De elementis ex Hippocrate

Galen

Galen. Claudii Galeni Opera Omnia, Volume 1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1821.

Ἐκ μὲν γὰρ τῶν χυμῶν τούτων ἕκαστόν τῶν ὁμοιομερῶν ἐγένετο. συνιόντων δὲ τούτων ἀλλήλοις, τὸ πρῶτον ἀποτελεῖται ἁπλούστατον ὄργανον, ὃ μιᾶς ἐνεργείας ἕνεκεν ὑπὸ τῆς φύσεως ἐγένετο. τούτων δ’ αὖθις ἀλλήλοις συντεθειμένων, ἕτερον ὄργανον μεῖζον γεννᾶται. κᾀκείνων αὖθις ἀλλήλοις ἐπιπεπλεγμένων, ἡ τοῦ παντὸς σώματος ἀποτελεῖται σύστασις. ἀλλὰ περὶ μὲν τούτων ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι λέγεται. καὶ μέντοι καὶ ὅπως ἐγίνωσκεν ὁ Ἱπποκράτης ὑπὲρ ἁπάντων τῶν ἐξ ἀνατομῆς φαινομένων, ἰδίᾳ μοι γέγραπται. νυνὶ δὲ περὶ τῶν ἀνωτέρω στοιχείων, ἃ τὴν αἴσθησιν διαφεύγει, πρόκειται διελθεῖν, ὑπὲρ ὧν καὶ Ἱπποκράτης ἐν τῷ περὶ φύσεως ἀνθρώπου βιβλίῳ διείλεκται, τὰ μὲν ἴδια καὶ προσεχῆ τοῦ σώματος ἡμῶν στοιχεῖα τοὺς τέσσαρας φάμενος εἶναι χυμοὺς, τὰ δὲ κοινὰ πάντων ὑγρὸν, καὶ θερμὸν, καὶ ξηρὸν, καὶ ψυχρόν. ἀπὸ γὰρ τῶν ποιοτήτων ὀνομάζει τὰ στοιχεῖα, δι’ ἃς καὶ στοιχεῖα γέγονε. θερμότητος γὰρ ἄκρας ἐγγινομένης

482
τῇ ὕλῃ, στοιχεῖον ἔσται τὸ σύμπαν ἤδη· κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ ψυχρότητος, ὑγρότητός τε καὶ ξηρότητος. οὐ γὰρ δὴ τῷ ξανθὸν, ἢ λευκὸν, ἢ μέλαν ὑπάρχειν, ἢ τῷ κοῦφον, ἢ βαρὺ, τὸ στοιχεῖον κρίνεται· κατὰ ταὐτὰ δ’ οὐδὲ τῷ πυκνὸν, ἢ μανὸν, οὐδὲ τῷ θλίβειν, ἢ τέμνειν, ἢ θλᾷν, οὐδ’, ἁπλῶς εἰπεῖν, ἑτέρᾳ τινὶ ποιότητι πλὴν τῶν εἰρημένων τεττάρων. αὗται γὰρ μόναι, τὴν ὑποκειμένην οὐσίαν ἀλλοιοῦσαι, τῆς εἰς ἄλληλα μεταβολῆς τῶν στοιχείων εἰσὶν αἰτίαι, καὶ φυτῶν καὶ ζώων δημιουργοί. τὸ μὲν οὖν εἰς ἄλληλα μεταβάλλειν τὰ στοιχεῖα καὶ πρὸς τῶν ἀμφὶ τὸν Θαλῆν συγκεχώρηται διὰ τὴν ἐνάργειαν· καίτοι μαχόμενόν γε ἦν ταῖς ὑποθέσεσιν αὐτῶν, ὡς ἐδείκνυτο. τὸ δ’ ἐκ ταύτης τῆς ὁμολογίας περαινόμενον ἦν, ὑποβεβλῆσθαί τινα κοινὴν οὐσίαν ἅπασι τοῖς στοιχείοις. Ἱπποκράτει μέν γε καὶ τοῦτ’. ἀποδέδεικται διὰ μιᾶς ἐκείνης ῥήσεως, ἣν ἁπασῶν πρώτην παρεθέμην, ἐν ᾗ φησιν, ὡς οὐκ ἂν ἠλγοῦμεν, εἴπερ ἓν ἦν 
483
