De temperamentis

Galen

Galen. Galeni De temperamentis libri III. Helmreich, Georg, editor. Leipzig: Teubner, 1904.

Ὅτι μὲν οὖν ἕκαστον τῶν ἐνεργείᾳ θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν ἢ τῷ τὴν ἄκραν δεδέχθαι ποιότητα τοιοῦτον εἶναί φαμεν ἢ ἐπικρατήσει τινὸς ἐξ αὐτῶν ἢ πρὸς τὸ σύμμετρον ὁμογενὲς παραβάλλοντες ἢ πρὸς ὁτιοῦν τῶν ἐπιτυχόντων, ἔμπροσθεν εἴρηται. δέδεικται δὲ καί, ὡς ἄν τις μάλιστα δύναιτο διαγιγνώσκειν ἀκριβῶς αὐτά. λοιπὸν δ’ ἂν εἴη περὶ τῶν δυνάμει τοιούτων διελθεῖν αὐτὸ πρότερον ἐξηγησαμένους τοὔνομα τί ποτε σημαίνει τὸ δυνάμει. σύντομος δὲ καὶ ῥᾴστη καὶ σαφὴς ἡ ἐξήγησις. ὃ γὰρ ἂν ὑπάρχῃ μὲν μήπω τοιοῦτον, οἷον λέγεται, πέφυκε δὲ γενέσθαι [τοιοῦτον], δυνάμει φαμὲν ὑπάρχειν αὐτό, λογικὸν μὲν τὸν ἄρτι γεγενημένον ἄνθρωπον, πτηνὸν δὲ τὸν ὄρνιν, καὶ θηρατικὸν μὲν τὸν κύνα, ταχὺν δὲ τὸν ἵππον, ὅπερ ἔσεσθαι πάντως ἕκαστον αὐτῶν μέλλει μηδενὸς τῶν ἔξωθεν ἐμποδὼν αὐτῷ γενομένου, τοῦθ’ ὡς ὂν ἤδη λέγοντες. ὅθεν οἶμαι καὶ δυνάμει ταῦτα πάντα φαμὲν ὑπάρχειν, οὐκ ἐνεργείᾳ. τέλειον μὲν γάρ τι καὶ ἤδη παρὸν ἡ ἐνέργεια· τὸ δυνάμει δ’ ἀτελές τι καὶ μέλλον ἔτι καὶ οἷον ἐπιτήδειον μὲν εἰς τὸ γενέσθαι, μήπω δ’ ὑπάρχον ὃ λέγεται. οὔτε γὰρ τὸ βρέφος

87
ἤδη λογικόν, ἀλλ’ ἔσεσθαι μέλλει, οὔθ’ ὁ γεγενημένος ἄρτι κύων ἤδη θηρατικός, ὅς γε μηδὲ βλέπει μηδέπω, τῷ δύνασθαι δ’, εἰ τελειωθείη, θηρᾶν οὕτως ὀνομάζεται. κυριώτατα μὲν οὖν ἐκεῖνα μόνα δυνάμει λέγομεν, ἐφ’ ὧν ἡ φύσις αὐτὴ πρὸς τὸ τέλειον ἀφικνεῖται μηδενὸς τῶν ἔξωθεν ἐμποδὼν αὐτῇ γενομένου, ἤδη δὲ καὶ ὅσαι προσεχεῖς ὗλαι τῶν γιγνομένων εἰσίν. οὐδὲν δὲ διοίσει προσεχῆ λέγειν ἢ οἰκείαν ἢ ἰδίαν· ἐξ ἁπάντων γὰρ αὐτῶν δηλοῦται τὸ πλησίον καὶ μὴ διὰ μέσης ἄλλης μεταβολῆς, οἷον εἰ τὸ αἷμα δυνάμει σάρκα προσαγορεύοις ἐλαχίστης μεταβολῆς δεόμενον εἰς σαρκὸς γένεσιν. οὐ μὴν τό γ’ ἐν τῇ γαστρὶ πεπεμμένον σιτίον ὕλη προσεχὴς σαρκὸς ἀλλὰ διὰ μέσου τοῦ αἵματος· ἔτι δὲ μᾶλλον ἡ μάζα καὶ ὁ ἄρτος ἐπὶ πλέον ἀποκεχώρηκε· τριῶν γὰρ δεῖται μεταβολῶν εἰς σαρκὸς γένεσιν. ἀλλ’ ὅμως καὶ ταῦτα δυνάμει λέγεται σὰρξ καὶ πρὸ τούτων ἀὴρ καὶ πῦρ καὶ ὕδωρ καὶ γῆ καὶ ἡ τούτων αὐτῶν ὕλη κοινή. ταυτὶ μὲν οὖν ἅπαντα καταχρωμένων ἢ μᾶλλον ἢ ἧττον λέγεται. ὁ δὲ πρῶτος τρόπος ὁ κυριώτατός ἐστι τῶν δυνάμει τόδε τι λεγομένων ὑπάρχειν, ἐφεξῆς δ’ ὁ κατὰ τὴν οἰκείαν ὕλην, οἷον εἰ τὴν ἀναθυμίασιν τὴν καπνώδη φλόγα λέγοις ὑπάρχειν ἢ τὸν ἀτμὸν ἀέρα δυνάμει. λέγεται δέ ποτε δυνάμει καὶ τὸ τῷ κατὰ συμβεβηκὸς ἀντιδιαιρούμενον, οἷον εἰ τὴν ψυχρολουσίαν ἐπ’ εὐσάρκου νέου θερμαίνειν τις φαίη τὸ σῶμα κατὰ συμβεβηκός, οὐκ οἰκείᾳ δυνάμει. Κατὰ τοσούτους δὴ τρόπους καὶ τὰ δυνάμει θερμὰ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ λεχθήσεται καὶ ζητηθήσεται δεόντως, τί δή ποτε καστόριον ἢ εὐφόρβιον ἢ πύρεθρον ἢ στρουθίον ἢ νίτρον ἢ μίσυ θερμὰ λέγομεν ἢ θριδακίνην ἢ κώνειον ἢ μανδραγόραν ἢ σαλαμάνδραν ἢ μήκωνα ψυχρά· πότερον τοῖς εἰρημένοις τρόποις ὑποπέπτωκεν ἢ κατ’ ἄλλον
