De elementis ex Hippocrate

Galen

Galen. Claudii Galeni Opera Omnia, Volume 1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1821.

Ἐπειδὴ τὸ στοιχεῖον ἐλάχιστόν ἐστι μόριον, οὗπερ ἂν ᾖ στοιχεῖον, ἐλάχιστον δὲ οὐ ταὐτὸν αἰσθήσει τε φαίνεται καὶ ὄντως ἐστί· πολλὰ γὰρ ὑπὸ σμικρότητος ἐκφεύγει τὴν αἴσθησιν· εὔδηλον, ὡς οὐκ ἂν εἴη τῶν φύσει τε καὶ ὄντως ἑκάστου πράγματος στοιχείων ἡ αἴσθησις κριτήριον. εἰ γοῦν ἐθελήσεις ἰὸν καὶ καδμίαν, καὶ λιθάργυρον, καὶ μίσυ, τρίψας ἀκριβῶς ὁμοῦ πάντα, καὶ χνοώδη ποιήσας, ἐπιτρέπειν αἰσθήσει τὴν διάγνωσιν, ἓν εἶναί σοι τὰ πάντα δόξει. κᾂν εἰ μὴ τέτταρα δὲ μόνον, ἀλλὰ καὶ

414
πολλῷ πλείω κατὰ τὸν αὐτὸν τρόπον ἀναμίξεις ἀλλήλοις, ἓν εἶναί σοι καὶ ταῦτα φανεῖται πάντα, καί τοί γε οὐχ ἓν ὄντα. ταῦτ’ ἄρα καὶ Ἱπποκράτης ἐπισκεπτόμενος ἀνθρώπου φύσεως στοιχεῖα, τῶν μὲν, ὡς πρὸς τὴν αἴσθησιν ἁπλουστάτων τε καὶ πρώτων, καταφρονεῖ, τὰ δὲ ὄντως τε καὶ φύσει ζητεῖ. καὶ γὰρ δὴ καὶ ἡ χρεία τούτων εἰς τὰς ἰάσεις οὐδὲν ἧττόν ἐστι τῶν πρὸς τὴν αἴσθησιν, ὡς ἐν ἑτέροις ἐπιδέδεικται. καὶ φαίνεσθαι μὲν στοιχείοις τοῖς αἰσθητοῖς τούτοις συγχωρήσειεν ἂν τις, εἶναι δὲ οὐ συγχωρήσειεν. οὐ γὰρ δὴ τὸ φαινόμενον ἁπλούστατόν τε καὶ πρῶτον μόριον, ἀλλὰ τὸ πρὸς τὴν φύσιν ὑπάρχον τοιοῦτο στοιχεῖον ὄντως ἐστίν. ὡς εἴ γε τὸ φαινόμενον ἐλάχιστόν τε καὶ πρῶτον μόριον ἑκάστου, τοῦτο φήσομεν εἶναι τὸ φύσει στοιχεῖον, ἄλλα μὲν τοῖς ἀετοῖς, καὶ Λυγκεῖ, καὶ εἴ τις ἕτερος ἄνθρωπος ἢ ζῶον ἄλλο ὀξυωπέστατόν ἐστιν, ἄλλα δὲ ἡμῶν ἑκάστῳ φανεῖται τὰ στοιχεῖα. μὴ τοίνυν οὕτως, ἀλλὰ τὰ πρῶτά τε
415
καὶ ἁπλούστατα τῇ φύσει, καὶ μηκέτ’ εἰς ἄλλα διαλυθῆναι δυνάμενα ζητῶμεν, εἰ μέλλοιμεν ἢ ἀνθρώπου φύσεως, ἤ τινος ἄλλου τῶν ὄντων ἐπιστήμην ἀκριβῆ λήψεσθαι.

Τίς οὖν ἐστι τῆς τούτων εὑρέσεως ἡ μέθοδος; ἐμοὶ μὲν οὐκ ἄλλη τις, ἢ ἣν Ἱπποκράτης εἰσηγήσατο, δοκεῖ. χρὴ γὰρ διελέσθαι, πρῶτον μὲν, εἰ ἕν τι τὴν ἰδέαν ἐστὶ τὸ στοιχεῖον, ἢ πολλὰ καὶ ποικίλα καὶ ἀνόμοια. δεύτερον δὲ, εἰ πολλὰ καὶ ποικίλα καὶ ἀνόμοια, πόσα τε, καὶ τίνα, καὶ ὁποῖα ταῦτά ἐστι, καὶ ὅπως ἔχοντα τῆς πρὸς ἄλληλα κοινωνίας. ὅτι μὲν οὖν οὐχ ἕν ἐστι τὸ πρῶτον στοιχεῖον, ἐξ οὗ τό τε ἡμέτερον σῶμα, καὶ τὰ τῶν ἄλλων ἁπάντων γέγονεν, ἐκ τῶνδε δείκνυσιν ὁ Ἱπποκράτης. αὐτὴν γὰρ ἄμεινον εἶναι δοκεῖ παραθέμενον αὐτοῦ τὴν ῥῆσιν οὕτως ἐξηγήσασθαι. Ἐγὼ δέ φημι, εἰ ἓν ἦν ὁ ἄνθρωπος, οὐδέποτε ἂν ἤλγεεν· οὐδὲ γὰρ ἂν ἦν ὑφ’ ὅτου ἀλγήσειεν, ἓν ἐών. Κάλλιστά μοι φαίνεται καὶ διὰ βραχυτάτης λέξεως

416
ἅμα τὸ ἐπικαιρότατον αὐτοῦ τῆς ἀποδείξεως εἰπεῖν, ὑπὲρ τοῦ μὴ δύνασθαι τὸ στοιχεῖον ἓν εἶναι τὴν ἰδέαν τε καὶ δύναμιν. ὅτι μὲν γὰρ ἓν τῷ ἀριθμῷ λέγειν εἶναι τὸ ὂν ἐσχάτης ἀτοπίας ἐστὶ, καὶ ὄντως ἀνθρώπου μηδενὸς τῶν ἐναργῶν πεφροντικότος, ἄντικρυς δῆλον. ἰδέᾳ δὲ καὶ δυνάμει δύναιτ’ ἄν τις ἓν εἶναι λέγειν τὰ πάντα, καθάπερ οἱ περὶ τὸν Ἐπίκουρόν τε καὶ Δημόκριτον τὰς ἀτόμους. ἐκ ταὐτοῦ δέ εἰσιν αὐτοῖς χοροῦ καὶ οἱ ἐλάχιστα καὶ ἄναρμα καὶ ἀμερῆ τιθέμενοι στοιχεῖα. πρὸς τοὺς τοιούτους οὖν ἅπαντας ὁ Ἱπποκράτης κοινὴν ἀντιλογίαν ποιούμενος ἀποδείκνυσιν, οὐχ ἓν εἶναι τὴν ἰδέαν τε καὶ τὴν δύναμιν τὸ στοιχεῖον, οὐδὲ μνημονεύσας ἐκείνων, οἳ καὶ τῷ ἀριθμῷ τὸ ὂν ἓν εἶναί φασιν, ὡς ἐμπλήκτων τελέως. ἴδωμεν οὖν, εἰ ὀρθῶς συνελογίσατο καὶ δεόντως ἀντεῖπε τοῖς ἓν εἶναι τῇ φύσει τὸ στοιχεῖον ὑποτιθεμένοις, εἴτ’ οὖν
417
ἄτομον, εἴτ’ ἄναρμον, εἴτ’ ἐλάχιστον, εἴτ’ ἀμέριστον αὐτὸ προσαγορεύειν ἐθέλουσιν. οὐδὲ γὰρ ἔτι δεηθησόμεθα τῆς κατὰ μέρος ἐν αὐτοῖς διαφορᾶς, ἂν τὸ καθόλου τε καὶ κοινὸν ἁπασῶν τῶν αἱρέσεων αὐτῶν ἀνέλωμεν. ὑπόκειται γὰρ ἅπασι τούτοις, ἄποιον εἷναι τὸ πρῶτον στοιχεῖον, μήτε λευκότητα σύμφυτον ἔχον, ἢ μελανότητα, ἢ ὅλως ἡντιναοῦν χροιὰν, οὔτε γλυκύτητα, ἢ πικρότητα, ἢ θερμότητα, ἢ ψυχρότητα, οὔθ’ ὅλως ἡντιναοῦν ἑτέραν ποιότητα. νόμῳ γὰρ χροιὴ, νόμῳ πικρὸν, νόμῳ γλυκὺ, ἐτεῇ δ’ ἄτομον καὶ κενὸν, ὁ Δημόκριτός φησιν, ἐκ τῆς συνόδου τῶν ἀτόμων γίνεσθαι νομίζων ἁπάσας τὰς αἰσθητὰς ποιότητας ὡς πρὸς ἡμᾶς τοὺς αἰσθανομένους αὐτῶν, φύσει δὲ οὐδὲν εἶναι λευκὸν, ἢ μέλαν, ἢ ξανθὸν, ἢ ἐρυθρὸν, ἢ πικρὸν, ἢ γλυκύ. τὸ γὰρ δὴ νόμῳ ταὐτὸ βούλεται τῷ οἶον νομιστὶ, καὶ πρὸς ἡμᾶς, οὐ κατὰ τὴν αὐτῶν τῶν πραγμάτων φύσιν· ὅπερ δ’ αὖ πάλιν ἐτεῇ καλεῖ, παρὰ τὸ ἐτεὸν, ὅπερ ἀληθὲς δηλοῖ, 
