂν ἀλλὰ κατά τι συμβεβηκός. ὅταν δὲ καθ’ ἑαυτὸ λέγωμεν ἢ πρώτως ἢ διὰ μηδενὸς [τῶν] ἐν τῷ μέσῳ, ταὐτὸν ἐξ ἁπάντων δηλοῦται τῶν ῥημάτων καὶ τὴν γυμνασίαν ἁπάντων τούτων ἅμα τοῖς οἰκείοις παραδείγμασιν ἐν τοῖς περὶ φαρμάκων ὑπομνήμασι ποιησόμεθα.

Νυνὶ δὲ πάλιν ἀναμνήσας ὧν ἤδη καὶ πρόσθεν εἶπον ἐπιθεῖναι πειράσομαι τῷ παρόντι λόγῳ τὴν προσήκουσαν τελευτήν. ἐπειδὴ γὰρ τὸ θερμὸν σῶμα πολλαχῶς

115
ἐλέγετο, καὶ γὰρ καὶ τὸ τὴν ἄκραν ἔχον ποιότητα, τὸ στοιχεῖον αὐτό, καὶ τὸ κατ’ ἐπικράτησιν αὐτῆς ὠνομασμένον ἔτι τε τὸ πρὸς ἕτερον λεγόμενον ἤτοι πρὸς τὸ σύμμετρον ὁμογενὲς ἢ πρὸς ὁτιοῦν τὸ τυχόν, οὕτω χρὴ καὶ τὸ δυνάμει μὲν θερμὸν ἐνεργείᾳ δ’ οὐδέπω καὶ νοεῖσθαι καὶ δοκιμάζεσθαι πολλαχῶς. ὅθεν οὐκ ὀρθῶς, εἴ τι μὴ ταχέως ἐκπυροῦται, τοῦτ’ ἔνιοι νομίζουσιν οὐδὲ πρὸς ἡμᾶς εἶναι δυνάμει θερμόν. εἴτε γὰρ εὔπεπτόν ἐστι καὶ τρέφει ταχέως, εἴη ἂν ὡς πρὸς ἡμᾶς θερμόν, εἴτε θερμαίνει προσφερόμενον ὡς φάρμακον, εἴη ἂν καὶ τοῦτο δυνάμει θερμὸν ὡς πρὸς ἄνθρωπον. οὕτω δὲ καὶ καθ’ ἕκαστον εἶδος ζῴου τὸ δυνάμει θερμὸν εἴθ’ ὡς φάρμακον εἴθ’ ὡς τροφὴ πρὸς ἐκεῖνο λέγεται μόνον τὸ ζῷον. ἐν γὰρ τῷ πρός τι τὸ δυνάμει πᾶν, ὥστε καὶ ἡ βάσανος ἡ οἰκεία βελτίων τῆς ἔξωθεν. οἰκεία δὲ μία καθ’ ἕκαστον, εἰ φαίνοιτο ταχέως γιγνόμενον τοιοῦτον, ὁποῖον ἔφαμεν ὑπάρχειν αὐτὸ δυνάμει. πῦρ μὲν γάρ ἐστι δυνάμει πᾶν ὅ τι ἂν ἐκπυρῶται ταχέως, δυνάμει δ’ ὡς πρὸς ἄνθρωπον θερμόν — ὅπερ ἦν ἓν εἶδος τῶν κατ’ ἐπικράτησιν θερμῶν — ὅταν ἀνθρώπῳ προσφερόμενον ἢ τὴν ποιότητα τῆς ἐμφύτου θερμασίας ἢ τὴν οὐσίαν αὐξάνῃ. τὰ δ’ αὐτὰ κἀπὶ τῶν ἄλλων εἰρῆσθαι χρὴ νομίζειν ὅσα δυνάμει λέγεται ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρά. καὶ γὰρ καὶ ταῦτα τὰ μὲν ὡς πρὸς αὐτὰ τὰ στοιχεῖα, τὰ δ’ ὡς κατ’ ἐπικράτησιν ὠνομασμένα καὶ νοεῖσθαι χρὴ καὶ δοκιμάζεσθαι. δῆλον δ’ ὡς καὶ τὴν κρίνουσαν ἁφὴν ἁπάσης ἐπικτήτου θερμασίας τε καὶ ψύξεως ἀπηλλάχθαι χρή, καθότι κἀπὶ τῶν φαρμάκων αὐτῶν εἴρηται πρόσθεν.