88
τινὰ λέγεται μηδέπω διῃρημένον. ἄσφαλτος μὲν γὰρ καὶ ῥητίνη καὶ στέαρ ἔλαιόν τε καὶ πίττα δυνάμει θερμά, διότι ῥᾳδίως ἐνεργείᾳ γίγνεται θερμά· καὶ γὰρ ἐκφλογοῦται τάχιστα καὶ τοῖς σώμασιν ἡμῶν προσαγόμενα θερμαίνει σαφέστατα. χαλκῖτις δὲ καὶ μίσυ καὶ νᾶπυ καὶ νίτρον ἄκορόν τε καὶ μῆον καὶ κόστος καὶ πύρεθρον ἡμῖν μὲν προσαγόμενα θερμαίνειν φαίνεται τὰ μὲν μᾶλλον αὐτῶν, τὰ δ’ ἧττον, οὐ μὴν ἐκφλογοῦσθαι πέφυκεν. ἢ παραλογίζονται σφᾶς αὐτοὺς οἱ τοῦτο μόνον ἐπισκοποῦντες, εἰ μὴ ῥᾳδίως ἐκφλογοῦνται; ἐχρῆν γὰρ οὐχ οὕτως, ἀλλ’ εἰ μηδ’ ἀνθρακοῦνται σκοπεῖν, ὡς οὐδέν γ’ ἧττον φλογὸς ὁ ἄνθραξ πῦρ. ἀλλ’ ἡ μὲν φλὸξ ἀέρος ἐκπυρωθέντος ἤ τινος ἀερώδους σώματος, ὁ δ’ ἄνθραξ γῆς ἤ τινος γεώδους γίγνεται. καὶ δὴ μέχρι τοῦδε συμφωνεῖν ὁ λόγος ἔοικεν ἑαυτῷ πάντη· φαίνεται γὰρ ὅσα πυρὸς ἁπτόμενα φάρμακα ῥᾳδίως ἐκπυροῦται, ταῦτα καὶ ἡμᾶς θερμαίνοντα, πλὴν εἴ τι διὰ τὸ παχυμερὲς εἶναι μὴ παραδέχεται ῥᾳδίως εἴσω τὸ σῶμα. διορισθήσεται γὰρ ἐπὶ πλέον ὑπὲρ τούτων ἐν τοῖς περὶ φαρμάκων δυνάμεως. ὅσα μέντοι τὸ σῶμα τὸ ἡμέτερον φαίνεται θερμαίνοντα, ταῦθ’ ἑτοίμως ἐκπυροῦται. πῶς οὖν, φασίν, ἁπτομένοις οὐ φαίνεται θερμά; τοῦτο δ’ οὐκ οἶδα, τίνος ἕνεκα λέγουσιν. εἰ μὲν γὰρ ἐνεργείᾳ τε καὶ ἤδη θερμὸν ἐλέγομεν ἕκαστον τῶν εἰρημένων ὑπάρχειν, ἦν ἂν δήπου θαυμαστόν, ὅπως ἁπτομένοις οὐ φαίνεται θερμά. νυνὶ δὲ τῷ δύνασθαι γενέσθαι ῥᾳδίως θερμὰ δυνάμει προσαγορεύομεν τὰ τοιαῦτα. θαυμαστὸν οὖν οὐδὲν [πέπονθεν], εἰ μήπω θερμαίνει τοὺς ψαύοντας
89
αὐτῶν. ὡς γὰρ οὐδὲ τὸ πῦρ αὔξει τὰ ξύλα πρὶν ὑπ’ αὐτοῦ νικηθέντα μεταβληθῆναι καὶ τοῦτο πάντως ἔν τινι χρόνῳ γίγνεται, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ τὴν ἐν τοῖς ζῴοις θερμασίαν τὰ φάρμακα, εἰ μὴ πρότερον ὑπ’ αὐτῆς ἐκείνης μεταβληθείη. καθ’ ἕτερον μὲν γὰρ τρόπον ὁ παρὰ πυρὶ θαλπόμενος ἢ ἐν ἡλίῳ θερμαίνεται, καθ’ ἕτερον δ’ ὁ ὑφ’ ἑκάστου τῶν εἰρημένων φαρμάκων· ἐκεῖνα μὲν γὰρ ἐνεργείᾳ θερμά, τῶν φαρμάκων δ’ οὐδέν. οὔκουν οὐδὲ θερμαίνειν ἡμᾶς δύναται πρὶν ἐνεργείᾳ γενέσθαι τοιαῦτα, τὸ δ’ ἐνεργείᾳ παρ’ ἡμῶν αὐτῶν λαμβάνει, καθάπερ οἱ ξηροὶ κάλαμοι παρὰ τοῦ πυρός. οὕτω δὲ καὶ τὰ ξύλα ψυχρὰ μὲν ἅπαντα κατά γε τὴν ἑαυτῶν φύσιν, ἀλλὰ τὰ μὲν ξηρότερά τε καὶ σμικρὰ ῥᾳδίως εἰς πῦρ μεταβάλλει, τὰ δ’ ὑγρότερά τε καὶ μεγάλα χρόνου δεῖται πλείονος. Οὐδὲν οὖν θαυμαστόν, εἰ καὶ τὰ φάρμακα πρῶτον μὲν εἰς λεπτὰ καὶ σμικρὰ καταθραυσθῆναι δεῖται, δεύτερον δὲ χρόνῳ τινὶ κἂν ἐλαχίστῳ τοῖς σώμασιν ἡμῶν ὁμιλῆσαι πρὸς τὸ γενέσθαι θερμά. σὺ δ’, εἰ μήτε καταθραύσας αὐτὰ μήτε θερμήνας πρότερον ἀξιοῖς ἤδη φαίνεσθαι θερμά, τί ποτε σημαίνει τὸ δυνάμει θερμόν, ἐπιλελῆσθαί μοι δοκεῖς· ὡς ἐνεργείᾳ γοῦν θερμὰ βασανίζεις αὐτά. καὶ μὴν οὐδ’ ἐκεῖνο θαυμαστόν, εἰ θερμανθῆναι δεῖται πρότερον, ἵν’ ἀντιθερμήνῃ. γίγνεται γὰρ δὴ τοῦτο καὶ κατὰ τὴν τῶν ξύλων εἰκόνα. τὴν γοῦν ἀποσβεννυμένην φλόγα διασώζει θ’ ἅμα καὶ αὔξει θερμαινόμενα πρότερον ὑπ’ ἐκείνης αὐτῆς. οὔκουν