418
ποιήσας τοὔνομα. καὶ εἴη ἂν ὁ σύμπας αὐτοῦ νοῦς τοῦ λόγου τοιόσδε. νομίζεται μέντοι παρὰ τοῖς ἀνθρώποις λευκόν τι εἶναι, καὶ μέλαν, καὶ γλυκὺ, καὶ πικρὸν, κατὰ δὲ τὴν ἀλήθειαν ἓν καὶ μηδέν ἐστι τὰ πάντα. καὶ γὰρ αὖ καὶ τοῦτ’ εἴρηκεν αὐτὸς, ἓν μὲν τὰς ἀτόμους ὀνομάζων, μηδὲν δὲ τὸ κενόν. αἱ μὲν οὖν ἄτομοι σύμπασαι, σώματα οὖσαι σμικρὰ, χωρὶς ποιοτήτων εἰσί· τὸ δὲ κενὸν χώρα τις, ἐν ᾗ φερόμενα ταυτὶ τὰ σώματα ἄνω τε καὶ κάτω σύμπαντα διὰ παντὸς τοῦ αἰῶνος, ἢ περιπλέκεταί πως ἀλλήλοις, ἢ προσκρούει, καὶ ἀποπάλλεται, καὶ διακρίνει δὲ, καὶ συγκρίνει πάλιν εἰς ἄλληλα κατὰ τὰς τοιαύτας ὁμιλίας, κᾀκ τούτου τά τε ἄλλα συγκρίματα πάντα ποιεῖ, καὶ τὰ ἡμέτερα σώματα, καὶ τὰ παθήματα αὐτῶν, καὶ τὰς αἰσθήσεις. ἀπαθῆ δ’ ὑποτίθενται τὰ σώματα εἶναι τὰ πρῶτα· τινὲς μὲν αὐτῶν ὑπὸ σκληρότητος ἄθραυστα, καθάπερ οἱ περὶ τὸν Ἐπίκουρον· ἔνιοι δὲ, ὑπὸ σμικρότητος ἀδιαίρετα,
419
καθάπερ οἱ περὶ τὸν Λεύκιππον, ἀλλ’ οὐδ’ ἀλλοιοῦσθαι κατά τι δυνάμενα ταύτας δὴ τὰς ἀλλοιώσεις, ἃς ἅπαντες ἄνθρωποι πεπιστεύκασιν εἷναι, διδαχθέντες ὑπὸ τῶν αἰσθήσεων, οἷον οὔτε θερμαίνεσθαί τί φασιν ἐκείνων, οὔτε ψύχεσθαι, κατὰ δὲ τὸν αὐτὸν τρόπον οὔθ’ ὑγραίνεσθαι, οὔτε ξηραίνεσθαι, πολὺ δὲ δὴ μᾶλλον ἔτι μήτε μελαίνεσθαι, μήτε λευκαίνεσθαι, μήτ’ ἄλλην τινὰ ὅλως ἐπιδέχεσθαι ποιότητα κατὰ μηδεμίαν μεταβολήν. εὐλόγως οὖν ὁ Ἱπποκράτης ἀντιλέγων αὐτοῖς, ἐρεῖ, μηδέποτ’ ἂν ἀλγέειν τὸν ἄνθρωπον, εἰ τοιαύτη τις ἦν ἡ φύσις αὐτοῦ. τὸ γὰρ ἀλγῆσον χρὴ δήπου δύο ταῦτ’ ἔχειν ἐξ ἀνάγκης, ἀλλοιωτόν τε καὶ αἰσθητὸν ὑπάρχειν. εἴτε γὰρ μηδέποτε μηδεμίαν ἀλλοίωσιν ἐπιδέχοιτο, φυλάξει διὰ παντὸς ἣν εἶχεν ἐξ ἀρχῆς κατάστασιν· οὐ φυλάττει δέ γε τὸ ἀλγοῦν· εἴτε μεταβάλλοι, καθάπερ οἱ λίθοι τε καὶ τὰ ξύλα, θερμαινόμενά τε καὶ ψυχόμενα, καὶ διαιρούμενα, μὴ παρείη δ’ αὐτοῖς τις αἴσθησις
420
σύμφυτος, οὐκ αἰσθήσεται τῆς ἀμφ’ αὐτὸ γενομένης διαθέσεως, ὥσπερ οὐδὲ οἱ λίθοι. καὶ μὴν ἀμφοῖν ἀπολείπεται τὰ τούτων στοιχεῖα, μήτ’ ἀλλοιοῦσθαι μήτ’ αἰσθάνεσθαι πεφυκυίας ἀτόμου μηδεμιᾶς. εἴπερ οὖν ἐξ ἀτόμων τινῶν ἦμεν, ἤ τινος τοιαύτης ἄλλης φύσεως μονοειδοῦς, οὐκ ἂν ἠλγοῦμεν· ἀλγοῦμεν δέ γε· δῆλον οὖν, ὡς οὐκ ἐσμὲν ἐξ ἁπλῆς τινος καὶ μονοειδοῦς οὐσίας. τὸ μὲν δὴ κεφάλαιον τοῦ λόγου τοῦτο, πρόδηλον ὑπάρχον ἅπασι τοῖς ἐν τῆ λογικῇ θεωρίᾳ γεγυμνασμένοις, οὕτω πως περαίνει τὸ προκείμενον. ἐπεὶ δὲ, πρὸς τῷ μὴ γεγυμνάσθαι τὸν λογισμὸν, οἱ τὰ τοιαῦτα εἰσηγούμενοι στοιχεῖα καὶ ἄλλως εἰσὶ φιλόνεικοι, μέγιστον εἶναι νομίζοντες κακὸν τὸ μετατίθεσθαι πρὸς τὰ βελτίω, πειρατέον αὐτοῖς ἐκθέσθαι τὸν καθόλου τοῦτον λόγον ἐπὶ παραδειγμάτων τινῶν κατὰ μέρος. εἰ γάρ τις τῇ λεπτοτάτῃ βελόνῃ τρώσειε τὸ δέρμα, πάντως μὲν ἀλγήσει τὸ ζῶον, ἅψεται δὲ ἤτοι μιᾶς, ἢ δυοῖν, ἢ καὶ πλειόνων ἀτόμων ἡ βελόνη. πρῶτον οὖν ὑποκείσθω, ψαύειν αὐτὴν μιᾶς. ἀλλ’
421
ἑκάστη τῶν ἀτόμων ἄτρωτός τε ἦν καὶ ἀναίσθητος. οὐκοῦν οὔτε πείσεταί τι πρὸς τῆς βελόνης, οὔτ’, εἴπερ ἔπαθεν, ᾔσθετ’ ἂν τοῦ παθήματος. εἰ μὲν γὰρ ἐκ δυοῖν τούτων γίνεται τὸ ἀλγεῖν, ἔκ τε τοῦ πάσχειν τὸ παθητὸν κᾀκ τοῦ τῶν παθημάτων αἰσθάνεσθαι, μέτεστι δ’ οὐδ’ ἑτέρου τούτων ταῖς ἀτόμοις, οὐκ ἀλγήσει τὸ ζῶον, ὅταν ἡ βελόνη ψαύσῃ μιᾶς ἀτόμου. μὴ τοίνυν μιᾶς, ἀλλὰ δυοῖν ψαυέτω. καὶ μὴν, ὅπερ ἐπὶ τῆς μιᾶς ἀρτίως, τοῦτ’ ἐπ’ ἀμφοῖν ἐγχωρήσει λέγειν νῦν. εἰ γὰρ μηδ’ ἑτέρα τῶν ἀτόμων μήτ’ ἐτρώθη πρὸς τῆς βελόνης, μήτ’, εἴπερ ἐτρώθη, τῆς τρώσεως αἰσθάνεσθαι φύσιν εἶχεν, ἀναίσθητός τε ἅμα καὶ ἀνώδυνος ὁ τρωθεὶς ἔσται. ὥσπερ γὰρ οὐδὲν πλέον ἐκ τοῦ δυοῖν προσπεσεῖν ὀστοῖς, ἢ χόνδροις, ἢ θριξὶ τὴν βελόνην, ἢ ἄλλῳ τινὶ τῶν ἀναισθήτων μορίων· ὁμοίως γὰρ αἱ δύο τρίχες ἀναίσθητοί εἰσι τῇ μιᾷ· κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον, οὐδ’ εἰ δυοῖν ἀτόμοιν ἐφάψαιτο, πλέον οὐδὲν εἰς
422