ὁ ἄνθρωπος. ταύτην γὰρ οὕτως οὖσαν βραχεῖαν ἀμφότερα διδάσκειν ἔλεγον, ὡς πλείω τέ ἐστι τὰ στοιχεῖα καὶ ἀλλοιοῦσθαι πεφυκότα. τοῦτ’ οὖν καὶ νῦν αὖθις ἀναλάβωμεν, ἵν’ ἐπιθῶμεν τῷ προτέρῳ λόγῳ τὴν προσήκουσαν τελευτήν. ἐπεὶ γὰρ ἀλλοιοῦσθαι πέφυκεν ἡμῶν ἡ οὐσία, τίνες αἱ δυνάμεναι τοῦτο δρᾷν ὑπάρχουσι ποιότητες, ἐφεξῆς ἴδωμεν. ὁ μὲν οὖν Ἱπποκράτης, ὡς ἂν βραχυλογίᾳ χρώμενος παλαιᾷ, μετὰ τὸ προειπεῖν, ὡς, εἴπερ ἓν ἦν ὁ ἄνθρωπος, οὐδέποτ’ ἂν ἤλγησεν, ἐφεξῆς ἤδη χρῆται τῷ θερμῷ καὶ τῷ ψυχρῷ καὶ τῷ ξηρῷ καὶ τῷ ὑγρῷ πρὸς ἁπάσας τὰς ἀλλοιώσεις, ἐκ μὲν τοῦ φαίνεσθαι λαβὼν, ὅτι τὰ πλησιάζοντα σώματα μεταβάλλειν εἰς ἄλληλα πέφυκε τῷ θερμαίνειν, ἢ ψύχειν, ἢ ξηραίνειν, ἢ ὑγραίνειν· ἐκ δὲ τοῦ προδεδεῖχθαι τὸ τὴν οὐσίαν ἀλλοιοῦσθαι πᾶσαν εἰδὼς ἀνατρεπόμενον, ὡς οὐκ ἔστι διάκρισίς τις καὶ σύγκρισις ἡ φαινομένη τῶν σωμάτων ἀλλοίωσις, ὡς οἱ περὶ Ἐπίκουρόν τε καὶ Δημόκριτον ἐνόμιζον,
484
ἑτέρῳ δὲ τρόπῳ πάλιν Ἀναξαγόρας τε καὶ Ἐμπεδοκλῆς, ὁ μὲν τὰς ὁμοιομερείας εἰσάγων, ὁ δ’ ἀμετάβλητα νομίζων εἶναι τὰ τέσσαρα στοιχεῖα. ἡμεῖς δ’ ἐξαπλώσαντες τὸν λόγον, εἰς ὅσον σαφέστερον, εἰς τοσοῦτον καὶ πιστότερον ἐργασόμεθα. γενήσεται δὲ τοιοῦτός τις. εἴπερ ἀλγοῦμεν, οὔτε μία τῷ εἴδει, οὔτ’ ἀπαθής ἐστιν ἡμῶν ἡ οὐσία. καὶ μὴν εἴπερ πάσχει, θερμαινομένη τε καὶ ψυχομένη καὶ ξηραινομένη καὶ ὑγραινομένη πείσεται. τῶν δ’ ἄλλων οὐδεμία ποιοτήτων ἀλλοιοῦν οἵα τ’ ἐστὶ τὸ πλησιάζον ὅλον δι’ ὅλου. οὔτε γὰρ, εἰ τὸ βαρὺ τῷ κούφῳ πλησιάσειεν, ἢ τῷ βαρεῖ τὸ κοῦφον, ἢ τὸ κοῦφον ἔσται βαρὺ, ἢ τὸ βαρὺ κοῦφον, οὔτ’, εἰ τῷ τραχεῖ τὸ λεῖον, καὶ τῷ πυκνῷ τὸ μανὸν, καὶ τῷ παχεῖ τὸ λεπτόν. τῶν γὰρ τοιούτων οὐδὲν ἀλλοιοῦν δύναται τὸ πλησιάζον ὅλον δι’ ὅλου. ὑπολείπεται οὖν ἔτι τὸ μαλακὸν καὶ σκληρὸν καὶ γλίσχρον καὶ κραῦρον. ἀλλά τοι καὶ τούτων τὸ μὲν μαλακὸν
485
καὶ γλίσχρον ἐκ τῆς τῶν ὑγρῶν ἐστι φύσεως· τὸ δὲ σκληρὸν καὶ τὸ κραῦρον ἐκ τῆς τῶν ξηρῶν. ἕτεραι δὲ οὐκ εἰσὶ παρὰ ταύτας ἁπταὶ ποιότητες. ὅτι δ’ ὁραταῖς, ἢ ἀκουσταῖς, ἢ γευσταῖς, ἢ ὀσφρηταῖς ποιότησιν αἱ τῆς ὕλης ἀλλοιώσεις οὐχ ἕπονται, πρόδηλον παντί. γένει μὲν γάρ εἰσιν ἁπταὶ καὶ αὗται, διενηνόχασι δὲ τῶν ἰδίως ἁπτῶν τῷ μήτε κατὰ πάντα τὰ γένη τῶν ζώων συνίστασθαι, μήθ’ ὅλως ἀλλοιοῦν τὰς ὑποκειμένας οὐσίας. εἴπερ οὖν αὗται μὲν ἴδιαί τινων ὑπάρχουσι ζώων, αἱ δὲ τὴν ὅλην οὐσίαν ἀλλοιοῦσαί τε καὶ μεταβάλλουσαι πρῶταί εἰσι τῇ φύσει καὶ κοιναὶ πάντων τῶν ὄντων καὶ τῶν στοιχείων δημιουργοὶ, δῆλον ὡς ὑγρότης καὶ ξηρότης καὶ θερμότης καὶ ψυχρότης ἑκάστου τῶν ὄντων συνιστῶσι τὴν οὐσίαν. ὀρθῶς οὖν ὁ Ἱπποκράτης οὐκ ἀνθρώπου μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων τὴν φύσιν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ συνίστασθαί φησι. καὶ γὰρ δρᾷ ταῦτ’ εἰς ἄλληλα φανερῶς, ὡς ἅπαντες ὁμολογοῦσι, καὶ τὸ
486