90
ἀπεικός ἐστιν οὐδὲ τὴν ἐν τοῖς ζῴοις θερμασίαν οἷον τροφῇ τινι χρῆσθαι τοῖς τοιούτοις φαρμάκοις ὡς τὸ πῦρ τοῖς ξύλοις. οὕτω γὰρ δὴ καὶ φαίνεται γιγνόμενον. εἰ δὲ κατεψυγμένῳ σώματι περιπάττοις ὁτιοῦν αὐτῶν ἀκριβῶς λεπτὸν ἐργασάμενος, οὐδ’ ὅλως θερμαίνεται καὶ διὰ τοῦτο τρίβομεν ἐπὶ πλεῖστον τὰ κατεψυγμένα μόρια τοῖς τοιούτοις φαρμάκοις, ἅμα μὲν ἀνάπτοντες τῇ τρίψει θερμασίαν, ἅμα δ’ ἀραιὸν ἐργαζόμενοι τὸ τέως ὑπὸ τῆς ψύξεως πεπυκνωμένον, ἵν’ εἴσω τε δύῃ τὸ φάρμακον ὁμιλοῦν τε τῷ συμφύτῳ τοῦ ζῴου θερμῷ μεταβάλληταί τε καὶ θερμαίνηται. καὶ γὰρ εἰ μόριον αὐτοῦ τι σμικρότατον ἐνεργείᾳ κτήσαιτο τὴν θερμασίαν, εἰς ἅπαν οὕτω διαδίδωσι κατὰ τὸ συνεχές, ὡς εἰ καὶ τῆς δᾳδὸς ἅψαις τὸ ἄκρον ἀπὸ σμικροῦ σπινθῆρος· ἅπασαν γὰρ καὶ ταύτην ἐπινέμεται ῥᾳδίως τὸ πῦρ οὐδὲν ἔτι τοῦ σπινθῆρος δεόμενον. ἕκαστον οὖν τῶν δυνάμει θερμῶν οὔπω μὲν ἐν τῇ φύσει πλεονεκτοῦν ἔχει τὸ θερμὸν τοῦ ψυχροῦ, πλησίον δ’ ἤδη τοῦ πλεονεκτεῖν ἐστιν, ὥστε βραχείας τῆς ἔξωθεν ἐπικουρίας δεῖσθαι πρὸς τὸ κρατῆσαι, καὶ ταύτην αὐτῷ ποτε μὲν ἡ τρῖψις ἱκανὴ παρασχεῖν ἐστι, ποτὲ δ’ ἤτοι τὸ πῦρ ἤ τι τῶν φύσει θερμῶν σωμάτων ἁπτόμενον τούτου. Οὐδὲν οὖν θαυμαστὸν οὐδὲ διὰ τί τὰ μὲν εὐθὺς ἅμα τῷ ψαῦσαι τοῦ σώματος ἡμῶν ἀντιθερμαίνειν αὐτὸ πέφυκε, τὰ δ’ ἐν πλείονι χρόνῳ δρᾷ τοῦτο. καὶ γὰρ καὶ τῶν πλησιαζόντων τῷ πυρὶ τὰ μὲν εὐθὺς ἐξάπτεται, καθάπερ ἡ θρυαλλὶς καὶ ἡ δᾲς ἡ λεπτὴ ἥ τε πίττα καὶ ὁ κάλαμος ὁ ξηρός, τὰ δ’, εἰ μὴ πολλῷ χρόνῳ πλησιάσειεν, οὐ νικᾶται, καθάπερ τὸ ξύλον τὸ χλωρόν. ἀλλὰ μᾶλλον ἐκεῖνο διελέσθαι δικαιότερον, οὗ τὴν μὲν ἀπόδειξιν ἐν τοῖς Περὶ φυσικῶν 
91
δυνάμεων ἐροῦμεν, ἐξ ὑποθέσεως δ’ ἂν ἕνεκα τῶν παρόντων καὶ νῦν αὐτῷ χρησαίμεθα, τέτταρας μὲν εἶναι παντὸς σώματος δυνάμεις, ἑλκτικὴν μὲν τῶν οἰκείων μίαν, ἑτέραν δὲ τὴν τούτων αὐτῶν καθεκτικὴν καὶ τρίτην 〈τὴν〉 ἀλλοιωτικὴν καὶ τετάρτην ἐπ’ αὐταῖς τὴν τῶν ἀλλοτρίων ἀποκριτικήν, εἶναί τε ταύτας τὰς δυνάμεις ὅλης τῆς οὐσίας ἑκάστου τῶν σωμάτων, ἣν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ κεκρᾶσθαί φαμεν. ἐπειδὰν δὲ κατὰ μίαν ἡντινοῦν τῶν ἐν αὑτῷ ποιοτήτων τὸ σῶμα μεταβάλλῃ τὸ πλησιάζον, οὔτε καθ’ ὅλην ἐνεργεῖν αὑτοῦ τηνικαῦτα τὴν οὐσίαν ὑποληπτέον οὔτ’ ἐξομοιωθῆναι δύνασθαι [ποτὲ] τὸ μεταβαλλόμενον· ὥστ’ οὐδὲ θρέψειεν ἄν ποτε τὸ οὕτω μεταβληθὲν οὐδὲν τῶν μεταβαλλόντων. εἰ δ’ ἱκανῶς μεταβάλλοι, τουτέστι καθ’ ὅλην αὑτοῦ τὴν οὐσίαν ἐνεργῆσαν, ἐξομοιώσειεν ἂν οὕτως ἑαυτῷ καὶ τραφείη πρὸς τοῦ μεταβληθέντος· οὐδὲ γὰρ ἄλλο τι θρέψις ἐστὶ παρὰ τὴν τελείαν ὁμοίωσιν.