αἴσθησιν, εἰ μηδὲ ἑτέρα τῶν ἀτόμων ἐστὶν αἰσθητική. καὶ μὲν δὴ κᾂν εἰ τριῶν ἢ τεττάρων ἅψαιτο, κατὰ τὸν αὐτὸν λόγον, ὥσπερ ἐπί τε ψηφίδων καὶ λίθων καὶ τριχῶν, οὕτω κᾀνταῦθα πλέον οὐδὲν οὔτ’ εἰς παθήματος οὔτ’ εἰς αἰσθήσεως γένεσιν. οὐδὲν γὰρ οὔτ’ ἐκ τῶν ἀπαθῶν οὔτ’ ἐκ τῶν ἀναισθήτων συντιθέμενον αἰσθητικὸν ἢ παθητικὸν γίνεται. θαυμαστὸν γὰρ ἂν ἦν, εἰ, μηδενὸς αὐτοῦ τῶν μορίων μήτε πάσχοντος μήτ’ αἰσθανομένου, τὸ ὅλον αἰσθανόμενόν τε καὶ πάσχον ἐγένετο. δυοῖν γὰρ ὄντων ὀργάνων πρὸς τὰς τῶν τοιούτων ἀξιωμάτων εὑρέσεις, ἐμπειρίας καὶ λόγου, κατ’ οὐδέτερον αὐτῶν εὑρεθήσεταί ποτε σύνθετον ἐξ ἀναισθήτων τε ἅμα καὶ ἀπαθῶν αἰσθητικὸν καὶ παθητικόν. ἀλλ’ εἴτε ἀδάμαντας πολλοὺς, ἢ καὶ ὅ τι βούλει τῶν δυσπαθεστάτων ἀθροίσας τιτρώσκειν ἐπιχειρήσεις, οὔτε τρωθήσεταί ποτε τὸ ἐξ αὐτῶν σύνθετον, οὔτ’ αἰσθήσεται. διὰ μὲν δὴ τῆς πείρας οὐδὲν εὕρηταί ποτε τοιοῦτον 
423
ἐκ τοῦ σύμπαντος αἰῶνος. ὅτι δ’ οὐδ’ ὁ λόγος αὐτὸ προσίεται, μικρὸν ἔμπροσθεν ἐῤῥέθη. τῆς γοῦν ἀλγούσης σαρκὸς ἐν τῷ τιτρώσκεσθαι τὸ μηδὲν τῶν ἐλαχίστων αὐτῆς μορίων μήτε ἀλγεῖν, μήτε τιτρώσκεσθαι, πῶς οὐ θαυμαστόν; ἢ τίς τοῦτο προσίεται λογισμός; ἐγὼ μὲν γάρ φημι, κᾂν εἰ πάσαις ταῖς ἀτόμοις ἦν αἴσθησις σύμφυτος, ἄτρωτοι δὲ τελέως καὶ ἀπαθεῖς ἦσαν, ἐκ τοῦ περιπλέκεσθαι μόνον ἀλλήλαις ἐργαζόμεναι τὴν σάρκα, πλέον ἂν οὐδ’ οὕτως γενέσθαι, καθιεμένης τῆς βελόνης. ὥσπερ γὰρ, εἰ τοὺς δύο δακτύλους περιπλέξειας ἀλλήλοις, καίτοι γ’ αἰσθητικοὺς ὄντας, οὐδεὶς ἕπεται πόνος ἐκ τοῦ πάλιν ἀφίστασθαί τε καὶ διαλύεσθαι, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον οὐδὲ εἰ διΐστησί τε καὶ διαλύει τὰς ἀτόμους ἀπ’ ἀλλήλων ἡ βελόνη, τιτρώσκει δὲ οὐδεμίαν, οὐδαμῶς ἀλγήσει τὸ ζῶον. ἢ δειξάτωσαν ἐκ τοῦ περιπλέκεσθαί τε καὶ πάλιν ἀφίστασθαι τῶν αἰσθητικῶν ὁτιοῦν σωμάτων ἀκολουθοῦσαν ὀδύνην. ἀλλ’
424
οὔτ’ ἐπὶ τῶν φαινομένων ἔχουσι δεῖξαι, καὶ τῷ λόγῳ σκοπουμένοις παντὸς μᾶλλον ἀδύνατον φαίνεται. καὶ μὴν εἰ καὶ τὴν αἴσθησιν ἡμῶν συγχωρησάντων ταῖς ἀτόμοις ὁ χωρισμὸς ἀνώδυνος εὑρίσκεται, καὶ λόγῳ καὶ πείρᾳ σκοπουμένοις, εἴπου γέ τοι πρὸς τούτῳ καὶ τὸ μηδ’ αἰσθάνεσθαι λάβοιεν, ὀδυνᾶσθαι δυνήσονται; τὸ μὲν γὰρ ὀδυνᾶσθαι, καθότι καὶ πρόσθεν εἴρηται, δυοῖν τούτοιν ἐξ ἀνάγκης δεῖται συνιόντων ἀλλήλοις, ἀλλοιώσεώς τε ἅμα καὶ αἰσθήσεως. ἔχουσι δ’ οὐδέτερον αὐτῶν αἱ ἄτομοι. δεόντως οὖν, εἰ καὶ θάτερον αὐταῖς ὑπάρχειν ὑποθεῖο, μένουσιν ἔτ’ ἀνώδυνοι. καὶ γὰρ εἰ ἀπαθεῖς μὲν, αἰσθητικὰς δ’ εἷναι συγχωρήσειας, οὐκ ἀλγήσουσιν, ὅτι μηδὲ πείσονται. καὶ εἰ πάσχειν μὲν, ἀλλ’ ἀναισθήτους ὑπάρχειν, οὐκ ἀλγήσουσιν, ὅτι μηδ’ αἰσθήσονται. χρὴ γὰρ, ὡς εἴρηται, καὶ πάσχειν καὶ τοῦ πάθους αἰσθάνεσθαι τὸ μέλλον ὀδυνήσεσθαι σῶμα. οὐκοῦν οὔτ’ ἐξ ἀπαθῶν τε ἅμα καὶ ἀναισθήτων ἐγχωρεῖ στοιχείων εἶναι τὸ αἰσθητικὸν σῶμα· οὐ μὴν οὐδ’ ἐξ ἀπαθῶν
425
τε ἅμα καὶ αἰσθανομένων· οὐδὲ γὰρ οὐδὲ τοῦτ’ ἀλγήσει ποτὲ, ὅτι μηδὲ πείσεται. δυνάμει μὲν γὰρ αἰσθητικόν ἐστι, ἐνεργείᾳ δ’ αἰσθανόμενον οὐδέποτε· καθάπερ καὶ τὸ ἡμέτερον σῶμα, καίτοι φανερῶς ὑπάρχον αἰσθητικὸν, ὅμως οὐκ αἰσθάνεται, πρὶν παθεῖν ὑπό τινος. ὥστ’ ἐκ τούτου τοῦ λόγου σαφῶς καὶ ἡ τῶν τὰς ὁμοιομερείας εἰσαγόντων δόξα καταβάλλεται. καὶ γὰρ εἰ αἰσθητικά τινα τῶν στοιχείων ἐστὶν αὐτοῖς, ἀλλ’ ἀπαθῆ γε πάντως, πῶς αἰσθήσεται τὸ αἰσθητικὸν σῶμα ἔξω τοῦ πάσχειν ἀεὶ καθεστηκός; λοιπὸν οὖν, ἢ ἐξ αἰσθανομένων τε ἅμα καὶ πασχόντων, ἢ ἐκ πασχόντων μὲν, ἀναισθήτων δὲ, τὸ αἰσθητικὸν εἶναι χρὴ σῶμα. ὁπότερον δὲ τούτων ἀληθές ἐστιν, αὖθις ὀψόμεθα. τὸ δὲ μήτ’ ἐξ ἀναισθήτων τε ἅμα καὶ ἀπαθῶν, μήτ’ ἐξ αἰσθανομένων μὲν, ἀπαθῶν δὲ, δύνασθαί ποτε τῶν στοιχείων τὸ αἰσθανόμενον γενέσθαι σῶμα
426
δέδεικται σαφῶς. ἀλλὰ κοινὸν ἀμφοτέρων τῶν αἱρέσεών ἐστι τὸ ἐξ ἀπαθῶν, ὥστ’ οὐχ ἓν τῷ εἴδει τὸ στοιχεῖον, εἴπερ μηδ’ ἀπαθές. ὅτι δὲ τὸ ἓν ἀπαθὲς, ἡ ἀπόδειξις σύντομος. οὔτε γὰρ εἰς ὃ μεταστήσεται, οὔθ’ ὑφ’ ὅτου πείσεται, τὸ ἓν στοιχεῖον ἔχει. μεθιστάμενον γὰρ εἰς ἕτερόν τι μεταστήσεται, καὶ πάσχον ὑφ’ ἑτέρου τινὸς πείσεται. πῶς οὖν ἓν ἔτι φυλαχθήσεται; καλῶς οὖν ὁ Ἱπποκράτης συνελογίσατο, μὴ ἓν εἶναι τὸ στοιχεῖον, εἰ μέλλει τι τῶν ὄντων ἀλγήσειν. οὐδὲν γὰρ ἂν, φησὶν, ἦν ὑφ’ ὅτου ἀλγήσειεν, ἕν ἐόν. ὥστε πάντως μὲν ἑνὸς πλείω τὰ στοιχεῖα.