δρᾷν οὐκ ἐκ διακρίσεως καὶ συγκρίσεως ἔχει, ἀλλ’ ἐκ τοῦ πάσχειν τε καὶ ἀλλοιοῦσθαι δι’ ὅλης ἑαυτῆς τὴν οὐσίαν. ἐμοὶ μὲν γὰρ καὶ θαυμάζειν ἐπέρχεται τὴν Ἀθηναίου γνώμην, μήτε ταῦτα τὰ νῦν εἰρημένα, μήθ’ ὅσα προσέθηκεν Ἀριστοτέλης τε καὶ Χρύσιππος, εἰπόντος, ἀλλ’ ἀξιοῦντος ἐναργῆ τὰ στοιχεῖα χωρὶς ἀποδείξεως λαμβάνεσθαι. καίτοι γε, ἐν οἶς αὐτὸς ἀντεῖπεν Ἀσκληπιάδῃ, μέμνηταί πως καὶ τούτων, οὐχ ἁπάντων μὲν ἀκριβῶς, οὐδὲ ἀγωνιστικῶς, οὐδὲ τάξει καὶ μεθόδῳ λογικῇ χρώμενος τῆς ἀντιλογίας· ὅμως δ’ οὖν μέμνηται, ταράττων ἀτάκτως αὐτόν. τούτῳ μὲν οὖν ἄξιον μέμφεσθαι προδιδόντι τὴν Ἱπποκράτειον φυσιολογίαν. ἐμοὶ δ’ ἂν εἴη καιρὸς ἐνταῦθα καταπαύειν τὸν πρῶτον λόγον. ὅσα γὰρ ἄλλα ταῖς ἀπαθῆ μὲν τὴν οὐσίαν ὑποτιθεμέναις αἱρέσεσι, παραπλεκούσαις δὲ τὸ κενὸν ἐναντιοῦται, τὰ μὲν ὑπὸ Ἀριστοτέλους τε καὶ Θεοφράστου λέλεκται, τὰ δὲ καὶ ἡμεῖς ἂν εἴποιμεν, ἰδίᾳ πρὸς ἑκάστην
487
τῶν αἱρέσεων ἀντειπόντες. ἀλλ’ ἐκεῖνα μὲν ἐκ περιουσίας· ἱκανὰ δὲ τὰ νῦν εἰρημένα πρὸς ἐπιστημονικὴν ἀπόδειξιν. οὔτε γὰρ, ὡς οὐ χρὴ δι’ ὅλης ἑαυτῆς ἀλλοιοῦσθαι τὴν οὐσίαν, ἀντειπεῖν ἐστιν· ἀναιρήσομεν γὰρ οὕτω καὶ πόνον, καὶ ἡδονὴν, καὶ αἴσθησιν, καὶ μνήμην, καὶ λογισμὸν, καὶ αὐτήν γε τὴν ψυχήν· οὔθ’, ὡς ἄλλη τις ποιότης ἀλλοιοῦν δι’ ὅλου πέφυκε παρὰ τὰς εἰρημένας τέτταρας. εἰ δὲ τοῦτο, καὶ πρῶτος Ἱπποκράτης ἁπάντων ἐξευρὼν φαίνεται τὰ στοιχεῖα τῆς τῶν ὄντων φύσεως, καὶ πρῶτος αὐτάρκως ἀποδείξας. εἰ δ’ οὐκ ἐπέγραψε τὸ σύγγραμμα περὶ στοιχείων, ὡς Ἀσκληπιάδης ὁ ἰατρὸς, οὐδὲν ἂν εἴη τοῦτό γε ζήτημα. τὰ γὰρ τῶν παλαιῶν ἅπαντα περὶ φύσεως ἐπιγέγραπται, τὰ Μελίσσου, τὰ Παρμενίδου, τὰ Ἐμπεδοκλέους, Ἀλκμαίωνός τε καὶ Γοργίου, καὶ Προδίκου, καὶ τῶν ἄλλων ἁπάντων. Ἀριστοτέλει δ’ ἔν τε τοῖς περὶ οὐρανοῦ καὶ τοῖς περὶ γενέσεως καὶ φθορᾶς ὁ περὶ τῶν στοιχείων λόγος ἐξείργασται, ὥσπερ ἐν τοῖς περὶ 
488
τῆς οὐσίας λόγοις Χρυσίππῳ· ἀλλ’ οὐδὲ τούτων οὐδέτερος ἐπιγράφει τὰ βιβλία περὶ στοιχείων. οὐδὲ χρὴ τοὔνομα ζητεῖν, ἀλλὰ τὴν δύναμιν ἐξετάζειν τῶν λόγων. εἴτε γὰρ περὶ φύσεως, εἴτε περὶ στοιχείων, εἴτε περὶ γενέσεως καὶ φθορᾶς, εἴτε περὶ οὐσίας ἐπιγράψειέ τις τὴν νῦν ἡμῖν ἐνεστῶσαν πραγματείαν, οὐδὲν δήπου διοίσει. τῷ δὲ συνηθέστερον εἶναι σχεδὸν ἅπασι τοῖς νῦν ἐπιγράφειν τὰ τοιαῦτα συγγράμματα περὶ στοιχείων, ὀνομάζειν τε διὰ παντὸς, οὕτω καὶ ἡμῖν ἄμεινον ἔδοξεν εἶναι περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων ἐπιγράψαι. καὶ δὴ δοκῶ μοι πάντα τὸν πρῶτον λόγον ἤδη πεπεράνθαι. εἰ γάρ τί που καὶ σμικρὸν ἔτι διαφεύγει τῶν Ἱπποκράτους εἰρημένων ἀνεξήγητον, αὐτός τις ἕκαστος, ἐξ ὧν εἶπον ὁρμώμενος, ἐξευρήσει κᾀκεῖνο ῥᾳδίως. οἷον ὅτι τε τὴν γένεσιν οὐκ ἐξ ἑνὸς εἶναι χρὴ, καὶ ὡς, εἰ μὴ τὸ θερμὸν τῷ ψυχρῷ καὶ τὸ ξηρὸν τῷ ὑγρῷ μετρίως πρὸς ἄλληλα ἕξει καὶ ἴσως, ἀλλὰ τὸ ἕτερον