Ἐπειδὴ δὲ ταῦτα διώρισται, πάλιν ἐκεῖθεν ἀρκτέον τοῦ λόγου. τῶν ζῴων ἕκαστον οἰκείαις τρέφεται τροφαῖς· οἰκεία δ’ ἐστὶν ἑκάστῳ τροφὴ πᾶν ὅ τι ἂν ἐξομοιωθῆναι δύνηται τῷ τρεφομένῳ σώματι. χρὴ τοίνυν ὅλην τὴν οὐσίαν τοῦ τρέφοντος ὅλῃ τῇ τοῦ τρεφομένου φύσει κοινωνίαν τέ τινα καὶ ὁμοιότητα κεκτῆσθαι, πάντως οὐκ ὀλίγης οὐδ’ ἐνταῦθα τῆς κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ὑπαρχούσης διαφορᾶς· τὰ μὲν γὰρ μᾶλλον οἰκεῖά τ’ ἐστὶ καὶ ὅμοια, τὰ

92
δ’ ἧττον, ὥστε καὶ τῆς κατεργασίας τὰ μὲν ἰσχυροτέρας τε καὶ πολυχρονιωτέρας, τὰ δ’ ἀσθενεστέρας θ’ ἅμα καὶ ὀλιγοχρονιωτέρας προσδεῖσθαι, τὸ μὲν ὀρνίθειον ἐλάττονος, τὸ δὲ χοίρειον πλείονος, τὸ δὲ βόειον ἔτι πλείονος. ἐλαχίστης δὲ δεῖται μεταβολῆς εἰς ἐξομοίωσιν ὁ οἶνος, ὅθεν καὶ τρέφει καὶ ῥώννυσι τάχιστα. πάντως μὲν οὖν καὶ τοῦτον ὁμιλῆσαι χρὴ τοῖς πεπτικοῖς ὀργάνοις, γαστρί τε καὶ ἥπατι καὶ φλεψίν, ἐν οἷς ἂν προκατεργασθεὶς τρέφειν ἤδη δύναιτο τὸ σῶμα· πρὶν δὲ τῆς ἐν τούτοις μεταβολῆς ἐπιτυχεῖν οὐχ οἷόν τ’ αὐτῷ τροφὴν ζῴου γενέσθαι, κἂν εἰ δι’ ὅλης ἡμέρας καὶ νυκτὸς ἐπικείμενος ἔξωθεν εἴη τῷ χρωτί. πολὺ δὲ δὴ μᾶλλον ἄρτος ἔξωθεν ἐπικείμενος ἢ τεῦτλον ἢ μάζα τρέφειν ἀδύνατα. τὰ μὲν οὖν ὁμοιούμενα πάντη τροφαί, τὰ δ’ ἄλλα σύμπαντα φάρμακα καλεῖται. διττὴ δὲ καὶ τούτων ἡ φύσις· ἢ γὰρ οἷάπερ ἐλήφθη διαμένοντα νικᾷ καὶ μεταβάλλει τὸ σῶμα, καθ’ ὃν τρόπον ἐκεῖνο τὰ σιτία, καὶ πάντως ταῦτα τὰ φάρμακα δηλητήριά τε καὶ φθαρτικὰ τῆς τοῦ ζῴου φύσεώς ἐστιν, ἢ μεταβολῆς ἀρχὴν παρὰ τοῦ σώματος λαβόντα σήπεται τοὐντεῦθεν ἤδη καὶ διαφθείρεται κἄπειτα συνδιασήπει τε καὶ συνδιαφθείρει τὸ σῶμα· δηλητήρια δ’ ἐστὶν ἔτι καὶ ταῦτα. τρίτον δ’ ἐπ’ αὐτοῖς ἐστιν εἶδος φαρμάκων τῶν ἀντιθερμαινόντων μὲν τὸ σῶμα, κακὸν δ’ οὐδὲν ἐργαζομένων καὶ τέταρτον, ὅσα καὶ ποιοῦντά τι καὶ πάσχοντα νικᾶται
93
τῷ χρόνῳ καὶ τελέως ἐξομοιοῦται. συμπέπτωκε δὲ τούτοις ἅμα τε φαρμάκοις εἶναι καὶ τροφαῖς. Θαυμαστὸν δ’ οὐδέν, εἰ βραχείας ἀφορμῆς ἔνια λαβόμενα μεγίστην ἐκτροπὴν ἴσχει τῆς ἀρχαίας φύσεως. ὁρᾶται γοῦν καὶ τῶν ἔξω πολλὰ τοιαῦτα. κατὰ μέν γε τὴν ἐπὶ τῆς Ἀσίας Μυσίαν οἰκία ποτὲ κατεκαύθη τρόπῳ τοιῷδε· κόπρος ἀπέκειτο περιστερῶν ἤδη σεσηπυῖα καὶ τεθερμασμένη καὶ ἀτμὸν ἀναπέμπουσα καὶ ἁπτομένοις ἱκανῶς θερμή. ταύτης δὲ πλησίον ἦν, ὡς καὶ ψαύειν ἤδη, θυρὶς ἔχουσα ξύλα νεωστὶ καταληλιμμένα ῥητίνῃ πολλῇ. θέρους οὖν μέσου λάβρος ἥλιος προσβαλὼν ἐξῆψε τὴν ῥητίνην τε καὶ τὰ ξύλα. κἀντεῦθεν ἤδη θύραι τινὲς ἕτεραι πλησίον ὑπάρχουσαι καὶ θυρίδες ἔναγχος ἐξαληλιμμέναι ῥητίνῃ ῥᾳδίως τε διεδέξαντο τὸ πῦρ καὶ μέχρι τῆς ὀροφῆς ἐξέτειναν. ἐπεὶ δ’ ἅπαξ ἐκείνης ἡ φλὸξ ἐλάβετο, ταχέως ἐπὶ πᾶσαν