Πόσος δέ τις ὁ σύμπας αὐτῶν ἀριθμός ἐστιν, ἔτ’ ἄδηλον, ἐφεξῆς δὲ τοῦτο ζητείσθω. καίτοι τάχ’ ἂν ἴσως ἄμεινον εἴη, περὶ τῶν ὑπολοίπων δυοῖν αἱρέσεων, ὧν ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα, πρότερον διελθεῖν, ὧν κοινόν ἐστι τὸ ἐξ ἀλλοιουμένων τῶν πρώτων

427
στοιχείων ὑπάρχειν ἅπαν τὸ ἀλγεῖν πεφυκὸς σῶμα. τέσσαρες μὲν γὰρ αἱ πᾶσαι δόξαι κατὰ τὴν διαίρεσιν εὑρίσκονται. πρώτη μὲν, ἡ ἐξ ἀναισθήτων τε ἅμα καὶ ἀπαθῶν. δευτέρα δὲ, ἡ ἐξ αἰσθητικῶν μὲν, ἀπαθῶν δέ· ὧν κοινὸν ἦν ἀμφοῖν τὸ ἐξ ἀπαθῶν. καὶ τοῦτο δείξαντες ἀδύνατον, ἀμφοτέρων ἀπεχωρήσαμεν τῶν δοξῶν. λοιπαὶ δ’ ἦσαν δύο, μία μὲν ἐξ αἰσθητικῶν τε ἅμα καὶ πασχόντων τῶν πρώτων στοιχείων συνιστῶσα τὸ αἰσθανόμενον σῶμα. δευτέρα δὲ, ἡ ἐξ οὐκ αἰσθητικῶν μὲν, πασχόντων δέ. κοινὸν γὰρ καὶ ταύταις ἦν τὸ ἐκ πασχόντων. ἴδωμεν οὖν, εἰ κᾀν ταύταις ἡ ἑτέρα τῶν αἱρέσεών ἐστιν ἀδύνατος, ἢ τὸ μὲν δυνατὸν ἔχουσιν ὁμοίως, ὁποτέρα δ’ αὐτῶν οὐ δυνατὸν ἔχει μόνον, ἀλλὰ καὶ εἰ ὄντως ἀληθής ἐστιν, ὑπολείπεται ζητεῖν. εὑρήσεις οὖν, εἰ προσέχεις τὸν νοῦν, ἀμφοτέρας ἐχούσας τὸ δυνατόν. εἰ μὲν γὰρ αὐτὰ τὰ μόρια δοκιμάζειν 
428
ἐθέλεις καὶ σκοπεῖσθαι τῷ λόγῳ, πάντα ἐστὶν αἰσθητικὰ καὶ παθητικὰ τῶν αἰσθητικῶν σωμάτων, ὡς ὀλίγον ἔμπροσθεν ἐπὶ τῆς σαρκὸς ἐλέγετο. εἰ δὲ τὰ πρῶτα στοιχεῖα σκοποίης, ἐνδέχεται, τούτων ἀναισθήτων μὲν ὑποκειμένων, εἰς ἄλληλα δὲ τὸ δρᾷν καὶ πάσχειν ἐχόντων πολυειδῶς, ἐν πολλαῖς ταῖς κατὰ μέρος ἀλλοιώσεσι γενέσθαι τὸ αἰσθητικὸν σῶμα. πᾶσα γὰρ ἡ ἐκ πλειόνων σύνθεσις, ἂν μὲν, οἶά πέρ ἐστι τὰ συντιθέντα, τοιαῦτα φυλάττηται διὰ παντὸς, οὐδεμίαν ἔξωθεν ἐπικτήσεται νεωτέραν ἰδέαν, ἣ μὴ κᾀν τοῖς συντιθεῖσιν ὑπῆρχεν· εἰ δ’ ἐξαλλάττοιτο καὶ μεταβάλλοιτο καὶ πολυειδῶς ἀλλοιοῖτο τὰ συντιθέντα, δύναιτ’ ἂν ὑπάρξαι τι τῷ συνθέτῳ κατὰ γένος ἕτερον, ὃ μὴ τοῖς πρώτοις αὐτοῦ στοιχείοις ὑπῆρχεν. ἴσως δὲ καὶ παραδείγματος ὑπὲρ σαφηνείας δεήσει τῷ λόγῳ. φημὶ δὴ, τὴν οἰκίαν ἐκ λίθων καὶ πλίνθων καὶ ξύλων καὶ κεράμων
429
γεγονυῖαν οὐδὲν ἐπικτήσασθαι κατὰ γένος ἕτερον, ὃ μὴ καὶ τοῖς συντιθεῖσιν αὐτὴν ὑπῆρχεν. σκληρότητα γοῦν ἐκείνων ἕκαστον εἶχε, καὶ βάρος, καὶ σχῆμα, καὶ χρῶμα, καὶ μέγεθος, ἃ καὶ τῷ δημιουργήματι πρόσεστιν. σκληρότης μὲν γὰρ, χρῶμα καὶ βάρος ἀκριβῶς ταὐτὰ τοῖς συντιθεῖσιν. οὐ γὰρ δὴ σκληρὰ μὲν ἐκεῖνα, μαλακὴ δ’ αὕτη, καὶ βαρέα μὲν ἐκεῖνα, κούφη δ’ αὕτη, καὶ λευκὰ μὲν ἐκεῖνα, μέλαινα δ’ αὕτη. σχῆμα δὲ καὶ μέγεθος ἔχει μὲν καὶ ἡ οἰκία, διότι καὶ τοῖς συντιθεῖσιν αὐτὴν ὑπῆρχεν, οὐ μὴν ἀκριβῶς γε ταὐτὸν οὔτε μέγεθος, οὔτε σχῆμα τοῖς συντιθεῖσι πρὸς τὸ ὅλον. ἀλλ’ οὐ τοῦτο ζητεῖται νῦν, εἰ μείζων ἡ οἰκία τῶν πλίνθων, ἢ προμήκης μὲν αὕτη, τετράγωνοι δ’ οὗτοι, ἀλλ’ εἰ διὰ τοῦτο καὶ μεγέθους καὶ σχήματος αὐτῇ μέτεστιν, ὅτι καὶ τοῖς συντιθεῖσιν. ἐπεί τοι τίς οὐκ οἶδεν, ὡς ἡ διαγώνιος εὐθεῖα τὸ τετράγωνον χωρίον
430
εἰς δύο τρίγωνα τέμνει; καὶ ὡς ἐξ ἐκείνων τῶν δύο τριγώνων συνιόντων ἓν ἀποτελεῖται τετράγωνον; ἀλλὰ καὶ τὸ τρίγωνον καὶ τὸ τετράγωνον σχήματα. καὶ μὲν δὴ καὶ δύο ἡμικύκλια συντεθειμένα τὸν ὅλον ἀπεργάζονται κύκλον. ὥστε ἐξ ἄλλων μὲν ἄλλο τι γενέσθαι συγχωρήσομεν, οὐ μὴν ἀνομοιογενές. καὶ γὰρ τὰ σχήματα σχημάτων εἰσὶν ἀπεργαστικὰ, καὶ τὰ μικρότερα μεγέθη τῶν μειζόνων μεγεθῶν· οὐ μέντοι σχήματα μεγεθῶν, ἢ μεγέθη σχημάτων. ὥστ’ ἐκ μὲν τῶν μὴ μεταβαλλόντων τὰς ποιότητας τῶν στοιχείων οὐκ ἐγχωρεῖ γενέσθαι τι τῶν ἑτερογενῶν, ἐκ δὲ τῶν μεταβαλλόντων ἐγχωρεῖ. δύναται γὰρ ἐν πολλαῖς ταῖς μεταξὺ γενομέναις μεταβολαῖς τὸ τέως μέλαν αὖθις γενέσθαι λευκὸν, καὶ τὸ τέως λευκὸν αὖθις μέλαν, καὶ τὸ νῦν ἀναίσθητον αὖθις αἰσθητικόν. ὅσοι μὲν οὖν ἐκ πυρὸς, καὶ ὕδατος, καὶ γῆς, καὶ ἀέρος, ἀλλοιουμένων τε καὶ μεταβαλλομένων, καὶ κεραννυμένων δι’ ὅλων, ἀξιοῦσι γίνεσθαί τι τῶν συνθέτων σωμάτων αἰσθητικὸν, ἐνδεχόμενα λέγουσιν.