489
τοῦ ἑτέρου πολὺ προέξει, καὶ τὸ ἰσχυρότερον τοῦ ἀσθενεστέρου, ἡ γένεσις οὐκ ἂν γένοιτο. διδάσκει γὰρ ἐνταῦθα περὶ τῆς συμμετρίας αὐτῶν καὶ τῆς κατὰ δύναμιν ἰσότητος, ὑπὲρ ἧς καὶ ἡμεῖς ἔν τε τοῖς περὶ κράσεων ὑπομνήμασιν ἐξηγησόμεθα, κᾀν τοῖς ἄλλοις τοῖς ἐφεξῆς. καὶ μὲν δὴ καὶ ὅπως δι’ ὅλων κεράννυνται τὰ κεραννύμενα, πότερον τῶν ποιοτήτων μόνων, ὡς Ἀριστοτέλης ὑπέλαβεν, ἢ καὶ τῶν σωματικῶν οὐσιῶν δι’ ἀλλήλων ἰουσῶν, ἃ οὐκ ἀναγκαῖον ἐπίστασθαι τοῖς ἰατροῖς. ὅθεν οὐδ’ Ἱπποκράτης ἀπεφῄνατό τι περὶ τούτων, ἀλλ’ ἠρκέσθη μόνῳ τῷ δι’ ὅλων κεκρᾶσθαι τὰ στοιχεῖα. τούτου γάρ ἐστιν ἡμῖν χρεία πρός τε τὴν περὶ κράσεων πραγματείαν, ἣν ἐφεξῆς τῆσδε δίειμι, καὶ προσέτι τὴν περὶ φαρμάκων. εἰρήσεται δὲ κᾀν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ περὶ τῆς χρείας αὐτῶν ἐπιπλέον. ἐν δὲ τῷ παρόντι τοσοῦτον εἰπεῖν ἀποχρήσει πρὸς τὸν ἐνεστῶτα λόγον, ὅτι τῶν ὑπ’ Ἀσκληπιάδου λεγομένων ἐν τῷ περὶ στοιχείων βιβλίῳ πρὸς τοὺς ὅλας
490
δι’ ὅλων κεραννύντας ἀλλήλαις τὰς οὐσίας οὐδὲν ἅψεται τῶν τὰς ποιότητας μόνας κεράννυσθαι λεγόντων. ὥστ’, εἰ καὶ διὰ μηδὲν ἄλλο, διὰ γοῦν τό γ’ ἀσφαλὲς αἱρετέον τὸ δόγμα, καὶ λεκτέον, ὡς ἐν τῷ μίγνυσθαι τὸν οἶνον, εἰ τύχῃ, τῷ ὕδατι, καὶ καταθραύεσθαι μέχρι σμικροτάτων ἑκατέρου τὰ μόρια, δρᾷν καὶ πάσχειν αὐτοῖς εἰς ἄλληλα συμβαίνει καὶ μεταδιδόναι τῶν ποιοτήτων ἀλλήλοις ἑτοιμότερον, ὅσῳ περ ἂν εἰς ἐλάττω καταθραυσθῇ, καὶ διὰ τοῦτο κινοῦσιν ἐπὶ πλεῖστον οἱ μιγνύντες ἀλλήλοις τὰ τοιαῦτα, τὴν εἰς ἐλάχιστα διαίρεσιν αὐτῶν μηχανώμενοι. καὶ μὲν δὴ καὶ τὸ μᾶλλον ἑνοῦσθαι τὰς ποιότητας ἀλλήλαις τῶν ἐπὶ πλέον ἀναμιχθέντων τε καὶ χρονισάντων ὁμολογεῖ τῷ λόγῳ. χρόνου γὰρ δεῖται τὰ σμικρὰ μόρια τῶν κεραννυμένων, ἵν’ εἰς ἄλληλα δράσῃ καὶ πάθῃ τελέως, καὶ οὕτως ἓν ἀπεργάσηται τὸ ὅλον ὅμοιον ἑαυτῷ πάντη. διὰ ταῦτα κᾀν τῷ παραχρῆμα μὲν οἶόν τε διαχωρίσαι πάλιν ἀπ’ ἀλλήλων ἔνια τῶν ἀναμιχθέντων· εἰ δ’ ἐπὶ πλέον χρονίσαιεν,
491
ὡς ἑνωθῆναι τὸ πᾶν, ἀμήχανον ἔτι διακρῖναί τε καὶ διελεῖν ἀπὸ θατέρου θάτερον. ἀλλὰ περὶ μὲν τοῦ τρόπου τῆς δι’ ὅλων κράσεως εἰρήσεταί τι κᾀν τοῖς περὶ φαρμάκων.