ἐνεμήθη τὴν οἰκίαν. οὕτω δέ πως, οἶμαι, καὶ τὸν Ἀρχιμήδην φασὶ διὰ τῶν πυρείων ἐμπρῆσαι τὰς τῶν πολεμίων τριήρεις. ἀνάπτεται δ’ ἑτοίμως ὑπὸ πυρείου καὶ ἔριον καὶ στυπεῖον καὶ θρυαλλὶς καὶ νάρθηξ καὶ πᾶν ὅ τι ἂν ὁμοίως ᾖ ξηρόν τε καὶ χαῦνον. ἐξάπτουσι δὲ φλόγα καὶ λίθοι παρατριβόμενοι καὶ μᾶλλον ἢν θείου τις αὐτοῖς ἐπιπάσσῃ. καὶ τὸ τῆς Μηδείας δὲ φάρμακον τοιοῦτον ἦν. πάντα γοῦν ἀνάπτεται προσβαλλούσης θερμασίας οἷς ἂν ἐπαλειφθῇ. σκευάζεται δ’ ἐκεῖνο διά τε θείου καὶ τῆς ὑγρᾶς ἀσφάλτου. καὶ μὲν δὴ καὶ ὡς θαῦμά τις ἐδείκνυ· ἀποσβεννὺς λύχνον αὖθις ἧπτε τοίχῳ προσφέρων· ἕτερος δὲ λίθῳ προσέφερεν· ἐτεθείωτο δ’ ἄρα
94
καὶ ὁ τοῖχος καὶ ὁ λίθος. καὶ ὡς ἐγνώσθη τοῦτο, θαυμαστὸν οὐκέτ’ ἦν τὸ γιγνόμενον. Πάντ’ οὖν ταῦτα τὰ φάρμακα θερμὰ μὲν οὔπω τελέως ἐστίν, ἐπιτηδειότατα μέντοι πρὸς τὸ γενέσθαι θερμὰ καὶ διὰ τοῦτο δυνάμει θερμὰ λέγεται. περὶ μὲν δὴ τούτων οὐδὲν ἄπορον, ἀλλ’ οὐδὲ διὰ τί πινόμενος μὲν ὁ οἶνος ἱκανῶς θερμαίνει τὸ σῶμα, κατὰ δὲ τοῦ δέρματος ἐπιτιθέμενος οὐ θερμαίνει. δέδεικται γὰρ ὀλίγῳ πρότερον οὐχ ἁπλῶς ὡς θερμὸν φάρμακον ἀλλ’ ὡς οἰκεία τροφὴ θερμαίνων τὸ ζῷον. ὡς γὰρ αἱ τοῦ πυρὸς ἐπιτήδειοι τροφαὶ τὸ πῦρ αὔξουσιν, οὕτω καὶ τῶν φύσει θερμῶν σωμάτων ὅ τί περ ἂν οἰκεία τε καὶ σύμφυτος ὑπάρχῃ τροφὴ ῥώσει τε πάντως αὐτὰ καὶ τὴν ἔμφυτον αὐξήσει θερμασίαν. καὶ τοῦτο μὲν ἁπάσης τροφῆς κοινόν· οἴνῳ δ’ ἴδιον ἐξαίρετον ὑπάρχει τὸ τάχος τῆς μεταβολῆς ὡς δᾳδὶ καὶ θρυαλλίδι καὶ στυπείῳ καὶ πίττῃ. καὶ δὴ καὶ τῆς εἰκόνος ἐχόμενοι τοῦ πυρὸς ἀναμνησθῶμεν αὖθις ξύλων ὑγρῶν, ἃ τροφὴ μέν ἐστι καὶ αὐτὰ τοῦ πυρός, ἀλλ’ οὐκ εὐθὺς οὐδ’ ἐκ τοῦ παραχρῆμα, καὶ διὰ τοῦτ’ ἐπιβληθέντα [πολλάκις] τῷ πυρὶ κατακρύπτει τε τὴν φλόγα καὶ μάλιστ’ ἂν ἀσθενὴς ὑπάρχῃ καὶ σμικρά, καὶ κίνδυνον ἐπάγει φθορᾶς. οὕτως οὖν κἀν τοῖς ζῴοις ὅσα τῶν ἐδεσμάτων, ἵν’ ἐξομοιωθῇ τελέως καὶ θρέψῃ τὸ σῶμα, χρόνου δεῖται, ψῦχος μᾶλλον ἐπάγειν ἢ θάλπος ἐν τῷ παραυτίκα φαίνεται. θερμαίνει μὴν ἐν τῷ χρόνῳ καὶ ταῦτα, παραπλησίως τοῖς ἄλλοις ἐδέσμασιν, εἰ μόνον αὐτοῖς προσγένοιτο τὸ θρέψαι τὸ σῶμα. τροφὴ γὰρ ἅπασα κατὰ τὸν ἑαυτῆς λόγον αὔξει τὸ τοῦ ζῴου θερμόν. εἰ δὲ καταποθείη
95
μὲν ὡς τροφή, μὴ μέντοι κρατηθείη μηδ’ ἐξομοιωθείη, τοῦτ’ ἐκεῖνο τὸ πρὸς Ἱπποκράτους εἰρημένον, εἴη ἂν ὄνομα τροφῆς, ἔργον δ’ οὐχί. τριχῶς γὰρ τῆς τροφῆς λεγομένης, ὡς καὶ τοῦτ’ αὐτὸς ἐδίδαξεν εἰπών· "τροφὴ δὲ τὸ τρέφον, τροφὴ καὶ τὸ οἷον τροφὴ καὶ τὸ μέλλον", ἡ μὲν ἤδη τρέφουσα καὶ προστιθεμένη καὶ μηκέτι μέλλουσα κυρίως ὀνομάζεται τροφὴ καὶ θερμαίνει πάντως τὸ τρεφόμενον σῶμα, τῶν δ’ ἄλλων οὐδετέρα, διότι μηδὲ τροφὴ κυρίως ἐστίν, ἀλλὰ τὸ μὲν οἷον τροφή, τὸ δ’ ὅτι μέλλει