431
ὃσοι δὲ μενόντων, οἷά πέρ ἐστι, καὶ μόνον οὕτως ἀλλήλοις ἀναμιγνυμένων, ὥσπερ ἐν σωρῷ πυρῶν καὶ κριθῶν, ἐρεβίνθων τε καὶ κυάμων, ἀδυνάτοις ἐπιχειροῦσιν. ὅλως γὰρ οὐδὲν διαφέρει πῦρ, ἢ ὕδωρ, ἢ ἀέρα, ἢ γῆν συνελθόντα φάσκειν αἰσθητικὸν ἀπεργάσασθαι σῶμα, ἢ ὥσπερ οἱ πρὸ τούτων ἔλεγον τὰς ἀτόμους. οὐδὲ γὰρ ἐνδέχεται, τῶν στοιχείων ἀπαθῶν μὲν ὄντων, ἐξ ἀναισθήτων δὲ πολλῶν συνελθόντων, ἓν αἰσθητικὸν ἀπεργάσασθαι σῶμα. δέδεικται γὰρ, ὡς οὐδὲν ἑτερογενὲς δύναται προσελθεῖν τοῖς συντεθειμένοις. αἴσθησις δέ γε πάντῃ γένους ἐστὶν ἑτέρου, σχήματός τε καὶ βάρους, καὶ σκληρότητος, ἃ ταῖς ἀτόμοις ὑπῆρχεν, ὥσπερ αὖ καὶ τῶν ἄλλων, ἃ πυρὶ, καὶ γῇ, καὶ ἀέρι, καὶ ὕδατι. καὶ γὰρ παρὰ τὰ χρώματα, καὶ τοὺς χυμοὺς, καὶ τὰς ἀτόμους, καὶ πάνθ’ ἁπλῶς εἰπεῖν τὰ ἄλλα τὰ τοῖς σώμασιν ὑπάρχοντα, ἕτερόν ἐστι τὸ τῆς αἰσθήσεως γένος. ὥστ’ οὐκ ἐξ ἀτόμων, οὔτ’ ἐκ πυρὸς, καὶ γῆς, καὶ ἀέρος, καὶ ὕδατος ἐγχωρεῖ γενέσθαι τὸ αἰσθητικὸν σῶμα, μενόντων
432
ἀμεταβλήτων καὶ τοιούτων, οἷά πέρ ἐστι κατὰ τὴν ἑαυτῶν φύσιν, καὶ μὴ πασχόντων. ἢ τοίνυν ἐξ αἰσθητικῶν τε καὶ πασχόντων τῶν πρώτων στοιχείων, ἢ ἐξ ἀναισθήτων μὲν, ἀλλὰ μεταβάλλεσθαι καὶ ἀλλοιοῦσθαι δυναμένων, ἀναγκαῖόν ἐστι συνίστασθαι τὸ μέλλον αἰσθήσεσθαι. ταῦτα μὲν οὖν, ὅτι τε πλείω πάντως ἑνός ἐστι τὰ στοιχεῖα, καὶ ὅτι παθητικὰ, δείκνυσιν. εἰ δ’ ἐκ τῶν πρώτων αἰσθητικῶν ἁπάντων, ἢ οὖκ αἰσθητικῶν, οὔπω δείκνυσιν· ἄμφω γὰρ ἐνδέχεσθαί φασιν. ὅτι μέντοι πάντως ἐστί τινα τὰ μὴ αἰσθητικὰ, πρόδηλον ἐκ τοῦ καὶ τῶν συνθέτων εἷναί τινα τοιαῦτα. ἐπεὶ δ’ αὐτάρκως ἀποδέδεικται τοῦτο τοῖς γ’ ἀκολουθεῖν ἀποδείξει μεμαθηκόσιν, ἐφεξῆς ἂν εἴη διελθεῖν ἄμεινον, ὃ πολλάκις τε καὶ πολλαχοῦ τῶν Ἱπποκράτους συγγραμμάτων ἐπιδείκνυμι, ὡς ἓν τῶν ὁμοειδῶν εἰπὼν ἡμῖν ἐπιτρέπει τὰ λοιπὰ τὰ τὴν αὐτὴν ἐκείνῳ δύναμιν ἔχοντα προστιθέναι τῷ λόγῳ. 
433
καὶ δὴ καὶ νῦν οὕτω μοι δοκεῖ πεποιηκέναι, δείξας μὲν αὐτὸς ἐξ ἑνὸς φαινομένου τὸ τῆς δόξης ἀδύνατον, ἀπολιπὼν δ’ ἡμῖν ἐκ τῶν τὴν αὐτὴν ἐκείνῳ δύναμιν ἐχόντων ἀποδεικνύναι πολυειδῶς. ἕν μὲν γὰρ τῶν φαινομένων ἐστὶ τὸ ἀλγεῖν ἡμᾶς. ἐδείχθη δὲ τοῦτο γενέσθαι μὴ δυνάμενον ἄνευ τοῦ πάσχειν· ᾧ πάλιν εἵπετο πλείω πάντως εἶναι τὰ στοιχεῖα, τὸ γὰρ ἓν οὐχ οἷόν τε ἦν πάσχειν, μηδενὸς ὄντος τοῦ διατιθέντος αὐτό. ὥσπερ οὖν ἐκ τῶν ἀλγούντων σωμάτων, οὕτω κᾀκ τῶν ἡδομένων ἔχεις ἀποδεικνύναι ταὐτόν· καὶ ὥσπερ ἀπὸ τούτων, οὕτω κᾀκ τῶν αἰσθανομένων· ὥσπερ κᾀγὼ νῦν ἐξεπίτηδες ἐποίησα πολλαχόθεν τοῦ λόγου. καὶ μὴν εἰ μήτε ἡδονὴ, μήτε πόνος, ἀλλὰ μηδ’ αἴσθησις ὅλως ἐστὶ τοῖς ἀπαθέσι στοιχείοις, οὐδὲ μνήμη δήπουθεν, οὐδὲ ἀνάμνησις, οὐδὲ φαντασία· ῥίζα γὰρ αὐτῶν ἐστι καὶ οἷον πηγὴ πάντων ἡ αἴσθησις. εἰ δὲ μηδὲν τούτων, οὐδ’
434
ἄλλο οὐδὲν τῶν ψυχικῶν ἔργων, ὥστ’ οὐδὲ ψυχή. θαυμάζειν οὖν ἄξιον τῶν παλαιῶν ἀνδρῶν τὸ τάχος τῆς ἑρμηνείας. ἐν ἐλαχίστοις γὰρ ὁ Ἱπποκράτης ὀνόμασι πάντ’ ἐνεδείξατο ταῦτα, καὶ ἰσχυρῶς ἀπέδειξεν, ὡς οὐκ ἔστιν ἓν τὸ στοιχεῖον. ἀλλὰ γὰρ ἐπειδὴ καὶ περὶ τούτου διεληλύθαμεν, ἴδωμεν, ὅπως συνάπτει τῷ προειρημένῳ λόγῳ. τὸν ἐφεξῆς. ἔχει δ’ ἡ σύμπασα ῥῆσις ᾧδε. ἐγὼ δέ φημι, εἰ ἓν ἦν ὁ ἄνθρωπος, οὐδέποτ’ ἂν ἤλγεεν. οὐδὲ γὰρ ἂν ἦν ὑφ’ ὅτου ἀλγήσειεν, ἓν ἐών. εἰ δὲ καὶ ἀλγήσειεν, ἀνάγκη καὶ τὸ ἰώμενον ἓν εἶναι. εἰ ἓν, φησὶν, ὑπῆρχεν ὁ ἄνθρωπος, οὐκ ἂν ἤλγει. εἰ δέ γε καὶ ἤλγει, ἀναγκαῖον ἂν ἦν ἓν εἶναι καὶ τὸ ἰώμενον. κατὰ δὲ τὸν αὐτὸν τρόπον τοῦ σχήματος τοῦ συλλογιστικοῦ καὶ τὸν ἀπὸ τῆς ἰάσεως ἐρωτᾷ λόγον, ὥσπερ ἠρώτησεν καὶ τὸν ἀπὸ τῶν ἀλγημάτων. ἀκόλουθον γὰρ λαβὼν τῷ προτέρῳ τὸ δεύτερον, εἶτ’ αὖθις προσλαβὼν τὸ ἀντικείμενον τῷ ἑπομένῳ, περαίνει τὸ ἀντικείμενον
435