492

Ἐπὶ δὲ τὸν δεύτερον λόγον ἤδη μοι ἰέναι καιρός. ἀποδείξας γὰρ ὁ Ἱπποκράτης. ἁπάντων τῶν ὄντων κοινὰ στοιχεῖα τὸ θερμὸν, καὶ τὸ ψυχρὸν, καὶ τὸ ξηρὸν, καὶ τὸ ὑγρὸν, ἐφεξῆς ἐπὶ γένος ἕτερον στοιχείων μέτεισιν, οὐκέτι πρῶτον οὐδὲ κοινὸν, ἀλλὰ τῶν ἐναίμων ζώων ἴδιον. αἷμα γὰρ, καὶ φλέγμα, καὶ χολὴ ξανθή τε καὶ μέλαινα στοιχεῖα τῆς ἁπάντων γενέσεώς ἐστι τῶν ἐναίμων ζώων, οὐκ ἀνθρώπου μόνον. ἀνθρώπου δέ γε ἴδια μόρια τὰ ἐλάχιστά

493
τε καὶ ὁμοιομερῆ προσαγορευόμενα. κοινωνία δέ ἐστι καὶ τούτων αὐτῶν πρὸς ἔνια τῶν ἐναίμων ζώων, οἷον ἵππον, καὶ βοῦν, καὶ κύνα, καὶ τἄλλα, ὅσα τοιαῦτα. πάντα γὰρ ταῦτα καὶ ἀρτηρίας ἔχει, καὶ φλέβας, καὶ νεῦρα, καὶ συνδέσμους, καὶ ὑμένας, καὶ σάρκας, οὐ μὴν ἀκριβῶς γε πάντη τοῖς ἀνθρώποις ὅμοια. τινὰ δὲ καὶ κατὰ γένος ἕτερα, καθάπερ ὁπλὰς, καὶ κέρατα, καὶ πλῆκτρα, καὶ ῥάμφη, καὶ φολίδας, καὶ λεπίδας. ὥσπερ οὖν τὸ θερμὸν, καὶ τὸ ψυχρὸν, καὶ τὸ ξηρὸν, καὶ τὸ ὑγρὸν ἁπάντων. ἦν κοινὰ στοιχεῖα, κατὰ τὸν αὐτὸν τρόπον ἴδια πάλιν ἑκάστου τῶν ζώων ἐστὶ τὰ πρῶτα πρὸς αἴσθησιν μόρια, περὶ ὧν ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι λέξεται. μεταξὺ δὲ τούτων τε κᾀκείνων ἡμῖν μὲν οἱ τέσσαρες χυμοὶ, τῶν δ’ ἄλλων ζώων ἑκάστῳ τοῦθ’, ὅπερ ἂν ὕλη τῆς γενέσεως αὐτῶν ᾖ προσεχής. οὕτω γὰρ εἰώθασιν ὀνομάζειν, ἐξ ἧς πρώτης τι γίνεται, μηδεμιᾶς ἐν μέσῳ δεομένης ἑτέρας μεταβολῆς.