τοιοῦτον γενήσεσθαι. ταῦτ’ ἄρα καὶ αὐτὸς ὁ οἶνος οὐκ ἀεὶ θερμαίνει τὸ ζῷον, ὥσπερ οὐδὲ τοὔλαιον ἀνάπτει τὴν φλόγα, καίτοι γ’ οἰκειοτάτη τροφὴ πυρὸς ὑπάρχον, ἀλλ’ ἐὰν ἀσθενεῖ καὶ σμικρᾷ φλογὶ καταχέῃς ἔλαιον ἀθρόον καὶ πολύ, καταπνίξεις καὶ τελέως ἀποσβέσεις αὐτὴν μᾶλλον ἢ αὐξήσεις. οὕτως οὖν καὶ ὁ οἶνος, ἐπειδὰν πολὺς ὡς μὴ κρατεῖσθαι πίνηται, τοσοῦτον ἀποδεῖ τοῦ θερμαίνειν τὸ ζῷον, ὥστε καὶ πάθη ψυχρότατα γεννᾷ· ἀποπληξίαι γοῦν καὶ παραπληξίαι καὶ κάροι καὶ κώματα καὶ παραλύσεις ἐπιληψίαι τε καὶ σπασμοὶ καὶ τέτανοι ταῖς ἀμέτροις οἴνου πόσεσιν ἕπονται, ψυχρὰ σύμπαντα πάθη. καθόλου γὰρ ὅσα τῶν εἰς τὸ σῶμα λαμβανομένων ὡς τροφὴ θερμαίνει, ταῦθ’ εὕροις ἄν ποτε καὶ ψύχοντα, καθότι καὶ τὴν φλόγα πρὸς τῆς αὐτῆς ὕλης οὐκ αὐξανομένην μόνον, ἀλλὰ καὶ σβεννυμένην ἐνίοτε. ταυτὶ μὲν οὖν ἔοικεν ὁμολογεῖν ἅπαντα τοῖς τε περὶ τῶν στοιχείων καὶ τοῖς περὶ τῶν κράσεων λογισμοῖς.

Ἐκεῖνο δ’ ἂν ἴσως δόξειε διαφέρεσθαι τό τινα τῶν ἐσθιομένων ἐν τροφῆς χρείᾳ κατὰ τοῦ δέρματος ἐπιτιθέμενα 

96
διαβιβρώσκειν τε καὶ ἑλκοῦν αὐτό, καθάπερ νᾶπυ καὶ τάριχος σκόροδά τε καὶ κρόμυα. καίτοι καὶ τοῦτο συμφωνεῖ τοῖς ἐξ ἀρχῆς ὑποκειμένοις· ἅμα μὲν γὰρ ὅτι μεταβάλλεται καὶ ἀλλοιοῦται κατά τε τὴν γαστέρα πεττόμενα κἀν ταῖς φλεψὶν αἱματούμενα, πρὸς δὲ τούτοις καὶ διότι μὴ μένει καθ’ ἕνα τόπον, ἀλλ’ εἰς πολλὰ μερίζεται πάντη φερόμενα, καὶ πρὸς τούτοις διότι μίγνυται καὶ χυμοῖς πολλοῖς καὶ τοῖς ἅμ’ αὐτοῖς λαμβανομένοις σιτίοις, ἔτι τε πρὸς τούτοις ὅτι διὰ ταχέων ἥ τε πέψις αὐτῶν γίγνεται καὶ ἡ διάκρισις, ὡς τὸ μὲν οἰκεῖον ἐξομοιωθῆναι, τὸ δὲ περιττὸν ἐν αὐτοῖς καὶ δριμὺ διὰ γαστρὸς θ’ ἅμα καὶ οὔρων καὶ ἱδρώτων ἐκκριθῆναι, διὰ ταῦτα πάντα τὸ ἔξωθεν ἑλκοῦν ἐσθιόμενον οὐχ ἑλκοῖ. καίτοι κἂν εἰ τῶν εἰρημένων ἓν ὁτιοῦν ὑπῆρχεν αὐτοῖς, ἱκανὸν ἂν ἦν δήπουθεν ἀβλαβῆ φυλάξαι τὰ ἐντός, οἷον, εἰ τύχοι, τὸ μεταβάλλειν πρῶτον. εἰ γὰρ οὐ μένει τὸ νᾶπυ τοιοῦτον, οἷον ἔξωθεν ἐλήφθη, δῆλον, ὡς οὐδὲ τὴν δύναμιν αὐτοῦ μένειν ἀξιώσεις· εἰ δὲ καὶ διακρίνεται καὶ καθαίρεται, πολὺ δὴ καὶ μᾶλλον. ἤρκει δὲ καὶ τὸ μὴ χρονίζειν ἐν ἑνὶ χωρίῳ. φαίνεται γὰρ οὐδὲ περὶ τὸ δέρμα δρᾶσαί τι δυνάμενον ἄνευ χρόνου πλείονος. ἀλλὰ καὶ τὸ μίγνυσθαι πολλοῖς ἑτέροις σιτίοις οὐ σμικρὸν οὐδ’ αὐτό. γνοίης δ’ ἄν, εἰ μόνον αὐτὸ προσενέγκοις χωρὶς τῶν ἄλλων σιτίων, ὅσην ἀνίαν τε καὶ δῆξιν ἐπιφέρει τῇ γαστρί. καὶ μὲν δὴ κἂν εἰ πολλοῖς γλυκέσι χυμοῖς ἀναμίξας αὐτὸ κατὰ τοῦ δέρματος ἐπιθείης, οὐδὲν ἐργάσεται φαῦλον. ὁπότ’ οὖν ἕκαστον τῶν εἰρημένων ἱκανόν ἐστι καθ’ ἑαυτὸ κωλῦσαι τὸ νᾶπυ δρᾶσαί τι τοιοῦτον ἐντός, οἷον ἐκτὸς ἔδρα περὶ τὸ δέρμα, πολὺ δήπου μᾶλλον οἶμαι πάνθ’ ἅμα συνελθόντα.