τῷ ἡγουμένῳ. εἴπερ γὰρ ἕν ἦν ὁ ἄνθρωπος, οὐκ ἂν ἤλγησεν· ἀλγεῖ δέ γε· οὐκ ἄρα ἕν ἐστιν. ὡσαύτως δὲ καὶ ὁ ἀπὸ τῆς ἰάσεως ἐρωτηθήσεται λόγος. εἰ ἓν ὢν ὁ ἄνθρωπος ἀλγεῖ, καὶ ὁ τρόπος τῆς ἰάσεως εἷς ἐστιν· οὐχ εἷς δέ γε ὁ τρόπος τῆς ἰάσεως· οὐκ ἄρα ἓν ὢν ὁ ἄνθρωπος ἀλγεῖ δεῖ τοίνυν κᾀνταῦθα πάλιν, ὡς καὶ πρόσθεν ἐποιήσαμεν, ὅτι τε τῷ προτέρῳ τὸ δεύτερον ἀκολουθεῖ, καὶ ὅτι καλῶς προσλαμβάνεται τὸ τοῦ λήγοντος ἀντικείμενον, ἀποδείξαντας ἡμᾶς, ἐξήγησίν τε ἅμα καὶ πίστιν τὴν δέουσαν παρασχέσθαι τῷ λόγῳ. ὅτι μὲν οὖν, εἴπερ ἕν ἐστιν ὁ ἄνθρωπος, οὐκ ἂν ἤλγησεν, ἐν τοῖς πρὸ τούτου λόγοις ἐπεμνήσαμεν. ὅτι δ’, εἴπερ καὶ ἤλγησεν, ἕνα τῆς ἰάσεως ἐχρῆν εἶναι τὸν τρόπον, ᾧδ’ ἂν μάλιστα καταμάθοις, εἰ λογίσαιο τὸ ὑπὸ μηδενὸς τῶν ἔξωθεν. πάσχον ὑπὸ τῆς οἰκείας φύσεως πάσχειν αὐτό. μιᾶς οὖν ἑκάστῳ τῆς οἰκείας ὑπαρχούσης φύσεως, ἔσται μὲν δήπου καὶ τὸ πάθος ἕν. ἀκολουθεῖ
436
δ’ ἐξ ἀνάγκης αὐτῷ καὶ ἡ εἰς τὸ κατὰ φύσιν ἐπάνοδος μία. τοῦτο δ’ ἦν ἡ ἴασις· ὥστε καὶ ἡ ἴασις ἔσται μία τοῦ δι’ ἑαυτοῦ πάσχοντος, ὥσπερ καὶ τὸ ἰώμενον ἕν. ὅτι δέ γε ἅπαντα ταῦτα τὰ νῦν εἰρημένα ψευδῆ προφανῶς εἰσιν, οὐ δέομαι λέγειν, ἀλλ’ ἕπεται τῇ πρώτῃ τῶν ὑποθέσεων, ἣν ἀδύνατόν γε παντὸς μᾶλλον οὖσαν ἐκ περιουσίας ὁ Ἱπποκράτης προσήκατο, καὶ οὐδὲν ἧττον ἀπέδειξε κᾀκ ταύτης τῆς ὑποθέσεως, ὅπερ ἐξ ἀρχῆς αὐτῷ προὔκειτο. τὸ μὲν γὰρ, εἰ ἕν ἐστι τὸ στοιχεῖον, οὐκ ἂν ἀλγεῖν ἡμᾶς, ἀληθές. τὸ δέ γε ὑποθέσθαι, κᾂν εἰ ἕν ἦν τὸ στοιχεῖον, ἡμᾶς ἀλγεῖν, οὐκ ἀληθές. ἀλλ’ ὅμως ὑποτίθεται τοῦτο, δεικνὺς ἐκ τῶν ἑπομένων αὐτῷ τὸ καὶ οὕτως ἀνατρέπεσθαι τὴν ἀρχήν. ἕν μὲν γὰρ καὶ τὸ νόσημα, καὶ τὸ εἶδος τῆς ἰάσεως ἔσται, καὶ τὸ ἰώμενον ἕν ἐστιν· οὐχὶ δέ γε τὸ ἰώμενον ἕν· ὑπόθεσις ἄρα ψευδὴς ἡ ἕν εἶναι λέγουσα
437
τὸ στοιχεῖον. ὅτι δὲ οὐχ ἕν τὸ ἰώμενον, ἐναργές. καὶ γὰρ θερμαινόμενος ὅδε τις ἐθεραπεύθη. καὶ ἄλλον εὑρήσεις, ὃς οὐδὲν ἧττον ἐθεραπεύθη ψυχόμενος, εἴθ’ ὑγραινόμενος. οὐκ ὀλίγους δ’ εὑρήσεις, οἳ διὰ τῶν ξηραινόντων ἰάθησαν. ἀλλ’ οὐδ’ εἰ διὰ τῶν στρυφνῶν ἢ πικρῶν ἐθεραπεύθη τις, ἤδη καὶ πάντες. εἰσὶ γὰρ οἱ διὰ τῶν ἁλμυρῶν ἢ γλυκέων. οὕτω δὲ καὶ διὰ τῶν ἐπεχόντων τὴν κοιλίαν ὅδε τις ἐθεραπεύθη. ἕτερος δὲ διὰ τῶν ὑπαγόντων. καὶ ὁ μὲν διὰ τῶν πυκνούντων, ὁ δὲ διὰ τῶν ἀραιούντων. καὶ, καθόλου φάναι, τρόπον ἰάσεως οὐδένα δυνατόν ἐστιν εὑρεῖν, οὗ μὴ καὶ τοὐναντίον εὑρήσεις. ὥστ’ ὀρθῶς εἶπεν, ὅτι τὸ ἰώμενον οὐχ ἕν ἐστιν. ἀλλὰ καὶ ταύτης γε τῆς προτάσεως, καὶ τῆς ἑτέρας, ἣν ἐξ ὑποθέσεως ἔλαβε, τὸ μὴ ἕν εἶναι τὸ στοιχεῖον ἐπεραίνετο, καὶ γίνεται σύμπας ἐρωτώμενος λόγος τοιοῦτος. εἰ ἓν ὢν ὁ ἄνθρωπος ἀλγεῖ, καὶ ὁ τρόπος τῆς ἰάσεως εἷς ἐστιν· οὐχὶ δέ γε ὁ τρόπος τῆς 
438
ἰάσεως εἶς· οὐκ ἄρα ἕν ὢν ὁ ἄνθρωπος ἀλγεῖ. μηκέτ’ οὖν ἐπιζητῶμεν τὸ κατὰ τὴν ἀρχὴν τοῦ συγγράμματος εἰρημένον ὑπ’ αὐτοῦ, μήθ’ ἑτέρως ἐξηγώμεθα παρὰ ταῦτα τὰ νῦν εἰρημένα, σαφῶς γε ἤδη τὴν γνώμην ἅπασαν ἐπιστάμενοι τοῦ ἀνδρός. ἀλλ’ ἐπειδὰν εἴπῃ, ὅστις μὲν εἴωθεν ἀκούειν λεγόντων ἀμφὶ τῆς φύσεως τῆς ἀνθρωπίνης, προσωτέρω ἢ ὁκόσον αὐτέης ἐς ἰατρικήν ἀφίκει, τουτέῳ μὲν οὐκ ἐπιτήδειος ὁ λόγος ὅδε ἀκούειν· οὐδὲ γὰρ τὸ πάμπαν ἠέρα λέγω τὸν ἄνθρωπον εἷναι, οὔτε πῦρ, οὔτε ὕδωρ, οὔτε γῆν, οὔτ’ ἄλλο οὐδὲν, ὅ τι μὴ φανερόν ἐστιν ἓν ἐὸν ἐν τῷ ἀνθρώπῳ· ὅταν ταῦτα λέγῃ, μὴ συνάπτοντές τε καὶ ψιλοῦντες ἀναγινώσκωμεν ὡς ἓν μέρος λόγου τὸ ἓν ἐὸν, ὥσπερ οἱ πολλοὶ τῶν Ἱπποκρατείων ἐποίησαν, ἀλλὰ δασύνοντές τε καὶ διϊστῶντες εἰς δύο μόρια, ὡς εἰ καὶ οὕτως εἶπεν, οὔτε γὰρ τὸ πάμπαν ἠέρα λέγω εἶναι τὸν ἄνθρωπον, οὔτε πῦρ, οὔτε ὕδωρ, οὔτε γῆν, οὔτε ἄλλο οὐδὲν, ὅ τι μὴ φανερόν ἐστιν
439
ἓν καὶ μόνον ὑπάρχον ἐν τῷ ἀνθρώπῳ. ὅτι μὲν γὰρ ὁ πρῶτος αὐτῷ λόγος ἅπας περὶ τοῦ μὴ ἓν εἶναι τὸ στοιχεῖόν ἐστιν, ἐπιδέδεικται μὲν καὶ ἐξ ἓν ὀλίγον ἔμπροσθεν εἶπον, οὐδὲν δὲ ἧττον κᾀξ ὧν εὐθὺς ἐν ἀρχῇ, μετὰ τὴν προγεγραμμένην ῥῆσιν, ταύτην ἐπιφέρει. φασὶ γὰρ ἕν τε εἶναι, ὅ τί ἐστι, καὶ τοῦτο εἶναι τὸ ἕν τε καὶ τὸ πᾶν, κατὰ δὲ τὰ ὀνόματα ἀλλήλοις οὐχ ὁμολογέουσι. λέγει δ’ αὐτῶν ὁ μέν τις, ἠέρα εἶναι τοῦτο τὸ ἕν τε καὶ τὸ πᾶν, ὁ δὲ ὕδωρ, ὁ δὲ γῆν, ὁ δὲ πῦρ. εἶτ’ ἐφεξῆς πάλιν· τῶν ἰατρῶν οἱ μέν τινες λέγουσιν, ὡς ὁ ἄνθρωπος αἷμα μόνον ἐστὶ, οἱ δὲ αὐτέων χολὴν, ἔνιοι δὲ φλέγμα. εἷθ’ ἑξῆς ἀρξάμενος αὐτοῖς ἀντιλέγειν, πρώτην μὲν ἐκείνην γράφει τὴν ῥῆσιν, ἣν πρώτην ἐξήγημαι, κοινῇ πρός τε τοὺς φυσικοὺς καὶ τοὺς ἰατροὺς ἰσχύουσαν. εἶτ’ ἰδίᾳ πρὸς τοὺς ἰατροὺς ἀντιλέγει κατὰ τήνδε τὴν ῥῆσιν. ἀξιῶ δ’ ἔγωγε, τὸν φάσκοντα αἷμα μόνον εἶναι τὸν ἄνθρωπον,