494

Ὅτι μὲν οὖν ἐκ τοῦ τῆς μητρὸς αἵματος ἅπαντα γέγονε τὰ τῶν ἐναίμων ζώων μόρια, πρόδηλον παντί. μετέχοντος δὲ τούτου φλέγματός τε καὶ διττῶν χολῶν, εὐλόγως ἐνταῦθα διέστησαν, οἱ μὲν ἐξ αἵματος μόνου τὴν γένεσιν ὑπάρχειν ἡμῖν, οἱ δὲ ἐκ τῶν τεττάρων χυμῶν φάσκοντες. ἔστι μὲν οὖν οὐχ ὁμοίως ἀποδεῖξαι τἀληθὲς ἐνταῦθα δυνατὸν, ὡς ἐπὶ τῶν πρώτων στοιχείων· ἑκάτερος γὰρ ὁ λόγος ἔχει τι πιθανόν. ἐξ ὦν δ’ οὑν ὁ Ἱπποκράτης κινηθεὶς, ἀληθέστερον εἶναι νομίζει, τοὺς τέσσαρας χυμοὺς ὕλην εἶναι τῆς τοῦ ἀνθρώπου γενέσεως, ἐπιδεῖξαι πειράσομαι, τὴν ἀρχὴν ἐνθένδε ποιησάμενος. ὁμοιομερὲς μὲν οὖν ἐστι καὶ σὰρξ, καὶ νεῦρον. ἀλλ’ ἡ μὲν σὰρξ ἔναιμός τε καὶ μαλακὴ καὶ θερμή· τοὐναντίον δὲ τὸ νεῦρον ἄναιμόν τε καὶ σκληρὸν καὶ ψυχρόν. οὐ μὴν οὔτ’ ἐκείνη μαλακὴ καὶ θερμὴ τελέως ἐστὶν, οὔτε τὸ νεῦρον σκληρὸν καὶ ψυχρόν. ἀλλὰ τὸ μὲν αἷμα τῆς σαρκὸς μαλακώτερόν τε καὶ

495
θερμότερόν ἐστι· τὸ δὲ ὀστοῦν τοῦ νεύρου σκληρότερον καὶ ψυχρότερον. οὕτω δὲ καὶ τῶν ἄλλων ἕκαστον μορίων ἕτερον ἑτέρου, τὸ μὲν ψυχρότερόν ἐστι, τὸ δὲ θερμότερον, καὶ τὸ μὲν μαλακώτερον, τὸ δὲ σκληρότερον. ἆρ’ οὖν ἐκ τῆς αὐτῆς οὐσίας τὰ πάντα γέγονεν, ἢ μᾶλλον ἀγαθός τις οὖσα δημιουργὸς ἡ φύσις, ἡνίκα τὸ πρῶτον ἐκ τοῦ παρὰ τῆς μητρὸς αἵματος, εἰς τὴν μήτραν ἰόντος, ἐγέννα τε καὶ διέπλαττε τὸ ἔμβρυον, εἰς μὲν τὴν τῶν σκληροτέρων σωμάτων πῆξιν εἷλκεν ἐξ αὐτοῦ τὸ παχύτερον, εἰς δὲ τὴν τῶν μαλακωτέρων τὸ ὑγρότερον; οὕτω δὲ καὶ τὸ μὲν θερμότερον εἰς τὴν τῶν θερμοτέρων, τὸ δὲ ψυχρότερον εἰς τὴν τῶν ψυχροτέρων; ἐμοὶ μὲν οὖν οὕτω δοκεῖ μακρῷ φυσικώτερον εἶναι, καὶ κατὰ τὴν πρώτην ἀρχὴν εὐθέως διαπεπλάσθαι τὸ κύημα, κᾀν τῷ μετὰ ταῦτα χρόνῳ παντὶ τὴν τροφὴν καὶ τὴν αὔξησιν ἕκαστον τῶν μορίων ἔχειν ἐκ τῆς οἰκείας ὕλης. ἕν μὲν γάρ τι φαίνεται τὸ αἷμα, καθάπερ καὶ τὸ γάλα. διδάσκει δ’ ὁ λόγος, οὐχ ἓν ὑπάρχειν αὐτὸ, καθότι μηδὲ τὸ γάλα.
496
τὸ μὲν γάρ ἐστιν ἄκρως ὀῤῥῶδες καὶ λεπτὸν ἐν τῷ γάλακτι, τὸ δὲ ἄκρως τυρῶδες καὶ παχύ. ταῦτα δὲ, ἕως μὲν ἐκέκρατο πρὸς ἄλληλα, μέσον ἀπειργάζετο τὸ γάλα τυροῦ καὶ ὀῤῥοῦ· διακριθέντα δὲ, τὴν οἰκείαν ἰδέαν ἐνεδείξατο, καὶ τὴν τοῦ γάλακτος ἐδίδαξε φύσιν, ὡς οὐκ ἄρα ἓν ἦν ἀκριβῶς, ἀλλ’ ἐξ ἐναντίων τε καὶ διαφερόντων συγκείμενον. ὡς οὖν ἐν τῷ γάλακτι τὸ μέν ἐστιν ὀῤῥὸς, τὸ δὲ τυρὸς, οὕτω καὶ ἐν τῷ αἵματι τὸ μὲν οἷον ἰχὼρ αἵματος ἀνάλογον ὀῤῥῷ γάλακτος, τὸ δὲ οἶον ἰλύς τις καὶ τρὺξ ἀνάλογον τῷ τυρῷ. καὶ μὲν δὴ καὶ ἶνας ἐμφερομένας τῷ αἵματι σαφῶς ἐστι θεάσασθαι, καὶ τούτων ἐξαιρεθεισῶν, οὐ πήγνυται τὸ αἷμα, καὶ χωρισθὲν τῶν ἰνῶν τὸ αἷμα καὶ χροιᾷ καὶ συστάσει διαφέρει. τὸ μὲν γὰρ ἐρυθρὸν ἀκριβῶς φαίνεται, τὸ δὲ ξανθότερον τούτου, τὸ δὲ μελάντερον. ἔστιν ὅτε δὲ καὶ σαφῶς ἐπανθεῖ τι λευκὸν αὐτῷ, καί ποτε πελιδνὸν ἅπαν 
497
ἐφάνη, καὶ νὴ Δία γε πολλάκις ἐγγὺς τῷ μέλανι, καθάπερ τις πορφύρα κατακορής· ὥστ’ οὐχ ἓν ἀκριβῶς τὸ αἷμα. πάντων γὰρ ἂν, οἶμαι, καὶ ζώων καὶ ἀνθρώπων ὅμοιον ὑπῆρχε διὰ παντὸς, εἴπερ ἦν ὄντως ἓν. ἀλλά ποτε ἐν αὐτῷ πλεονεκτεῖ τὸ παχὺ καὶ μέλαν, ὡς καὶ τὴν χρόαν ἅπαντος τοῦ σώματος μελαντέραν φαίνεσθαι, καὶ τὰς οὐλὰς μελαίνεσθαι, καὶ κιρσοῦσθαι τὰς ἐν τοῖς σκέλεσι φλέβας, ἅμα τινὶ πελιδνῷ χρώματι· ποτὲ δὲ τὸ ξανθὸν, ὡς καὶ τοῦτ’ ἔκ τε τῶν τριχῶν ἐστιν ἰδεῖν, κᾀκ τῆς συμπάσης τοῦ σώματος χρόας, ἐμέτων τε καὶ διαχωρημάτων· ἔστι δ’ ὅτε τὸ ἐρυθρὸν ἢ λευκὸν, ὡς καὶ ταῦτα ἔκ τε τῶν τοῦ ὅλου σώματος χρωμάτων καὶ τριχῶν καὶ διαχωρημάτων φαίνεσθαι. καὶ μὲν δὴ κᾂν εἰ τὰς φλέβας ἐκτέμοις ὑγιαινόντων ἔτι τῶν ἀνθρώπων, τοῦ μέν τινος αὐτῶν ξανθὸν ῥυήσεται τὸ αἷμα, τοῦ δ’ ἐρυθρὸν, τοῦ δὲ λευκότερον, τοῦ δὲ μελάντερον. κᾂν εἰ δοῦναι δὲ φάρμακον ἐθέλοις ἐκκαθαῖρον τὸ σῶμα, τοιοῦτον
498
ἐκκενώσει χυμὸν, ὁποῖον ἕλκειν πέφυκεν, ἀλλ’ οὐκ ἴσον ἐν πάσῃ φύσει σώματος, οὔθ’ ὑγιαινόντων, οὔτ’ ἀῤῥωστούντων. ἵνα γὰρ ἀπὸ τῶν ἀῤῥωστούντων ἄρξωμαι, χολῆς τῆς ὠχρᾶς τε καὶ ξανθῆς ὀνομαζομένης εἰ δοίης τοῖς ἰκτεριῶσιν ἀγωγὸν φάρμακον, ἄξει σοι παμπόλλην χολήν. εἰ δέ γε τοῖς τὸν καλούμενον ὕδερον λευκοφλεγματίαν νοσοῦσι ταὐτὸ τοῦτο δοίης φάρμακον, ἐλαχίστην μὲν ἐκκενώσει χολήν. εἰ δ’ αὖ πάλιν ἕτερον δοίης φάρμακον, ὑφ’ οὗ φλέγμα κενοῦσθαι πέφυκεν, ἥκιστα μὲν ἐν τοῖς ἰκτεριῶσι κενώσει φλέγμα, καὶ σὺν μεγάλῃ τῇ βλάβῃ· πάμπολυ δὲ τοῖς προειρημένοις ὑδέροις, καὶ χωρὶς τοῦ βλάψαι. καὶ μέντοι καὶ τοῖς ἐλεφαντιῶσι πολλάκις ἐδώκαμεν, ὅ τι χολὴν ἐκκαθαίρει μέλαιναν· ὑφ’ οὗ καὶ ῥᾴστην καὶ πλείστην σὺν ὠφελείᾳ μεγάλῃ τὴν κένωσιν εἴδομεν ἀπαντῶσαν.