97
καὶ γὰρ ἀλλοιοῦται πεττόμενον καὶ διακρίνεται καὶ καθαίρεται καὶ πολλοῖς ἑτέροις ἀναμίγνυται καὶ μερίζεται πολλαχῇ καὶ πάντη φέρεται καὶ χρονίζει κατ’ οὐδὲν τῶν μορίων. ὅτι δ’, εἴπερ ἔμενε δριμύ, πάντως ἂν ἥλκωσε καὶ τὰ ἐντός, ἐκ τῶν αὐτομάτων ἑλκῶν ἐπιγνώσῃ. γίγνεται γὰρ πολλοῖς πολλάκις τοῖς μὲν ἐξ ἐδεσμάτων μοχθηρῶν, τοῖς δ’ ἔκ τινος ἐν αὐτῷ τῷ σώματι διαφθορᾶς καὶ σηπεδόνος ἡ καλουμένη κακοχυμία καὶ τούτοις ἐνίοτε μὲν ἑλκοῦταί τι καὶ τῶν ἐντός, ὡς τὰ πολλὰ δὲ τῷ τὴν φύσιν ἀποτρίβεσθαι τὰ κατὰ τὴν ἕξιν περιττώματα πρὸς τὸ δέρμα τοῦθ’ ἑλκοῦται πολλοῖς καὶ συνεχέσιν ἕλκεσι. καρκῖνός τε γὰρ καὶ φαγέδαινα καὶ ἕρπης ὁ ἀναβιβρωσκόμενος ἄνθρακές τε καὶ τὰ χειρώνεια καὶ τηλέφεια καλούμενα καὶ ἄλλαι μυρίαι γενέσεις ἑλκῶν ἔκγονοι τῆς τοιαύτης εἰσὶ κακοχυμίας. οὔτ’ οὖν τῶν τοιούτων οὐδὲν ἄπορον οὔτε διὰ τί τῶν φαρμάκων ἔνια μὲν οὐδὲν ἡμᾶς ἔξωθεν ἀδικοῦντα μέγα τι κακὸν ἐργάζεται καταποθέντα. τινὰ δὲ πολλάκις μὲν ἔβλαψεν εἴσω ληφθέντα, πολλάκις δ’ ὠφέλησεν· ἔνια δ’ οὐ μόνον ἔσωθεν ἀλλὰ καὶ ἔξωθεν ἀδικεῖ. συλλήβδην δ’ εἰπεῖν οὐδὲν ὁμοίως ἔσωθέν τε καὶ ἔξωθεν ἐνεργεῖν πέφυκεν. οὔτε γὰρ ὁ τοῦ λυττῶντος κυνὸς ἀφρὸς οὔθ’ ὁ τῆς ἀσπίδος οὔθ’ ὁ τῆς ἐχίδνης ἰός, οἳ δὴ καὶ χωρὶς ἕλκους ἔξωθεν προσπεσόντες ἀδικεῖν πεπίστευνται, τὴν ἴσην ἔχουσι δύναμιν ἢ τῷ δέρματι μόνον ὁμιλήσαντες ἢ εἴσω μεταληφθέντες. οὐ μὴν οὐδ’ ἐκεῖνο θαυμάζειν ἄξιον, εἴ τινων φαρμάκων οὐκ ἐξικνεῖται πρὸς τὸ βάθος ἡ δύναμις· οὐ γὰρ ἀναγκαῖον ἅπαντα τὴν αὐτὴν ἔχειν ἰσχύν. εἰ δὲ πολλὰ τῶν εἴσω λαμβανομένων ἐν μὲν τῷδε τῷ καιρῷ καὶ μετὰ τοσῆσδε ποσότητος καὶ τῆς πρὸς τάδε μίξεως ὠφέλησεν, ἀκαίρως δὲ καὶ πολλὰ καὶ ἄμικτα
98
ληφθέντα βλάβην ἤνεγκεν, οὐδὲν οὐδ’ ἐντεῦθεν ἀπόρημα τῷ λόγῳ. καὶ γὰρ καὶ τοῖς σιτίοις ὑπάρχει τοῦτό γε καὶ τῷ πυρὶ καὶ πᾶσιν ὡς οὕτω φάναι τοῖς προσπίπτουσι τῷ σώματι. συμμέτρου γοῦν φλογὸς ἔστιν ὅτε δεόμεθα καὶ χρώμενοι μεγάλως πρὸς αὐτῆς ὀνινάμεθα καίτοι τῆς ἀμέτρου καιούσης ἡμᾶς. οὕτω δὲ καὶ ψυχροῦ πόσις ἡ μὲν σύμμετρος ὀνίνησιν, ἡ δ’ ἄμετρος ἐσχάτως βλάπτει. τί τοίνυν θαυμαστὸν εἶναί τι φάρμακον οὕτω δυνάμει θερμόν, ὡς, εἰ μὲν πολύ τε λαμβάνοιτο καὶ κενῷ τῷ σώματι προσφέροιτο, διαβιβρώσκειν τε καὶ κατακαίειν αὐτό, εἰ δὲ παντελῶς ὀλίγον εἴη ἢ καὶ σὺν τοῖς κολάζουσι τὴν ἰσχὺν αὐτοῦ, πρὸς τῷ βλάπτειν μηδὲν ἔτι καὶ θερμαῖνον ὠφελεῖν; ὀπὸν γοῦν ἤτοι τὸν Κυρηναϊκὸν ἢ τὸν Μηδικὸν ἢ τὸν Παρθικὸν αὐτὸν καθ’ ἑαυτὸν οὐκ ἔνεστιν ἀλύπως λαβεῖν· ἀλλ’ εἰ παντελῶς ὀλίγος ἢ σὺν ἄλλοις ἐν καιρῷ προσήκοντι ληφθείη, μεγάλως ὠφελεῖ. Ταυτὶ μὲν οὖν ὅσα θερμαίνει τὸ σῶμα, μεταβολῆς ἀρχὴν ἐν αὐτῷ λαβόντα, καθότι πρόσθεν ἐρρέθη, πάλιν ἀντιθερμαίνειν αὐτὸ πέφυκεν· ὅσα δὲ ψύχει, καθάπερ ὀπὸς μήκωνος, οὐ μεταβάλλεται πρὸς τοῦ σώματος οὐδ’ ἐπ’ ὀλίγον, ἀλλ’ εὐθὺς αὐτὸ νικᾷ καὶ μεταβάλλει, κἂν εἰ θερμήνας αὐτὰ δοίης. ἔστι γὰρ ἡ σφῶν αὐτῶν φύσις ψυχρά, καθότι καὶ τὸ ὕδωρ ὀρθῶς οὖν καὶ τοῦτο σὺν πολλοῖς ἄλλοις ὑπ’ Ἀριστοτέλους εἴρηται, τὸ τῶν θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν σωμάτων τὰ μὲν εἶναι καθ’ ἑαυτὰ τοιαῦτα, τὰ δὲ κατὰ συμβεβηκός, οἷον καὶ τὸ ὕδωρ καθ’ ἑαυτὸ μὲν ψυχρόν, κατὰ συμβεβηκὸς δέ ποτε καὶ θερμόν. ἀλλ’ ἡ μὲν ἐπίκτητος
99
αὐτοῦ θερμασία ταχέως ἀπόλλυται, μένει δ’ ἡ σύμφυτος ψυχρότης. ὡς οὖν ὕδωρ θερμὸν ἐπιβληθὲν φλογὶ κατασβέννυσιν αὐτήν, οὕτω καὶ τὸ μηκώνιον εἰ καὶ ὅτι μάλιστα θερμήνας δοίης, ἀποψύξεις τε τὴν ἐν τῷ ζῴῳ θερμασίαν καὶ κίνδυνον ἐπάξεις θανάτου. πάντ’ οὖν τὰ τοιαῦτα φάρμακα βραχέα τε διδόμενα καὶ σὺν τοῖς κολάζειν αὐτῶν τὸ σφοδρὸν τῆς ψύξεως δυναμένοις ἔστιν ὅτε χρείαν τινὰ παρέχει τοῖς σώμασιν ἡμῶν, ὡς ἐν τοῖς περὶ φαρμάκων εἰρήσεται. καὶ γὰρ δὴ καὶ τὸ διὰ τῶν κανθαρίδων φάρμακον ἱκανῶς ὀνίνησι τοὺς ὑδερικούς, καίτοι τοὐπίπαν ἑλκοῖ τὴν κύστιν ἡ κανθαρίς· ἀλλ’ ἐπειδὰν ὑπό τε τῶν μιχθέντων αὐτῇ κολασθῇ καὶ σώματι προσάγηται παμπόλλην ὑγρότητα περιέχονται, κενοῖ διὰ τῶν οὔρων αὐτό. μάλιστ’ οὖν χρὴ προσέχειν τὸν νοῦν ἐν ἅπασι τοῖς δυνάμει θερμοῖς ἢ ψυχροῖς εἶναι λεγομένοις, εἴτε τῆς φύσεώς ἐστι τῶν τρέφειν δυναμένων εἴτε μόνην ἀφορμὴν ἀλλοιώσεως λαμβάνοντα κἄπειτα κατὰ τὴν οἰκείαν φύσιν ἀλλοιούμενα διατίθησί πως τὸ σῶμα καὶ τρίτον ἐπὶ τούτοις, εἰ μηδ’ ὅλως ἀλλοιοῦται πρὸς αὐτοῦ κατὰ μηδέν. εἰ μὲν γὰρ ἐκ τοῦ γένους εἴη τῶν τρεφόντων, εἰ μὲν κρατηθείη, θερμαίνει, μὴ κρατηθέντα δὲ ψύχει· εἰ δὲ τῶν ἐπ’ ὀλίγον ποσὸν ἀλλοιουμένων, θερμαίνει μαίνει πάντως, εἰ δὲ τῶν μηδ’ ὅλως, ψύχει μάλιστα.