440
καὶ ἄλλο μηδὲν, δεικνύναι αὐτὸν μὴ μεταβάλλοντα τὴν ἰδέαν, μήτε γίνεσθαι παντοῖον, ἀλλ’ ἢ ὥρην τινὰ τοῦ ἐνιαυτοῦ, ἢ τῆς ἡλικίας τῆς τοῦ ἀνθρώπου, ἐν ᾗ αἷμα ἕν ἐὸν φαίνεται μόνον ἐν τῷ ἀνθρώπῳ. εἰκὸς γὰρ ἐστὶν, εἶναι μίαν γέ τινα ὥρην, ἐν ᾖ φαίνεται αὐτὸ ἐν ἑωϋτῷ ὅ τί ἐστι. τὰ αὐτὰ δὲ λέγω καὶ περὶ τοῦ φάσκοντος, φλέγμα μόνον εἶναι τὸν ἄνθρωπον, καὶ περὶ τοῦ φάσκοντος, χολήν. τελειώσας δὲ τοῦτον τὸν λόγον ἐφεξῆς πάλιν ἐπιφέρων ἐρεῖ· πρῶτον μὲν οὖν ἀνάγκη τὴν γένεσιν γίνεσθαι μὴ ἀφ’ ἑνός. πῶς γὰρ ἂν ἕν γε ὂν ἄλλο τι γεννήσειεν, εἰ μή τινι μιχθείη ἄλλῳ; καὶ πάλιν ἐφεξῆς· ὥστε πῶς εἰκὸς ἀπὸ ἑνός τι γεννηθῆναι, ὅπου γε οὐδὲ ἀπὸ τῶν πλειόνων γίνεται, ἢν μὴ τύχη καλῶς ἔχοντα τῆς πρὸς ἄλληλα κοινωνίας; καὶ πάλιν ἐφεξῆς· ἀνάγκη τοίνυν, τῆς φύσεως τοιαύτης ἐούσης καὶ τῆς τοῦ ἀνθρώπου, καὶ τῆς τῶν ἄλλων ἁπάντων, μὴ ἕν εἶναι τὸν ἄνθρωπον. καὶ πάλιν ἐν τοῖς
441
ἐφεξῆς· ἀνάγκη τοίνυν, ὅτι τοσοῦτον διήλλακται ἀλλήλων τὴν ἰδέαν τε καὶ τὴν δύναμιν, μὴ ἕν εἶναι αὐτὰ, εἴπερ μὴ πῦρ τε καὶ ὕδωρ ἕν ἐστιν. ἕν τε οὖν τούτοις ἅπασι καὶ τοῖς μετὰ ταῦτα πάλιν οὐδὲν ἄλλο ἢ τοῖς ἕν ἀξιοῦσιν εἶναι τὸ στοιχεῖον ἀντιλέγει σαφῶς. δῆλον οὖν, ὅτι καὶ κατὰ τὴν ἀρχὴν τοῦ λόγου τοῦτ’ εἶπεν, ὅπερ ἡμεῖς ἐξηγησόμεθα, τὸ μήτε ἀέρα μόνον ὑπάρχειν ἐν τῷ σώματι, μήτε πῦρ, μήτ’ ἄλλο μηδὲν, ὅτι μὴ φανερόν ἐστιν ἕν ὑπάρχον ἐν τῷ σώματι. καὶ γὰρ αὖ καὶ ὅταν εἴπῃ· οἱ δὲ λέγοντες, ὡς ἕν ἐστιν ὁ ἄνθρωπος, δοκέουσί μοι ταύτῃ τῇ γνώμῃ χρέεσθαι· πόθεν ὁρμηθέντες ἔνιοι τὸν ἄνθρωπον ἕν εἶναί φασι, διηγεῖται, κᾀπειδὰν ἀντιλέγων αὐτοῖς ἐρεῖ· καίτοι τὸ μὲν πρῶτον ἐν τῇσιν ὑπερκαθάρσεσιν οὐδείς πω ἀπέθανε χολὴν μόνην καθαρθείς. ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλοιν χυμῶν ἐν τοῖς μετὰ ταῦτα πεποίηται τὸν λόγον, ὡς οὐχ εἶς χυμός ἐστι παντελῶς ἡ φύσις τοῦ ἀνθρώπου, τοῦτ’ ἔστι τὸ στοιχεῖον, ἀλλ’ οἱ τέτταρες, οὐδὲν ἄλλο, ἢ ὅπερ ἐξ ἀρχῆς
442
ὑπέθετο, περαίνει, τὸ μὴ ἕν εἶναι τὸν ἄνθρωπον. ἔστι μὲν οὖν ἠλίθιος ἡ δόξα καὶ τῶν φυσικῶν φιλοσόφων, καὶ τῶν ἰατρῶν, ὅσοι στοιχεῖον ἓν εἶναί φασιν, ἢ τοῦ παντὸς, ἢ τοῦ ἀνθρώπου.

Καὶ μᾶλλόν ἐστι θαυμάσαι, πῶς οἱ τὰ τοιαῦτα λέγοντες ἐν εὐδοξίᾳ τινὶ παρὰ τοῖς ἀνθρώποις ἦσαν, ἢ ἀπορῆσαι τῆς ἀντιλογίας. ἀλλ’ ὅμως ὁ Ἱπποκράτης ἀντιλέγειν αὐτοῖς ἐπεχείρησεν, οὐχ ὡς μέγα τὶ ποιῶν, ἀλλὰ διὰ τὴν κατέχουσαν δόξαν. οὐδὲ γὰρ οὐδὲ πιθανοῖς τισι λόγοις ἐχρήσαντο καὶ δυσλύτοις οἱ ἓν εἰπόντες εἶναι τὸ στοιχεῖον, ἀλλὰ πρόχειρόν τε καὶ ῥᾴστην φωραθῆναι τὴν ἀτοπίαν ἔχουσιν. οἵ τε γὰρ τὸ ὕδωρ εἰπόντες εἶναι τὸ στοιχεῖον, ὅτι τοῦτο πυκνούμενον μὲν καὶ οἷον πιλούμενον γίνεται γῆ, ἀραιούμενον δὲ καὶ οἷον χεόμενον ἀήρ· εἰ δὲ ἐπιπλέον ἀραιωθείη τε καὶ χεθείη, πῦρ· διὰ τοῦτό φασιν 

443
ὑπάρχειν αὐτὸ στοιχεῖον· οἵ τε τὸν ἀέρα, καὶ οὗτοι πῦρ μὲν γίνεσθαί φασιν ἀραιούμενον, ὕδωρ δὲ πυκνούμενον· εἰ δ’ ἔτι μᾶλλον πυκνωθείη, γῆν· οἵ τε τὴν γῆν, ἐκ τοῦ μετρίως μὲν χεθεῖσαν, ὕδωρ γίνεσθαι, περαιτέρω δ’ ἀραιωθεῖσαν, ἀέρα, καὶ σφόδρα τοῦτο παθοῦσαν, εἰς πῦρ μεταπίπτειν, καὶ οὕτω συλλογίζονται τὴν γῆν ὑπάρχειν στοιχεῖον· οἵ τε τὸ πῦρ ὡσαύτως, ἐκ τοῦ συνιὸν μὲν καὶ πυκνούμενον ἀέρα γίνεσθαι, παθὸν δ’ ἔτι μᾶλλον τοῦτο καὶ σφοδρότερον πιληθὲν ὕδωρ, ἐπὶ πλεῖστον δὲ πυκνωθὲν γῆν ἀποτελεῖσθαι· συλλογίζονται καὶ οὗτοι, τοῦτ’ εἶναι τὸ στοιχεῖον. καίτοι πρόχειρός γε ἡ ἀτοπία τῶν λόγων. ὑπὲρ γὰρ τῆς εἰς ἄλληλα μεταβολῆς τῶν στοιχείων εἰρηκότες ἅπαντες, οὐ τοῦτο οἴονται δεικνύναι, ἀλλ’ ὅ τί περ ἂν ἕκαστος αὐτῶν ὀνομάσῃ στοιχεῖον. οὐκ ἔστι δὲ ταὐτόν, ἢ περὶ τῆς εἰς ἄλληλα μεταβολῆς εἰπεῖν, ἀέρος καὶ πυρὸς
444