499

Ἀσκληπιάδης δὲ, πάντα τὰ καλὰ τῆς τέχνης ἐπιχειρῶν ἀνατρέπειν τῷ λόγῳ διὰ τοὺς θαυμαστοὺς ὄγκους καὶ πόρους, πειρᾶται μεταπείθειν ἡμᾶς, ὡς οὐχ ἕλκει τὸ οἰκεῖον ἕκαστον τῶν φαρμάκων, ἀλλὰ μεταβάλλει. καὶ τρέπει, καὶ ἀλλοιοῖ, διαφθεῖρον εἰς τὴν ἑαυτοῦ φύσιν, ὁποῖον ἂν ᾖ τὸ ἑλχθέν. εἶτα τὴν ἀκολουθοῦσαν ὠφέλειαν, οὐ τῇ τοῦ λυποῦντος καθάρσει γίνεσθαί φησιν, ἀλλὰ τῷ κοινῷ λόγῳ τῆς κενώσεως. ὁ μὲν οὖν Ἀσκληπιάδους λόγος οὕτως ἀναισχυντεῖ κατὰ τοῦ φαινομένου. τὸ φαινόμενον δέ γ’, ὡς Ἱπποκράτης τε καὶ οἱ λοιποὶ πάντες ἰατροὶ, τῇ πείρᾳ βασανίζοντες, ἔμαθον, ὡς εἴρηται πρόσθεν, ἔχει. εἰ γὰρ ἐπιχειρήσεις ἀνθρώπῳ χολῶντι φλέγματος ἀγωγὸν δοῦναι φάρμακον, οὐ μετὰ μικρᾶς, εὖ οἶδ’ ὅτι, ζημίας πειράσῃ τοῦ ἐγχειρήματος. εἰ δέ γ’ ὡς κενοῦντα μόνον ὠφελεῖ τὰ καθαίροντα, τί οὐ φλέβας τέμνομεν ἁπάντων, εἴτ’ ἰσχνοὶ

500
τύχοιεν ὄντες, εἴτε παχεῖς, εἴτ’ ἰκτεριῶντες, εἴτε μελαγχολῶντες; ἀλλὰ πολλοῖς μὲν τῶν τοιούτων, ἰσχνοῖς οὖσιν ἱκανῶς, οὐ σμικρὰν ἤνεγκεν ὠφέλειαν ἡ τοῦ λυποῦντος χυμοῦ κένωσις. εἰ δ’ αἵματος αὐτῶν ἀφελεῖν ἐτόλμησέ τις, εὐθὺς ἂν ἀπέκτεινεν. ἀλλὰ ταῦτα λέγειν ἀναγκάζουσιν Ἀσκληπιάδην οἱ ὄγκοι καὶ πόροι καὶ τὰ ἄναρμα στοιχεῖα. τούτοις γὰρ ἕπεται τὸ μηδεμίαν εἶναι τῆς φύσεως ἡμῶν ἀλλοτρίαν ποιότητα, μηδὲ τὴν τῶν ὁσημέραι διὰ τῆς γαστρὸς ἡμῶν ἐκκενουμένων περιττωμάτων· ἀλλ’ ὅταν ἐπισχεθῇ ἡ γαστὴρ, τῷ λόγῳ τοῦ πλήθους ἡμᾶς βλάπτεσθαι, καὶ εἶναι τὴν ἴασιν ὀλιγοσιτίαν ἢ ἀσιτίαν παντελῆ. πλῆθος γάρ τοι τοιούτων λόγων ἀποτετόλμηται πρὸς Ἀσκληπιάδου, τοῖς ἐναργέσι μαχομένων, οἳ τοὺς μὲν ἀγνοοῦντας τὸ φαινόμενον ἀπορεῖν ἀναγκάζουσι, τοὺς δὲ γινώσκοντας ἐκπλήττεσθαί τε καὶ θαυμάζειν τὴν ἀναισχυντίαν τοῦ ἀνθρώπου. ἀλλὰ πρὸς μὲν τὴν Ἀσκληπιάδειον τόλμαν ἐν ἑτέροις ἐπὶ πλέον εἰρήσεται. τὰ φαινόμενα δ’ ἐναργῶς πάλιν
501
ἀναλάβωμεν, ἑπόμενοι ταῖς Ἱπποκράτους ῥήσεσιν, ὡς οὐ μαντευσαμένου δήπουθεν, ὡς ἰατρός τις ἄπειρος ἢ ἀναίσχυντος ἐς τοσοῦτον ἔσοιτο, καθάπερ Ἀσκληπιάδης, ὡς ἤτοι παντάπασιν ἀγνοῆσαι τὰ οὕτω σμικρὰ τῆς τέχνης, ἢ γνοὺς ἀρνήσηται μὴ γινώσκειν. ὅθεν, οἶμαι, καὶ ὁ λόγος ἡμῖν μὲν μακρότερος γίνεται διὰ τὰς πρὸς τοὺς ἀναισχυντήσαντας ἀντιλογίας· Ἱπποκράτει δὲ βραχὺς καὶ σύντομος, αὐτὸ τὸ φαινόμενον ἐναργῶς γράφοντι, χωρὶς ἁπάσης κατασκευῆς, τῷ μηδ’ ὑπονοῆσαι μηδένα, μήτ’ ἀγνοῆσαι τὰ τοιαῦτα, μήτ’ ἀρνήσασθαι.