καὶ ὕδατος καὶ γῆς, ἢ περὶ στοιχείων· οὐ γὰρ δὴ ταύτῃ γε στοιχεῖον ἕκαστον αὐτῶν, ᾗ μεταβάλλειν εἰς ἄλληλα πέφυκεν, ἀλλ’ ᾗ πρῶτόν τέ ἐστι καὶ ἁπλούστατον· ἐπεί γε καὶ Πλάτων ὑπὲρ τῆς εἰς ἄλληλα μεταβολῆς ἐν Τιμαίῳ διείλεκται, κοινὴν ὑποβεβλῆσθαι πᾶσιν ὕλην μίαν ἀποδεῖξαι βουλόμενος. ἀλλ’ οὗτος μὲν, ὡς ἂν εἰδὼς ἀποδεικνύειν, εἰς δέον ἐχρήσατο τῇ τῶν πρώτων σωμάτων εἰς ἄλληλα μεταβολῇ. Θαλῆς δὲ καὶ Ἀναξιμένης καὶ Ἀναξίμανδρος καὶ Ἡράκλειτος, ἓν ἐξ αὐτῶν ὁτιοῦν ἄλλος ἄλλο θέμενος εἶναι στοιχεῖον, ἐκ τῆς εἰς ἄλληλα μεταβολῆς αὐτῶν ἀποδεικνύναι πειρῶνται. καί μοι δοκοῦσιν ἅπαντες ἐκεῖνοι τὴν ὕλην ὀνειρώττειν, ἣ κοινῇ πᾶσιν ὑποβέβληται τοῖς στοιχείοις, καὶ ταύτην μίαν ὁρῶντες ἓν ὑπολαμβάνειν εἶναι καὶ τὸ στοιχεῖον· εἶτα δέον εἰπεῖν, εἴπερ ἄρα, τὸ κοινῇ πᾶσιν ὑποβεβλημένον, ἀέρι, καὶ πυρὶ, καὶ ὕδατι, καὶ γῇ, τοῦτ’ εἶναι τὸ στοιχεῖον, οἱ δὲ ὑπερέβησαν μὲν ἐκεῖνο, τῶν τεττάρων δὲ ἓν ὁτιοῦν ἀπεφῄναντο, κοινῇ μὲν γνώμῃ τῆς
445
ἀποδείξεως ἅπαντες χρησάμενοι, θέμενοι δ’ οὐ ταὐτὸν ἅπαντες τὸ στοιχεῖον. ᾧπερ δὴ καὶ σκάπτων αὐτοὺς ὁ Ἱπποκράτης, εὐθὺς ἐν ἀρχῇ τοῦ συγγράμματος, ὧδέ πως φησί· γνώμῃ μὲν τῇ αὐτῇ πάντες χρέονται, λέγουσι δ’ οὐ τὰ αὐτά. κᾄπειτα τούτῳ συνάπτων, ἀλλὰ τῆς μὲν γνώμης, φησὶ, τὸν ἐπίλογον τὸν αὐτὸν ποιέονται, λέγουσι δὲ οὐ τὰ αὐτά. τίς δ’ ἦν αὐτοῖς ἐπίλογος; ὃν ἔμπροσθεν εἴπομεν. οἵ τε γὰρ τὴν γῆν λέγοντες εἶναι στοιχεῖον ἐκ τοῦ χεομένην αὐτὴν ὕδωρ γίνεσθαι, καὶ μᾶλλον ἀραιωθεῖσαν ἀέρα, κᾄπειτα πῦρ, ἐκ τούτου συλλογίζονται, τὴν γῆν εἶναι στοιχεῖον· κατὰ ταὐτὰ καὶ οἱ τὸν ἀέρα καὶ τὸ ὕδωρ καὶ τὸ πῦρ εἰπόντες, ὡς ἔμπροσθεν ἐδήλωσα. πάντες οὖν οὗτοι τὸν ἐπίλογον ἕνα λέγουσιν ἐπὶ διαφόροις ὑποθέσεσι, πρῶτον μὲν, οὐκ ἐπιφέροντες οἰκεῖον συμπέρασμα· τὸ γὰρ οἰκεῖον ἦν εἰπεῖν, ἓν ἄρα τὸ ὑποκείμενον ἅπασι, καὶ οὐσία μία,
446
ἥτις ὑποβέβληται κοινῇ τοῖς πρώτοις σώμασιν· ἔπειτα μηδ’ αὐτὸ τοῦτο γινώσκοντες, ὡς τεττάρων ὑποθέσεων ἀπόδειξιν μίαν ἐγχειροῦσι λέγειν ἅπαντες, ἅπερ αὐτῶν καὶ διαῤῥήδην ὁ Ἱπποκράτης ἀμφότερα μέμφεται ἐν τῷ φάναι· καὶ ἐπιλέγει μὲν ἕκαστος τῷ ἑαυτοῦ λόγῳ μαρτύριά τε καὶ τεκμήρια, ἅ ἐστιν οὐδέν· σαφῶς ἐνδεικνύμενος, ὡς ἀναπόδεικτα φλυαροῦσι, καὶ παραλογίζονται μᾶλλον σφᾶς αὐτοὺς, ἢ συλλογίζονται. ἐν δὲ τῷ προσγράψαι, ὅτι γνώμῃ μὲν τῇ αὐτῇ πάντες χρέονται, λέγουσι δ’ οὐ τὰ αὐτὰ, δῆλον, ὅτι οὐδὲ γινώσκουσιν· ἐν τούτῳ πάλιν αὐτὸ τοῦτο ἐνδεικνύμενος, ὡς οὐκ αἰσθάνονται διαφόρων τε καὶ μαχομένων πραγμάτων ἀπόδειξιν μίαν καὶ τὴν αὐτὴν ἐγχειροῦντες λέγειν. ὅθεν καὶ ᾦ ἄν τινι τύχῃ, φησὶν, ἡ γλῶσσα ῥυεῖσα πρὸς τὸν ὄχλον, περιγίνεσθαι δοκεῖ τῷ λόγῳ, καὶ μάλιστα πρὸς τὸν ὄχλον εἰπὼν, ἀπαιδεύτων δηλονότι πλῆθος ἀνδρῶν, οὐκ εἰδότων, ὅ τί ποτέ ἐστιν ἀπόδειξις. διὸ καὶ
447
τοῦτο ὀρθῶς ἐπήνεγκεν· ἀλλ’ ἐμοί γε δοκέουσιν οἱ τοιοῦτοι αὐτοὶ ἑαυτοὺς καταβάλλειν τοῖς ὀνόμασι τῶν λόγων αὐτῶν ὑπὸ ἀξυνεσίης, τὸν δὲ Μελίσσου λόγον ὀρθοῦν. ὁ γάρ τοι Μέλισσος ἀλλόκοτα μὲν καὶ αὐτὸς ὑπὲρ τοῦ παντὸς ἀπεφῄνατο, ὡς ἕν τε εἴη καὶ ἀμετάβλητον καὶ ἄπειρον. ἐξ ὧν οἵ τε τὸν ἀέρα λέγοντες, ἢ τὸ πῦρ, ἢ τὸ ὕδωρ, ἢ τὴν γῆν εἶναι τὸ ἕν τε καὶ τὸ πᾶν, ἐκ τούτων ἄν δόξειεν ὁ τοῦ Μελίσσου λόγος ὀρθοῦσθαι. εἰ γὰρ χρὴ δυοῖν ἀτόπων οὕτω δογμάτων αἵρεσιν ποιήσασθαι, κινδυνεύει νοῦν ἔχειν ὁ τοῦ Μελίσσου λόγος. ὃ γὰρ ὑπέθετο κατ’ ἀρχὰς, οὐκ ἀνατρέπει κατὰ τὴν ἐφεξῆς διέξοδον, ὡς οὗτοι. θέντες γὰρ, τὸ στοιχεῖον ἕν εἶναι τῶν ὄντων, ἐν τοῖς ἐφεξῆς μνημονεύουσι τῆς μεταβολῆς αὐτοῦ, τέτταρα ποιοῦντες τὰ ὄντα. βέλτιον γὰρ ἦν ἀμετάβλητον ὑποθέσθαι τοῦτο τὸ ἓν, εἰ ὄντως ἕν ἐστιν. εἰ γὰρ μεταβάλλει, πῶς ἕν ἐστιν ἔτι; προσηκόντως οὖν ἔφη ὁ Ἱπποκράτης, ἅπαντας τούτους τοὺς 
448
ἤτοι τὸ ὕδωρ, ἢ τὸ πῦρ, ἢ τὸν ἀέρα, ἢ τὴν γῆν εἶναι λέγοντας στοιχεῖα ὀρθοῦν τὸν τοῦ Μελίσσου λόγον, καίτοι γ’ ἄτοπον ὄντα δεινῶς, καὶ παρὰ πᾶσαν ἐνάργειαν εἰρημένον, ὡς μηδὲ ἀντιλογίας χρῄζειν. ἐπὶ πλέον δὲ καὶ περὶ τῆς ἀτοπίας αὐτοῦ καὶ Ἀριστοτέλης ἐν τῷ πρώτῳ τῆς φυσικῆς ἀκροάσεως διείλεκται.